Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις

Συμεὼν ὁ Νέος Θεολόγος

Κατήχηση ΙΖ': Περί θεωρίας, αποκαλύψεως και εκπληρώσεως των εντολών

Η βίωση της θείας χάριτος, η μυστική συνομιλία με τον Θεό και ο παιδαγωγικός σκοπός των αποκαλύψεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 18 από 35

Περὶ θεωρίας καὶ ἀποκαλύψεως καὶ πεφωτισμένης εὐχῆς. Καὶ ὅπως ὁ ὑπὸ τῆς ἀγάπης κατασχεθεὶς τοῦ Θεοῦ καὶ εἰς βάθος ταπεινοφροσύνης ἐλάσας, ἐνεργεῖται ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου.

Λόγος ΙΖʹ. Ἀδελφοὶ καὶ πατέρες, πολλὴ ἡ συγκατάβασις καὶ ἡ φιλανθρωπία Θεοῦ πρὸς ἀνθρώπους. Διὸ καὶ ἐκπληττόμενος εἰς τὴν τοῦ Θεοῦ ἄφατον ἀγαθότητα, οὕτω πως καταπληκτικόν, ἀνακράζω· «Ὢ θαύματος ἔκπληξις καὶ ἐντολῶν Θεοῦ δύναμις, οἵους ἀπεργάζονται τοὺς ποιοῦντας καὶ φυλάσσοντας αὐτάς!» Ἀρχὴν γάρ ποτε βαλὼν ἐν αὐταῖς, μικρὸν ἀνανήψας ἐκ βάθους κακῶν καὶ σκοτώσεως, φόβῳ μὲν συνειχόμην, τοῖς κακοῖς μου σφιγγόμενος, ἀγάπη δὲ ὡς ἀληθῶς καὶ τοῦ καλοῦ με ἡ ἔφεσις πρὸς αὐτὸ τὸ πλεῖστον ἐπέστρεφεν.

Ὅλον δὲ ἦν τὸ τελούμενον φυγὴ κακῶν, πρὸς τὰ καλὰ συνωθοῦσά με. Ἓν μόνον ἐν μέσῳ τούτων ὑπῆρχε τὸ ἀηδίζον με, τῶν προλήψεων ἡ συνήθεια καὶ ἦθος κακὸν καὶ φιλήδονον, ὅπερ τῇ ἐπιμόνῳ τῆς εὐχῆς ἐργασίᾳ καὶ τῇ μελέτῃ τῶν θείων λογίων καὶ τῷ ἐν ἕξει γενέσθαι τῶν ἀγαθῶν ἀφανίζεται.

Ὥσπερ γὰρ τοῦ ἡλίου κατὰ μικρὸν ἀνατέλλοντος ὑποχωρεῖ τὸ σκότος καὶ ἀφανίζεται, οὕτω καὶ ἀρετῆς αὐγαζούσης οἵα δὴ σκότος ἡ κακία ἐλαύνεται καὶ ἀνυπόστατος δείκνυται, καὶ τηνικαῦτα μένομεν διαπαντὸς ἀγαθοί, καθὰ πρώην ὑπήρχομεν πονηροί. Διὰ μικρᾶς οὖν ὑπομονῆς καὶ προαιρέσεως ἐλαχίστου ἢ μᾶλλον εἰπεῖν Θεοῦ βοηθείᾳ τοῦ ζῶντος ἀναπλαττόμεθα καὶ ἀνανεούμεθα, ψυχὴν καὶ σῶμα καὶ διάνοιαν καθαιρόμενοι, καὶ γινόμεθα ἅπερ ἀγνοοῦντες τυγχάνομεν, ὑπὸ τῶν παθῶν καλυπτόμενοι, καὶ προσλαμβάνομεν ἃ οὐκ ἐσμὲν ἄξιοι.

