Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις

Συμεὼν ὁ Νέος Θεολόγος

Κατήχηση ΛΒ': Περί της βλασφημίας κατά του Αγίου Πνεύματος

Έλεγχος όσων αποδίδουν τις ενέργειες της χάριτος σε δαιμονική πλάνη και η αναγκαιότητα του πνευματικού βαπτίσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 33 από 35

Περὶ βλασφημίας. Καὶ ὅτι ὁ λέγων μὴ δύνασθαί τινα κατὰ τὴν παροῦσαν γενεὰν ἐν μετοχῇ τοῦ Ἁγίου γενέσθαι Πνεύματος, ἀλλὰ καὶ ὁ διαβάλλων τὰς ἐνεργείας τοῦ Πνεύματος καὶ τῷ ἐναντίῳ ταύτας ἐπιφημίζων, αἵρεσιν νέαν εἰς τὴν τοῦ Θεοῦ ἐκκλησίαν ἀνακαινίζει.

Λόγος ΛΒʹ. Ἀδελφοὶ καὶ πατέρες, «πᾶσα ἁμαρτία», φησὶ τὸ ἱερώτατον λόγιον τοῦ Σωτῆρος, «ἀφεθήσεται τοῖς ἀνθρώποις, τῷ δὲ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον βλασφημήσαντι οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι».

Ζητήσωμεν οὖν τίς ἐστιν ἡ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον βλασφημία. Βλασφημία ἐστὶν εἰς τὸ Πνεῦμα τὸ Ἅγιον τὸ ἐπιφημίζειν τὰς ἐνεργείας αὐτοῦ τῷ πνεύματι τῷ ἐναντίῳ, καθά φησιν ὁ μέγας Βασίλειος. Πῶς δέ τις τοῦτο ποιεῖ;

Ὁπόταν ἢ γινόμενα θαύματα τῷ Ἁγίῳ Πνεύματι ἢ ἕτερόν τις ὁρῶν θεῖον χάρισμα εἰς ἕνα τῶν αὐτοῦ ἀδελφῶν—φημὶ δὴ κατάνυξιν ἢ δάκρυα ἢ ταπείνωσιν ἢ γνῶσιν θείαν ἢ λόγον σοφίας τῆς ἄνωθεν ἢ ἄλλο τι χαριζόμενον ὑπὸ θείου Πνεύματος τοῖς τὸν Θεὸν ἀγαπῶσι—, λέγει εἶναι τοῦτο ἀπὸ τῆς ἀπάτης τοῦ διαβόλου· ἀλλὰ καὶ ὁ τοὺς ὑπὸ θείου Πνεύματος ἀγομένους ὡς υἱοὺς Θεοῦ, τοὺς τὰ προστάγματα ποιοῦντας τοῦ Πατρὸς αὐτῶν καὶ Θεοῦ, λέγων ὑπὸ δαιμόνων πλανᾶσθαι, καὶ αὐτὸς εἰς τὸ Πνεῦμα τὸ Ἅγιον βλασφημεῖ τὸ ἐνεργοῦν ἐν αὐτοῖς, καθὰ δὴ καὶ Ἰουδαῖοί ποτε εἰς τὸν Υἱὸν τοῦ Θεοῦ· ἐκεῖνοι γὰρ ἔβλεπον δαίμονας ἀπελαυνομένους ὑπὸ Χριστοῦ καὶ κατὰ τοῦ Ἁγίου αὐτοῦ Πνεύματος ἐβλασφήμουν καὶ ἀναιδῶς οἱ ἀναιδεῖς ἔλεγον· «Ἐν Βεελζεβούλ, ἄρχοντι τῶν δαιμονίων, ἐκβάλλει τὰ δαιμόνια.» Ἀλλὰ ταῦτα ἀκούοντές τινες οὐκ ἀκούουσι καὶ βλέποντες οὐ βλέπουσι, πάντα δὲ τὰ ὑπὸ τῆς θείας Γραφῆς μαρτυρούμενα ἔργα ἐκ Πνεύματος Ἁγίου καὶ ἐνεργείας θείας γίνεσθαι, ὥσπερ ἑαυτῶν ἔξω γενόμενοι καὶ πᾶσαν θείαν Γραφὴν ἀπὸ τῶν ψυχῶν αὐτῶν ἀποπτύσαντες καὶ τὴν ἐξ αὐτῶν ἐγγινομένην γνῶσιν τῶν διανοιῶν αὐτῶν ἐξωθήσαντες, ἐκ μέθης καὶ δαιμονικῆς ἐργασίας ταῦτα γίνεσθαι λέγειν οὐ φρίττουσι.

