Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις

Συμεὼν ὁ Νέος Θεολόγος

Κατήχηση Ζ': Περί πίστεως, υποταγής και αποφυγής της προσκολλήσεως στους συγγενείς

Η αληθινή έννοια της πίστεως και η προειδοποίηση κατά των δαιμονικών μεθοδειών που υποδουλώνουν τον μοναχό μέσω της συμπάθειας προς τους οικείους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 8 από 35

Περὶ προσπαθείας τῆς εἰς τοὺς συγγενεῖς. Καὶ τίς ἡ ἀπάτη αὐτῆς καὶ εἰς οἷον βόθρον καὶ δεσμὸν κατάγει τοὺς κρατουμένους ὑπ’ αὐτῆς. Καὶ περὶ ἀπογνώσεως καὶ τῆς ἐν ταύτῃ διαφορᾶς. Καὶ τί ἐστι τὸ «Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται.»

Λόγος Ζʹ. Ἀδελφοὶ καὶ πατέρες, ὡς ὤφελόν γε ἀεὶ σιωπᾶν, ἠδυνάμην καὶ τὰ ἐμαυτοῦ κακὰ ἀποκλαίεσθαι καὶ μηδέποτε διδασκάλου ἔργῳ ἐπιχειρεῖν ἢ κατηχεῖν τὴν ὑμετέραν ἀγάπην ἢ κἂν ὅλως ἄλλοις ὑποδεικνύειν τὰς τῆς σωτηρίας ὁδούς, οὐχ ὡς ἐναντίου ὄντος τοῦ πράγματος τῇ τοῦ Θεοῦ ἐντολῇ, μᾶλλον μὲν οὖν καὶ εὐπροσδέκτου ὑπάρχοντος αὐτῷ, ἀλλ’ ὅμως ἐμοῦ ἀναξίου τυγχάνοντος τοῦ τοιούτου πνευματικοῦ ἐγχειρήματος, διὸ καὶ δέδοικα, ὁ ταπεινός, μὴ καὶ ἐπ’ ἐμοὶ τὸ Δαυιτικὸν ἐκεῖνο προσφορώτατα λεχθήσεται ῥῆμα· «Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; σὺ δὲ ἐμίσησας παιδείαν καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω.» Ἀλλ’ ἴδωμεν, εἰ δοκεῖ, τίς ἐστιν ὁ μισῶν παιδείαν καὶ τίς ὁ ἐκβάλλων τοὺς λόγους αὐτοῦ εἰς τὰ ὀπίσω. Ὁ μὴ πειθόμενος τοῖς τοῦ Θεοῦ νόμοις μισεῖ τὴν ἐκ τῶν λόγων τοῦ Κυρίου παιδείαν καὶ βύει τὰ ὦτα αὐτοῦ τοῦ μὴ ἀκοῦσαι λόγον τῆς ἐσχάτης ἀνταποδόσεως τῶν ἁμαρτωλῶν ἢ τοῦ πυρὸς ἐκείνου τοῦ αἰωνίου καὶ τῶν κολάσεων τοῦ ᾅδου καὶ τῆς κατακρίσεως τῆς αἰωνίου ἐκείνης, ἀφ’ ἧς οὐκ ἔνι διαδρᾶσαι τὸν ἅπαξ ἐμπεσόντα εἰς τὰς τιμωρίας αὐτῆς.

Ὁ δὲ μὴ πάσῃ ἰσχύϊ καὶ δυνάμει ψυχῆς τὰς ἐντολὰς τοῦ Θεοῦ πρὸ τῶν ὀφθαλμῶν αὐτοῦ ἔχων ἀεὶ καὶ φυλάττων αὐτάς, ἀλλὰ καταφρονῶν μὲν αὐτῶν, προτιμῶν δὲ τὰ ἐναντία τούτων καὶ ποιῶν αὐτά, ἔστιν ὁ ἐκβάλλων τοὺς λόγους εἰς τὰ ὀπίσω.

Καὶ ἵνα ἐξ ἑνὸς σαφὲς ὑμῖν ποιήσω τὸ τοῦ λόγου προκείμενον, ὅταν ὁ μὲν Θεὸς προστάσσῃ καὶ διαρρήδην βοᾷ· «Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν» καὶ πάλιν· «Σπουδάσατε εἰσελθεῖν διὰ τῆς πύλης τῆς στενῆς», ὁ δὲ ταῦτα ἀκούων οὐ μόνον οὐ προαιρεῖται μετανοεῖν καὶ βιάσασθαι ἑαυτὸν εἰσελθεῖν διὰ τῆς στενῆς πύλης, ἀλλὰ καὶ διερχόμενος πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ ἐν μετεωρισμῷ καὶ διαχύσει ψυχῆς, προστιθεὶς τοῖς ἑαυτοῦ κακοῖς καθ’ ὥραν κακὰ καὶ ἄνεσιν σώματος καὶ θεραπείαν ὑπὲρ τὴν δέουσαν χρείαν ἐπιζητῶν, ὅπερ τῆς πλατείας μᾶλλον καὶ εὐρυχώρου ὁδοῦ σημεῖόν ἐστι καὶ οὐχὶ τῆς στενῆς καὶ τεθλιμμένης, τῆς φερούσης εἰς τὴν ζωὴν τὴν αἰώνιον, οὕτω τοίνυν καὶ ὁ τοιοῦτος ἐκβάλλει τοῦ Θεοῦ τοὺς λόγους εἰς τὰ ὀπίσω καὶ τὰ ἑαυτοῦ θελήματα, μᾶλλον δὲ τὰ τοῦ διαβόλου, ποιεῖ.

Ἃ κἀγὼ πρῶτος, ὁ ταλαίπωρος, ἐκπληρῶν καὶ ἐν λάκκῳ βορβόρου κείμενος καὶ ἐν αἰσθήσει ὑπάρχων τῶν ἰδίων κακῶν, βοῶ κάτωθεν κράζων καὶ τοὺς ἔξωθεν παριόντας ἅπαντας προσφωνῶν· «Πόρρω που τοῦ δεινοτάτου τούτου λάκκου γίνεσθε, ἀδελφοί, καὶ τὴν εὐθεῖαν ὁδόν, ἥτις ἐστὶν ὁ Χριστός, πορεύεσθε! Καὶ μηδεὶς ἐκκλίνῃ δεξιᾷ ἢ ἀριστερᾷ καὶ ὧδε σὺν ἐμοὶ τῷ παναθλίῳ καὶ δυστυχεῖ ἐμπεσεῖται καὶ στερηθείη μετὰ τῶν ἐπιγείων καὶ τὰ ἐπουράνια ἀγαθά.» Ἐπειδὴ δὲ διὰ πολλῶν τῶν ἑαυτοῦ μηχανημάτων ὁ παμπόνηρος διάβολος καὶ ἐχθρὸς τῶν ψυχῶν ἡμῶν εἰς τὸ τοιοῦτον βάραθρον τοὺς πλείονας ἢ καὶ σχεδὸν ἅπαντας ὁμοῦ, οἱονεὶ συμφορήσας, κατὰ καιροὺς ἀπορρίπτει, ἔστι δὲ καὶ διὰ μιᾶς ταύτης, τῆς πρὸς τοὺς συγγενεῖς λέγω προσπαθείας, ᾗ καὶ ὡς σχοινίῳ χρώμενος, ὁ ἐχθρὸς ἐφ’ ἑνὸς ἑκάστου τραχήλῳ ἀποδεσμῶν ἄγει καὶ συμπεριάγει πάντας τοὺς τὸν τοιοῦτον καταδεξαμένους δεσμόν, εἰς κρημνοὺς φρικτούς τε καὶ βάραθρα ἁμαρτημάτων χαλεπὰ καὶ ἀσύγγνωστα καὶ εἰς αὐτὸν καταποντίζει τὸν τῆς ἀπογνώσεως λάκκον, καὶ ἐν πυθμένι ᾅδου καταβιβάσας καὶ ἐνδεσμήσας ἀφίησι, φύγωμεν, ἀγαπητοί, τὸν ὄλεθρον τοῦτον, παρακαλῶ.