Ἐξ ὧν ἔλαβον κἀγώ, ὁ πάντων εὐτελέστερος καὶ ἀχρεῖος —καλὸν γὰρ ἀνακηρύττειν εὐγνωμόνως τὰς εὐεργεσίας τοῦ Θεοῦ τοῦ φιλανθρώπου—, τῇ τοῦ ἐμοῦ Σωτῆρος Ἰησοῦ Χριστοῦ χάριτι. Ἔλαβον δὲ τῇ χάριτι χάριν καὶ τῇ εὐεργεσίᾳ εὐεργεσίαν καὶ τῷ πυρὶ πῦρ, φλόγα δὲ τῇ φλογὶ καὶ τῇ ἀναβάσει προσετέθησαν ἀναβάσεις μοι, τῷ δὲ τέλει τῆς ἀναβάσεως φῶς καὶ τῷ φωτὶ φῶς τρανότερον. Καὶ μέσον τούτου πάλιν φαιδρὸς ἔλαμψεν ἥλιος καὶ ἐξ αὐτοῦ ἐφάνη ἀκτὶς καὶ αὕτη τὰ πάντα ἐπλήρωσε καὶ τὸ νοούμενον ἀκατάληπτον, ἐν οἷς ἔμεινά τε ἐγὼ δακρύων ἡδύτατα καὶ θαυμάζων τὰ ἄφραστα. Νοῦς δὲ θεῖος τῷ ἐμῷ νοῒ προσωμίλει καὶ οὕτω λέγων ἐδίδασκεν· «Ἔγνως οἷόν σε ἡ ἐμὴ δύναμις ἀπετέλεσε φιλανθρώπως διὰ πίστιν καὶ ὑπομονὴν μικράν, τὴν ἀγάπην σου βεβαιοῦσαν; Ἰδοὺ ὑπὸ θάνατον ὤν, ἐγένου ἀθάνατος καὶ κρατούμενος τῇ φθορᾷ, εὑρίσκῃ ταύτης ἐπάνω.

Κόσμον οἰκεῖς καὶ σὺν ἐμοὶ ὑπάρχεις, σῶμα ἐνδέδυσαι καὶ οὐδεμιᾷ τῶν τοῦ σώματος ἡδονῶν ὑποσύρῃ. Μικρὸς εἶ τὸ ὁρώμενον καὶ νοερῶς ὁρᾷς. Πάντως ἐγὼ σὲ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγον.» Πρὸς ἃ τρόμῳ καὶ χαρᾷ ἀνταπεκρινάμην καὶ ἔλεγον· «Τίς εἰμι ἐγώ, Κύριε, ὁ ἁμαρτωλὸς καὶ ἀκάθαρτος, ὅτι δὴ καὶ ὅλως ἐπέβλεψας ἐπ’ ἐμὲ καὶ ὁμιλίας ἠξίωσας; Ὁ ἄχραντος, ὁ ἀόρατος καὶ τοῖς πᾶσιν ἀπρόσιτος, πῶς ἐμοὶ προσιτὸς καὶ γλυκὺς καὶ φαινόμενος ὡραιότατος διὰ τῆς ἀπαστραπτούσης σου δόξης καὶ χάριτος δείκνυσαι;» Ταῦτ’ ἤκουον μὲν μυστικῶς καὶ παραδόξως ἀπεκρινάμην, τὸ δὲ ὑπὲρ φύσιν ἐξέπληττε καὶ τὸ φοβερὸν ἀποστῆναί με ἠνάγκαζε. Τὸ ἄφραστον κάλλος τοῦ φαινομένου ἐτίτρωσκέ μου τὴν καρδίαν καὶ πρὸς ἀγάπην εἷλκέ με ἄπειρον, ἡ δὲ ἀγάπη ἐποίει με πρὸς τὰ κάτω μὴ στρέφεσθαι, ἀλλ’ ὡς ἤδη τελείως καὶ ἔξω τῶν δεσμῶν τῆς σαρκὸς γεγονώς, ἔχαιρον καὶ πάλιν ἤμην τὸ ὅλον ἄνθρωπος. Πληροφορία τῆς συγχωρήσεως τῶν ἁμαρτιῶν μοι ἐδίδοτο καὶ ὑπὲρ πάντα ἄνθρωπον ἔβλεπον ἐμαυτὸν ἁμαρτωλότερον. Ἀπιστῆσαι τῷ λαλοῦντι οὐκ εἶχον καὶ πιστεῦσαι ἐφοβούμην διὰ τὴν τῆς ἐπάρσεως ἔκπτωσιν. Ἀκουσίως ἔσθ’ ὅτε εἰς ὕψος ἀνέρχομαι θεωρίας καὶ ἑκουσίως ταύτης καθέλκομαι διὰ τὸ μέτρον τῆς ἀνθρωπότητος καὶ τὸ τῆς ταπεινώσεως ἀσφαλέστερον. Πολλὰ γινώσκω τῶν τοῖς πλείοσιν ἀγνοουμένων καὶ ὑπὲρ ἅπαντας ἀνθρώπους εἰμὶ ἀγροικότερος.

