Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις

Συμεὼν ὁ Νέος Θεολόγος

Κατήχηση ΛΔ': Απολογία και παρακαταθήκη περί του θείου ταλάντου

Η υποχρέωση της διακήρυξης της χάριτος, η αυτοαποκάλυψη του Χριστού ως θησαυρού και ο έλεγχος όσων αμφισβητούν τα χαρίσματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 35 από 35

Ὅτι οὐκ ἀκίνδυνον τὸ διδόμενον ἡμῖν παρὰ Θεοῦ τάλαντον κατορύττειν· χρὴ γὰρ δημοσιεύειν αὐτὸ καὶ τοῖς πᾶσιν ὑποδεικνύειν καὶ τὰς εὐεργεσίας Θεοῦ εὐγνωμόνως ἀνακηρύττειν εἰς τὴν τῶν ἀκουόντων ὠφέλειαν, κἄν τινες ἀπαρέσκωνται.

Λόγος ΛΔʹ. Ἀδελφοὶ καὶ πατέρες καὶ τέκνα ἐν Χριστῷ τῷ Θεῷ, τί πρὸς τὰ κατηχηθέντα παρ’ ἡμῶν ἐν διαφόροις πολλάκις λόγοις ὑπενοήσατε; Τί κατὰ τοῦ ταῦτα παρρησίᾳ λαλήσαντος ἐν ἑαυτοῖς ἀπεφήνασθε; Μή τι τῶν θείων ἔξω Γραφῶν εἰπεῖν ἡμᾶς ὑπελάβετε; Μή τι λεληθότως ἡμᾶς κατεμέμψασθε, ὡς ὑπέρογκα λελεχότας; Μή τι κατεκρίνατε, ὡς μεγαλορρημονοῦντας ἡμᾶς; Εἰ οὖν οὕτω πρὸς τὰ ῥηθέντα διετέθητε, ἵλεως ὑμῖν γένοιτο ὁ Χριστός, ἐγὼ δὲ παρακαλῶ τὴν ἀγάπην ὑμῶν ἵνα μηδεὶς τῷ τοιούτῳ κρίματι ἐπιμείνῃ.

Οὐ γὰρ ἐνδείξεως χάριν ταῦτα γεγράφαμεν, μὴ τοῦτο συγχωρήσῃ ὁ ἐλεήσας καὶ ἀγαγὼν ἡμᾶς εἰς ταῦτα Θεός, ἀλλὰ μεμνημένοι τῶν δωρεῶν τοῦ Θεοῦ, ὧν ἀπ’ ἀρχῆς βίου καὶ μέχρι τοῦ παρόντος πεποίηκε μεθ’ ἡμῶν τῶν ἀναξίων, εὐχαριστοῦντες ἀνυμνοῦμεν αὐτόν, ὡς εὔσπλαγχνον Δεσπότην καὶ εὐεργέτην ἡμῶν Κύριον, καὶ τὸ ἐπιδοθὲν ἡμῖν παρ’ αὐτοῦ τάλαντον εὐγνωμόνως πᾶσιν ὑμῖν καταβάλλομεν.

Ποῦ γὰρ καὶ δυνάμεθα τὸ τοσοῦτον μέγεθος τῶν εὐεργεσιῶν αὐτοῦ σιωπᾶν ἢ ἀγνωμόνως ὡς ἀμνήμονες καὶ κακοὶ δοῦλοι κατορύττειν τὸ δοθὲν ἡμῖν τάλαντον; Τοῦτο γὰρ ποιεῖν μὴ δυνάμενοι, ἀνακηρύττομεν τὸν αὐτοῦ ἔλεον, ὁμολογοῦμεν τὴν χάριν, πᾶσι δεικνύομεν τὴν πρὸς ἡμᾶς αὐτοῦ ἀγαθότητα καὶ παρακαλοῦμεν καὶ ὑμᾶς διὰ τῆς διδασκαλίας τοῦ λόγου ἀγωνίσασθαι μετασχεῖν τῶν αὐτοῦ δωρεῶν καὶ ἀπολαῦσαι, ὧν καὶ ἡμεῖς οἱ ἀνάξιοι διὰ τῆς ἀφάτου αὐτοῦ ἀγαθότητος ἀπηλαύσαμεν. Οὐδὲν γὰρ ὑμᾶς ἐν τούτῳ ἀδικοῦμεν ἢ ἠδικήσαμεν, ἀλλὰ μεταδοῦναι ποθοῦμεν ἐξ ὧν εἰλήφαμεν τοῖς συνδούλοις ἡμῶν, οἵτινές ἐστε ὑμεῖς, οἱ Χριστοῦ λαὸς καὶ ποίμνιον ἱερὸν καὶ βασίλειον ἱεράτευμα ἀκούειν καὶ καλεῖσθαι ἠξιωμένοι.

