Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις

Συμεὼν ὁ Νέος Θεολόγος

Κατήχηση ΙΘ': Περί πίστεως, έργων και της πνευματικής μεσιτείας του διδασκάλου

Η αστάθεια των ανθρωπίνων λόγων, η αγωνία του πνευματικού πατέρα για τους μαθητές και η προειδοποίηση για την τελική κρίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 20 από 35

Ὅτι οὐ χρὴ ἐπὶ μόνοις τοῖς λόγοις καὶ ταῖς ὑποσχέσεσι θαρρεῖν τῶν ἀνθρώπων, ἀλλ’ ἐκ τῶν ἔργων τὸ πιστὸν βεβαιοῦσθαι τῶν λόγων αὐτῶν. Καὶ οἵα τίς ἐστιν ἡ τῶν ἀληθινῶν διδασκάλων διάθεσις καὶ ἀγάπη πρὸς τοὺς μαθητευομένους αὐτοῖς. Καὶ ὁποῖα τὰ σπλάγχνα καὶ ἡ φροντὶς αὐτῶν. Καὶ ὅπως ὑπὲρ αὐτῶν ἐντυγχάνουσι τῷ Θεῷ.

Λόγος ΙΘʹ. Ἀδελφοὶ καὶ πατέρες καὶ τέκνα, τὴν ἀρχὴν τῆς ὑμετέρας πρός με φιλίας γινώσκει ἕκαστος, ὅπως τε γέγονε καὶ δι’ οἵας προφάσεως· ὡσαύτως καὶ περὶ τοῦ μέτρου τῆς πρὸς Θεὸν ὑμῶν ἀγάπης καὶ πίστεως ὑμεῖς οἴδατε. Ἐγὼ γὰρ ἀκριβῶς λέγειν περὶ ἀοράτου πράγματος οὐκ ἐπίσταμαι, ἀπὸ λόγων δὲ μόνων περὶ τῶν τοιούτων πληροφορηθῆναι ἀμήχανον.

Πολλάκις γὰρ ὃ μὴ ἐπηγγείλατό τις ἐν λόγῳ, ἔργῳ τοῦτο πεποίηκεν αἴφνης καὶ ὃ μεθ’ ὅρκων συνέθετο, ἐν καιρῷ δέοντι μεταμεληθεὶς εἰσάπαν ἀπείπατο· καὶ τοῦτο εὕρῃς γινόμενον ἐν τοῖς πλείοσι. Σπάνιοι γὰρ ὡς ἀληθῶς οἱ ταῖς τρικυμίαις τοῦ βίου μὴ σαλευόμενοι, μηδὲ ταῖς ἀκάνθαις αὐτοῦ συμπνιγόμενοι, μηδὲ ταῖς ἡδοναῖς δελεαζόμενοι καὶ δουλούμενοι χρήμασι, δι’ ἃ ψεῦδος ἅπαν ἐπιτηδεύεται. Διὰ τοῦτο λόγοις μόνοις ἐλπίζειν καὶ ὡς ἐπ’ ἔργοις βεβαίοις ἐπιστηρίζεσθαι ἐν τοῖς τοῦ Θεοῦ εἶναι μόνοις ἁρμόδιον, οἷς αὐτὸς ἡμῖν ἐπηγγείλατο. Ἔχει γὰρ καὶ μόνος ἐκεῖνος τὸ ἄτρεπτον καὶ οὐδαμοῦ ἐφάνη διαψευδόμενος. Ἀνθρώπων δὲ τῶν οὐχ ἱσταμένων, ἀλλὰ περὶ πολλὰ στρεφομένων καὶ πλανωμένων ὁ λόγοις μόνοις ἐπερειδόμενος, ἀνέμους ἕξει καὶ ματαίοις ὀνείροις χαρήσεται. Οὐδὲν γὰρ οὕτω τῶν ἄλλων ἁπάντων ὡς λογισμὸς ἀνθρώπου τὸ ἄστατον καὶ εὐμετάβολον ἔχει, τότε μόνον ἱστάμενος, ὅτε τὰ ῥέοντα πάντα καὶ κτιστὰ καὶ ὁρώμενα παρωσάμενος τὸ σκότος περάσει ὃ περιβέβληται, καὶ τοῖς ἀοράτοις καὶ ἑστῶσι καταμιγήσεται.

