Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις

Συμεὼν ὁ Νέος Θεολόγος

Κατήχηση ΚΣΤ': Προπαιδεία και κανόνες για τους νέους μοναχούς

Οδηγίες περί της προσευχής, της ησυχίας, της διαγωγής στην κοινή τράπεζα και του ασκητικού κανόνα στο κελί.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 27 από 35

Ἀμήν. Περὶ ἀρχῆς βίου λίαν ἐπωφελοῦς καὶ σωτηρίου, ἁρμοζούσης τοῖς ἄρτι τῷ κόσμῳ καὶ τοῖς ἐν κόσμῳ ἀποτασσομένοις καὶ πρὸς τὸν μοναδικὸν ἀποτρέχουσι βίον. Καὶ διδασκαλία εἰς ἀρχαρίους λυσιτελεστάτη.

Λόγος Κϛʹ. Ἀδελφοὶ καὶ πατέρες, πᾶς ἄνθρωπος ὁ ἄρτι τῷ κόσμῳ καὶ τοῖς ἐν κόσμῳ πᾶσιν ἀποταξάμενος, ἐπὶ δὲ τὸν βίον τοῦτον καὶ τὸ στάδιον τῶν μοναχῶν ἀποδραμών, εἴ γε διὰ Θεὸν ἀπετάξατο καὶ τὴν τέχνην τῶν τεχνῶν ταύτην μαθεῖν αἱρεῖται καὶ μὴ εἰς κενὸν βούλεται γενέσθαι τὴν ἀπὸ τοῦ κόσμου αὐτοῦ ἀναχώρησιν, ἐξ αὐτῆς ἀρχῆς μετὰ προθυμίας πάσης καὶ θερμοτάτης προθέσεως τὰ τῆς ἀρετῆς σπουδαίως ὀφείλει ποιεῖν. Καὶ ἵνα προπαίδειάν τινα τῶν στοιχείων τῆς ἐπιστήμης τῶν ἐπιστημῶν, λέγω δὴ τῆς ἡμετέρας ἀσκήσεως, τοῖς ἄρτι πρὸς ταύτην οἱονεὶ τὴν σχολὴν ἀπὸ τοῦ κόσμου παραγενομένοις ἔγγραφον παραδώσωμεν, τοιαῦτα ἐκ προοιμίων ὑποτιθέμεθα, ὡς ἐν τύπῳ, αὐτοῖς τε καὶ τοῖς μετ’ αὐτούς, καθὼς καὶ αὐτοὶ ἀπὸ τῶν πατέρων ἡμῶν παρελάβομεν.

Ἰστέον οὖν ὅτι ὁ ἤδη τὸν χοϊκὸν ἄνθρωπον μετὰ τοῦ φρονήματος αὐτοῦ διὰ τῶν φαινομένων ἀπεκδυσάμενος καὶ τὸν ἐπουράνιον διὰ τοῦ μοναχικοῦ σχήματος ἐνδυσάμενος, μεσονύκτιον ὀφείλει ἀνίστασθαι πρὸ τοῦ ὄρθρου καὶ τετυπωμένην εὐχὴν εὔχεσθαι, καὶ οὕτω μετὰ ταῦτα εἰς τὴν δοξολογίαν μετὰ πάντων ἐγείρεσθαι καὶ νουνεχῶς καὶ ἐγρηγόρως πᾶσαν αὐτὴν διεξέρχεσθαι, προσέχων τῇ ἀρχῇ τῆς ὑμνῳδίας μεγάλως, ἤτοι τῷ ἑξαψάλμῳ, τῇ στιχολογίᾳ, ταῖς ἀναγνώσεσιν, ἀόκνως, μὴ χαυνούμενος τὸ σῶμα καὶ πόδα παρὰ πόδα ἱστάμενος ἢ ἐπακουμβίζων τοίχοις καὶ κίοσιν, ἀλλὰ τὰς μὲν χεῖρας ἀσφαλῶς δεδεμένας ἔχειν ὀφείλει, τοὺς πόδας ἐπιστηριζομένους ἴσους τῇ γῇ, τὴν δὲ κεφαλὴν ἀσάλευτον πρὸς τὰ ὧδε καὶ ἐκεῖ νεύουσαν· μὴ μετεωριζόμενον τὸν νοῦν, ἀλλὰ μηδὲ περιεργαζόμενον τὸ φρόνημα ἢ συναπαγόμενον τοῖς ἀμελεστέροις, ὁμιλοῦσιν ἀλλήλοις καὶ ψιθυρίζουσιν· ἀμετεώριστον δὲ μᾶλλον ἔχειν τὸ ὄμμα καὶ τὴν ψυχὴν καὶ μόνῃ προσέχειν τῇ ψαλμῳδίᾳ καὶ τῇ ἀναγνώσει καὶ τῇ δυνάμει τῶν ψαλλομένων καὶ ἀναγινωσκομένων λόγων τῆς θείας Γραφῆς, ὅσον τὸ κατὰ δύναμιν, ἵνα μὴ λόγος ἐν αὐτῷ παρέλθῃ ἀργός, ἀλλ’ ἐκ πάντων αὐτῶν πιαινομένη αὐτοῦ ἡ ψυχή, εἰς κατάνυξιν καὶ ταπείνωσιν καὶ φωτισμὸν ἔλθῃ θεῖον τοῦ Πνεύματος τοῦ Ἁγίου.

