Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις

Συμεὼν ὁ Νέος Θεολόγος

Κατήχηση ΛΓ': Περί μετοχής στο Άγιο Πνεύμα, της Αγίας Τριάδος και του φωτός

Η ψυχή ως λυχνία, η αποκάλυψη της Τριαδικής ενότητας διά της ελλάμψεως και ο έλεγχος των ατελών πνευματικών οδηγών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 34 από 35

Περὶ μετοχῆς Πνεύματος Ἁγίου. Καὶ ὅτι ἀδύνατον ἄλλως βεβαιωθῆναι τὰ ἔργα τῆς ἀρετῆς, εἰ μὴ δι’ ἐπιδημίας τοῦ Πνεύματος, οὗ χωρὶς οὐδεὶς πρὸς ἀρετὴν κατευθύνεται, οὐδὲ ἄλλους ὠφελεῖν δύναται ἢ ἀλλοτρίους δέχεσθαι λογισμούς.

Καὶ περὶ τὸ ἴσον κατὰ πάντα καὶ ὡσαύτως ὂν τῆς Τρισυποστάτου Θεότητος.

Λόγος ΛΓʹ. Ἀδελφοὶ καὶ πατέρες, πῦρ ἐστιν ὁ Θεὸς καὶ τοῦτο παρὰ πάσης θεοπνεύστου Γραφῆς ὀνομάζεται, ἡ δὲ ψυχὴ ἑκάστου ἡμῶν λυχνία. Ὥσπερ οὖν ἡ λυχνία, κἂν ἐλαίου πεπλήρωται κἂν στυππείου κἂν ἄλλην ὕλην ἔχῃ εὐάναπτον, πρὸ τοῦ μετασχεῖν τοῦ πυρὸς καὶ ἀναφθῆναι ὅλη ἐσκοτισμένη ἐστίν, οὕτω καὶ ἡ ψυχή, κἂν πάσαις τὸ δοκεῖν κοσμῆται ταῖς ἀρεταῖς, τοῦ δὲ πυρὸς οὐ μετέσχεν, εἴτ’ οὖν οὐσίας θείας καὶ φωτὸς οὐ μετέλαβεν, ἔστιν ἔτι ἐσβεσμένη καὶ ἐσκοτισμένη καὶ τὰ ἔργα αὐτῆς ἀβέβαια. Πάντα γὰρ ὑπὸ τοῦ φωτὸς ἐλεγχθῆναι δεῖ καὶ φανερωθῆναι. Ὁ οὖν οὕτως ἔχων ἔτι τὴν λυχνίαν τῆς ψυχῆς αὐτοῦ—ἀμέτοχον δηλονότι τοῦ θείου πυρός—, ὁδηγοῦ δέεται μᾶλλον καὶ λύχνου φαίνοντος ἅμα καὶ διακρίνοντος τὰς πράξεις αὐτοῦ καὶ τὰ δι’ ἐξαγορεύσεως συμπαθοῦντος αὐτῷ σφάλματα καὶ τὰ στρεβλῶς ὑπ’ αὐτοῦ καθ’ ὥραν διαπραττόμενα ἐπανορθοῦντος. Ὡς γὰρ οὐκ ἐνδέχεται μὴ προσκόπτειν τὸν περιπατοῦντα νυκτός, οὕτως οὐκ ἐνδέχεται μὴ πταίειν τὸν μήπω καθορῶντα τὸ θεῖον φῶς, καθώς φησιν ὁ Χριστός· «Ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦτο βλέπει. Ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔχει ἐν ἑαυτῷ.» —«Ἐν ἑαυτῷ» δὲ εἰπών, τὸ θεῖον ἐδήλωσε καὶ ἄϋλον φῶς· ἐν ἑαυτῷ γὰρ τὸ αἰσθητὸν οὐδεὶς δύναται κτήσασθαι.