Ἐπεὶ οὖν ταῦτα οὕτω λογίζομαι καὶ ὑμεῖς οἶδ’ ὅτι συμμαρτυρήσετέ μοι τῷ λόγῳ, ἀκούσατε καὶ τὴν αἰτίαν, δι’ ἣν ταῦτα πρὸς ὑμᾶς λέγω, καὶ τὸ πάθος ὃ πέπονθα. Ἤλθετε πρὸς ἡμᾶς μετ’ ἐμπύρου ἀγάπης καὶ πίστεως, ὡς ἐκ τῶν λόγων ὑμῶν ἐστοχασάμην καὶ τοῦ προσώπου, καὶ ὅτι οὐ βιασθέντες παρά τινος, ἀλλ’ οἴκοθεν ἐπὶ τοῦτο ὁρμήσαντες. Οὕτως οὖν ὑμᾶς θεασάμενος καὶ τοιαῦτα φιλόχριστα παρ’ ὑμῶν ἀκηκοὼς ῥήματα, ἀπεδεξάμην καὶ τὴν πίστιν καὶ τὴν προαίρεσιν καὶ ὑπὲρ ἅπαντας προσεπάθησα ἀπαθῶς εἰς ὑμᾶς καί, ὁμολογῶ, ἀγάπην προσελαβόμην πλείονα, κἂν πάντας ἀγαπᾶν ἐξ ἴσου προστέταγμαι.

Ἐπεὶ δὲ ὁ τῆς ἀρχῆς αὐτῆς αἴτιος, ὁ κῦρις λέγω Θεοφύλακτος— πρὸς αὐτὸν γάρ μοι ὁ λόγος—προσέθετο πάλιν ἐλθεῖν καὶ πολλάκις πρὸς τὴν ἡμετέραν ταπείνωσιν μετὰ πλείονος τῆς προθυμίας καὶ θερμῆς ὅτι μάλιστα τῆς ἀγάπης—λάμπει γὰρ αὕτη τοῖς ὀρθῶς βλέπουσι καὶ κρυβῆναι οὐ δύναται—, ὃν καὶ ὡς ἀδελφὸν ἐδεχόμην καὶ οὕτω τοῦτον ἠγάπησα ὡς ἐμαυτόν, εἰ πιστεύει μοι λέγοντι, τῆς ἐμῆς ψυχῆς φυσικῶς κινουμένης καὶ ἵν’ οὕτως εἴπω ἐκκαιομένης τῷ ἔρωτι, λόγους εἶπε καὶ συνταγὴν τῷ Χριστῷ ἐποιήσατο, ἣν ἀκοῦσαι παρ’ αὐτοῦ οὐδέποτε προσεδόκησα, ῥήματα ἃ καὶ αὐτὸς ὁ Θεὸς ἀπεγράψατο καὶ τὴν ἐμὴν καρδίαν ὡς βέλος ἔτρωσαν, οὐ μόνον δέ, ἀλλὰ καὶ πῦρ γενόμενα ἐν αὐτῇ διαπαντός με καὶ δαπανῶσι καὶ καταφλέγουσιν—οὐ μὴ γὰρ κρύψω ἃ μηδὲν ἠδικηκὼς ὑμᾶς παρ’ ὑμῶν πέπονθα—, ταῦτά με ἡμέραν καὶ νύκτα ἴσον ἀλγεῖν πεποιήκασι, ταῦτα καὶ γλυκύτητα ὕπνου ἀποδιώκουσι καὶ τροφὴν ἀποσείεσθαι ἀναγκάζουσι. Δίψα δέ μοι πέπαυται ὕδατος ἐν τῷ ἀεὶ διψᾶν τῶν ῥημάτων τὴν ἔκβασιν, τὸ δὲ φῶς τοῦ αἰσθητοῦ ἡλίου οὐδόλως καθορᾶν βούλομαι, ἐπιθυμῶ γὰρ ἰδεῖν ποτε τὸν ἐμὸν ἀδελφὸν τῷ νοητῷ ἡλίῳ θερμῶς προσερχόμενον. Δάκρυά μου καὶ αὐτὰ θερμότατα ῥέουσι καὶ Χριστῷ ὑπὲρ τοῦ πεποθημένου προσφέρονται, ὅπως ἐκπλυθῇ διὰ τούτων καὶ νοερῶς ἀναβλέψας τὸν ἑαυτοῦ Ποιητὴν ἐπιγνώσεται.

Στεναγμοὶ ἐκ βάθους μου τῆς καρδίας ἐκπέμπονται, ἵν’ ἐκ βυθοῦ τῶν κακῶν ἀνενέγκω ψυχὴν ἣν ἠγάπησα. Ἐπὶ πρόσωπον κεῖμαι διαπαντὸς ὀλολύζων, ὅπως κάτω κείμενον ἀναστήσω τὸν ἐμοὶ προσφιλέστατον.