Ὥσπερ γὰρ πτωχός τις φιλάδελφος παρά τινος φιλοχρίστου καὶ ἐλεήμονος αἰτήσας καὶ λαβὼν νομίσματα, ἀποτρέχει πρὸς τοὺς συμπένητας αὐτοῦ ἐν χαρᾷ καὶ καταμηνύει λέγων ἐν μυστηρίῳ αὐτοῖς· «Δράμετε σπουδῇ καὶ ὑμεῖς, ἵνα λάβητε», δακτυλοδεικτῶν καὶ ὑποδεικνύων αὐτοῖς τὸν τὸ νόμισμα αὐτῷ ἐπιδόντα, εἰ δὲ καὶ διαπιστοῦσιν, ἐπὶ τῆς παλάμης ἀπογυμνώσας δείκνυσι καὶ αὐτό, ἵνα πιστεύσαντες σπουδῇ χρήσωνται καὶ τὸν ἐλεήμονα ἐκεῖνον ἄνδρα ταχὺ καταλάβωσιν, οὕτω δὴ καὶ ὁ ταπεινὸς ἐγώ, ὁ πτωχὸς καὶ γυμνὸς ἀγαθοῦ καὶ δοῦλος τῆς ἁγιωσύνης πάντων ὑμῶν, πεῖραν τῆς τοῦ Θεοῦ φιλανθρωπίας καὶ συμπαθείας λαβών, ὡς διὰ μετανοίας αὐτῷ προσελθὼν καὶ διὰ τῆς τοῦ ἁγίου Συμεὼν μεσιτείας, τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν, τὴν χάριν ἀπειληφὼς ὁ ἀνάξιος πάσης χάριτος, οὐ φέρω μόνος ταύτην κρύπτειν ἐν κόλπῳ ψυχῆς, ἀλλὰ πᾶσι τοῖς ἀδελφοῖς ὑμῖν λέγω καὶ πατράσι μου τὰς δωρεὰς τοῦ Θεοῦ καὶ ὁποῖόν ἐστι τὸ δοθέν μοι τάλαντον, ὅσον τὸ ἐπ’ ἐμοί, φανερῶ ὑμῖν καὶ διὰ τοῦ λόγου ὡς ἐπὶ παλάμης ἀπογυμνῶ τοῦτο, καὶ λέγω οὐχ ὡς ἐν παραβύστῳ καὶ μυστηρίῳ, ἀλλὰ μεγάλῃ βοῶν τῇ φωνῇ· «Δράμετε, ἀδελφοί, δράμετε», καὶ οὐ βοῶ μόνον, ἀλλὰ καὶ ὑποδεικνύω τὸν διδόντα Δεσπότην, τὸν λόγον πάλιν ἀντὶ δακτύλου ὑμῖν προβαλλόμενος.

Ἄνθρωπος μὲν γὰρ ἐὰν ὀβολὸν πτωχῷ τινι δῷ, εἶτα ἐκεῖνος πρὸς τὸ καὶ ἑτέροις δοῦναι τοῦτον καταμηνύσειεν, ὀργίζεται καὶ πρὸς τὸ δοῦναι μᾶλλον σκληρύνεται, ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν ποιεῖ. Ἐὰν γάρ τινι δῷ πνευματικὸν χάρισμα ἤγουν τάλαντον καὶ οὐ κηρύξῃ τοῖς πᾶσι καὶ δημοσιεύσῃ αὐτό, «Προσέλθετε», λέγων, «πρὸς τὸν ἁπλῶς διδόντα Δεσπότην καὶ μηδένα κενὸν ἀποστρέφοντα», ἀλλὰ λαβὼν κρύψειε κατορύξας αὐτό, τότε μᾶλλον ὀργίζεται κατὰ τοῦ λαβόντος ὡς φθονεροῦ καὶ μὴ θέλοντος τοὺς ἑαυτοῦ ἀδελφοὺς λαβεῖν, ὡς αὐτὸς ἔλαβε.

Διὰ τοῦτο οὖν, ἃ εἶδον καὶ ἃ ἔργῳ καὶ πείρᾳ Θεοῦ θαυμάσια ἔγνωκα, μὴ λαλεῖν οὐκ ἀνέχομαι, ἀλλὰ καὶ τοῖς λοιποῖς ἅπασιν ὡς ἐνώπιον Θεοῦ προμαρτύρομαι, λέγων μεγάλῃ τῇ φωνῇ· «Δράμετε πάντες πρὸ τοῦ κλεισθῆναι διὰ θανάτου τὴν τῆς μετανοίας θύραν ὑμῖν, δράμετε ἵνα πρὸ τῆς ἐξόδου καταλάβητε, σπεύσατε ἵνα λάβητε, κρούσατε ἵνα πρὸ τῆς τελευτῆς τὰς τοῦ παραδείσου πύλας ὁ Δεσπότης ὑμῖν ἀνοίξειε καὶ ἑαυτὸν ὑμῖν ἐμφανίσειε, σπουδάσατε τὴν τῶν οὐρανῶν βασιλείαν ἐντὸς ὑμῶν καὶ γνωστῶς κτήσασθαι καὶ μὴ κενοὶ ταύτης ἐντεῦθεν ἀποδημήσητε, καὶ μάλιστα οἱ ταύτην ἀγνώστως ἔχειν ἐν ἑαυτοῖς οἰόμενοι, μηδὲν δὲ διὰ τὴν οἴησιν ἔχοντες.» Πῶς οὖν, εἰπέ μοι, τὸν τοῦ Χριστοῦ Πατέρα θεάσηται, ὁ νοῦν Χριστοῦ μὴ κτησάμενος; Ὁ δὲ ἐκεῖνον μὴ βλέπων λαλοῦντα ἐντὸς αὐτοῦ, διὰ τίνος ἢ πῶς εἴπῃ· «Ἀββᾶ ὁ Πατήρ»; Ὁ μὴ ἐντὸς αὐτοῦ τὴν βασιλείαν τῶν οὐρανῶν γνωστῶς κτησάμενος, πῶς ἐν αὐτῇ μετὰ θάνατον εἰσελεύσεται;

Ὁ μὴ μένοντα ἐν αὐτῷ διὰ τοῦ Πνεύματος τὸν Υἱὸν σὺν τῷ Πατρὶ θεασάμενος, πῶς μετ’ αὐτῶν ἐν τῷ μέλλοντι ἔσεται, καθὼς ὁ Κύριος εἶπε· «Πάτερ, οὓς δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγώ, κἀκεῖνοι ὦσι μετ’ ἐμοῦ», καὶ πάλιν· «Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ πάντων τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, ἵνα πάντες ἓν ὦσι, καθὼς σύ, Πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοὶ καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι. Κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν ἐσμεν, ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἓν καὶ ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτούς, καθὼς ἐμὲ ἠγάπησας.» Οὗτος τοίνυν ὁ τρόπος, ἀδελφοί, τῆς ἐμῆς, ὥς τινες οἴονται, μεγαλορρημοσύνης. Οὕτω με ἡ ἀγάπη τοῦ Θεοῦ κινεῖ πρὸς ὑμᾶς τοὺς ἐμοὺς πατέρας καὶ ἀδελφοὺς ἀποκαλύψαι τὴν ἄφατον πρὸς ἡμᾶς τοῦ Θεοῦ ἀγαθότητα καὶ ἀγάπην, δι’ ἣν οὕτω καὶ ἐν τηλικούτοις δοξάζει τοὺς εἰς αὐτὸν ἠλπικότας ἀνεπιφθόνως.