Καθάπερ γὰρ ἄπιστοι καὶ παντελῶς τῶν θείων μυστηρίων ὄντες ἀμύητοι, κἂν περὶ ἐλλάμψεως θείας ἀκούσωσι, κἂν περὶ φωτισμοῦ ψυχῆς καὶ νοός, κἂν περὶ θεωρίας καὶ ἀπαθείας, κἂν περὶ ταπεινώσεως καὶ δακρύων τῶν ἐξ ἐνεργείας καὶ χάριτος τοῦ Ἁγίου Πνεύματος ἐκχεομένων, εὐθύς, ὥσπερ μὴ φέροντες τὴν ὑπερβάλλουσαν αἴγλην τῶν λόγων καὶ δύναμιν, σκοτιζόμενοι τοὺς ὀφθαλμοὺς τῆς καρδίας μᾶλλον ἢ αὐγαζόμενοι, ἐκ πλάνης δαιμόνων εἶναι ταῦτα τολμηρῶς ἀποφαίνονται καὶ οὔτε τὸ τοῦ Θεοῦ κρίμα, οὔτε τὴν τῶν ἀκουόντων αὐτοὺς βλάβην φρίττουσι, πᾶσι δὲ ἀναίδην οἱ τολμητίαι διαμαρτύρονται μηδὲν τοιοῦτον νῦν ἔν τινι τῶν πιστῶν παρὰ Θεοῦ γίνεσθαι, ὅπερ ἀσέβειά ἐστι μᾶλλον ἢ αἵρεσις. Αἵρεσις μὲν γάρ ἐστι τὸ ἔν τινι παρεκκλῖναι τῶν κειμένων ἡμῖν δογμάτων περὶ τῆς ὀρθῆς ἡμῶν πίστεως· τὸ δὲ λέγειν μὴ εἶναι ἀρτίως τινὰς τοὺς τὸν Θεὸν ἀγαπῶντας, μηδὲ Πνεύματος Ἁγίου τούτους καταξιοῦσθαι καὶ ὑπ’ αὐτοῦ βαπτιζομένους υἱοὺς Θεοῦ καὶ θεοὺς ἐν γνώσει καὶ πείρᾳ καὶ θεωρίᾳ γίνεσθαι, πᾶσαν ἀνατρέπει τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν οἰκονομίαν καὶ φανερῶς ἀπαρνεῖται τὴν ἀνακαίνισιν τῆς φθαρείσης εἰκόνος καὶ θανατωθείσης, τὴν ἐπὶ ἀφθαρσίαν αὐτῆς γενομένην καὶ ἀθανασίαν ἀνάκλησιν.

Ὡς γὰρ οὐκ ἔστι τὸν μὴ βαπτισθέντα δι’ ὕδατος καὶ Πνεύματος σωθῆναί ποτε, οὕτως οὐδὲ τὸν μετὰ τὸ βάπτισμα ἁμαρτήσαντα, ἐὰν μὴ βαπτισθῇ ἄνωθεν καὶ ἀναγεννηθῇ, καθὼς ὁ Κύριος τοῦτο βεβαιῶν πρὸς τὸν Νικόδημον ἔφη· «Ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν», καὶ πρὸς τοὺς ἀποστόλους αὖθις· «Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ.» Ὁ οὖν ἀγνοῶν καὶ ὅπερ νήπιος ἐβαπτίσατο βάπτισμα καὶ μηδὲ ὅτι ἐβαπτίσατο ἐπιστάμενος, ἀλλὰ πίστει μόνῃ τοῦτο παραδεξάμενος καὶ μυρίαις ἁμαρτίαις τοῦτο ἀποσμηξάμενος, τὸ δεύτερόν τε —τὸ διὰ Πνεύματος λέγω, ἄνωθεν φιλανθρωπίᾳ Θεοῦ διδόμενον τοῖς διὰ μετανοίας αὐτὸ ἐκζητοῦσιν—ἀπαρνούμενος, πῶς ποτε ἄλλως σωτηρίας τυχεῖν δυνήσεται; Οὐδαμῶς.