Χαίρω ὅτι μοι Χριστός, ᾧ πεπίστευκα, ἐδωρήσατο βασιλείαν αἰώνιον καὶ ἀσάλευτον καὶ ὡς ἀνάξιος τῶν ἐκεῖσε κλαίω διαπαντὸς καὶ κλαίων οὐ παύσομαι. Ἀνοῖξαι τὸ στόμα καὶ συγχώρησιν αἰτήσασθαι τῶν ἐμοὶ πεπραγμένων οὐ τολμῶ καὶ ὑπὲρ ἄλλων ἐξ ἀγάπης παρρησιάζομαι καὶ—ἵν’ ἀφρόνως εἴπω—καὶ εἰσακούομαι.

Ὡς υἱὸς παρίσταμαι καὶ οὕτω διάκειμαι ὡς ξένος ἀπαρρησίαστος. «Εὖ δοῦλε πιστέ» ἀκούω καὶ τὰ ἑξῆς, καὶ ὅλως ἐν ἀληθείᾳ εὑρίσκομαι μηδὲ τὸ ἓν φυλάξας τάλαντον ἐκ πάντων ὁμοῦ τῶν δοθέντων μοι. Τῶν καλῶν καταλαβεῖν δοκῶ τὸ ἀκρότατον καὶ εἰς τὴν ἄβυσσον τῶν ἁμαρτιῶν μου κάτω κείμενος κατέχομαι καὶ τῇ ἀπογνώσει βυθίζομαι καὶ ὅταν πάντων κατώτερος γένωμαι, τότε ὑπεράνω τῶν οὐρανῶν ἀναφέρομαι καὶ τῇ ἀγάπῃ πάλιν ἑνοῦμαι Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ καὶ ἐλπίζω, τῆς γεώδους ταύτης καὶ βαρείας σαρκὸς στερηθείς, παραστῆναι ἐγγύτερον, οὐ μὴν ἀλλὰ γὰρ καὶ μυηθῆναι σαφέστερον τῆς ἐκεῖ ἀγάπης τὴν αἰώνιον εὐφροσύνην καὶ ἀγαλλίασιν.