Ἀλλ’ ἐρωτῶντι ἀποκρίθητέ μοι, παρακαλῶ· «Τί οὖν; ὁ Πατὴρ ἀγνώστως ἀγαπᾷ τὸν Υἱὸν καὶ ὁ Υἱὸς ἀγνώστως καὶ ἀοράτως σύνεστι τῷ Πατρί;» —«Οὔ», πάντως εἴποιτε. Εἰ γὰρ τοῦτο δῶμεν καὶ ἀγνοεῖν ἀλλήλους τὸν Πατέρα καὶ τὸν Υἱὸν δογματίσομεν, οἴχεται ἡ πίστις ἡμῶν καὶ ἀπόλωλεν· ἀγνοούντων γὰρ ἐκείνων ἀλλήλους ἀνάγκη πᾶσα καὶ ἡμᾶς παντελῶς ἀγνοεῖν αὐτούς· εἰ δὲ τοῦτο, ἄρα ἄθεοί ἐσμεν, Θεοῦ γνῶσιν μὴ ἐσχηκότες. Εἰ δὲ «καθὼς ἐκεῖνος γινώσκει, φησίν, ὁ Πατὴρ τὸν Υἱόν, καὶ ὁ Υἱὸς γινώσκει τὸν Πατέρα» καὶ ὡς Θεὸς σύνεστι τῷ Θεῷ καὶ Πατρὶ καὶ ὁ Πατὴρ ὁμοίως σύνεστι τῷ Υἱῷ, ὡς ὅταν λέγῃ· «Καθὼς σύ, Πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, οὕτω καὶ αὐτοὶ ἐν ἐμοὶ ὦσι κἀγὼ ἐν αὐτοῖς», τὸ ἴσον πάντως δηλοῖ τῆς μετ’ ἀλλήλων ἑνώσεως. Πλὴν τοῦ μὲν Υἱοῦ πρὸς τὸν Πατέρα ἡ ἕνωσις φυσική ἐστι καὶ συνάναρχος, ἡ δὲ ἡμετέρα πρὸς τὸν Υἱὸν θέσει καὶ χάριτι, ὅμως εἰς τὸ αὐτὸ οἱ πάντες ἐσμὲν ἡνωμένοι Θεῷ καὶ ἀχώριστοι, ὡς αὐτὸς πάλιν φησίν· «Ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν, —διατί; ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτούς, καθὼς ἐμὲ ἠγάπησας», καὶ ὁ Παῦλος· «Ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.»

Ταῦτα τοιγαροῦν ἀκούσατε οἱ δοκοῦντες εἶναι πνευματικοὶ καὶ τῷ λαλοῦντι πιστεύσατε, ἐμὲ δὲ τὸν λέγοντα ὑμῖν ἐν τῷ λόγῳ τῆς χάριτος τὰς δωρεάς, ἃς λαμβάνουσιν ἀπὸ Θεοῦ οἱ ἐν πίστει θερμῇ προστρέχοντες αὐτῷ καὶ ποιοῦντες αὐτοῦ τὰς ἐντολάς, λειτουργοῦντα τῷ ἄνωθεν ἐνηχοῦντι Πνεύματι, πάσης ἀπολύσατε μέμψεως. Τίς δὲ ὁ λαλῶν, αὐτοῦ τοῦ Κυρίου ἀκούσατε λέγοντος· «Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ λαλοῦν ἐν ὑμῖν.» Ὁρᾶτε ὡς οὐκ ἐγὼ τὰ ὑπερφυῆ καὶ μεγάλα πρὸς τὴν ὑμετέραν ἀγάπην λαλῶ, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ λαλοῦν ἐν ἡμῖν. Τοῦτο δὲ καὶ Πέτρος ὁ κορυφαῖος ἐπιμαρτυρεῖ λέγων· «Οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη ποτὲ προφητεία, ἀλλ’ ὑπὸ Πνεύματος Ἁγίου φερόμενοι ἐλάλησαν ἅγιοι Θεοῦ ἄνθρωποι.» Εἰ δὲ ἡμεῖς εὐτελεῖς ὄντες καὶ ἀνάξιοι μακράν ἐσμεν πάσης ἁγιωσύνης καὶ τῶν ἁγίων τοῦ Θεοῦ ἀνθρώπων, ἀλλ’ οὐ δυνάμεθα ἀρνήσασθαι τὴν δωρεὰν τὴν δοθεῖσαν ἡμῖν ἀπὸ Θεοῦ, ὡς δὲ ὑπόχρεοι τῆς αὐτοῦ χάριτος διακονοῦμεν ὑμῖν τὰ λόγια τοῦ Θεοῦ καὶ ἀνακαλύπτομεν τὸ τάλαντον ὃ ἐδόθη ἡμῖν καὶ τὸ χάρισμα διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ ἀρχιερέως, τοῦ εἰς τὴν ἱερωσύνην ἡμᾶς τελειώσαντος, καθὼς αὐτὸς οὗτος ὁ κορυφαιότατος ἡμῖν τῶν ἀποστόλων ἐντέλλεται, φησὶ γάρ· «Ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ.

Εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ, εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ὡς χορηγεῖ ὁ Θεός.» Τοιγαροῦν τὸ Πνεῦμά ἐστι τὸ λαλοῦν, ἀδελφοί, οὐκ ἐγώ, ὡς ὁ Κύριος καὶ ὁ τούτου πιστὸς μαθητὴς ἡμᾶς ἐβεβαίωσαν.