Παρακαλῶ οὖν ὡς ἕνα πάντας ὑμᾶς, πατέρες μου καὶ ἀδελφοί μου καὶ τέκνα, καὶ ταῦτα ὡς νόμον σωτήριον ὑποτίθημι, ἵνα σπουδάσητε ἕκαστος ὑμῶν βαλεῖν τοιαύτην ἀρχὴν εἰς τὸ ἔργον τῆς ἀρετῆς ἢ μᾶλλον εἰπεῖν τοῦ Θεοῦ, δι’ οὗ καὶ τοὺς μισθοὺς ἀναλόγως τῶν πόνων ἡμῶν ἐξ αὐτοῦ φιλαγάθως λαμβάνομεν, ὥστε εἰ δυνατὸν μὴ παρελθεῖν τινα ἐξ ὑμῶν ἄνευ δακρύων τὴν ἀκολουθίαν καὶ τὴν ἀνάγνωσιν.

Εἰ γὰρ οὕτω σεαυτὸν ἐθίσεις, ὦ ἀδελφέ, εἰς τὸ ἔργον τοῦτο ποιεῖν, ἐν ὀλίγῳ προκόψεις καὶ ἀναδράμεις εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Βιαζόμενος γὰρ ἑαυτὸν ἵνα μὴ ἄνευ δακρύων παρατρέχῃς τὴν τετυπωμένην ἀκολουθίαν τῆς ἐκκλησίας, γίνῃ τοῦ καλοῦ τούτου ἐν ἕξει καί, ἐν αὐτῇ τῇ στιχολογίᾳ καὶ ἐν τοῖς τροπαρίοις οἷς ψάλλεις, τρέφεταί σου ἡ ψυχή, ἀναδεχομένη τὰ τούτων θεῖα νοήματα πρὸς ἑαυτήν, καὶ ἀναβιβάζεταί σου ὁ νοῦς διὰ τῶν λεγομένων πρὸς τὰ νοητά, καὶ δακρύων ἡδέως, οὕτως ἐν τῇ ἐκκλησίᾳ διάγεις, ὡς ἐν αὐτῷ τῷ οὐρανῷ μετὰ τῶν ἄνω δυνάμεων.

Θὲς οὖν καὶ τοῦτο σεαυτῷ νόμον, ἵνα πρὸ τῆς ἐσχάτης εὐχῆς μὴ ἐξέλθῃς ποτὲ τῆς συνάξεως ἄνευ ἀνάγκης μεγάλης ἢ χρείας τοῦ σώματος, ἀλλὰ μένε ὡς εἴπομεν προσκαρτερῶν ἐν τῇ στάσει σου, ἐπειδὴ «ὁ ὑπομείνας εἰς τέλος», κατὰ τὸ γεγραμμένον, «σωθήσεται»· οὐ μόνον δὲ ἀλλὰ πρῶτον μὲν βοήθειαν λήψεται ἀνεπαισθήτως, εἶτα καὶ ἐν αἰσθήσει, καὶ μετ’ ὀλίγον ἐν φωτισμῷ ἀπὸ Θεοῦ Παντοκράτορος.

Τελεσθείσης δὲ τῆς ὀρθρινῆς δοξολογίας, εὐθὺς ἐξερχόμενος μὴ ἄρξῃ λαλεῖν τούτῳ κἀκείνῳ καὶ μετεωρίζεσθαι καὶ ἀργολογεῖν, ἀλλ’ ἔστω σοι, μετὰ τὸ εὔξασθαι καταμόνας ἐν τῷ κελλίῳ τὴν τετυπωμένην σου εὐχὴν ἐν δάκρυσι καὶ πολλῇ προσοχῇ, ἐργασία σωματική τις, καὶ εὐθὺς ἀπότρεχε πρὸς αὐτήν, εἴτε διακονία εἰς τὴν διακονίαν, εἴτε ἐργόχειρον εἰς τὸ ἐργόχειρον, εἴτε ἀνάγνωσις εἰς τὴν ἀνάγνωσιν. Ἀργὸς δὲ μὴ θελήσῃς ὅλως καθεσθῆναι ἐν τῷ κελλίῳ σου, ἵνα μὴ ἡ ἀργία διδάξῃ σε πᾶν κακόν, ὃ μὴ θέμις εἰπεῖν. Ἀλλὰ γὰρ μηδὲ περιέρχῃ τὸ μοναστήριον καὶ τοὺς ἐργαζομένους ἢ διακονοῦντας περιεργάζῃ, φύλαξον δὲ τὴν σιωπὴν καὶ τὸ ἐκ πάντων ἀπέχεσθαι, ὅπερ ἀληθής ἐστι ξενιτεία. Πρόσεχε σεαυτῷ μόνῳ καὶ τῷ ἐργοχείρῳ σου, οἷον δ’ ἄν ἐστι.