Πανούργως γὰρ ἐνριζοῖ ἐν τοῖς τοιούτοις καὶ σεσοφισμένως ἐμποιεῖ τὴν ἀπόγνωσιν ἐπὶ τοσοῦτον, ὡς μήτε νομίζειν τούτους ἐν ἀπογνώσει γενέσθαι, μήτε πείθεσθαι ταῖς θείαις Γραφαῖς, μήτε μὴν πιστοὺς ἡγεῖσθαι τοὺς περὶ τοιούτων λέγοντας πρὸς αὐτούς, πάντα δὲ δεύτερα τῆς ἑαυτῶν τιθέναι φρονήσεως ἢ μᾶλλον εἰπεῖν ἀφροσύνης καὶ ἀναισθησίας, καὶ δεδεμένους ὄντας ἀπὸ τοῦ τραχήλου ἀναλγήτους διακεῖσθαι, ὅπερ χεῖρον πάσης ἐστὶν ἀπογνώσεως. Ἄλλο γὰρ τὸ εἰς πλῆθος ἐμπεσόντα κακῶν τῆς ἑαυτοῦ σωτηρίας ἀπογινώσκειν τινά, καὶ ἕτερον τὸ ὡς καλῷ τῷ κακῷ χρᾶσθαι καὶ ἐν πληροφορίᾳ εἶναι ὅτι καλόν τι ποιεῖ. Ὁ μὲν γὰρ πρότερος, εἰ περὶ μετανοίας καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας διδαχθῇ καὶ μάθῃ ὅτι οὐκ ἔστι πλῆθος ἁμαρτιῶν ὃ μὴ ἐξαλείφει ἡ μετάνοια καὶ ὅτι «ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις» καὶ ὅτι «χαρὰ μᾶλλον γίνεται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι», ἴσως ἑαυτοῦ γενόμενος καὶ κατανυγείς, ἐπιθυμήσειέ ποτε τῶν πολλῶν ἐκείνων ἀπαλλαγῆναι κακῶν καὶ τοῦ δυσβαστάκτου φορτίου κουφισθῆναι τὸ αὐτοῦ συνειδός, διαναστήσεται καὶ πάντα ἄλλα—τὰ βιωτικὰ λέγω—εἰς οὐδὲν λογισθήσεται καὶ τῇ μετανοίᾳ θερμῶς προσέλθῃ· ὁ δὲ δεύτερος, δυσανακλητότερος ὤν, εἰς ἅπαν ἀπαναίνεται τοῖς τοιούτοις φαρμάκοις ἰατρευθῆναι.

Πῶς γὰρ καὶ ἰατρευθῆναι καταδέξεται, ὁ μηδὲ ὅτι ἐν νόσῳ ἢ πτώματι κεῖται ὅλως πειθόμενος;

Οὐδαμῶς! Ἀλλὰ δέον ἡμᾶς λόγοις πρότερον, καθ’ ὅσον οἷοί τε ὦμεν, πνευματικοῖς, ἔκ τε τοῦ θείου Εὐαγγελίου καὶ τῶν λοιπῶν ἁγίων Γραφῶν ἀναλεξαμένους, πληροφορῆσαι καὶ δεῖξαι αὐτοῖς, πῶς μὲν τῆς εὐθείας ὁδοῦ ἀπαρξάμενοι, ἐκκλίναντες ἠπατήθησαν, πῶς δὲ ὁ ἐχθρὸς αὐτοὺς μεμονωμένους εὑρὼν τὸ τῆς προσπαθείας σχοινίον ἀπατηλῶς τοῖς ἑαυτῶν τραχήλοις ἐμπεριέδησεν, ἔπειτα καὶ πῶς αὐτοὺς εἰς κρημνοὺς καὶ βάραθρα ἁμαρτημάτων ἐμπεριήγαγε· καὶ μετὰ ταῦτα δείξομεν αὐτοῖς καὶ πῶς τῷ βαθυτάτῳ λάκκῳ ἐναπέρριψε, καὶ ποῦ καὶ πῶς ἐν τῷ ᾅδῃ καταβιβάσας, τὸ ἐπὶ τοῦ τραχήλου αὐτῶν σχοινίον ἐναπέδησε, καὶ ὡς οὐκέτι δυναμένους ἐλευθερωθῆναι καὶ πρὸς τὴν γῆν ἀνελθεῖν, ἀφεὶς αὐτοὺς ὑπεχώρησε. Καὶ οὕτω τοὺς πειθομένους τοῖς λόγοις τῆς θείας Γραφῆς καὶ εἰς συναίσθησιν τῶν οἰκείων ἐρχομένους κακῶν καὶ συνομολογοῦντας καὶ οὕτως ἔχειν συντιθεμένους τὰ κατ’ αὐτούς, τηνικαῦτα καὶ τὰ φάρμακα τοῖς τραύμασιν ἁρμόζοντα διὰ τῶν λόγων αὐτῶν ἐπιδώσομεν.

Μέλλοντί μοι δὲ πρὸς τὰς ἀποδείξεις τῶν πραγμάτων ἐλθεῖν καὶ τὸν ἀγῶνα τοῦ λόγου τῷ ἀλόγῳ καὶ ἀμαθεῖ ἐπειγομένῳ ἀναδέξασθαι, συνεύξασθαι δέομαι πάντων ὑμῶν, ἵνα ἡ χάρις τοῦ Παναγίου Πνεύματος φαιδρότερον ἐπιλάμψασα ὅλην μου καταφωτίσῃ τὴν διάνοιαν καὶ τὸν νοῦν καὶ δῴη ἀξίως εἰπεῖν τι, οὐχὶ διὰ τὴν ἐμὴν ἀξίαν, ἀλλὰ διὰ τὴν ὑμετέραν ὠφέλειαν, ἐνηχοῦσα οἷον αὐτὴ τοὺς λόγους ἅμα τε τῷ ταύτης φωτὶ φαίνουσα καὶ ὑποδεικνύουσα πάντα ἅπερ προείπομεν, καὶ οἱονεί πως λέγουσα πρὸς ἡμᾶς· «Ἴδε ἡ ὁδός, ἴδε ἡ ἔκπτωσις αὐτῆς, ἴδε ὁ ἐχθρός, τὸ σχοινίον.