Εἰ δὲ ψεύδομαι, ποῦ φεύξομαι τὸ τῆς δίκης ἄφυκτον, τὸ τοὺς ψευδομένους εἰς ἀπώλειαν παραπέμπον; «Ἀπολεῖς γάρ, φησί, πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος.» Ὥσπερ δὲ ὁ τῷ λαλοῦντι διὰ τοῦ Πνεύματος ἀπιστῶν, εἰς τὸ Πνεῦμα τὸ λαλοῦν ἐξαμαρτάνει καὶ βλασφημεῖ, οὕτω πάλιν ὁ τῆς ἄνωθεν χάριτος ἐστερημένος τοῦ Πνεύματος, ἐὰν τολμήσῃ εἰπεῖν ὅτι «Ἐν Ἁγίῳ φθέγγομαι Πνεύματι», ὡς Σίμων ὁ Μάγος καὶ οἱ ἐκείνου σύμφρονες ἔσται ἀλλότριος τοῦ Θεοῦ καὶ ἀντίθετος. Ὁ γὰρ τοῖς λόγοις ἀντιπίπτων τοῦ Πνεύματος πάντως ἀντίθεος. Θεὸς γὰρ ἀχώριστός ἐστι καὶ ἀδιαίρετος· τὸ γὰρ Ἅγιον Πνεῦμα τῆς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἀϊδιότητός τε καὶ βασιλείας ἀχώριστον.

Μὴ οὖν θεομάχοι καὶ ἀντίθεοι γενέσθαι θελήσητε, ἀδελφοί, ἀλλὰ δεῦτε προσκυνήσατε καὶ προσπέσατε σὺν ἡμῖν καὶ μὴ ἀναστῆτε ἐκεῖθεν μέχρις ἂν λάβητε τὴν δωρεὰν τοῦ Θεοῦ, ὡς καὶ ἡμεῖς ἐλάβομεν οἱ ἀνάξιοι ταύτην τῇ αὐτοῦ χάριτι.

Οὐδὲν ἐναντίον λέγομεν πρὸς ὑμᾶς, ἀδελφοί, ἀλλὰ τὴν ἀγάπην ἡμῶν δεικνύομεν πλουσίαν πρὸς πάντας ὑμᾶς. Εἰ οὖν ἐλέγομεν ὅτι ἡμεῖς μὲν ἐλάβομεν χάριν δωρεὰν παρὰ τοῦ Πατρὸς τῶν φώτων ὅθεν πᾶν δώρημα τέλειον, ὑμᾶς δὲ λαβεῖν οὐ βουλόμεθα, δικαίως ἂν καὶ ἐκ Θεοῦ καὶ ἐξ ὑμῶν αὐτῶν ἐμισούμεθα· νυνὶ δὲ τὴν ἀλήθειαν ἀπὸ τῆς θείας Γραφῆς καὶ ἀπὸ τῆς πείρας αὐτῆς παριστῶντες καὶ τὴν βασιλικὴν ὑποδεικνύοντες ὑμῖν ὁδόν, τί ὑμᾶς ἀδικοῦμεν;

Εἰ δὲ ὡς ἀνώνυμόν με καὶ ἀφανῆ καὶ ἐλάχιστον λογιζόμενοι οὐ καταδέχεσθε παρ’ ἐμοῦ ἐκδιδάσκεσθαι, γνῶτε καὶ μάθετε ὅτι τὰ μωρὰ τοῦ κόσμου ὁ Θεὸς ἐξελέξατο, ἵνα καταισχύνῃ τοὺς σοφοὺς καὶ τὰ ἀσθενῆ καὶ ἀπερριμμένα, ἵνα καταισχύνῃ τὰ ἔνδοξα καὶ ἰσχυρά.

Ἀλλ’ ἴσως παρελθών τις εἰς μέσον εἴποι· «Μεγάλα καὶ ὑπερβολικὰ καὶ ὑπὲρ ἀνθρωπίνην δύναμιν τὰ λεγόμενα.» Κἀγώ σοι λέγω· «Μεγάλα τῷ ὄντι καὶ ὑπὲρ φύσιν εἰσί, Θεοῦ γάρ εἰσι λόγοι, καθὼς εἴρηται.» —«Καὶ πῶς οὐδείς, φησί, τῶν μεγάλων πατέρων οὕτως ἀναφανδὸν περὶ ἑαυτοῦ ἀπεφήνατο ἢ τοιούτους λόγους λελάληκεν, οἵους λαλεῖς σὺ περὶ ἑαυτοῦ;» —«Λέληθας σεαυτόν, ὦ ἄνθρωπε. Μᾶλλον μὲν οὖν οἱ ἀπόστολοι καὶ οἱ πατέρες συνᾴδοντά μου τοῖς λόγοις καὶ ὑπερβαίνοντα λελαλήκασιν, ἀλλὰ τὸ ἀξιόπιστον τῶν λεγόντων εὐπαράδεκτα καὶ πιστὰ ποιεῖ τὰ λεγόμενα, ἡ δὲ ἡμετέρα εὐτέλεια καὶ τὰ πᾶσιν ὡμολογημένα ὡς ψευδῆ καὶ βδελυκτὰ ὑμῖν ποιεῖ καταφαίνεσθαι.» Ὅμως ἔχω καὶ ἄλλην αἰτίαν εἰπεῖν, δι’ ἣν ταῦτα καὶ μὴ βουλόμενος ἐξεκάλυψα. Τίς δὲ αὕτη ἐστίν; Ἡ τῶν λεγόντων μὴ εἶναι τὰ νῦν τοιοῦτον ἐπὶ τῆς γῆς καὶ ἐν μέσῳ ἡμῶν ἄρτι ἄνθρωπον ψευδὴς καὶ παράλογος ἄνοια καὶ ὑπόληψις. Καὶ ὅρα μοι τὴν κακίαν, ὅπως ἐστὶ πολυμήχανος. Μὴ φανερῶς γὰρ λεγόντων ἡμῶν, ἀλλ’ ὑποκρύβειν σπευδόντων τὸ χάρισμα, ἀληθεύειν ἐκεῖνοι νομίζουσιν· ἐὰν δὲ ἡμεῖς ἐκκαλύψαντες τὴν ἀλήθειαν εἴπωμεν, ὡς ὑπερηφάνων ἡμῶν αὐτίκα καταγινώσκουσιν, ἀγνοοῦντες τὰς τῶν ἁγίων ἀποστόλων φωνάς.