Ὥσπερ οὖν οὐδὲν ὠφελεῖται ὁ ἐν σκότει περιπατῶν, ἐὰν λαμπάδας κατέχῃ ἐσβεσμένας πολλὰς καὶ περικαλλεῖς— οὔτε γὰρ ἑαυτὸν οὔτε ἕτερόν τινα ὡς ἐκ τούτων ὁρᾷ—, οὕτως οὐδὲ ὁ τὰς ἀρετὰς πάσας, εἰ οἷόν τε, δοκῶν ἐν ἑαυτῷ ἔχειν, μὴ ἔχων τὸ φῶς ἐν ἑαυτῷ τοῦ Ἁγίου Πνεύματος, οὐδὲ τὰς αὐτοῦ πράξεις καλῶς ἰδεῖν, οὐδὲ εἰ πρὸς ἀρέσκειαν Θεοῦ εἰσι, τελείως πεπληροφόρηται. Ἀλλ’ οὐδὲ ἄλλους ὁδηγῆσαι ἢ τὸ θέλημα τοῦ Θεοῦ διδάξαι δύναται, οὐδὲ λογισμοὺς ἀλλοτρίους ἐστὶν ἀναδέχεσθαι ἄξιος, εἰ καὶ πατριάρχης ἐξ ἀνθρώπων γενήσεται, ἕως ἂν τὸ φῶς ἐν ἑαυτῷ φαῖνον κτήσηται. Φησὶ γὰρ ὁ Χριστός· «Περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ, καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ ὑπάγει.» Εἰ οὖν ἐκεῖνος οὐκ οἶδε ποῦ ὑπάγει, πῶς τὴν ὁδὸν ἄλλοις ὑποδείξει; Τί οὖν ὄφελος, ἐὰν λύχνον ἐσβεσμένον ἐπὶ ἑτέρᾳ λυχνίᾳ τις ἐπιθείη, πυρὸς καιομένου ἐστερημένῃ καὶ φαίνοντος. Οὐ γὰρ οὕτω δεῖ ποιεῖν! Ἀλλὰ πῶς; Ὡς αὐτὸς ὁ ἐπὶ πάντων Θεὸς διωρίσατο, φησὶ γάρ· «Οὐδεὶς λύχνον ἅψας εἰς κρυπτὴν τίθησιν, οὐδὲ ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ φέγγος βλέπωσι.» Τοῦτο οὖν εἰπὼν προστίθησι καὶ τὰ γνωρίσματα τοῦ ὁδηγουμένου λύχνου καὶ ἔχοντος μεθ’ ἑαυτοῦ τὸ φῶς, οὕτω λέγων· «Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός.»

Τίνα τοίνυν λέγει διὰ τούτου τὸν ὀφθαλμὸν ἢ πάντως τὸν νοῦν, ὃς οὐδέποτε ἂν γένηται ἁπλοῦς, εἰ μὴ ὅτε τὸ ἁπλοῦν θεάσηται φῶς; Φῶς δὲ ἁπλοῦν ὁ Χριστός. Ὁ γοῦν ἀεὶ ἔχων τὸ φῶς αὐτοῦ λάμπον ἐν διανοίᾳ, νοῦν Χριστοῦ ἔχειν λέγεται. Ὅταν οὖν ὁ ὀφθαλμός σου οὕτως ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ ἀσώματον σῶμά σου τῆς ψυχῆς φωτεινὸν ἔσται· ἐπὰν δὲ πονηρὸς ᾖ ὁ νοῦς, τουτέστιν ἐσκοτισμένος καὶ ἐσβεσμένος, καὶ τὸ σῶμά σου τοῦτο σκοτεινὸν ἔσται. Σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί· «Βλέπε, φησί, μὴ δοκεῖς ἔχειν ὅπερ οὐ κέκτησαι.» Ὁρᾶτε πῶς καὶ αὐτὸς ὁ Δεσπότης ἴσως ἡμῖν τοῖς αὐτοῦ δούλοις πρὸς ὑμᾶς διαλέγεται, «Σκόπει» λέγων, «μὴ λάθῃς σεαυτὸν καὶ ἐν σοὶ φῶς εἶναι οἰομένου σου, αὐτὸ οὐκ ἔστι φῶς ἀλλὰ σκότος». Ὁρᾶτε ὅτι τὰ αὐτὰ καὶ ἡμεῖς τῷ Δεσπότῃ πρὸς τοὺς ὁμοδούλους ὑμᾶς φθεγγόμεθα καὶ οὐδὲν διεστραμμένον ἢ φαῦλον λέγομεν.