Τὸν Παντοκράτορα Κύριον ἐπικαλούμενος ἀνακράζω, ἵνα τοῦ κοσμοκράτορος τῶν δεσμῶν ἐξαρπάσῃ τὸν ἑκουσίως κρατούμενον. Ποιῶ δὲ καὶ λέγω ἴσως καὶ ἕτερα, ἃ γράφειν οὐ δίκαιον, Θεῷ δὲ μόνῳ γνωστά, πρὸς ὃν καὶ γίνονται. Καὶ εἰ ψεύδομαι ἢ ἁπλῶς καὶ ὡς ἔτυχε μέχρι καὶ μόνου ἑνὸς ῥήματος εἴρηκα καὶ οὐχὶ ἔργῳ ταῦτα ἐπλήρωσα, μὴ λογισθείην μετὰ τῶν πιστευόντων ἐπὶ τὸν Κύριον, μηδὲ τὴν δόξαν τῶν ἁγίων θεάσαιμι, ἀλλὰ ἀποτύχω τῆς ἐλπίδος, δι’ ἣν τὸν κόσμον κατέλιπον.

Ταῦτά εἰσιν ἃ παρ’ ὑμῶν πέπονθα καὶ ταῦτα ἅπερ ἠδίκημαι. Εἴπατε οὖν καὶ ὑμεῖς τίνι ἐξ ὑμῶν τοιαύτην λύπην προεξενήσαμεν; Ἀπόδοτε, ἀδελφοί, ἴσην καὶ ὑμεῖς τὴν ἀγάπην ἐμοί, τῷ ἐξ ἀγάπης τυραννουμένῳ. Βεβαιώσατε τοὺς λόγους ὑμῶν ἔργοις, ἵνα μικρὰν ἀνάψυξιν εὕροιμι. Φανερώσατέ μοι, εἰ ἀληθῶς ἀγαπᾶτέ με, τὰς βουλὰς τῶν καρδιῶν ὑμῶν. Γνῶ κἀγὼ μὴ μόνον τοῖς λόγοις, ἀλλὰ ταῖς πράξεσιν, ὅτι ὁ Θεὸς μεθ’ ὑμῶν γέγονε καὶ οὐκ εἰς κενὸν ἐκοπίασα.

Εἰ δὲ μὴ βούλεσθε, τί μοι βάρος ἐλθόντες προεξενήσατε καὶ ὑποχωροῦντες πλέον καταβαρύνετε; Βάρος ὃ καὶ χαρὰν ἄφραστον καὶ λύπην ἄπειρον ἐν ἐμοὶ ἀπεργάζεται, τὸ παραδοξότατον· χαρὰν μὲν ὅτι ὑπὲρ ὑμῶν εὔχομαι καὶ εὐφραίνομαι ἐλπίζων ἀπολαβεῖν ὑμᾶς, λύπην δὲ ὅτι φοβοῦμαι μὴ συμπνιγῆτε τῷ κόσμῳ καὶ ἀπατηθέντες Χριστῷ ψεύσησθε, ὅπερ φρίττω ἐννοῶν καὶ ἐξίσταμαι. Καὶ τοῦτό ἐστι τῆς ἐμῆς ψυχῆς ἡ δαπάνη καὶ οὐκ ἐᾷ με ἀναπαυθῆναι ἢ χαρῆναι.

Καὶ πενθῶν διὰ τοῦτο καὶ σκυθρωπάζων ἐγὼ ἐν ἀληθείᾳ πορεύομαι καὶ τὴν ζωήν μου θρηνῶν ἀπολέγομαι, ὅτι οὐ κέρδος ἡγοῦμαι τὸ μόνος σῴζεσθαι οὐδὲ χωρὶς ὑμῶν δοξάζειν θέλω τὸν Θεόν. Εἰ μὲν οὖν ἱκανὰ ταῦτα τὸ κατ’ ἐμέ, ἀπολογήσασθε καὶ ὑμεῖς εἴτι βούλεσθε, καὶ οἵῳ μέρει προστίθεσθε εἴπατε, καὶ ἔργῳ τὸν λόγον κυρώσατε, ἵνα ἢ εὐφραινόμενος ἔσομαι ἢ πάλιν ὡσαύτως λυπούμενος. Ἐλπίζω δὲ καὶ ἀοράτως βλέπων πρὸς Κύριον εὔχομαι ὅτι οὐ ψεύσεσθε οὐδὲ ἄλλα ἀντ’ ἄλλων φθέγξεσθε, ἔργῳ δὲ μᾶλλον ἐνδείξεσθε ἃ λόγοις προσεπηγγείλασθε. Μηδὲν οὖν εἰς ταῦτα διστάσητε, μηδὲ ἀπιστίας διαλογισμοὶ ἐν ταῖς καρδίαις ὑμῶν, ἀδελφοί μου, ἀνέλθωσιν, ἀλλὰ ἀκούσατέ μου τῶν μετ’ ὀδύνης ῥημάτων καὶ ἴδετε ὡς οὐδὲν κενὸν ἢ ἀπατηλὸν λέξω.