Ταῦτα τοιγαροῦν, ἀδελφοί μου, γράψαι ἠθέλησα οὐχ ὡς δόξαν θηρᾶσαι βουλόμενος—ἄφρων γὰρ ὁ τοιοῦτος καὶ τῆς ἄνω δόξης ἀλλότριος—, ἀλλ’ ὅπως εἰδότες ἔσεσθε τὴν ἄμετρον φιλανθρωπίαν τοῦ Θεοῦ καὶ οἷον ὑπάρχει τῶν ἐντολῶν τὸ φορτίον τὸ ἐλαφρότατον αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ καὶ Θεοῦ καὶ ὅση τῆς αὐτοῦ δωρεᾶς ἡ ἀντίδοσις—ἃ καὶ μανθάνοντες ἢ ἐπιποθήσατε τῆς αὐτοῦ ἀγάπης ἐπιτυχεῖν ἢ τὸ ταύτης ἀποτυχεῖν ὡς αἰώνιον θάνατον φοβήθητε καὶ φρίξατε—, διδαχθήσεσθε δὲ πρὸς τούτοις καὶ ταπεινώσεως ὕψος καὶ τελείας ἀγάπης τεκμήριον, ἔτι δὲ καὶ τὸ ἐμπόρευμα τῆς τοῦ Θεοῦ συγκαταβάσεως γνώσεσθε καὶ τὸ δῶρον τῆς μεγάλης αὐτοῦ καὶ ἀκενώτου πρὸς ἡμᾶς κενώσεως εἴσεσθε καὶ τὸν φρικτὸν τρόπον τῆς χοϊκῆς ἀναπλάσεως καταμάθετε, ὅπως τε ζῶσιν οἱ πιστεῦσαι θελήσαντες τῷ σταυρωθέντι Χριστῷ, οἱ μιμησάμενοι δηλονότι τὴν αὐτοῦ ὑπακοὴν καὶ ταπείνωσιν καὶ νεῦσαι βουληθέντες ἐκ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα, καὶ ὅπως ἀλλοιοῦνται οἱ διὰ τὴν ἀγάπην τοῦ ἡμᾶς ἀγαπήσαντος πάντα καταλιμπάνοντες, μηδενὸς δὲ τῶν ἐνεστώτων ἢ μελλόντων στερούμενοι, ὅπως γίνονται παραδόξως οἱ σκοτεινοὶ φῶς, τῷ μεγάλῳ φωτὶ πλησιάσαντες, οἳ καὶ τῶν κάτω, καθὰ καὶ Μωσῆς ποτε, θεοὶ ἀποκαθίστανται, τοῖς ἄνω ἑνούμενοι, καὶ μετὰ πάντων ὄντες οὐδαμῶς ἐκ τῆς συνουσίας τῶν ἄλλων μολύνονται· καὶ εὐεργετοῦντες τοὺς πλησιάζοντας ζημίαν τοῦ καλοῦ οὐδεμίαν ὑφίστανται, ἀλλὰ μεταδιδόντες καὶ ἑτέροις τὸν ἔλεον λαμβάνουσι πλέον ἢ διδοῦσι, μᾶλλον τῷ ὁμοιοῦσθαι φιλανθρώπως τῷ φιλανθρώπῳ, ὅσον ἀνέλθωσι ταπεινούμενοι καὶ ὅσον ταπεινωθῶσιν ὑψούμενοι, πάντων ἀποροῦντες τῇ ταπεινώσει τῶν ἀναγκαίων καὶ μηδενὸς λειπόμενοι, τρεφόμενοι τῇ αἰωνίῳ ζωῇ τῆς ἁγίας ἀγάπης.

Ἰδοὺ οὖν ἀνεκάλυψα ὑμῖν τοῖς φίλοις καὶ ἀδελφοῖς μου τὰ ἐν ἐμοὶ κεκρυμμένα μυστήρια—τὸ τέλος τῆς ἐμῆς ζωῆς ἐγγίζον ὁρῶ ὅσον οὔπω—, ἵνα εἰδῆτε καὶ μετανοίας τρόπους, ἀρχῆς τε καὶ μεσότητος ἀναβάσεις καὶ προκοπὰς καὶ τελειότητος μέτρα, καὶ σπουδάσητε μιμήσασθαι, εἰ μή τινα ἄλλον, τὸν γοῦν γεγεννηκότα πάντως ὑμᾶς καὶ ἐκ ψυχῆς ἀγαπήσαντα, γαλακτοτροφήσαντά τε τῷ λόγῳ τοῦ Θεοῦ καὶ τῷ ζωογονοῦντι θρέψαντα ἄρτῳ καὶ βαδίζειν ὑποδείξαντα ἐν τῇ ὁδῷ τῶν σωτηρίων ἐντολῶν τοῦ Θεοῦ, ᾧ πρέπει πᾶσα δόξα νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.