Λέγομεν γάρ· βλέπετε, ἀδελφοί, μήποτε δοκοῦντες εἶναι ἐν τῷ Θεῷ καὶ κοινωνίαν ἔχειν οἰόμενοι μετ’ αὐτοῦ, ἔξω εὑρεθείητε τούτου καὶ κεχωρισμένοι διὰ τὸ μὴ θεωρεῖν ὑμᾶς ἤδη τὸ φῶς αὐτοῦ. Εἰ γὰρ ἥψατο τῶν λαμπάδων ὑμῶν —ἤγουν τῶν ψυχῶν—, ἔλαμψεν ἂν τρανῶς ἐν ὑμῖν, καθὼς αὐτὸς ὁ Θεὸς καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἔφη· «Εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μέρος τι μὴ ἔχον σκοτεινόν, ἔσται φωτεινὸν ὅλον, ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζει σε.» Ποίαν οὖν μαρτυρίαν ἄλλην μείζονα τούτου πρὸς πληροφορίαν σοι παρεισάξομεν; Εἰ δὲ τῷ Δεσπότῃ διαπιστήσεις, πῶς, εἰπέ μοι, τῷ συνδούλῳ πιστεύσεις;

Ἀλλὰ τί εἴπω πρὸς τοὺς ἀγαπῶντας ὀνομαστοὺς εἶναι καὶ ἱερεῖς καὶ ἀρχιερεῖς καὶ ἡγουμένους καθίστασθαι, καὶ λογισμοὺς ἀλλοτρίους ἀναδέχεσθαι θέλοντας, καὶ ἑαυτοὺς εἶναι λέγοντας ἀξίους τῆς τοῦ δεσμεῖν καὶ λύειν ἐγχειρήσεως; Ὅταν μηδὲν τῶν ἀναγκαίων καὶ θείων πραγμάτων αὐτοὺς ἐπισταμένους ὁρῶ, μήτε ταῦτα ἑτέρους διδάσκοντας ἢ εἰς φῶς ἐνάγοντας γνώσεως, τί ἕτερον ἢ ὅ φησι Χριστὸς τοῖς φαρισαίοις καὶ νομικοῖς· «Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως. Αὐτοὶ οὐκ εἰσήλθετε καὶ τοὺς εἰσελθεῖν βουλομένους ἐκωλύσατε.» Τί γὰρ ἄλλο ἡ κλείς ἐστι τῆς γνώσεως, εἰ μὴ ἡ διὰ πίστεως διδομένη χάρις τοῦ Ἁγίου Πνεύματος, ἡ τὴν γνῶσιν ὡς ἀληθῶς καὶ ἐπίγνωσιν διὰ φωτισμοῦ ἐμποιοῦσα καὶ διανοίγουσα τὸν κεκλεισμένον καὶ κεκαλυμμένον ἡμῶν νοῦν, καθὼς πολλάκις διὰ πολλῶν παραβολῶν καὶ αἰνιγμάτων, ἔτι δὲ καὶ φανερῶν ἀποδείξεων, εἶπον ὑμῖν καὶ πάλιν ἐρῶ· ἡ θύρα ὁ Υἱός—«Ἐγώ εἰμι, φησίν, ἡ θύρα»—, ἡ κλεὶς δὲ τῆς θύρας τὸ Πνεῦμα τὸ Ἅγιόν ἐστι—«Λάβετε, φησί, Πνεῦμα Ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται»—, οἰκία δὲ ὁ Πατήρ—«Ἐν γὰρ τῇ οἰκίᾳ τοῦ Πατρός μου πολλαὶ μοναί εἰσι»—. Πρόσεχε οὖν ἀκριβῶς τῇ θεωρίᾳ τοῦ λόγου.