Καὶ μὴ εἰσέλθῃς εἰς κελλίον τινὸς ἄνευ τοῦ κατὰ Θεόν σου πατρός, εἰ μὴ ἀποσταλῇς ἢ παρὰ τοῦ προεστῶτος ἢ διακονητοῦ τῆς μονῆς. Καὶ ἀπελθόντος σου, σπούδασον μὴ εἰπεῖν ἢ ἀκοῦσαι λόγον ἔξω τῆς χρείας σου, δι’ ἣν ἐπέμφθης· ἀλλὰ τὴν ἀπόκρισιν ποιήσας, συντόμως ὑπόστρεψον.

Εἰ δὲ καὶ διερχόμενος ἴδῃς τινὰ ἀδελφὸν μόνον, ἢ καὶ μετὰ ἑτέρων καθήμενον καὶ ὁμιλοῦντα παρὰ καιρόν, βαλὼν μετάνοιαν σιωπῇ πάρελθε. Μὴ ἀπελθὼν καθεσθῇς μετ’ αὐτῶν, μνησθεὶς τοῦ ψαλμῳδοῦ λέγοντος· «Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισε.» Λοιμοὶ γάρ εἰσιν οἱ τοιοῦτοι, καθὼς ὁ Παῦλός φησι· «Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί»· εἴ τι οὖν ὁ λοιμός, τοῦτο καὶ ἡ φθορά. Μὴ τοίνυν συγκαθεσθῇς μετὰ ἀργολογούντων, ἀγαπητέ, μηδὲ εἴπῃς· «Ἀκούσομαι τί λαλεῖτε κἀγώ», ἀλλ’ ὡς εἴρηται, βαλὼν μετάνοιαν πάρελθε. Φύλαξον τὴν σιωπήν, τὴν ξενιτείαν, καὶ τὴν μὲν σιωπὴν ἐν τῷ λέγειν πρὸς ἑαυτόν· «Τί γὰρ ἔχω καὶ εἰπεῖν ἐγὼ ἀγαθόν, ὅλος βόρβορος ὢν καὶ μωρός, οὐ μόνον δὲ ἀλλὰ καὶ ξένος καὶ ἀνάξιος τοῦ λαλεῖν καὶ ἀκούειν ἢ συναριθμεῖσθαι μετὰ ἀνθρώπων;» τὴν δὲ ξενιτείαν καὶ τὸ ἀπέχεσθαι ἀπὸ πάντων ἐν τῷ λογίζεσθαι ταῦτα καὶ λέγειν πρὸς ἑαυτόν· «Τίς εἰμι, φησίν, ἐγὼ ὁ ἀπερριμμένος καὶ εὐτελής, ὁ ἀγεννὴς καὶ πτωχός, ἵνα εἰς κελλίον εἰσέλθω τινός; οὐχὶ ὡς βδέλυγμα ὄντα με, ἰδών με ἀποστραφήσεται; ἆρα οὐ μὴ εἴπῃ· Τί δὲ ὁ μιαρὸς οὗτος ἦλθε πρός με μιᾶναι τὴν κέλλαν μου;» προτιθεὶς πρὸ τῶν ὀφθαλμῶν σου τὰς ἁμαρτίας σου, καὶ μὴ ἄκροις χείλεσιν, ἀλλ’ ἀπὸ ψυχῆς λέγων αὐτά.

Εἰ γὰρ καὶ μὴ κατ’ ἀρχὰς λέγειν ταῦτα ἰσχύσεις ἀπὸ ψυχῆς, ἀλλ’ ὅμως κατὰ μικρὸν ἐλεύσῃ καὶ εἰς τοῦτο, τῆς χάριτος συνεργούσης σοι. Μόνον ἄκουσόν μου τοῦ ταπεινοῦ, μόνον βάλε εἰς ταῦτα ἀρχήν, ἀδελφέ, μόνον ἄρξαι ποιεῖν καὶ πράττειν καὶ λέγειν ταῦτα, καὶ οὐκ ἐγκαταλείψει σε ὁ Θεός. Ἀγαπᾷ γάρ σε σφόδρα καὶ θέλει σε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν καὶ σωθῆναι.

Οὕτω τοιγαροῦν τὰς μέχρι τῆς λειτουργίας ὥρας διελθών, ἀδελφέ, εἴσελθε πάλιν εἰς τὴν σύναξιν ἐν σπουδῇ καὶ ἐν προθυμίᾳ πολλῇ. Στῆθι καθὼς ἐν τῇ ὀρθρινῇ σοι δοξολογίᾳ ὑπετυπώσαμεν, τοῦ πένθους μηδόλως λήθην ποιούμενος· στῆθι σύντρομος, ὡς τὸν Υἱὸν τοῦ Θεοῦ βλέπων θυόμενον διὰ σέ. Καὶ εἰ εἶ ἄξιος καὶ ἀπελύθης εἰς τοῦτο, πρόσελθε ἐν φόβῳ καὶ χαρᾷ τῶν ἀπορρήτων κοινωνήσων ἀγαθῶν.