Ποίας δὴ ταύτας; τὸ «Ἡμεῖς νοῦν Χριστοῦ ἔχομεν». Ἆρα ὑπερβολὴν κρίνετε, πρὸς αὐτοὺς ἂν εἴποιμι, τοῦτο ὑπερηφανίας; τὸ «Ἐκ τούτου γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος οὗ δέδωκεν ἡμῖν»; Τοῦτο δὲ πῶς ἐκλάβοιτε κατὰ τοῦ λέγοντος; Ἀλλὰ καὶ τὸ «Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ»; καὶ τὸ «Δοκῶ Πνεῦμα Θεοῦ ἔχειν»; καὶ τὸ «Ἡμεῖς δὲ οὐκ ἐλάβομεν πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββᾶ ὁ Πατήρ»; καὶ τὸ «Ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν»; Ταῦτα οὖν πάντα ὑπερηφανίας ὑμῖν λογισθήσονται ῥήματα; Ὢ τῆς εὐηθείας!

Εἰ δὲ καὶ τὸν τῆς ἐλλάμψεως τρόπον βούλῃ μαθεῖν, τὸν ἐγγινόμενον τοῖς ἀγαπῶσι τὸν Κύριον, ἄκουε αὐτοῦ τοῦ Παύλου λέγοντος· «Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν», εἴτ’ οὖν σώμασιν. «Εἰ δὲ μὴ ἔστι, φησί, τοιοῦτος τὰ νῦν, τί;» Διατί οὐκ ἔστιν, εἰπέ; «Ὅτι καὶ θέλοντά τινα, φησί, μὴ δύνασθαι οἴομαι γενέσθαι τοιοῦτον τὰ νῦν, ὡς καὶ μὴ θέλοντα, μηδὲ γίνεσθαι.» Εἰ τοίνυν καὶ θέλοντα λέγεις μὴ δύνασθαι, ποῦ θήσομεν τὸ «Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι», καὶ τὸ «Εἰ θέλετε, θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες», καὶ τὸ «Γίνεσθε ἅγιοι, ὅτι ἐγὼ ἅγιός εἰμι»;

Εἰ δὲ καὶ μὴ θέλοντα μηδὲ γίνεσθαι, ἴδε ὅτι σὺ σεαυτὸν κατεδίκασας, μὴ θέλων μηδὲ προαιρούμενος γενέσθαι· εἰ γὰρ θέλεις γενέσθαι, δύνασαι. Εἰ δὲ σὺ μὴ τοιοῦτος, ἀλλ’ ἕτεροι πλεῖστοι, Θεοῦ βουλομένου, οὓς αὐτὸς ἀγνοεῖς. Εἰ γὰρ ἐπὶ τοῦ Ἠλιοῦ ἑπτακισχιλίους εἶχεν ὁ Θεὸς τοὺς μὴ κάμψαντας γόνυ τῇ Βάαλ, πολλῷ μᾶλλον νῦν, ὅτε τὸ Πνεῦμα αὐτοῦ τὸ Ἅγιον πλουσίως ἐξέχεεν ἐφ’ ἡμᾶς. Εἰ δὲ μὴ ἀποδύεταί τις πάντα καὶ γυμνὸς προσέρχεται καὶ ζητεῖ τοῦ λαβεῖν, τοῦ μὴ βουλομένου τὸ αἴτιον, οὐ τοῦ Θεοῦ. Ὥσπερ γὰρ τὸ πῦρ προθύμως τῆς ὕλης, ἵν’ εἴπω, καὶ φυσικῶς ταύτης ἐπιλαμβάνεται, οὕτω καὶ ἡ χάρις τοῦ Παναγίου καὶ προσκυνητοῦ Πνεύματος τῶν ἡμετέρων ψυχῶν ζητεῖ ἅψασθαι, ἵνα καὶ τοῖς ἐν τῷ κόσμῳ λάμψῃ καὶ κατευθύνῃ δι’ ὧν λάμπει τὰ τῶν πολλῶν διαβήματα, ὡς ἂν καλῶς ὁδεύοντες καὶ αὐτοὶ πλησιάσωσι τῷ πυρὶ καὶ εἷς καθ’ εἷς ἢ καὶ πάντες, εἰ οἷόν τε, ὁμοῦ, ἀναφθῶσι καὶ ὡς θεοὶ λάμψωσιν ἐν μέσῳ ἡμῶν, ἵνα ἐπευλογῆται καὶ πληθύνηται τὸ σπέρμα τοῦ Θεοῦ Ἰακὼβ καὶ μὴ ἐκλείψῃ θεοειδὴς ἄνθρωπος, λάμπων ὡς φῶς ἐπὶ γῆς.

Ἐγὼ μὲν οὖν οὕτως οἴομαι τὴν ἀλήθειαν ἔχειν καὶ εἶναι τὸ βούλημα τοῦ Θεοῦ εἰς ἡμᾶς, οὓς αὐτὸς ἔπλασε καὶ ἐτίμησε καὶ ἐδόξασε πάλαι τῇ δόξῃ τῆς εἰκόνος αὐτοῦ· ὑμεῖς δὲ ἴδετε καὶ δοκιμάσατε τὰ λεγόμενα παρ’ ἡμῶν.