Εἰ μὴ οὖν ἡ κλεὶς ἀνοίξει—«Τούτῳ γάρ, φησίν, ὁ θυρωρὸς ἀνοίγει»—, ἡ θύρα οὐκ ἀνοίγεται· ἂν δὲ μὴ ἡ θύρα διανοιχθῇ, οὐδεὶς εἰς τὴν οἰκίαν εἰσέρχεται τοῦ Πατρός, καθώς φησιν ὁ Χριστός· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ.» Ὅτι δὲ τὸ Πνεῦμα τὸ Ἅγιον πρότερον διανοίγει τὸν νοῦν ἡμῶν καὶ διδάσκει ἡμᾶς τὰ περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, αὐτὸς πάλιν ἔφη· «Ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ καὶ ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν», —ὁρᾷς πῶς διὰ τοῦ Πνεύματος, μᾶλλον δὲ ἐν τῷ Πνεύματι, ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἀχωρίστως ἐπιγινώσκονται; —καὶ πάλιν· «Ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ Παράκλητος, φησίν, οὐκ ἐλεύσεται πρὸς ὑμᾶς. Ὅταν δὲ ἔλθῃ ἐκεῖνος, ἀναμνήσει ὑμᾶς πάντα» καὶ πάλιν· «Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε, καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας» καὶ μετ’ ὀλίγον· «Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ—ὅτε δηλονότι τὸ Ἅγιον Πνεῦμα ἐλεύσεται πρὸς ὑμᾶς—γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ Πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν» καὶ πάλιν· «Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ», καὶ εἰκότως· εἰ μὴ γὰρ ἐν Ἁγίῳ βαπτισθῇ τις Πνεύματι, οὔτε υἱὸς Θεοῦ οὔτε συγκληρονόμος Χριστοῦ γίνεται.

Ἀλλὰ καὶ τῷ Πέτρῳ φησί· «Σοὶ δώσω τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν», οὐ κλεῖς πάντως χαλκᾶς ἢ σιδηρᾶς, ἀλλὰ κλεῖς ἀξίας τῆς οἰκίας ἐκείνης. Ποταπὴ δέ ἐστιν ἡ οἰκία ἐκείνη, ἄκουε Παύλου λέγοντος ἐν τῇ πρὸς Τιμόθεον ἐπιστολῇ· «Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ, τοῦ ζωοποιοῦντος τὰ πάντα, καὶ Χριστοῦ Ἰησοῦ», καὶ μετ’ ὀλίγα· «Ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον.» Εἰ γὰρ ὁ οἶκος, φησίν, ἐστὶν ἀπρόσιτος, δηλονότι καὶ ἡ τοῦ οἴκου θύρα φῶς καὶ αὕτη καὶ ἀπρόσιτός ἐστιν. Εἰ δὲ τὸ μὲν προσιτὸν εἴπῃς, τὸ δὲ ἀπρόσιτον, τὸ προσιτὸν ὑπὸ τοῦ ἀπροσίτου ἀναλωθήσεται καὶ οὐκ ἄν ποτε ἡ κλεὶς ἀνοῖξαι ἰσχύσει, εἰ μὴ καὶ αὐτὴ ἀπρόσιτος ᾖ καὶ τῆς αὐτῆς φύσεως, ἀλλ’ ὑπὸ τῆς θύρας κατακαήσεται ἢ καὶ ἡ θύρα ὑπὸ τοῦ οἴκου, καὶ ἴσως τοῖς πᾶσι γενήσεται ἄβατος.