Ἴδε ὁ ἀδελφός, πῶς μετὰ χαρᾶς τὸν δεσμὸν καταδέχεται. Ἴδε ποῦ σύρων ὁ διάβολος αὐτὸν ἀποφέρει», καὶ πάντα καθεξῆς ἀνελλιπῶς ὑποδείξασα καὶ πῶς τοὺς ἐκείνου βρόχους δυνηθῶμεν διαφυγεῖν ἐκδιδάξασα, πρὸς τοὺς οὐρανοὺς ἐλευθέρους ἡμᾶς συμπαραλαβοῦσα ἀνέλθῃ. Τοῦτο δὲ οὐκ ἄλλως ἂν γένηται ἡμῖν δυνατόν, εἰ μὴ ἄνωθεν καὶ ἐξ ἀρχῆς τοῦ βίου καὶ τῆς εἰς τὸ μοναχικὸν στάδιον εἰσόδου ἡμῶν τὸν λόγον ἀναγαγόντες, ἐκεῖθεν τὴν ἀρχὴν ποιησόμεθα.

Οὕτω γὰρ καὶ ὡς ἐν ὁδῷ βαδίζων ὁ λόγος, ἅπερ ὑπέσχετο διὰ τῆς τοῦ Πνεύματος χάριτος καθαρῶς τοῖς προσέχουσιν ἀποδείξειεν. Ἀλλὰ μὴ ἀποκάμητε, ὠφέλιμος γὰρ ὁ λόγος, καθ’ ὅσον ἐστὶ καὶ θεόπνευστος, ἐπειδὴ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν, κατὰ τὸν εἰρηκότα σοφόν, καὶ αὐτὴ ἡμῶν ἡ πνοὴ ἐν χειρὶ Θεοῦ τοῦ πεποιηκότος ἡμᾶς.

Ὁ Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστός, Υἱὸς ὢν γνήσιος τοῦ Θεοῦ καὶ Πατρός, ὁμοούσιός τε καὶ ὁμοφυὴς καὶ ὁμόδοξος, σύνθρονός τε καὶ ὁμόθρονος, ἐν τῷ Πατρὶ μένων καὶ ὁ Πατὴρ ἐν αὐτῷ, πρὸς τὴν ἡμετέραν ταλαιπωρίαν καὶ κάκωσιν, ἀλλὰ μὴν καὶ αὐτὴν ἡμῶν τὴν δουλείαν ἣν διὰ τῆς ἁμαρτίας τῷ ἀπατήσαντι ἡμᾶς ἐχθρῷ ἐδουλεύσαμεν ἀπιδὼν καὶ κατελεήσας ἡμᾶς τῇ ἀφάτῳ φιλανθρωπίᾳ αὐτοῦ καὶ βουληθεὶς ἐξελέσθαι τῆς δουλείας καὶ αἰσχίστης πλάνης ἡμᾶς, κατῆλθεν ἐκεῖθεν ὅλως τοὺς πατρῴους κόλπους μὴ λιπών, ὡς οἶδεν αὐτός, καὶ γενόμενος ἐπὶ τῆς γῆς, ἐμπεριπατήσας τε καὶ συναναστραφεὶς ἡμῖν τοῖς ἀνθρώποις οὖσιν ἁμαρτωλοῖς, καὶ προστάγματα δοὺς σωτηρίας τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, ἀνῆλθεν αὖθις πρὸς τὸν ἑαυτοῦ Πατέρα μετὰ δόξης, παραγγείλας αὐτοῖς καὶ εἰπών· «Πορευθέντες, κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει διδάσκοντες» πάντας, οὐχὶ τόδε «τηρεῖν» ἢ τόδε, ἀλλὰ «πάντα ὅσα ἐνετειλάμην ὑμῖν». «Πάντα» δὲ εἰπὼν οὐδὲν ἀφῆκεν ὃ μὴ φυλάξαι προσέταξεν. Εἶτα τί; «Ὁ πιστεύσας, φησί, καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται.» Ἆρα οὖν, ἀγαπητοὶ ἀδελφοί, ἔγνωτε τί ἐστι τοῦτο ὃ λέγει· «Ὁ πιστεύσας καὶ βαπτισθείς», εἶτα πάλιν· «Ὁ ἀπιστήσας», ἢ καὶ περὶ τούτου εἴπω πρὸς τὴν ὑμετέραν ἀγάπην; Δοκεῖ γὰρ εὔληπτον εἶναι καὶ ἁπλοῦν τὸ λεγόμενον, ἔχει δὲ ἐγκεκρυμμένα εἰς βάθος αὐτοῦ τὰ νοήματα.

Πίστιν ἐνταῦθα οὐ ταύτην λέγει ὅτι Θεός ἐστιν ὁ Χριστὸς μόνον, ἀλλὰ τὴν περὶ πασῶν τῶν παρ’ αὐτοῦ λεχθεισῶν ἁγίων ἐντολῶν περιεκτικωτάτην πίστιν τὴν συνέχουσάν πως ἐν ἑαυτῇ πάσας τὰς θείας αὐτοῦ ἐντολὰς καὶ πιστεύουσαν μηδὲν εἶναι ἀργὸν μέχρι καὶ μιᾶς κεραίας ἐν αὐταῖς, ἀλλὰ πάντα ἕως ἑνὸς ἰῶτα ζωὴ καὶ ζωῆς αἰωνίου πρόξενα· ὡς ἂν ὁ πιστεύων οὕτως ἔχειν αὐτὰς καὶ διὰ τοῦ ἁγίου βαπτίσματος συνταξάμενος ταῦτα πάντα φυλάσσειν καὶ ἀπαραλείπτως ποιεῖν σωθήσεται, ὁ δὲ ἀπιστήσας ἔν τινι τοῖς λόγοις αὐτοῦ μέχρι καὶ μιᾶς, ὡς εἴρηται, κεραίας ἢ ἑνὸς ἰῶτα, ὡς αὐτὸν ἐκεῖνον ὅλον ἀπαρνησάμενος, κατακριθῇ.