Καὶ εἰ μὴ τὰ αὐτὰ τοῖς ἀποστόλοις καὶ τοῖς ἁγίοις καὶ θεοφόροις πατράσι φρονοῦμεν καὶ λέγομεν κατὰ τὰ εἰρημένα, καὶ τὰ τῶν ἁγίων Εὐαγγελίων ῥηθέντα παρὰ τοῦ Θεοῦ καὶ ἡμεῖς δευτεροῦμεν, εἰ μὴ τὴν ἐν αὐτοῖς οὖσαν, κακῶς δὲ ἀποσβεσθεῖσαν ὑπὸ συλλογισμῶν ἀσυνέτων, ὅσον τὸ ἐπ’ αὐτοῖς, ζωοποιὸν ἐνέργειάν τε καὶ δωρεὰν διὰ ἀποδείξεων ἐν πᾶσι τρανῶς ἀνάπτομεν καὶ τὸ φῶς ἤδη λάμπον ὑποδεικνύομεν, ἐξ αὐτῶν δηλονότι τῶν ἁγίων Γραφῶν πάντα καὶ συνιστῶντες καὶ λέγοντες, ἔστω μὲν ἐμοὶ ἀνάθεμα ἀπὸ Κυρίου Θεοῦ καὶ Ἰησοῦ Χριστοῦ διὰ Πνεύματος Ἁγίου, ὡς διδάσκοντι παρ’ ὃ οἱ θεῖοι ἀπόστολοι ἐδίδαξαν καὶ εὐηγγελίσαντο, ὑμεῖς δὲ μὴ μόνον τὰ ὦτα πρὸς τὴν ἀκρόασιν ἀποφράξητε, ἀλλὰ κἀμὲ λίθοις βαλόντες ὡς ἀσεβῆ καὶ ἄθεον ἀποκτείνατε.

Εἰ δὲ τὰ Δεσποτικὰ καὶ ἀποστολικὰ δόγματα, διαστρεφόμενα παρά τινων, ἀνορθοῦμεν, ἐξ αὐτῶν τῶν θείων πάλιν Γραφῶν τὰ ὑποστηρίζοντα καὶ διορθοῦντα τὴν ἐκείνων καὶ τῶν πειθομένων αὐτοῖς διάνοιαν συλλεγόμενοι, τὴν ἀνάστασίν τε καὶ τὴν ἀφθαρσίαν καὶ τὴν ζωὴν καὶ τὴν βασιλείαν τῶν οὐρανῶν καὶ αὐτὰ τὰ αἰώνια ἀγαθὰ μὴ ἐν ἐλπίσιν αὐτοῖς ἅπαντα προσδοκᾶν παραινοῦμεν, ἀλλὰ τὰ μὲν προκείμενα καὶ ἀποκαλυπτόμενα, φαινόμενά τε καὶ ὁρώμενα καὶ ὡς ἀρραβῶνας τοῖς ἐκλεκτοῖς καὶ σωθῆναι μέλλουσιν ἀπεντεῦθεν ἤδη διδόμενα ἐκδιδάσκομεν, τὰ δὲ μετὰ θάνατον καὶ τὴν ἀνάστασιν εἰς αὐτοὺς προτιθέμενα ἀποδεῖξαι καὶ βεβαιῶσαι προτεθυμήμεθα, οὐχὶ μᾶλλον ἀποδεκτοὶ αὐτοῖς καὶ πᾶσιν εἶναι ὀφείλομεν καὶ λίαν ἀγαπητοί, ὡς τῆς τελείας ἀγάπης ἔργον ἐπιδεικνύμενοι;

Ὥσπερ γὰρ ὁ κεκρυμμένον εὑρὼν θησαυρὸν καὶ ἑαυτῷ μόνῳ τηρήσας αὐτόν, ψεκτὸς παρὰ πάντων καὶ ὡς φιλάργυρος κατακρίνεται, ὁ δὲ μὴ ἑαυτῷ κρύπτων, ἀλλὰ τοῖς πᾶσιν ὑποδεικνύων καὶ φανερῶν καὶ ἀφιεὶς ἕκαστον λαβεῖν ὅσον βούλεται, πάντως ἐπαινετὸς καὶ Θεῷ καὶ ἀνθρώποις ἀποδεκτέος, οὕτω κἀγὼ ἐν τοῖς πνευματικοῖς ἔσομαι παραφρονῶν, λαλῶν Θεοῦ χάριτι. Καὶ γὰρ θησαυρὸν ἀποκεκρυμμένον ὑπὸ τῶν θείων Γραφῶν ὄντα, μηνυθέντα μοι ὑπὸ ἁγίου ἀνδρὸς ἐν τόπῳ τινί, οὐ κατώκνησα διεγερθῆναι καὶ τοῦτον ἐρευνῆσαι καὶ ἰδεῖν, ἀλλὰ κἀκεῖνόν μοι βοηθὸν γενέσθαι ἐξαιτησάμενος καὶ συνεργὸν καὶ λαβών, πᾶσαν ἄλλην ἐργασίαν καὶ πρᾶξιν τοῦ βίου καταλιπὼν καὶ τῷ τόπῳ, ἐν ᾧ μοι εἶναι τὸν θησαυρὸν ὁ ἀγαθὸς ἐκεῖνος ἀνὴρ διὰ γραμμάτων ἐδήλωσεν, ἐπιστάς, κόπῳ πολλῷ καὶ μόχθῳ νυκτὸς καὶ ἡμέρας ὀρύσσειν, σκάπτειν, τὸν χοῦν ἔξω βάλλειν καὶ εἰς βάθος ποιεῖν οὐκ ἐπαυσάμην τὸ ὄρυγμα, ἕως ὁ θησαυρὸς διαυγάζειν σὺν τῷ χοῒ ἄνωθεν ἤρξατο. Ἐπὶ πολὺ οὖν κοπιάσας ἐξορύττων καὶ τὸν χοῦν ἀπορρίπτων, ὅλον τὸν κάτω που κείμενον θησαυρὸν ἄνωθεν, ὡς οἴομαι, πάσης τῆς γῆς καὶ ἀμιγῆ καὶ παντὸς ῥύπου καθαρὸν ἐφηπλωμένον τεθέαμαι, καὶ ὁρῶν ἀεὶ κράζω καὶ οὕτω τοῖς διαπιστοῦσι καὶ κοπιᾶν καὶ ὀρύσσειν μὴ θέλουσιν ἐκβοῶ· «Δεῦτε ἴδετε πάντες οἱ τὰς θείας διαπιστοῦντες Γραφάς.»