Μᾶλλον δὲ καὶ ἡ πίστις ἡμῶν καταλυθήσεται, τῆς Ἁγίας Τριάδος διαιρουμένης εἰς προσιτὸν καὶ ἀπρόσιτον καὶ μεῖζον καὶ ἔλασσον. Ὁρᾶτε δὲ μὴ ταῦτα ὑμεῖς ἀκούοντες, ἀπὸ τῶν αἰσθητῶν οἰκιῶν ὁμοῦ καὶ θυρῶν τὰς εἰκόνας λαμβάνοντες, σωματικόν τι σχῆμα τῷ νοῒ ὑμῶν προεντυπωθῇ, καὶ εἰς ἀμφιβολίαν καὶ βλασφημίαν περιπέσῃ ὑμῶν ἡ ψυχή. Ἀλλὰ θεοπρεπῶς ἅπαντα καὶ καλῶς, εἴγε δύνασθε, κατὰ τὸν τῆς θεωρίας λόγον καὶ νόμον ἐν ἑαυτοῖς ἀναλογιζόμενοι, εὑρήσετε ὀρθῶς ἅπαντα διερμηνευόμενα. Εἰ δὲ μὴ δύνασθε ταῦτα θεοπρεπῶς οὕτω νοεῖν, πίστει ταῦτα δέχεσθε μόνῃ καὶ μὴ πολυπραγμονεῖν ὅλως θελήσητε. Κλεὶς μὲν γὰρ τὸ Ἅγιον Πνεῦμα λέγεται, ὅτι δι’ αὐτοῦ καὶ ἐν αὐτῷ πρῶτον τὸν νοῦν ἐλλαμπόμεθα καὶ καθαιρόμενοι φωτιζόμεθα φῶς γνώσεως, βαπτιζόμεθά τε ἄνωθεν καὶ ἀναγεννώμεθα καὶ τέκνα Θεοῦ χρηματίζομεν, καθὼς ὁ Παῦλός φησιν· «Αὐτὸ τὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις», καὶ πάλιν· «Ἔδωκεν ὁ Θεὸς τὸ Πνεῦμα αὐτοῦ ἐν ταῖς καρδίαις ἡμῶν κρᾶζον· Ἀββὰ ὁ Πατήρ.» Τοῦτο τοιγαροῦν δεικνύει τὴν θύραν ἡμῖν ὅτι ἐστὶ φῶς, ἡ δὲ θύρα διδάσκει ἡμᾶς ὅτι ὁ ἐνοικῶν τῇ οἰκίᾳ καὶ αὐτὸς φῶς ἀπρόσιτόν ἐστιν. Οὐκ ἄλλος δὲ ὁ οἰκῶν Θεὸς καὶ ἕτερον φῶς ἡ οἰκία αὐτοῦ, ὥσπερ οὐδὲ ἄλλο φῶς τὸ τῆς Θεότητος καὶ ἄλλο Θεός. Ἀλλ’ ὁ αὐτὸς εἷς ἐστιν, οἰκία καὶ ἔνοικος, καθὼς καὶ φῶς ἐστιν ὁ αὐτὸς καὶ Θεός.

Θεολογικῶς δὲ οἰκία καὶ ὁ Υἱὸς καλεῖται, ὥσπερ καὶ ὁ Πατήρ—φησὶ γάρ· «Σύ, Πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν αὐτοῖς καὶ αὐτοὶ ἐν ἐμοὶ κἀγώ, Πάτερ, ἐν σοί, ἵνα ἓν ὦμεν», καὶ τὸ Πνεῦμα ὡσαύτως· «Ἐνοικήσω, φησίν, ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν», διὰ τοῦ Πνεύματος δηλονότι, ὡς ὁ Παῦλός φησι· «Τὸ γὰρ Πνεῦμα ὁ Κύριός ἐστιν.» Εἰ οὖν ὁ Κύριος τὸ Πνεῦμά ἐστι καὶ ὁ Πατὴρ ἐν αὐτῷ καὶ αὐτὸ ἐν ἡμῖν, ὡσαύτως δὲ πάλιν ἡμεῖς ἐν αὐτῷ, καὶ αὐτὸ μετὰ Θεοῦ καὶ Πατρὸς καὶ ὁ Θεὸς ἐν αὐτῷ.