Καὶ εἰκότως· ὁ γὰρ εἰς τὰ μεγάλα πιστεύσας αὐτῷ—οἷον ὅτι Θεὸς ὢν ἀτρέπτως ἐγένετο ἄνθρωπος, ὅτι ἐσταυρώθη καὶ ἀπέθανε καὶ ἀνέστη, ὅτι ἀναστὰς τῶν θυρῶν κεκλεισμένων εἰσῆλθε καὶ ὤφθη τοῖς ἑαυτοῦ μαθηταῖς, ὅτι ἀνελήφθη καὶ κάθηται ἐν δεξιᾷ τοῦ Θεοῦ καὶ Πατρός, ὅτι μέλλει ἔρχεσθαι κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ πρότερον δηλονότι ἐξαναστήσας πάντας ἡμᾶς, τοὺς ἀπὸ Ἀδὰμ καὶ μέχρι τῆς ἐσχάτης ἡμέρας τεχθήσεσθαι μέλλοντας, —λέγοντι δὲ αὐτῷ· «Ἀμὴν λέγω ὑμῖν, ὅτι καὶ ὑπὲρ ἀργοῦ λόγου λόγον δώσουσιν οἱ ἄνθρωποι ἐν ἡμέρᾳ κρίσεως» ἀπιστῶν, πῶς ἄρα πιστὸς ἔσται καὶ μετὰ πιστῶν συγκαταριθμηθῇ;

Ὁ τοίνυν ἐπ’ ἐκείνοις τοῖς φρικτοῖς καὶ ὑπὲρ νοῦν καὶ ὑπὲρ πᾶσαν ἀνθρωπίνην διάνοιαν πιστεύων Χριστῷ καὶ τοῖς γεγονόσι καὶ μέλλουσι γενέσθαι παρ’ αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πειθαρχοῦσαν ἔχων καὶ συντιθεμένην αὐτοῦ τὴν ψυχήν, ἀπιστῶν δὲ αὐτὸς ὁπηνίκα λέγοντος ἀκούει· «Ὁ θέλων ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι» καί· «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος» καὶ ὅτι «Ὁ ἐρχόμενος πρός με καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφὰς καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου εἶναι μαθητής» καὶ ὅτι «Ὁ λύσας μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν», πῶς ὁ τοιοῦτος πιστὸς καὶ οὐχὶ μᾶλλον ὡς ἄπιστος ἢ καὶ χείρων ἀπίστου κατακριθήσεται;

Ὅτι ἐν μὲν τοῖς μείζοσιν ὁμολογεῖ πιστεύειν Χριστῷ, ἐν δὲ τοῖς ἐλαχίστοις ὡς ψευδομένου καταφρονεῖ αὐτοῦ τοῦ τῶν ὅλων Θεοῦ καὶ Δεσπότου· καὶ πιστεύειν λέγων ἐν τοῖς ἄλλοις αὐτῷ ὡς Θεῷ, ὡς τῷ τυχόντι ἀνθρώπῳ διαπιστεῖ λέγοντι ὅτι καὶ ὑπὲρ ἀργοῦ λόγου λόγον δώσουσιν οἱ ἄνθρωποι ἐν ἡμέρᾳ τῆς κρίσεως· καὶ οἴεται γελῶν καὶ αἰσχρολογῶν καὶ ματαιολογῶν σωθῆναι, ταλανίζοντος ἐκείνου τοὺς γελῶντας καὶ μακαρίζοντος τοὺς πενθοῦντας· ἀλλὰ καὶ ἑαυτὸν μὴ ἀπαρνούμενος μηδὲ τὸν σταυρὸν βαστάζων, ἀκολουθεῖν νομίζει τῷ δι’ αὐτὸν σταυρωθέντι Χριστῷ· καὶ πλεῖον φιλῶν τοὺς ἑαυτοῦ γονεῖς, ἄξιον εἶναι αὐτὸν τοῦ Χριστοῦ ἀπὸ ψυχῆς ἔχει. Οὕτως ἄρα καὶ αὐτοὶ οἱ ἐρχόμενοι δῆθεν πρὸς αὐτὸν διὰ τῆς ἀποταγῆς καὶ οὐ μισοῦντες ἅπαντας τοὺς ἑαυτῶν συγγενεῖς, ἔτι δὲ καὶ τὴν ἑαυτῶν ψυχὴν ἀπαρνούμενοι, ἀλλ’ ἐξ ἐναντίας καὶ ἀγαπῶντες αὐτοὺς μᾶλλον, μαθηταὶ εἶναι τοῦ Χριστοῦ ματαίως νομίζουσι· καὶ λύοντες καθ’ ὥραν οὐχὶ μίαν καὶ τὴν ἐλαχίστην τῶν ἐντολῶν ἀλλὰ πολλὰς καὶ μεγάλας, οὐδὲν ὅλως ἐναντίον ποιεῖν τι νομίζουσι, μᾶλλον μὲν οὖν καὶ μεγάλους ἑαυτοὺς ἐν τῇ τοῦ Θεοῦ βασιλείᾳ οὕτως ἔχοντες ὑπολαμβάνουσιν ἔσεσθαι· καὶ τὸ μεῖζον ἁπάντων κακῶν, ὅτι οὐχὶ παράβασιν ὅλως ταῦτα ἐντολῆς εἶναι λέγουσιν, ἀλλὰ καὶ ἡμᾶς αὐτούς, ἀντιποιουμένους τοῦ λόγου τῆς ἀληθείας, πείθειν ἀσυνέτως ἐπιχειροῦσιν.

Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.

Πάντα τοίνυν ὅσα τοῖς ἀποστόλοις ὁ Χριστὸς καὶ Θεὸς ἐνετείλατο, ὁμοίως καὶ ἡμᾶς φυλάττειν προσέταξεν, ἅπερ ἐν τῷ κόσμῳ φυλάξαι δυνάμεθα μὲν οὐ προαιρούμεθα δὲ διὰ τὸ ἀσθενεῖν ἡμᾶς τῇ πίστει καὶ τῇ ἀγάπῃ τῇ εἰς Χριστόν.

Καὶ ὅτι τοῦτο ἀληθές ἐστι μαρτυροῦσι πάντες οἱ πρὸ νόμου καὶ ἐν νόμῳ καὶ μετὰ τὴν τοῦ Σωτῆρος παρουσίαν μετὰ παίδων καὶ γυναικῶν καὶ τῶν ἐν ἅπασι βιωτικοῖς μεριμνῶν καὶ φροντίδων εὐαρεστήσαντες τῷ Κυρίῳ, κεχωρισμένοι τούτων ἁπάντων τῇ ἀπροσπαθεῖ προαιρέσει γενόμενοι καὶ ὑπὲρ τοὺς ἐν ὄρεσι καὶ σπηλαίοις λαμπρότεροι τῇ πίστει καὶ τῷ βίῳ ἀναφανέντες. Διὰ τοῦτο τοιγαροῦν τῇ ἐντολῇ τοῦ Κυρίου χρώμενοι βοηθῷ—ὡς δι’ ἡμᾶς καὶ τὴν ἡμετέραν ἀσθένειαν λεχθείσῃ—, πᾶσιν ἀποτασσόμεθα καὶ τῇ στενῇ καὶ τεθλιμμένῃ ὁδῷ προσερχόμεθα καὶ οἱονεί πως τοῦ κόσμου σωματικῶς καὶ τῶν τοῦ κόσμου ἀποτεμνόμεθα, καὶ οὕτως ἀπ’ ἄλλης χώρας καὶ τόπου καὶ πόλεως πρὸς ἑτέραν ἀπαίροντες κατοικίαν καὶ μονὴν ἀφικνούμεθα, εἰς τὸ στάδιον τῆς γυμνασίας τῶν ἀρετῶν διὰ πολιτείας οἱονεὶ καὶ ἀσκήσεως κατὰ τὴν ἑαυτοῦ προαίρεσιν ἕκαστος βαδίζοντες ἢ καὶ ὀξυποδοῦντες καὶ τρέχοντες. Τί τοῦτο; Ἵνα τὴν ἀπροσπάθειαν τῶν εἰρημένων κτησώμεθα. Διὰ τοῦτο γὰρ καὶ ἀπὸ τοῦ κόσμου ἀπαίροντες, αὐτίκα ταῖς ἐντολαῖς ἑπόμενοι τοῦ Κυρίου καὶ τοῖς προστάγμασιν αὐτοῦ πειθαρχοῦντες, ἀπαρχόμεθα τῆς εἰς οὐρανοὺς φερούσης ὁδοῦ.