Τοῦτο δὲ ποιῶ τῷ Σολομῶντι πάντως πειθόμενος λέγοντι· «Ἀδόλως τε ἔμαθον, ἀφθόνως τε μεταδίδωμι», διὸ δὴ τοῦτο οὕτω βοῶ τοῖς πᾶσιν, ὡς εἴρηται· «Δεῦτε μάθετε ὅτι οὐκ ἐν τῷ μέλλοντι μόνον, ἀλλ’ ἤδη που πρόκειται πρὸ τῶν ὀφθαλμῶν καὶ χειρῶν καὶ ποδῶν ὑμῶν ὁ ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας ἀνεκλάλητος θησαυρός. Δεῦτε πιστώθητε ὅτι τὸ φῶς τοῦ κόσμου ὁ θησαυρὸς οὗτος, ὃν ὑμῖν λέγω, ἐστί.» Καὶ οὐκ ἐγὼ ἀπ’ ἐμαυτοῦ τοῦτο λαλῶ, ἀλλ’ αὐτὸς εἶπε καὶ λέγει ὁ θησαυρός· «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή, ἐγώ εἰμι ὁ κόκκος τοῦ σινάπεως ὁ κατακρυπτόμενος ἐν τῇ γῇ, ἐγώ εἰμι ὁ μαργαρίτης ὁ ὠνούμενος ὑπὸ τῶν πιστῶν, ἐγώ εἰμι ἡ βασιλεία τῶν οὐρανῶν ἡ ἐν μέσῳ ὑμῶν κρυπτομένη, καὶ καθὼς ὁρῶμαι ὑπὸ τῶν ζητησάντων καὶ εὑρόντων με νῦν, οὕτω λάμψω καὶ ἐν αὐτοῖς καὶ ἐπάνω πάντων αὐτῶν, ὡς νῦν εἰμι λάμπων—ἀποκεκρυμμένος ὤν— ὑπεράνω πάντων τῶν οὐρανῶν. Ἐγὼ καὶ ἐνταῦθα, ὁ ἀχώρητος κατὰ φύσιν, ἐν ὑμῖν κατὰ χάριν γίνομαι χωρητὸς καὶ ὁ ἀόρατος ὁρατός, οὐχ ὅσος εἰμὶ δεικνύμενος, εἰ καὶ ὅλος μένω ὁρώμενος, ἀλλ’ ὅσον ἡ τῶν ὁρώντων με φύσις καὶ δύναμις ἐπιδέχεται.

Ἐγώ εἰμι ἡ ζύμη, ἣν λαβοῦσα ψυχὴ καὶ βαλοῦσα ἐν τῷ τριμερεῖ αὐτῆς, ἀναζυμοῦται καὶ ὅλη ἐμοὶ ὁμοία καθίσταται· οἵα γὰρ ἡ ζύμη, τοιοῦτος γίνεται καὶ ὁ ταύτῃ ἀναφυρόμενος σὺν τῷ ὕδατι καὶ τῷ ἅλατι ἄλευρος· σὺν ἐμοὶ γάρ, φησί, τῷ Υἱῷ ὑπάρχων ὁ ὁμοφυής μου Πατὴρ καὶ ὁ τούτου Παράκλητος, αὐτοὶ ἀντὶ ὕδατος καὶ ἁλὸς πεφύκασι γίνεσθαι. Ἐγώ εἰμι ὁ ἀντὶ τοῦ αἰσθητοῦ παραδείσου νοητὸς τοῖς ἐμοῖς δούλοις παράδεισος γεγονώς, ἐν ᾧ τιθῶ πάντας τοὺς πιστεύοντας εἰς ἐμὲ καὶ ἀναγεννωμένους διὰ τοῦ Πνεύματος, οἳ οὐκέτι δύνανται ἁμαρτάνειν, οὐδὲ ὁ τοῦ κόσμου ἄρχων ἰσχύει τι κατ’ αὐτῶν· ἐγὼ γάρ εἰμι ἐν αὐτοῖς καὶ αὐτοὶ ἐν ἐμοὶ καὶ νικῶσι τὸν κόσμον, διὰ τὸ εἶναι αὐτοὺς ἔξω τοῦ κόσμου καὶ τὸν ἰσχυρότερον πάντων ἐμὲ μεθ’ ἑαυτῶν ἔχειν. Ἐγώ εἰμι ἡ φωτοειδὴς πηγὴ τοῦ ἀθανάτου ῥείθρου καὶ ποταμοῦ, ἐν ᾗ οὐ μετὰ θάνατον, ἀλλὰ καθ’ ὥραν οἱ ἐμὲ φιλοῦντες ἀπὸ ψυχῆς λούονται τῷ ἀπορρέοντι ὕδατι ἐξ ἐμοῦ καὶ παντὸς ῥύπου καθαίρονται τὸ σῶμα καὶ τὴν ψυχὴν καὶ ἀπαστράπτουσιν ὅλοι, ὥσπερ λαμπὰς καὶ ὡς εἶδος ἀκτῖνος ἡλιακῆς.