Καὶ εἰ χρὴ ἀκριβέστερόν τι εἰπεῖν, ὅπερ τὸ ἕν ἐστι, τοῦτο καὶ τὰ δύο. Τὰ τρία γὰρ ἐν τῷ αὐτῷ εἰσι καὶ εἰς μίαν νοοῦνται οὐσίαν καὶ φύσιν καὶ βασιλείαν. Εἴ τι οὖν τὸ ἓν ὀνομάζεται, τοῦτο κατὰ φύσιν καὶ εἰς τὰ λοιπὰ θεωρεῖται, χωρὶς τοῦ «Πατήρ» δηλαδὴ καὶ «Υἱός» καὶ «Ἅγιον Πνεῦμα», ἤτοι τοῦ «γεννᾶν» ἐκτὸς καὶ «γεννᾶσθαι» καὶ «ἐκπορεύεσθαι»· μόνα γὰρ ταῦτα τῇ Ἁγίᾳ Τριάδι φυσικῶς τε καὶ κατ’ ἰδιότητα ἀναντιρρήτως παρέπεται. Ἀλλοίωσιν δὲ ἢ ἀναποδισμὸν ἢ τὴν τῶν ὀνομάτων ἐναλλαγὴν ἐν τούτοις οὐκ ἔστιν ἐννοῆσαι ἡμᾶς ἢ εἰπεῖν. Διὰ τούτων γὰρ τὰ τρία πρόσωπα γνώριμα καθεστήκασι καὶ οὐδὲ τὸν Υἱὸν ἐν τούτῳ προτάξαι τοῦ Πατρός ἐστι δυνατόν, οὐδὲ τοῦ Υἱοῦ τὸ Ἅγιον Πνεῦμα, ἀλλ’ ἅμα οὕτως εἰπεῖν· «Πατήρ, Υἱὸς καὶ Ἅγιον Πνεῦμα», μὴ διακοπῆς τινος ἐν τούτοις ἀπὸ χρόνου ἢ στιγμῆς τὸ λεπτότατον γινομένης, ἀλλὰ σὺν τῷ Πατρὶ ἅμα καὶ ὁ Υἱός ἐστι γεγεννημένος καὶ τὸ Πνεῦμα ἐκπορευόμενον· ἐν δὲ τοῖς ἄλλοις πᾶσι τὸ ἓν ὄνομα ἢ παράδειγμα καὶ καθ’ ἓν ἀναθεωρεῖται καὶ ἐν τοῖς τρισίν· οἷον «φῶς» ἐὰν εἴπῃς, καὶ καθ’ ἕκαστον τούτων φῶς καὶ τὰ τρία ἓν φῶς ἐστι· «ζωὴ αἰώνιος», καὶ καθ’ ἓν ὡσαύτως τούτων ὁ Υἱός ἐστι καὶ τὸ Πνεῦμα καὶ ὁ Πατήρ, τὰ τρία μία ζωή.

Πνεῦμα οὖν ὁ Θεὸς καὶ Πατὴρ καὶ τὸ Πνεῦμα ὁ Κύριός ἐστι καὶ Θεὸς τὸ Πνεῦμα τὸ Ἅγιον· Θεὸς ταῦτα καθ’ ἓν καὶ ἅμα τὰ τρία Θεός· εἷς Κύριος ἕκαστον καὶ τὰ τρία Κύριος· εἷς ὁ ἐπὶ πάντων Θεός, Κτίστης τῶν ἁπάντων, καθ’ ἕν, καὶ εἷς ταῦτα Δημιουργὸς τῶν ὅλων Θεός. Φησὶ δὲ καὶ τὸ παλαιόν· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ εἶπεν ὁ Θεός· ‘Γενηθήτω φῶς’ καὶ ἐγένετο φῶς», τοῦτο περὶ τοῦ Πατρὸς ὁ λόγος ἐννοεῖν δίδωσι, καὶ ὁ Δαυίδ· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν», τοῦτο περὶ τοῦ Υἱοῦ δηλούμενον ἔγνωμεν, «καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν», περὶ τοῦ Ἁγίου Πνεύματος καὶ τοῦτο ὑπολαμβανόμενον.

Ἀλλὰ καὶ Ἰωάννης, ὁ υἱὸς τῆς βροντῆς, ἐν Εὐαγγελίοις φησίν· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν» τὸν Πατέρα δηλαδή, «καὶ Θεὸς ἦν ὁ Λόγος» ὁ Υἱὸς δηλονότι. «Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲν ὃ γέγονε.» Μάθετε οὖν ταῦτα, οἱ τέκνα ἐπονομαζόμενοι τοῦ Θεοῦ, ἀξιῶ, καὶ οἱ δοκοῦντες εἶναι χριστιανοί, οἱ διδάσκοντες ἄλλους διακενεῖς λόγους καὶ οἱ ἄρχειν οἰόμενοι—πλὴν ψευδῶς— ἱερεῖς καὶ μονάζοντες! Ἐρωτήσατε τοὺς πρεσβυτέρους καὶ ἀρχιερεῖς ὑμῶν, συναθροίσθητε ἅμα ἐν ἀγάπῃ Θεοῦ· καὶ πρῶτον ζητήσατε ἔργῳ ταῦτα μαθεῖν καὶ παθεῖν, ἔτι δὲ καὶ ἰδεῖν ποτε βουλήθητε καὶ τῇ πείρᾳ θεοειδεῖς γενέσθαι.