Σκόπει μοι δὲ ἐντεῦθεν ἄρτι καλῶς τῶν λεγομένων τὴν δύναμιν. Ὑποζωγράφει μοι τῷ νοῒ ὁδὸν τετριμμένην ὅλην τοῖς ποσὶ τῶν προλαβόντων καλῶς. Ἔνθεν τε κἀκεῖθεν ὄρη μοι νόει καὶ ὕλας καὶ κρημνοὺς καὶ σκοπέλους καὶ φάραγγας, σὺν τούτοις δὲ πεδία καὶ παραδείσους τόπους τε τερπνοὺς καὶ συσκίους καὶ ὡραιοτάτους καὶ παντοδαποὺς καρποὺς ἐν αὐτοῖς, εἶτα θηρίων πλῆθος πολὺ καὶ ληστῶν καὶ ἀνδροφόνων κατὰ τόπους ἐγκεκρυμμένα συστήματα. Τούτων οὕτως ἐχόντων οὐδὲν ἡμᾶς ἐκ τῶν εἰρημένων ἢ δελεάσαι καὶ τὴν αἴσθησιν ἡμῶν κατασεῖσαι ἢ παραβλάψαι δυνήσεται, ἑπομένους τοῖς προλαβοῦσιν ἁγίοις καὶ τὴν αὐτὴν ὁδὸν πορευομένους ἣν κἀκεῖνοι ἐβάδισαν. Πορευομένων γὰρ ἡμῶν ἐν τῇ ὁδῷ τῶν τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν ἐντολῶν καὶ διερχομένων ἀμεταστρεπτὶ μέσον ἁπάντων τῶν εἰρημένων, οὐδεὶς οὔτε τῶν ληστῶν ἐκείνων οὔτε τῶν θηρίων φανερῶς καὶ ἀναιδῶς ἡμῖν ἐπιβαίνει ἢ τολμᾷ προσεγγίσαι ἡμῖν, καὶ μάλιστα ἐὰν ὁδηγῷ ἐπακολουθῶμεν καὶ συνοδοιπόροις συμπορευώμεθα ἀγαθοῖς. Πλὴν ὅμως ποτὲ μὲν μακρόθεν, ποτὲ δὲ ἔγγιστα γεγονότες, οἳ μὲν ἀπειλαῖς χρῶνται καὶ φονίῳ πρὸς ἡμᾶς βλέπουσιν ὄμματι, οἳ δὲ δελεασμοῖς τισι καὶ κολακείαις καὶ φιλικαῖς ὁμιλίαις.

Ἀλλὰ μὴν ὑποδεικνύουσιν ἡμῖν καὶ τὰς τῶν τόπων τερπνότητας κατὰ χώραν καὶ τὴν ὡραιότητα τῶν καρπῶν καὶ παραινοῦσι μικρὸν ἀναπαύσασθαι εἰς παραμυθίαν τῶν πόνων τῆς ὁδοιπορίας καὶ φαγεῖν ὑποτίθενται ἀπὸ τῶν καρπῶν τὸ ἡδὺ πλέον ἐπιφερομένων τῆς ἐνούσης αὐτοῖς θεωρίας, καὶ πολλὰς ἑτέρας ἐπινοοῦσι τὰς πάγας ἡμῖν καὶ ποικίλας τὰς ἀφορμάς· οὐκ ἐν ἡμέρᾳ δὲ μόνον ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς νυξί, καὶ οὐδὲ ἐγρηγορότων μόνον ἀλλὰ καὶ καθευδόντων, ἡμῖν ἐπανίστανται, ποτὲ μὲν γαργαλισμοῖς καὶ ἐκκρίσεσι, ποτὲ δὲ βρωμάτων ἀπηγορευμένων γεύσεσιν, ἄλλοτε δὲ καὶ μετὰ φανῶν καὶ λαμπάδων ὡσεὶ ξιφήρεις λησταὶ ληστρικῶς ἐπερχόμενοι θάνατον ἡμῖν ἐπισείουσιν, ἐκταράσσειν ἡμᾶς οἰόμενοι καὶ τῆς εὐθείας παρατρέψαι ὁδοῦ. Καὶ οἳ μὲν αὐτῶν ἀδύνατον ἡμῖν ὑποτίθενται τὸ μέχρι τέλους ὑπενεγκεῖν τὰ ἐν τῇ ὁδῷ δυσχερῆ, οἳ δὲ καὶ ἀνόνητα ταῦτα καὶ μηδὲν τοὺς κοπιῶντας ὠφελεῖν δυνάμενα.

Ἄλλοι ὅτι οὐδὲ ἔστι ποτὲ τέλος τῆς ὁδοῦ ταύτης οὐδὲ ἔσεται λέγουσι, δεικνύοντες ἐκ τῶν μὴ κατορθωκότων τινὰς καὶ μάλιστα τοὺς ἐγχρονίσαντας εἰς τὴν ἄσκησιν καὶ μηδεμίαν ἐκ τοῦ χρόνου εὑρόντας ὠφέλειαν διὰ τὸ μὴ ἐν γνώσει καὶ εὐσεβεῖ λογισμῷ τρέχειν αὐτοὺς ἐν τῷ δοκεῖν τὸν δρόμον τῶν ἐντολῶν, ἀλλ’ ἰδιορρυθμίᾳ καὶ οἰήσει τοῦτο ποιεῖν, οἷς εἰκότως καὶ τὰ κατὰ Θεὸν αὐτῶν διαβήματα περικόπτεται, δειλαινομένοις καὶ ὑποστρέφουσιν εἰς τὰ ὀπίσω καὶ ἑαυτοὺς διὰ τῆς ἀμελείας τῷ πονηρῷ ἐμπαρέχουσιν εἰς τὸ ἐργάσασθαι εἰς αὐτοὺς τὰ δοκοῦντα αὐτῷ.