Διὰ τοῦτο οὖν διαμαρτύρομαι πᾶσιν ὑμῖν καὶ λέγω καὶ λέγων οὐ παύσομαι, ὅσοι τὸ πρῶτον βάπτισμα διὰ παραβάσεως τῶν ἐντολῶν τοῦ Θεοῦ ἐμολύνατε, τὴν τοῦ Δαυὶδ μετάνοιαν καὶ τῶν λοιπῶν ἁγίων μιμήσασθε καὶ πάσῃ σπουδῇ διὰ παντοίων ἔργων καὶ λόγων ἀξίαν μετάνοιαν ἐπιδείξασθε, ἵνα τὴν τοῦ Παναγίου Πνεύματος χάριν ἐφ’ ἑαυτοῖς ἐπισπάσησθε. Τοῦτο γὰρ τὸ Πνεῦμα, κατελθὸν ἐφ’ ὑμᾶς, κολυμβήθρα φωτοειδὴς ὑμῖν γένηται καὶ ἐγκολπωσάμενον ὑμᾶς, ἀρρήτως ὅλους ἐν ἑαυτῷ, ἐκ φθαρτῶν ἀφθάρτους, ἐκ θνητῶν ἀθανάτους καὶ ἀντὶ υἱῶν ἀνθρώπων Θεοῦ υἱοὺς καὶ θεοὺς θέσει καὶ χάριτι, ἀναγεννῆσαν ὑμᾶς ἀπεργάσηται—εἰ ἄρα καὶ βούλεσθε τῶν ἁγίων συγγενεῖς καὶ συγκληρονόμοι φανήσεσθαι καὶ μετὰ πάντων αὐτῶν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσελθεῖν—· οἷον νῦν καὶ τὸν ἅγιον πατέρα ἡμῶν ἔγνωμεν τὸν Στουδιώτην, ἐν τῇ καθ’ ἡμᾶς γενόμενον γενεᾷ, καὶ οὐ μόνον αὐτόν, ἀλλὰ καί τινας ἄλλους τῶν αὐτοῦ μαθητῶν, διὰ τῶν αὐτοῦ δεήσεων καὶ εὐχῶν, ἀφάτῳ φιλανθρωπίᾳ τοῦ ὑπεραγάθου Θεοῦ τοῦ τοιούτου καταξιωθέντας, ὡς ἔφην, καλοῦ. Λέγω δὲ τοῦτο οὐκ ἐν τῇ ἐκείνων δυνάμει καυχώμενος, ἀλλὰ τῇ ἀγαθότητι εὐχαριστῶν τοῦ Θεοῦ καὶ κηρύττων ταύτην πᾶσιν ὑμῖν, ἵνα καὶ ὑμεῖς αὐτοὶ σπουδάσητε τοῦ τοιούτου καταξιωθῆναι καλοῦ.

Τοῦτο γάρ ἐστι τὸ γνώρισμα τῆς κατὰ Θεὸν ἀγάπης, ἵνα μὴ μόνον ἑαυτῷ τις τὴν κτῆσιν περιποιῆται τοῦ καλοῦ, ἀλλὰ καὶ τοῖς πλησίον αὐτοῦ ἀδελφοῖς γνωρίζῃ τὸν πλοῦτον αὐτοῦ καὶ προτρέπηται αὐτοῖς ζητῆσαι καὶ εὑρεῖν καὶ πλουτῆσαι αὐτόν.

Διὰ τοῦτο τοιγαροῦν, ὡς ὁρᾶτε, βοῶ πρὸς ὑμᾶς, τὰς προφητικὰς ἀναλαμβάνων φωνάς· «Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε καὶ τὰ πρόσωπα τῶν συνειδήσεων ὑμῶν οὐ μὴ καταισχυνθῇ.» Τί γάρ; Τῇ ῥαθυμίᾳ καὶ ἀμελείᾳ καὶ ταῖς ἐπιθυμίαις καὶ ἡδοναῖς τῆς σαρκὸς ἐκδότους ἑαυτοὺς ποιήσαντες, ἀδύνατον εἶναι ὑμῖν τὸ διὰ μετανοίας ἐκκαθαρθῆναι καὶ Θεῷ προσεγγίσαι λέγετε· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ οὐδὲ τὴν τοῦ Πνεύματος αὐτοῦ χάριν λαβεῖν δυνατὸν καὶ δι’ αὐτῆς ἀναγεννηθῆναι καὶ υἱοθετηθῆναι καὶ ἐξομοιωθῆναι αὐτῷ; Οὐκ ἔστι τοῦτο ἀδύνατον, οὐκ ἔστιν.

Ἀδύνατον μὲν γὰρ ἦν πρὸ τῆς αὐτοῦ ἐπὶ γῆς παρουσίας· ἀφ’ οὗ δὲ εὐδόκησεν ἄνθρωπος γενέσθαι καὶ κατὰ πάντα χωρὶς ἁμαρτίας ἐξομοιωθῆναι ἡμῖν ὁ Δεσπότης τῶν ἁπάντων Θεός, δυνατὰ ἡμῖν ταῦτα καὶ ῥάδια ἀπειργάσατο, δεδωκὼς ἡμῖν ἐξουσίαν υἱοὺς γενέσθαι Θεοῦ καὶ συγκληρονόμους αὐτοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας. Ἀμήν.