Ἐγώ εἰμι ὁ ἀντανίσχων καθ’ ὥραν ἐν τούτοις ὡς ἐν πρωῒ καὶ ὁρώμενος ἥλιος νοερῶς, καθὼς καὶ πρώην ἐν τοῖς προφήταις ἐνεφάνιζον ἐμαυτὸν καὶ αὐτοὶ ὁρῶντες ἀνύμνουν, ἐπικαλούμενοί με ἀεί· «Τὸ πρωῒ γάρ, φησὶν ὁ Δαυίδ, εἰσάκουσόν μου, τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψει με», καὶ ἕτερος· «Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ», ὅτε δηλονότι καὶ σὺ τὰς ἐντολάς μου τηρήσεις.» Καὶ τί πάντα λέγειν πρὸς τὴν ὑμετέραν ἀγάπην οὕτω καταναγκάζομαι, ὅσα ὁ Θεὸς διψῶν τὴν σωτηρίαν ἡμῶν πρὸς ἡμᾶς φθέγγεται, ἀλλ’ ἢ πάντως, ἵνα διὰ πάντων μαθόντες πεισθήσησθε ὅτι οἱ καθήμενοι ἐν σκότει τὸ μέγα φῶς λάμπον βλέπειν ὀφείλουσιν, εἴπερ ὅλως ἐμβλέπουσι, καὶ ἵνα μή τινες ἐξ ὑμῶν λογίζωνται ὅτι ἔλαμψε μέν, ἀδύνατον δὲ τοὺς ἔτι ὄντας ἀνθρώπους ἐν σώματι καθορᾶν αὐτό. Εἰ γὰρ μὴ ἦν δυνατόν, τί καὶ ἔλαμψε καὶ λάμπει μὴ καθορώμενον ὑπ’ αὐτῶν; Μᾶλλον δὲ τὸ μὲν φῶς ἀεὶ ἦν καὶ ἀεὶ ἔλαμπε καὶ λάμπει ἐν τοῖς κεκαθαρμένοις, καὶ ἐν τῷ σκότει ἔφαινε καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε, καὶ νῦν λάμπει καὶ ἡ σκοτία αὐτὸ οὐ καταλαμβάνει εἴτ’ οὖν οὐχ ἅπτεται αὐτοῦ. Τὸ δὲ ‘νῦν’ εἰπεῖν, ὅτι ἀνέτειλε τῷ ἐν σκότει καθημένῳ λαῷ, τὸ ἄρτι εὐδοκῆσαι ἀποκαλυφθῆναί ἐστιν εἰς οὓς καὶ ἐμφανίζεται· οἱ γὰρ ἄλλοι ἐν τῇ σκοτίᾳ ὄντες οὐ καταλαμβάνουσιν αὐτό.

Ὁ γὰρ ἀόρατος ὤφθη, τὸ μὲν διὰ τοῦ σώματος τοῖς αἰσθητοῖς ὀφθαλμοῖς πᾶσι τοῖς θεασαμένοις αὐτὸν ἀπίστοις τε καὶ πιστοῖς, ἐγνώσθη δὲ καὶ τὸ φῶς αὐτοῦ τῆς Θεότητος ἀπεκαλύφθη μόνοις ἐκείνοις τοῖς διὰ τῶν ἔργων πιστοῖς, οἵτινες καὶ ἔλεγον πρὸς αὐτόν· «Ἰδοὺ ἡμεῖς, Κύριε, ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι»· τῷ δὲ εἰπεῖν ‘πάντα’ συνέκλεισε τά τε κτήματα καὶ χρήματα καὶ θελήματα καὶ τὸ καταφρονῆσαι καὶ αὐτῆς τῆς προσκαίρου ζωῆς καὶ βδελύξασθαι ταύτην διὰ τὸ γεύσασθαι αὐτῆς ἐκείνης τῆς ἐνυποστάτου καὶ αἰωνίου ζωῆς, τὸ γὰρ ἡδύτερόν ἐστι πάντως καὶ προτιμότερον, ὅπερ ἐστὶν αὐτὸς ὁ Θεός.

Ἀλλὰ παρακαλῶ πάντας ὑμᾶς, ὦ πατέρες καὶ ἀδελφοί, σπουδάσαι μετασχεῖν τῆς τοιαύτης ζωῆς ἥτις τὸ φῶς ἐστι τοῦ Θεοῦ, αὐτὸ τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ τοὺς μετέχοντας αὐτοῦ ἁγιάζον καὶ θεοὺς τῇ θέσει ἀπεργαζόμενον. Καὶ τῶν τοσούτων λόγων, ὧν λελάληκα πρὸς ὑμᾶς, μὴ ἐπιλάθησθε, ἀλλὰ πρῶτον μὲν αὐτοὶ μάθετε πράσσειν ἀεὶ τὸ καλὸν καὶ οὕτω διδάξατε ἄλλους τοῦτο ποιεῖν, ἵνα ὁ λόγος τῆς διδασκαλίας ὑμῶν ἔμπρακτος ὑπάρχῃ καὶ εὐπαράδεκτος τοῖς ἀκούουσιν. Εἰ δ’ οὖν, ἐγὼ ἀθῷος ἐκ πάντων ὑμῶν εἰμι, οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν τὰ λαληθέντα μοι καὶ γνωρισθέντα καὶ προσταχθέντα ὑπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διὰ τοῦ προσκυνητοῦ καὶ ἁγίου αὐτοῦ Πνεύματος περὶ τῶν ὑψηλῶν δωρεῶν καὶ χαρισμάτων τοῦ συνανάρχου Θεοῦ καὶ Πατρὸς αὐτοῦ, ὧν τοῖς ἐμπόνως ζητοῦσι τὴν μέθεξιν διὰ πίστεως δίδωσιν ἀεὶ καὶ μέχρι τοῦ νῦν ὁ αὐτὸς ὁ ἀγαθὸς καὶ εὐεργέτης Θεὸς ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.