Ἀλλὰ τί θέλω πάντα ὑμῖν ἐξηγήσασθαι τοῖς πνευματικοῖς μου ἀδελφοῖς, καὶ ἰδού εἰσιν ἀριθμῷ μὴ καθυποβαλλόμενα, τὰ τοῦ ἀντικειμένου ἡμῖν διαβόλου καὶ τῶν αὐτοῦ πονηρῶν πνευμάτων ἔνεδρά τε καὶ δεινὰ πανουργεύματα! ἀλλὰ τὰ πλεῖστα παρὰ τοῖς σπουδαίοις διερευνᾶσθαι ἐάσας καὶ παρασχὼν αὐτοῖς ἐκ τῶν ὀλίγων τούτων τὰς ἀφορμάς, ὃ ἐπηγγειλάμην ὑμῶν τῇ ἀγάπῃ ἀποδεῖξαι πειράσομαι· τί δέ ἐστι τοῦτο; ὁ δεσμὸς τῆς πρὸς τοὺς συγγενεῖς ἡμῶν προσπαθείας καὶ ὅπως δεσμεῖ ἡμᾶς δι’ αὐτῆς ὁ διάβολος, καὶ μάλιστα τοὺς κατὰ τῶν ἄλλων παθῶν τὴν ἀνδρείαν ἐπιδειξαμένους καὶ τὸν στέφανον ἄραντας, καὶ δι’ ἧς ἡμᾶς τῷ σκότει καὶ τῇ ἀπωλείᾳ δυστυχῶς ὁ πονηρὸς παραπέμπει.

Καὶ σκόπει μοι πάλιν ἀκριβῶς τοῦ λεγομένου τὴν δύναμιν. Κατανόησον σεαυτὸν ἐν τῇ εἰρημένῃ ὁδῷ ἢ ἐπιβάντα ἀρτίως αὐτῆς ἢ ἐπ’ αὐτῇ ἐπὶ χρόνους βαδίσαντα καὶ παρὰ πάντων ἐκείνων τῶν εἰρημένων θηρίων τε καὶ ληστῶν πολλὰ μὲν παθόντα ἐξ ὧν προειρήκαμεν, τῇ χάριτι δὲ Χριστοῦ μήτε κολακείαις ἀπατηθέντα, μήτε τῇ ὡραιότητι τῶν φαινομένων κλαπέντα πρὸς ἡδονήν, μήτε φόβῳ καμφθέντα ἢ ἀπειλαῖς πρὸς τὸ ἐκκλῖναι τῆς εὐθείας ὁδοῦ ἢ παύσασθαι τοῦ πρόσω βαίνειν, μήτε μὴν εἰς τὰ ὀπίσω στραφέντα, ἀλλὰ μᾶλλον καὶ εὐτονώτερον τρέχοντα. Ἆρα οὖν οὕτως τρέχοντός σου ἠρέμησε τοῦ μηκέτι πολεμεῖν σε ὁ Σατανᾶς ἢ ποτὲ ἠρεμήσει;

Οὐμενοῦν οὐδαμῶς! Ἀλλ’ εἰδὼς ὅτι ἐντολὴν ἡμῖν δέδωκεν ὁ Θεὸς ἀπαρνήσασθαι πατέρα καὶ μητέρα καὶ πᾶσαν ἁπλῶς συγγένειαν σαρκικήν, ἔτι δὲ καὶ ὅλους ἡμᾶς αὐτούς· οὐ μόνον δὲ ἀλλ’ ὅτι συνεθέμεθα τῷ Θεῷ, ὅτε τῇ μοναδικῇ πολιτείᾳ προσήλθομεν, καὶ ταύτην μετὰ τῶν ἄλλων ἁπάντων φυλάξασθαι, ἐπειδὴ οὐκ ἴσχυσεν ἐκ τῶν εἰρημένων ἁπάντων τι κατὰ σοῦ, τί ποιεῖ; Πρῶτον τὴν τῶν ἰδίων μνήμην ἀνακινεῖ καὶ ἀνανεοῖ ἐν ἡμῖν, ἔπειτα καὶ ἀπὸ τῶν θείων Γραφῶν τὰ περὶ ἄλλων καὶ πρὸς ἄλλους εἰρημένα ἐπὶ ἀνατροπῇ θολερᾷ καὶ παραβάσει τῆς ἐντολῆς ἡμῖν ὑποτίθησι λέγων· «Τίμα τὸν πατέρα σου, φησὶν ἡ θεία Γραφή, καὶ τὴν μητέρα, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει· ὁ γὰρ μὴ προϊστάμενος τῶν οἰκείων, κατὰ τὸν θεῖον ἀπόστολον, τὴν πίστιν ἤρνηται», ἀγνοῶν ὁ δόλιος, ὡς εἰκός, ὅτι ταῦτα εἴρηται οὐχ ἵνα πλέον τοῦ Θεοῦ τοὺς γεννήσαντας ἡμᾶς ἢ τοὺς συγγενεῖς ἀγαπῶμεν καὶ προτιμῶμεν αὐτοὺς τῆς ἀγάπης ἐκείνου, ἀλλ’ ἵνα ὑπακοὴν παιδευθῶμεν καὶ μάθωμεν ὅτι, εἰ πρὸς τοὺς γεννήσαντας ἡμᾶς ἀναγκαία ἐστὶν ἡ ὑποταγὴ καὶ τιμή, πόσῳ μᾶλλον ἡ πρὸς αὐτόν, τὸν αὐτοὺς καὶ ἡμᾶς πεποιηκότα Θεόν;

Οἰκεῖοι δὲ τοῦ σπέρματος ἡμῶν, ὦ ἀπατεών—καλὸν γὰρ πρὸς αὐτὸν ἀντιστρέψαι τὸν λόγον—, οὐχ οἱ συγγενεῖς ἀλλ’ οἱ οἰκεῖοί εἰσι τῆς πίστεως, οὕς, ὡς εἰκός, ἀγνοεῖς καὶ δολίως ὑποσπείρεις ἡμῖν τὴν κατὰ σάρκα συγγένειαν, σπουδάζων κατάγειν ἡμᾶς εἰς τὴν φιλίαν αὐτῶν καὶ προσπάθειαν.