Καὶ μετὰ τὴν ἐσχάτην εὐχὴν ἐξελθών, εἴσελθε μετὰ πάντων ἐν τῇ τραπέζῃ, μὴ χωριζόμενος τῶν σῶν ἀδελφῶν. Καὶ εἰ μὲν διακονεῖν ἐτάγης, παράστηθι ὡς τῷ Χριστῷ καὶ οὐκ ἀνθρώποις διακονῶν ἐξ εἰλικρινοῦς διαθέσεως καὶ ἀγάπης πᾶσιν ὡς ἁγίοις, μᾶλλον δὲ ὡς αὐτῷ—καθὼς εἴπομεν —διακονήσων τῷ Χριστῷ, ἕκαστον αὐτῶν περιπλεκόμενος οἱονεὶ τῇ ψυχῇ καὶ ὅλον σεαυτὸν τῇ προθέσει διὰ τῆς ἀγάπης ἐμπαρέχων αὐτοῖς, ἐκ τοῦ διακονεῖν αὐτοῖς βεβαιούμενος καρποῦσθαι ἁγιασμόν.

Εἰ δὲ καθεσθῇς ἐν αὐτῇ μετὰ πάντων καὶ σύ, ὅρα τί σοι ἐν Κυρίῳ ἐντέλλομαι, ὡς ἀγαπητῷ πατρί μου καὶ ἀδελφῷ, μὴ προπετῶς ἐκτείνῃς τὴν χεῖρά σου ἐπὶ τοῖς παρακειμένοις βρώμασι τῇ τραπέζῃ πρὸ τοῦ ἐνάρξασθαι τοὺς παλαιοτέρους ἐσθίειν τῶν ἀδελφῶν σου, πρὸ τοῦ δοθῆναι τὴν εὐλογίαν ἄνωθεν παρὰ τοῦ ἱερέως. Καὶ ἀρξάμενος συνεσθίειν τοῖς πατράσι καὶ ἀδελφοῖς σου, πρόσεχε σεαυτῷ καὶ μόνῳ ἐν συστολῇ πάσῃ καὶ σιωπῇ καθεζόμενος, μὴ ὁμιλῶν καθόλου τινὶ ἀλλὰ προσέχων τῇ ἀναγνώσει καὶ τρεφόμενος, ὥσπερ τὸ σῶμα, οὕτω καὶ τὴν ψυχὴν ἐκ τῶν θεοπνεύστων λογίων τοῦ Πνεύματος. Δεῖ γάρ σε διπλοῦν ὄντα, ἐκ ψυχῆς λέγω καὶ σώματος, δισσῶς καὶ καταλλήλως ἔχειν τὴν τροφὴν καὶ τὴν τράπεζαν, καὶ τὸ μὲν σῶμα αἰσθητὸν ἔχοντα καὶ γήϊνον αἰσθητοῖς καὶ τοῖς ἀπὸ γῆς τρέφειν βρώμασι, τὴν δὲ ψυχὴν νοερὰν καὶ θείαν ἐπιφερόμενον νοητοῖς τρέφειν καὶ θείοις τῶν λόγων ἐδέσμασι.

Μὴ οὖν περιεργάζου τὰ παρατιθέμενά σοι μέρη ἐν τῇ τραπέζῃ, ποῖον τυχὸν μεῖζον ἢ βραχύτατόν ἐστιν, ἀλλ’ οἷον δοθῇ σοι μετ’ εὐχαριστίας πάσης δεξάμενος φάγε, καὶ τοῦτο μετ’ ἐγκρατείας, φεύγων ἐν πᾶσι τὸν κόρον, ἀνάξιον ἑαυτὸν δηλονότι λογιζόμενος τῆς κοινῆς τραπέζης τῶν ἀδελφῶν καὶ τοιαῦτα καθ’ ἑαυτὸν ἐνθυμούμενος καὶ λέγων πρὸς ἑαυτόν· «Τίς εἰμι ἐγώ, ὁ εὐτελὴς καὶ ἀνάξιος, ὅτι μετὰ τῶν ἁγίων τούτων συγκάθεδρος καὶ συνέστιος γέγονα;» καὶ οὕτω ταῦτα λέγων ἐν ἑαυτῷ, ἔχε μόνον ἀπὸ ψυχῆς σεαυτὸν ἁμαρτωλόν, καὶ καθάπερ πτωχός τις καὶ ῥακενδυτῶν, ἐὰν μέσον ἀρχόντων καὶ πλουσίων λαμπρὰς καὶ πολυτελεῖς περιβεβλημένων στολὰς εὑρεθῇ, αἰσχύνεται καὶ συστέλλεται καὶ οὐδὲ προσεγγίσαι τινὶ αὐτῶν ἢ πλησιάσαι τολμᾷ, οὕτω καὶ σὺ διάκεισο πρὸς πάντας αὐτούς, τὸν ἔσχατον τόπον ἀεὶ ἐκλεγόμενος καὶ αἰσχυνόμενος ἐπάνω τινὸς αὐτῶν ὁραθῆναι καθήμενος, ὡς ἐκείνων μὲν πάντων πλουσίων ὄντων ταῖς ἀρεταῖς, σοῦ δὲ πτωχοῦ καὶ γυμνοῦ ὑπάρχοντος καὶ ἀναξίου τοῦ καὶ ὅλως συνεῖναι καὶ βλέπειν αὐτούς. Ἀλλὰ γὰρ μέλλων ἅψασθαι τῆς τροφῆς, αὖθις ταῦτα λογίζου μεμνημένος τὰς ἁμαρτίας σου καὶ λέγε πρὸς ἑαυτόν· «Ἆρά γε οὐκ εἰς κρίμα μου καὶ κατάκριμα γένηται, εἰ ἅψομαι τῶν προκειμένων τινός;