Ἀναβλέψατε εἰς τὸν οὐρανὸν ἄνω καὶ εἰς τὴν γῆν κάτω καὶ κατανοήσατε, ὁποῖα ἔργα καὶ ὅσα ὁ Θεὸς δι’ ἡμᾶς πάντα πεποίηκεν. Ἴδετε καὶ ἀκριβῶς ἐξετάσατε ὡς οὐδὲ ἓν τούτων ἁπάντων ὑπάρχει μόνιμον, ἀνθρώπου δὲ ψυχὴ ἐν πᾶσι τοῖς ὁρωμένοις μόνη ἀοράτως ὁρᾶται καὶ πιστεύεται εἶναι ἀθάνατος, ἥτις συνοῦσα μὲν καὶ ἐνοικοῦσα τῷ σώματι πάντα βλέπει καὶ κατανοεῖ τὰ ὑλικὰ καὶ κτιστὰ καὶ ἐκ σωματικῶν συνιστάμενα, ἀποσπασθεῖσα δὲ τούτου αὐτῇ τῇ ὥρᾳ ἐκτὸς πάσης καθίσταται γνώσεως, μόνοις δὲ τοῖς ἀΰλοις καὶ νοουμένοις ἐγκαταλέγεται. Εἰ μὲν οὖν τῷ φωτὶ τῶν ἐντολῶν τοῦ Χριστοῦ καταλάμπεται, καὶ ἐν φωτὶ γίνεται ἀπείρῳ τῆς αὐτοῦ εὐσπλάγχνου Θεότητος, ἄρρητον εὑροῦσα τὴν εὐφροσύνην καὶ ἀτελεύτητον· εἰ δὲ σκότει τῶν ἁμαρτιῶν περιέχεται, ἐν ἀτελευτήτῳ σκότει, φεῦ, ὁμοίως γίνεται, πυρὶ καυστικῷ ὄντι συμμίκτῳ. Τούτων οὖν οὕτως ἐχόντων, ὀρθῶς καὶ ὑμῶν ταῦτα ὁμολογούντων, τί βραδύνομεν καὶ τί τὸ πικρὸν οὐ φεύγομεν σκότος; Τί δὲ οὐαὶ λέγομεν τοῖς φιλοκόσμοις καὶ φιληδόνοις καὶ ἐν τούτοις ὄντες οὐκ αἰσθανόμεθα;

Τί φθεγγόμεθα· «Μακάριοι ὄντως οἱ ἐκζητοῦντες τὸν Κύριον καὶ ἐπ’ αὐτὸν τὰς ἐλπίδας τιθέμενοι», τὴν δὲ ὑμετέραν οὐ κατανοεῖτε, ἀποφεύγοντες, ἀθλιότητα; Τί Θεὸν ὁμολογεῖν καὶ πιστεύειν νομίζετε, ὃν γνωρίζειν καὶ ᾧ δουλεύειν οὐ θέλετε; Ποῦ ἐλπίζετε τὰ ἐν χερσὶν ὑμῶν ὄντα καταλιμπάνοντες ἀγαθά, τοῖς δὲ ματαίοις καὶ ῥέουσι προστιθέμενοι;