Ἀλλὰ μὴ τῇ σκηνῇ μόνῃ καὶ τῇ περιβολῇ προθυμήθητε καὶ τηνικαῦτα τῶν ἀποστολικῶν ἀξιωμάτων ἐπιβῆτε, ἵνα μὴ ἀκούσητε, οἱ πρὸ τῆς γνώσεως τῶν τοῦ Θεοῦ μυστηρίων ἀτελῶς ἐπιτρέχοντες ταῖς τῶν ἄλλων ἀρχαῖς· «Οὐαὶ οἱ φρόνιμοι παρ’ ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες! Οὐαὶ οἱ τιθέντες τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς!»

Παρακαλῶ οὖν πάντας ὑμᾶς, ἐν Χριστῷ ἀδελφοί, θεῖναι πρῶτον θεμέλιον ἐν τῇ οἰκοδομῇ τῶν ἀρετῶν ἀγαθὸν ταπεινώσεως· εἶτα δι’ ἀγώνων εὐσεβείας ἐγεῖραι τὸν οἶκον τῆς γνώσεως τῶν μυστηρίων τοῦ Θεοῦ καὶ ὑπὸ τοῦ θείου καταλαμφθῆναι φωτὸς καὶ ἰδεῖν ὄμματι καρδίας κεκαθαρμένῳ Θεόν, ὡς δυνατὸν ἡμῖν ἀνθρώποις οὖσι, κἀκεῖθεν μυσταγωγηθῆναι τὰ τελεώτερα τῶν μυστηρίων τῆς βασιλείας τῶν οὐρανῶν καὶ οὕτως ἀπὸ τῆς γνώσεως ταύτης, τῆς ἄνωθεν διδομένης παρὰ τοῦ Πατρὸς τῶν φώτων, ἐπὶ τὸν λόγον τῆς διδασκαλίας ἐλθεῖν καὶ διδάξαι τοὺς πλησίον ἡμῶν, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ τέλειον καὶ εὐάρεστον, καὶ διὰ τῆς διδασκαλίας ἡμῶν προσάξαι τῷ Θεῷ λαὸν περιούσιον, τῷ διὰ τοῦ Πνεύματος αὐτοῦ τοῦ Ἁγίου εἰς διδασκάλους προχειρισαμένῳ ἡμᾶς τῆς ἐκκλησίας αὐτοῦ, ἵνα μὴ ὡς καταφρονηταὶ καὶ γυμνοὶ τοῦ ἐνδύματος τοῦ γάμου ἔξω ῥιφῶμεν τοῦ νυμφῶνος Χριστοῦ, ἀλλ’ ὡς φρόνιμοι μᾶλλον οἰκονόμοι, καλῶς τὰ τοῦ λόγου τῆς διδασκαλίας οἰκονομήσαντες ἐν τοῖς συνδούλοις ἡμῶν καὶ πρό γε τούτου τὰ τοῦ βίου ἡμῶν, εἰσέλθωμεν εἰς αὐτὸν ἀκωλύτως ἐν λαμπρότητι βίου καὶ γνώσεως οὐρανίου, φωτοειδεῖς καὶ Πνεύματος Ἁγίου πεπληρωμένοι, καὶ συμβασιλεύσωμεν Χριστῷ, τὰ τῆς βασιλείας τοῦ Θεοῦ καὶ Πατρὸς συγκληρονομοῦντες αὐτῷ ἐν Ἁγίῳ Πνεύματι, τῇ ἀειζώῳ καὶ ἀθανάτῳ πηγῇ καὶ ζωῇ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.