Τὸν γὰρ πεποιηκότα ταῦτα Θεὸν καὶ εἰς βρῶσιν παρασχόντα ἡμῖν, τοῦτον ἐγὼ νηπιόθεν παρήκουσα καὶ τὰς ἁγίας αὐτοῦ ἐντολὰς οὐκ ἐφύλαξα· καὶ πῶς τῶν ἀγαθῶν αὐτοῦ, ὡς οἱ πατέρες οὗτοι οἱ ἅγιοι, κἀγὼ ἀνάξιος καὶ κατάδικος ὢν μεταλάβω; Ποίῳ προσώπῳ, ἀπὸ ὄψεως ὢν τοῦ Δεσπότου μου, ὁ πονηρὸς δοῦλος ἐγὼ καὶ ἀγνώμων καὶ ἀχάριστος, πρὸ τοῦ μετανοῆσαί με καὶ τὴν συγχώρησιν παρὰ τοῦ φιλανθρώπου Θεοῦ τελείως λαβεῖν, ὡς οἱ μὴ ἁμαρτήσαντες ἢ καὶ ἡμαρτηκότες μέν, μετανοήσαντες δὲ καὶ τὴν συγχώρησιν ἐκεῖθεν λαβόντες, φάγωμαι καὶ αὐτὸς καὶ πίωμαι καὶ συνευφρανθήσωμαι τοῖς ἁγίοις; Οὐδαμῶς!

Ἀλλὰ πρὸς τὸ ζῆν με μόνον καὶ φάγομαι καὶ πίομαι καὶ ἐμαυτὸν ἐκτήξω καὶ λυπήσω καὶ κατακρίνω, ἵνα ἐπιβλέψας ὁ Θεὸς ἄνωθεν καὶ ἰδὼν τὴν στενοχωρίαν καὶ τὴν ἑκούσιόν μου θλῖψιν ἐλεήσῃ καὶ συγχωρήσῃ μοι τὰ πολλά μου κακά.» Ταῦτα τοιγαροῦν ἐνθυμοῦ, τούτων διηνεκῶς μέμνησο!

Πρὸς τούτοις τύπωσον καὶ ψωμὸν τοσοῦτον ἐσθίειν, ὅσον τοῦ μὴ χορτάζεσθαί σε, ἀλλὰ κατὰ πολὺ τῆς χρείας ἔλαττον καὶ ὅσον δύνασαι βαστάσαι· ὡσαύτως καὶ ἓν ἢ δύο πίνειν καυκάλια καὶ ταῦτα ἐν μιᾷ τεταγμένῃ τῆς ἡμέρας ὥρᾳ. Ἐσθίοντός σου δὲ μὴ ὑπακούσῃς τῷ ὑποβάλλοντί σοι λογισμῷ ἐκλέξασθαί τι τῶν προκειμένων κἀκείνου μεταλαβεῖν· ἀλλὰ φύλαξον μὴ φαγεῖν τι ὅπερ καλόν σοι ἐφάνη, μόνα δὲ τὰ ἔμπροσθέν σου κείμενα ἔσθιε· ἀλλὰ καὶ ἐξ αὐτῶν ἐὰν τύχῃ τυχὸν ὀπώρα ἢ ἕτερά τινα τῶν ἐδωδίμων εἶναι καὶ ἀρεστὸν φανῇ σοι ἓν ἐξ αὐτῶν καὶ εἴπῃ σοι ὁ λογισμός· «Καλόν ἐστιν ἐκεῖνο, λαβὼν φάγε αὐτό», σπούδασον μὴ ἡττηθῆναι μηδὲ ἅψασθαι αὐτοῦ. Δι’ οὐδὲν γὰρ ἕτερον τοῦ παραδείσου ὁ Ἀδὰμ ἐξεβλήθη, εἰ μὴ ὅτι ὡραῖος αὐτῷ ἐφάνη καὶ καλὸς εἰς βρῶσιν ὁ καρπὸς τοῦ φυτοῦ, καὶ ἔφαγεν ἐξ αὐτοῦ· καὶ διὰ τοῦτο ἀπερρίφη καὶ ἐξεβλήθη καὶ θανάτῳ καὶ φθορᾷ κατεδικάσθη. Οἱ οὖν βουλόμενοι εἰς ἐκεῖνον τὸν παράδεισον—μᾶλλον δὲ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν—ἐπανελθεῖν, τὴν ἐγκράτειαν δίχα παραβάσεως πάσης καὶ μέχρι τούτων φυλάττειν ὀφείλουσιν, ἵνα μὴ κατὰ μικρὸν καὶ εἰς μείζονας ἐπιθυμίας καὶ βλαβερὰς περιπέσωσιν.