Πῶς λέγεις, εἰπέ μοι, ἵνα καὶ πρὸς ἕκαστον τῶν ἀντεχομένων τῆς ματαιότητος τῶν παρόντων τρέψω τὸν λόγον· «Πάντα ἐπίσταμαι, καὶ ὅτι θνητὸς ἐγὼ καὶ σκιὰ τὰ ὁρώμενα καὶ ὁ θάνατος ἄωρος καὶ ἡ δόξα τῶν δικαίων αἰώνιος καὶ ἡ αἰσχύνη τῶν ἁμαρτωλῶν τέλος οὐκ ἔχουσα», αὐτὸς δὲ σὺ τῶν κακῶν οὐκ ἀφίστασαι; Εἰ γὰρ βλέπεις, πῶς οἷα δὴ τυφλὸς προσκόπτων ὅλον τὸ σῶμα καὶ ὅλην τὴν ψυχὴν μεμελάνωσαι; Εἰ οἶδας τὰ κρείττονα, πῶς ὡς μηδὲ αἴσθησιν ἔχων πράττεις τὰ χείρονα; Εἰ οἶδας ὅτι πάντα σκιὰ καὶ πάντα παρέρχονται τὰ ὁρώμενα, οὐκ αἰσχύνῃ σκιᾷ προσπαίζων καὶ θησαυρίζων τὰ ῥέοντα; Καθάπερ γὰρ παῖς εἰς τετρημένον ἄγγος ἀντλῶν, οὐκ αἰσθάνῃ καὶ φρονεῖν δοκεῖς, προσφιλέστατε, ὡς λίαν δεινὸν τὸ δοκεῖν καὶ τὸ οἴεσθαι—τὸ γὰρ εἶναι τούτοις ἀφῄρηται;

Ἄνθρωπε, πιστεύεις ὅτι ἐστὶ Θεὸς ὁ Χριστός; Εἰ οὖν πιστεύεις, φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλαττε. Εἰ δὲ ἀπιστεῖς, κἂν τοὺς δαίμονας αὐτούς, οὓς τάχα καὶ ἀξιοπιστοτέρους ἡγῇ, ἐρώτησον. Μάθε παρ’ ὧν δεδούλωσαι καὶ οἷς ἐξακολουθεῖς, ὅτι οὐκ ἔστι Θεὸς ἕτερος πλὴν αὐτοῦ, ᾧ οὐδεὶς ἐξωμοίωται, οὐδὲ ὁμοιωθῆναι δύναται. Πάντων γὰρ ἐξουσιαστὴς αὐτός ἐστιν, πάντων κριτής, πάντων βασιλεύς, ποιητὴς φωτὸς καὶ ζωῆς Κύριος. Αὐτὸς φῶς τὸ ἄρρητον, τὸ ἀπρόσιτον, ὁ ὢν μόνος, αὐτὸς ἀφανιεῖ ἐν τῇ ἐπιφανείᾳ αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ ἐχθροὺς αὐτοῦ καὶ τοὺς μὴ ποιήσαντας τὰ προστάγματα αὐτοῦ, ὃν τρόπον ἀποδιώκει τὸν ζόφον τῆς νυκτὸς ἀνατέλλων ὁ ἥλιος, καὶ ἔσται Κύριος ὁ Θεὸς ἡμῶν ἀχώρητος ἐν ἀχωρήτοις καὶ ἀκατάληπτος ἐν ἀκαταλήπτοις, μόνοις φαινόμενος τοῖς ἀξίοις κατὰ τὸ μέτρον τῆς εἰς αὐτὸν πίστεως, οἱ δέ γε ἁμαρτωλοὶ ἔσονται ὡς ἐν φωτὶ καλυπτόμενοι σκότει, ἐν χαρᾷ αἰσχυνόμενοι καὶ ἐν εὐφροσύνῃ αὐτοὶ τηκόμενοι καὶ δεινῶς καιόμενοι καὶ διαφόροις εἴδεσι τῶν ἰδίων παθῶν κολαζόμενοι, καθὰ δὴ καὶ οἱ δίκαιοι ταῖς διαφόροις ἀρεταῖς στεφανούμενοι.

Οὕτω τοίνυν καὶ σωματικῶς ταῦτα ἐν ταῖς θεοπνεύστοις εὗρον ἐγκείμενα Γραφαῖς καὶ πνευματικῶς ἐδιδάχθην παρὰ τοῦ Πνεύματος καὶ πρὸς πληροφορίαν ὑμῶν, ἐξ ἀγάπης πολλῆς μὴ ὑποστειλάμενος, ἔγραψα. Ἰδοὺ οὖν πάντα ὑμῖν ἀνήγγειλα καὶ τὸ τάλαντον οὐκ ἔκρυψα καὶ τῇ σωτηρίᾳ ὑμῶν οὐκ ἐφθόνησα. Ἕκαστος ὑμῶν τοῦ λοιποῦ ὃ θέλει ἐκλέξεται. Ἐγὼ γὰρ ἤδη τοῦ περὶ ὑμῶν ἐγκλήματος ἀπολέλυμαι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.