Τοιγαροῦν καὶ ὅτε τῆς ἀπάτης αἰσθανθῶμεν καὶ ἐν γνώσει γενώμεθα, εἴτε ἀφ’ ἡμῶν αὐτῶν εἴτε ἀπ’ ἄλλων τῶν ὁδηγούντων ἢ συμπορευομένων ἐν τῇ ὁδῷ τοῦ Κυρίου ἡμῖν, τί πάλιν πρὸς ἡμᾶς ἐν τῷ ἀφανεῖ κινήματι τῆς καρδίας ὑποψιθυρίζει; «Σύ, φησίν, ἀπό γε τοῦ παρόντος εἰς ἄλλα μέτρα καὶ εἰς ἄλλην ἔφθασας προκοπήν, ἣν οὐδεὶς τῶν συνόντων σοι ἐπίσταται ἀδελφῶν, ἀπροσπάθειάν τε ἐκτήσω καὶ ἀπάθειαν παντελῆ. Διὸ καὶ εἰ θέλεις, ὑπερορᾷς καὶ καταφρονεῖς τῶν συγγενῶν σου, καὶ οὐδέν σοι ὅλως μέλλει περὶ αὐτῶν.» Ταῦτα ὑποτιθέμενος ἐν τῷ κρυπτῷ, παριστᾷ ἴσως καὶ αὐτὸν ἐκεῖνον τὸν συγγενῆ ἢ κατὰ διάνοιαν ἢ καὶ σωματικῶς ἐνώπιον αὐτοῦ, καὶ τοιαῦτα ὑποβάλλει λέγων αὐτῷ· «Πῶς τὸ τοῦ Θεοῦ πλάσμα ἀπολέσθαι ἐάσεις, ἵνα παρομοιωθῇ τοῖς κτήνεσι καὶ ὑπὸ ἀγνωσίας εἰς τὴν τῶν ἀλόγων τάξιν καταπέσῃ; Οὐκ ὀρέξεις χεῖρα, οὐ διανοίξεις αὐτοῦ τὸν νοῦν, οὐ ποιήσεις αὐτὸν τὸν πεποιηκότα γνωρίσαι Θεόν; Καὶ ποίαν ἄρα τὴν ἀπολογίαν ἕξεις ἢ τί ἐρεῖς ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ;» Εἶτα παυσάμενος ἀνιστορεῖν ποιεῖ τοῦτον ἐν τῇ εὐχῇ καὶ ὡσανεὶ συμπαθείας δάκρυα χέειν καὶ οἱονεὶ ἐνώπιον τοῦ Θεοῦ προσφέρειν αὐτὸν ὡς δῶρον εὐπρόσδεκτον ἐν τῷ λέγειν ἐν ἑαυτῷ· «Ὁ ἐξάγων ἄξιον ἐξ ἀναξίου ὡς στόμα μου ἔσται», καί· «Ἐφ’ ὅσον πάλιν ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε», καὶ πάλιν· «Ὃς ἐγένετο πατὴρ ὀρφανῶν» καὶ τὰ ἑξῆς.

Ταῦτα δὲ πάντα πλάνη σαφὴς καὶ ἀπάτη τοῦ πονηροῦ.

Ὅτε δὲ καὶ πᾶσι τούτοις μὴ πεισθῇ τις, ἀλλ’ ἔτι δὴ ἀναβάλλεται καὶ τῷ πονηρῷ ἀντιλέγει· «Πάντως, φησίν, ὃ ὀφείλω ποιῆσαι τῷ συγγενεῖ μου, τοῦτο ποιήσω εἰς ξένον, τὸν κατὰ Θεὸν μᾶλλον συγγενῆ μου ὄντα ἢ κατὰ σάρκα», ἀποκρίνεται ὁ δόλιος ἐχθρὸς καὶ λέγει αὐτῷ· «Καὶ πάντως οὕτω φροντίζει τῶν πάντων ὁ Θεὸς καὶ οὕτως οἱ πάντες εἰς γνῶσιν καὶ πίστιν αὐτοῦ ἐνάγονται· σὺ μὲν διὰ τῶν σῶν συγγενῶν εἴτε καὶ ἀλλοτρίων, αὐτὸς δὲ πάλιν διὰ σοῦ καὶ δι’ αὐτοῦ ἕτεροι. Τίς δὲ ἄρτι ἐν ταῖς ἡμέραις ταύταις ὡς σύ;

Ἢ καὶ ποῦ ἐάσεις αὐτὸν ἀπελθεῖν, ἵνα μὴ εὐθὺς λύκου κατάβρωμα γένηται καὶ ἀπολέσει αὐτοῦ τὴν ψυχήν, ἣν αὐτὸς ζημιωθήσει, ἐὰν καταλείψῃς πάντως αὐτόν;» Τότε δὴ τότε καὶ ὁ ἀδελφὸς ἀπατηθεὶς ἵσταται καὶ εὐλόγως καταδέχεται δεσμευθῆναι τῷ σχοινίῳ τῆς προσπαθείας καὶ δεσμευθεὶς παρὰ τοῦ Σατανᾶ οὐκέτι ἀντιλέγει, πειθαρχήσας τοῖς λόγοις αὐτοῦ.

Καὶ ὅρα μοι πανουργίαν τοῦ δεινοῦ τούτου καὶ ψυχοφθόρου ληστοῦ! Δεσμεύσας οὖν αὐτὸν τῇ προσπαθείᾳ οὐκέτι ἐν τῇ ὁδῷ συμπεριπατεῖ μετ’ αὐτοῦ, οὐδὲ ὀχλεῖ, τό γε νῦν ἔχον, περὶ τούτου αὐτόν, ὡς ἂν μὴ γνωσθῇ αὐτοῦ ἡ ἐπιβουλή.

Ἀλλὰ τί; Τὸ ἄκρον οἱονεὶ τοῦ σχοινίου λαβόμενος καὶ μακρὰν γεγονώς, ἀποκρύπτεται ἀπ’ αὐτοῦ ἐν τῷ σκότει, ὁ τοῦ σκότους ἀληθῶς ἀρχηγός, ἀφεὶς αὐτῷ τὴν περὶ τοῦ συγγενοῦς φροντίδα καὶ μέριμναν. Οἶδε γὰρ ὅτι ἐκεῖνος ἀντ’ αὐτοῦ διηνεκῶς ὀχλεῖ καὶ νύσσει αὐτόν. Τούτου οὖν γενομένου, ἐπὰν πρὸς μέριμναν τὴν οἱανοῦν χωρήσῃ τοῦ συγγενοῦς ἕνεκα, ἐκκλίνει τῆς βασιλικῆς καὶ εὐθείας ὁδοῦ ἧς ἀπήρξατο· καὶ ὅσον ἐκκλίνει, ὁ ἐχθρὸς εἰς βάθος που τῆς αὐτοῦ σκαιωρίας μεθίσταται καὶ ἐνδότερον ὑπεισερχόμενος κρύπτεται, ἔχων ἐν ταῖς αὐτοῦ χερσὶ τὸ δῆθεν σχοινίον τῆς προσπαθείας καὶ κρατῶν αὐτὸ ἀσφαλῶς καὶ σπουδάζων ὅλως μὴ γνωσθῆναι αὐτῷ.

Τῆς οὖν ὁδοῦ ὁ ἀδελφὸς ἐκπεσών, πρόσεχε τί ἄρχεται λέγειν ἐν ἑαυτῷ· «Ψυχὴν ὁ σώσας, ὡς ὁ κτήσας.» Καὶ οὕτω πείθει ἑαυτὸν ὅτι χριστομίμητον ἔργον ἐπεχείρησε ἐπιτελέσαι. Καὶ εἰ μέν ἐστι γνώριμος τῶν κατὰ κόσμον τισίν, ἀπέρχεται πρὸς αὐτοὺς καὶ ποτὲ μὲν παρ’ ἀξίαν αὐτοὺς κολακεύει καὶ ἐπαινεῖ, ποτὲ δὲ ἀποτόμως ἐπιπλήττειν ἐπιχειρεῖ. Ἄλλοτε γαστρίμαργον ἑαυτὸν ἀποδείκνυσι καὶ ἀδιάφορον καί τινας λόγους λαλεῖ, ἵνα εἰς γέλωτας πάντας κινήσῃ. Καὶ ἁπλῶς ἑνὶ ἑκάστῳ συμπεριφέρεται κατὰ τὸ θέλημα αὐτοῦ, ἵνα ἀποδεξάμενος δώσῃ χρῆμά τι. Ἐὰν δὲ μηδὲν ἴδῃ διδόντα αὐτῷ, ἀναιδῶς οὐ παραιτεῖται ζητεῖν πανταχοῦ τὴν μνείαν περιφέρων τοῦ συγγενοῦς. Οἱ δὲ ἀκούοντες, σαρκικοὶ ὄντες καὶ τοῖς αὐτοῖς κακοῖς ἐμπεριεχόμενοι, ἐπαινοῦσι μᾶλλον τὸν δυστυχῆ καὶ «Μισθὸν ἔχεις μέγα» λέγουσι πρὸς αὐτόν.