Ἐὰν προτρέπωνταί σε οἱ συγκαθήμενοι ἀδελφοὶ τοῦ φαγεῖν ἢ πιεῖν περισσόν τι, μηδὲν ἕτερον ἀποκριθῇς τινι, εἰ μὴ τὰς χεῖράς σου δήσας καὶ μικρόν τι διεγερθεὶς καὶ κλίνας τὴν κεφαλήν, πραείᾳ λέγε φωνῇ· «Συγχώρησον», καὶ ἐπὶ πᾶσιν οὕτω πάντοτε ἀποκρίνου καὶ μήτε προτιμήσῃ τινὰ ἐκ τῶν περισσευμάτων σου, μήτε λάβῃς ἀπό τινός τι. Μὴ πίνοντός σου οἶνον, μὴ ἐπιζητήσῃς ὅλως λαβεῖν αὐτόν, ἀλλὰ μηδὲ ἑτέρῳ τινὶ ἐκ τῶν ἀδελφῶν ἐπιδώσῃς, εἰ μή που ἀπὸ ξένης ἐστὶ καὶ ἦλθε πρὸς σὲ διὰ χρείαν τινά. Μὴ καταδέξῃ ποτὲ μετά τινος προγεύσασθαι, μηδὲ ἐν δείλῃ φαγεῖν ἢ πιεῖν ἢ ἐπιδειπνῆσαί ποτε· πάντα γὰρ τὰ κακὰ ἐκ τούτων τίκτονται, καὶ ταῦτά εἰσι τὰ ἔνεδρα τοῦ διαβόλου καὶ αἱ παγίδες αὐτοῦ, αἵτινες καθορῶνται μὲν ὡς καλαί, κεκρυμμένον δὲ ἔχουσι τὸν ἰὸν τοῦ θανάτου ἐν αὐταῖς, ἃς ὁ πιστεύων ἡμῖν φεύξεται, καὶ ὁ φυλάσσων τοὺς λόγους ἡμῶν, τῇ συνεργείᾳ τῆς τοῦ Θεοῦ χάριτος, ἄτρωτος καὶ ἀβλαβὴς διαμένει ἐξ αὐτῶν, οἱ δέ γε λοιποὶ κοσμικὸν βίον, ὡς οὐκ ἴσασιν, ἐν μοναχικῷ τῷ σχήματι προαιροῦνται ζῆν, οἳ καὶ εἰς βάραθρα καὶ εἰς κρημνοὺς καταπίπτοντες οὐκ αἰσθάνονται.

Σὺ οὖν, περιπόθητε ἀδελφέ, ταῦτα φυλάξαι θέλησον, εἰ κἂν δέει σε καὶ ἀποθανεῖν· ἄλλως γὰρ τὸν τῆς γαστριμαργίας δαίμονα ἐκφυγεῖν οὐκ ἰσχύσεις. Ἴσθι δὲ ὅτι ταῦτα φυλάσσοντός σου, μὴ φέρων ὁ διάβολος ὁρᾶν σε, πάντας τοὺς ῥαθύμους ἐξεγερεῖ κατὰ σοῦ, καὶ καταλοιδορήσουσί σε καὶ γελάσουσι καὶ φθονήσουσι καὶ ἐμπαίξουσι καὶ μυρίας θλίψεις σοι ἐπενέγκωσιν, ὅπως σε τῆς ἀγαθῆς προθέσεως καὶ τῶν σωτηρίων πράξεων ἀποστήσωσιν· ἅπερ ἐὰν ὑπομείνῃς, ἀγαπητέ, μεγάλην ἀπὸ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν εὑρήσεις βοήθειαν καὶ παράκλησιν. Τοιγαροῦν καὶ ἑτέρων ἐν τῷ δείπνῳ καθημένων καὶ ἐσθιόντων, σοῦ δὲ μὴ ἐσθίοντος ἀλλ’ εἴτε διακονοῦντος εἴτε καὶ μή, μὴ ἐπιλάθῃ καὶ ταῦτα λέγων πρὸς ἑαυτόν· «Εἰ ἤμην πάντως μετανοήσας καὶ αὐτὸς καὶ τὰς ἁμαρτίας μου συγχωρηθείς, ἔχαιρον ἂν κἀγὼ καὶ μετὰ τῶν ἀδελφῶν μου συνήσθιον. Ἐπειδὴ δὲ ἀνάξιον ἐμαυτὸν διὰ τῶν αἰσχρῶν μου πράξεων, ὁ ἄθλιος, πεποίηκα, ἀπολάβω ἐνταῦθα κατὰ τὰ ἔργα μου!» καὶ ταῦτα λέγων κράτει γαστρός, ὅση σοι δύναμις. Πρωτοκαθεδρίαν μήποτε ζητήσεις μήτε ἐπιθυμήσεις, ἀλλὰ μίσησον ταύτην ἀπὸ ψυχῆς ὡς ὑπερηφανίας αἰτίαν καὶ πρόξενον οὖσαν.

Ἡ γὰρ ταπείνωσίς σου ὑψώσει σε, καὶ τὸ ἔσχατον εἶναί σε πάντων πρῶτόν σε ἀποκαταστήσει, ἐπειδὴ γέγραπται· «Πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.» Μετὰ γοῦν τὸ συναναστῆναί σε πάσῃ τῇ ἀδελφότητι καὶ ἀποδοῦναι τὴν εὐχαριστίαν Θεῷ καὶ παρὰ τοῦ ἱερέως ἀπολυθῆναι, ἀπότρεχε σιωπῶν ἐν τῇ κέλλῃ σου, καὶ κλείσας τὴν θύραν ἐπιλαβοῦ τοῦ βιβλίου. Καὶ ἀναγνοὺς ὀλίγον, εἰ μὲν ἡμέραι τοῦ θέρους εἰσίν, ἀνακλίθητι ἐπὶ τὸ ψιάθιόν σου καὶ βραχυτάτου μετάλαβε ὕπνου—ἀπεχόμενος γὰρ τοῦ κόρου καὶ λιτῇ χρώμενος τῇ τραπέζῃ μετὰ ἄρτου καὶ μεμετρημένου ὕδατος καὶ λαχάνων ἢ ὀσπρίων, ἧττον ὑπνώσεις καὶ θᾶττον ἐξαναστήσῃ—, εἰ δὲ τοῦ χειμῶνός εἰσι, μετὰ τὸ μικρὸν ἀναγνῶναι ἐπιλαβοῦ τοῦ ἐργοχείρου σου καὶ προσκαρτέρησον ἐν αὐτῷ ἕως οὗ τὸ ξύλον τὴν ὑμνῳδίαν σημάνῃ τοῦ λυχνικοῦ.

Εἶτα πάλιν εἰς τὴν σύναξιν εἰσελθών, στῆθι ἐν φόβῳ καὶ προσοχῇ ἐνώπιον τοῦ Θεοῦ, ψάλλων αὐτῷ καὶ ἐξομολογούμενος καὶ μηδενὶ ὁμιλῶν τὸ παράπαν. Καὶ τελεσθέντος τοῦ λυχνικοῦ, εἰ μὲν ἐγκρατεύσασθαι ἰσχύσεις τοῦ μὴ φαγεῖν ἢ πιεῖν τὸ καθόλου, ἅπαξ κεκρικὼς τὴν ἡμέραν ἐσθίειν, εὑρήσεις οὐ τὴν τυχοῦσαν ὠφέλειαν ἐν τῇ παραστάσει τῆς ἑσπερινῆς σου ἀκολουθίας καὶ ἐν τῇ νυκτερινῇ σου δεήσει καὶ ἀγρυπνίᾳ· εἰ δ’ οὖν ἀλλ’ ἑνὶ παξαματίῳ ἀρκέσθητι καὶ ἑνὶ ποτηρίῳ ὕδατος ἄνευ ἀσθενείας καὶ ἀτονίας στομάχου σου. Καὶ μετὰ τὸ συνάμα τοῖς ἀδελφοῖς σου ἀποδοῦναι τὰς ἑσπερινὰς εὐχὰς τῷ Θεῷ, βαλὼν μετάνοιαν εἰς τοὺς πόδας τοῦ προεστῶτος ὡς εἰς αὐτοὺς τοὺς πόδας τοῦ Χριστοῦ, καὶ εὐχὴν ἐκεῖθεν λαβὼν καὶ ἀσπασάμενος τὰς ἁγίας μορφὰς τῶν ἁγίων, εἴσελθε σιωπῶν μηδενὶ μηδαμῶς ὁμιλῶν εἰς τὸ κελλίον σου, καὶ κλείσας τὰς θύρας ἐπιλαβοῦ πρῶτον τοῦ βιβλίου, καὶ ἀναγνοὺς ὡσεὶ τρία φύλλα προσεχῶς ἐν αὐτῷ στῆθι εἰς προσευχήν, ἡσύχως ψάλλων καὶ προσευχόμενος τῷ Θεῷ ὡς παρὰ μηδενὸς ἀκουόμενος.