Ἐξ ὧν ἡ προσπάθεια αὐξομένη ῥιζοῖ, μᾶλλον δὲ συνουλοῖ τῇ τοῦ τραχήλου νοητῶς σαρκὶ τὸ ταύτης πάθος ὥσπερ σχοινίον καὶ ἰσχυροποιεῖται καὶ ἀδιάλυτον γίνεται. Ὅθεν ἐκ τοῦ κατ’ ὀλίγον ἀποσπᾷ αὐτὸν τῆς καθαρᾶς προσευχῆς καὶ τὰ κατὰ Θεὸν δάκρυα εἰς ἐναντία ἀγνώστως μεταποιεῖ καὶ τηνικαῦτα εἰς μῖσος καὶ φθόνον ἐνάγει τῶν ἐχόντων πλέον ὑπὲρ αὐτὸν καὶ μὴ διδόντων ἀφθόνως αὐτῷ· οὐ μόνον δὲ ἀλλὰ καὶ πρὸς πᾶσαν ὑπακοὴν ῥάθυμον αὐτὸν καὶ παρήκοον ἀπεργάζεται. Εἶτα ψεύδεται καὶ οἰκονομίαν τὸ πρᾶγμα ἡγεῖται, ὡς τῷ Θεῷ δῆθεν διδοὺς τὰ εἰς τὸν συγγενῆ ἐξοδιαζόμενα, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ κλέπτειν ἀπὸ μικρῶν ἄρχεται καὶ οὐδὲ ὅτι κλέμμα ἐστὶ πείθεται, ἀλλ’ ἀποβουκοληθεὶς τὰς φρένας ὑπὸ τοῦ πάθους, εἴ τι δ’ ἂν καὶ ποιῇ ὑπερασπιζόμενος τῶν ἰδίων καὶ συγγενῶν, οὐκ ἔχει καταγινώσκουσαν αὐτοῦ τὴν συνείδησιν. Τοιγαροῦν καὶ ὅταν εἰς ταῦτα πάντα καταβιβάσῃ τὸν ταπεινὸν μοναχὸν ὁ ἐχθρὸς ἡμῶν διάβολος, τότε καὶ αὐτὸ τὸ ἄκρον δῆθεν τοῦ σχοινίου ἐν τῇ ποιωθείσῃ καὶ ῥιζωθείσῃ ἁμαρτίᾳ τοῦ πάθους τῆς προσπαθείας, ὡς ἐν στύλῳ τινὶ πεπηγμένῳ ἐν ᾅδου μυχοῖς ἐμπεριειλήσας, ἀφίησι, πληροφορίαν ἔχων ὡς οὐκέτι ἐκεῖθεν ἀνασπασθήσεται.

Ταῦτα οὖν ὡς ἐκ πολλῶν ὀλίγα περὶ τῶν ἀγωνιζομένων εἰρήκαμεν. Περὶ γὰρ τῶν ἀδιαφόρως καὶ καταφρονητικῶς ταύτῃ τῇ ὁδῷ προσερχομένων καὶ πολιτείᾳ, τί δεῖ καὶ λέγειν ὅση τούτων ἡ πρὸς τοὺς συγγενεῖς ὑπάρχει προσπάθεια, ὅπου γε δίκην ἀναισθήτων ὀρνέων πρὸς πᾶσαν παγίδα τοῦ διαβόλου ἐμπίπτουσιν οἱ τοιοῦτοι, ἐκδότους ἑαυτοὺς πρὸς πᾶν πάθος ποιήσαντες, οἳ καὶ κατάβρωμα ἀεὶ τοῦ πονηροῦ γίνονται, τοῦ περιπατοῦντος καὶ ὠρυομένου ὡς λέοντος, τίνα καταπίῃ, καὶ προαιροῦνται μᾶλλον ἀποθανεῖν ἢ τῶν ἐκείνου ὀδόντων καὶ τοῦ δεινοτάτου φάρυγγος ἐκσπασθῆναι; Ἀλλ’ εὐξώμεθα ἡμεῖς ἐξ ὅλης προθέσεως καὶ διανοίας, οἱ μετὰ πίστεως τὸν λόγον ἀκούοντες, μὴ ἀπατηθῆναί ποτε μηδὲ δελεασθῆναι, μηδὲ διὰ μιᾶς τινος μικρᾶς ἢ μεγάλης παραβάσεως ἐκπεσεῖν τῆς ὁδοῦ τῆς φερούσης εἰς οὐρανούς, μηδὲ πάθει τινὶ δεσμευθῆναι, ἀλλὰ βαδίσαντες ἀμεταστρεπτὶ ἐν αὐτῇ σπεύσωμεν πορευόμενον ἔμπροσθεν ἡμῶν φθάσαι τὸν Ἰησοῦν· καὶ γεγονότες αὐτοῦ ἐγκρατεῖς προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν ἐνώπιον τῆς αὐτοῦ ἀγαθότητος καὶ θερμῶς αἰτησώμεθα μὴ χωρισθῆναι αὐτὸν ὅλως ποτὲ ἀφ’ ἡμῶν, μηδὲ ἐᾶσαι ἔξω πεσεῖν ἡμᾶς τῆς ὁδοῦ, ἥτις αὐτός ἐστιν ἐκεῖνος εἰρηκώς· «Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀνάστασις καὶ ἡ ζωή.»

Τοῦτον οὖν ἐκζητήσωμεν, τοῦτον φθάσαι σπουδάσωμεν, ἵνα καὶ κατάσχωμεν αὐτόν, καὶ ἐὰν τοῦτο γένηται καὶ συμβιοτεύσωμεν αὐτῷ καὶ συμπολιτευσώμεθα, οὐ μόνον ἐν τῇ ἐξόδῳ τοῦ βίου ἀλλὰ καὶ νῦν εἰς οὐρανοὺς αὐτῷ συνανέλθωμεν καὶ συναναληφθῶμεν, μᾶλλον δὲ αὐτὸς ἡμᾶς συνανενέγκῃ καὶ συνδοξάσῃ καὶ τῶν αἰωνίων ἀγαθῶν δωρήσηται τὴν ἀπόλαυσιν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.