Στῆθι δὲ γενναίως ἐπισυνάγων σου τοὺς λογισμοὺς καὶ μὴ ἐῶν ῥέμβεσθαι αὐτοὺς ἀλλαχοῦ, σφίγξον σου τὰς χεῖρας, ἕνωσόν σου τοὺς πόδας ἐπίσης ἀσαλεύτους ἐν βάσει μιᾷ, καὶ τοὺς μὲν ὀφθαλμοὺς μῦσον τοῦ μὴ πρὸς ἄλλο τι βλέπειν καὶ τὸν νοῦν διασκίδνασθαι, τὸν δὲ νοῦν αὐτὸν καὶ ὅλην σου τὴν καρδίαν ἆρον εἰς οὐρανοὺς καὶ Θεόν, ἐκεῖθεν μετὰ δακρύων καὶ στεναγμῶν τὸν ἔλεον ἐκκαλούμενος. Ἔστωσάν σοι δὲ ψαλμοὶ τεταγμένοι παρὰ τοῦ πνευματικοῦ σου πατρός, ὅσοι ῥήματα μετανοίας καὶ κατανύξεως φέρουσι καὶ ὅσοι τῇ δυνάμει ἐξικανοῦσι καὶ τῇ προθέσει σου. Δεῖ γάρ σε μετρεῖν τῇ τε ἰσχύϊ καὶ τῇ ἀνδρείᾳ σου τήν τε τῶν ψαλμῶν ὑμνῳδίαν καὶ τὸ πλῆθος τῆς γονυκλισίας καὶ τὸν χρόνον τῆς στάσεως, ἵνα μὴ τὴν συνείδησιν ἕξῃς εἰς ἔλεγχόν σου λέγουσαν· «Ἔτι ἦν σοι δύναμις τοῦ στῆναι καὶ ὑμνῆσαι καὶ Θεῷ ἐξομολογήσασθαι.» Πρὸς τούτοις ἔστωσάν σοι καὶ εὐχαὶ καὶ αὗται τεταγμέναι πρωΐας καὶ ἑσπέρας, ἐξομολόγησιν ἔχουσαι πρὸς Θεόν. Καὶ τὴν εὐχὴν συντελέσας ἀνάγνωθι πάλιν μικρόν, εἶτα ἐπιλαβοῦ καὶ τοῦ ἐργοχείρου σου, καὶ ἕως πρώτης φυλακῆς, ἤγουν ἕως τρίτης ὥρας διανυκτέρευσον τῆς νυκτός. Εἶθ’ οὕτως ἀναστὰς καὶ ποιήσας τὸν ἄμωμον, ἀνακλίθητι σφραγισάμενος ὅλον σου τὸ σῶμα ἐπὶ τὸ ψιάθιον, μεταλαβὼν δὲ ὕπνου μέχρι τοῦ μεσονυκτίου καθεξῆς ποιήσεις, ὡς ὑπετυπώθη σοι ἄνωθεν.

Ἀλλὰ γὰρ καὶ τοὺς λογισμοὺς τῆς καρδίας σου τῷ πνευματικῷ σου πατρὶ καθ’ ὥραν, εἰ δυνατόν, ἐξαγόρευε· εἰ δὲ μή, τέως ἑσπέραν μὴ παρέλθῃς, ἀγαπητέ, ἀλλὰ καὶ μετὰ τὸν ὄρθρον τὰ συμβαίνοντά σοι πάντα, σεαυτὸν ἀνακρίνων, ἐξαγόρευε. Καὶ πίστιν ἀδίστακτον ἔχε πρὸς αὐτόν, κἂν ὁ κόσμος ἅπας αὐτὸν λοιδορῇ καὶ διασύρῃ, κἂν αὐτὸς σὺ τοῦτον τοῖς ὀφθαλμοῖς σου θεάσῃ πορνεύοντα, μὴ σκανδαλισθῇς μηδὲ τὴν πίστιν σου ἐλαττώσῃς τὴν πρὸς αὐτόν, πειθαρχῶν τῷ εἰπόντι· «Μὴ κρίνετε καὶ οὐ μὴ κριθῆτε.» Οὕτω δὲ ποιοῦντός σου καθ’ ἑκάστην καὶ οὕτως ἀγωνιζομένου σου, οὐ βραδύνει ὁ Θεὸς τοῦ ἐπισκέψασθαί σε ἄνωθεν, ἀλλ’ ἐξαποστελεῖ σοι βοήθειαν ἐξ ἁγίου αὐτοῦ κατοικητηρίου, καὶ ἡ χάρις τοῦ Παναγίου αὐτοῦ Πνεύματος ἐπισκιάσει σοι. Καὶ κατὰ βραχὺ προκόπτων ἐπὶ τὸ ἔργον σου τὴν πνευματικὴν ἡλικίαν αὐξήσεις καὶ εἰς ἄνδρα τέλειον ἀναδράμῃς, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, φωτιζόμενος καὶ φωτίζων φῶς γνώσεως, δίκην ἡλίου, πάντας τοὺς πλησιάζοντάς σοι καὶ ἐντυγχάνοντας, καὶ δοξάζων Θεὸν καὶ βίῳ καὶ λόγῳ, τὸν δόντα σοι τὴν δωρεὰν τοῦ Ἁγίου αὐτοῦ καὶ ζωοποιοῦ Πνεύματος, ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.