Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κεφάλαια ἀλφαβητικά (Νόθος)

Συμεὼν ὁ Νέος Θεολόγος

Πίνακας περιεχομένων

Ο αναλυτικός πίνακας περιεχομένων του έργου, ο οποίος παραθέτει τις υποθέσεις των είκοσι τεσσάρων αλφαβητικών κεφαλαίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 1 από 7

ΕΚ ΤΗΣ ΣΥΓΓΡΑΦΗΣ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΥΜΕΩΝ, ΤΟΥ ΝΕΟΥ ΚΑΙ ΘΕΟΛΟΓΟΥ, ΠΡΕΣΒΥΤΕΡΟΥ ΚΑΙ ΗΓΟΥΜΕΝΟΥ ΜΟΝΗΣ ΤΟΥ ΑΓΙΟΥ ΜΑΜΑΝΤΟΣ ΤΗΣ ΞΗΡΟΚΕΡΚΟΥ, ΠΙΝΑΞ ΕΝ ΚΕΦΑΛΑΙΟΙΣ ΚΔʹ. Αʹ. Τίς ἡ τοῦ Ἀδὰμ παράβασις, καὶ πῶς ἐκ τῆς αὐτοῦ παραβάσεως, γέγονε πᾶς ἄνθρωπος φθαρτὸς καὶ θνητός· πῶς δὲ ὁ ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς διὰ τῆς αὐτοῦ ἐνανθρωπήσεως ἐκ τῆς φθορᾶς καὶ τοῦ θανάτου ἐρρύσατο τὸ ἀνθρώπινον γένος· τί δὲ τὸ μυστήριον τοῦ σταυροῦ καὶ τῆς τριημέρου ταφῆς τοῦ Κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Βʹ. Ὅτι διὰ τῆς ἀναγεννήσεως τοῦ θείου καὶ ἱεροῦ βαπτίσματος, ζωογονοῦνται πάλιν αἱ τῶν πιστῶν ἀνθρώπων ψυχαί, λαμβάνουσαι τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ ὡς ψυχήν, ὥσπερ εἶχε τοῦτο ὁ Ἀδὰμ πρὸ τῆς παραβάσεως, καὶ οὕτως καρποφοροῦσι τὸν καρπὸν τοῦ Πνεύματος τῆς ζωῆς· οἱ δὲ φθορὰν καὶ κακίαν καρποφοροῦντες, μετὰ τῶν ἀβαπτίστων καὶ ἀπίστων καὶ ἀσεβῶν κατακρίνονται.

Γʹ. Πῶς τό, ἀρχὴ σοφίας φόβος Κυρίου· ὁποῖα δὲ τὰ σημεῖα καὶ αἱ πράξεις τῶν πιστῶν ἀνθρώπων καὶ φοβουμένων τὸν Θεόν, ὁποῖα δὲ τῶν ἀπίστων καὶ μὴ φοβουμένων αὐτόν. Πῶς δὲ ὁ μὴ κατὰ Θεὸν πολιτευόμενος, μετὰ τῶν ὄντων οὐκ ἔστιν· καὶ ὅτι ὥσπερ τὸ εἶναι ἐκ Θεοῦ ἔχομεν κατὰ τὸν τῆς δημιουργίας λόγον, οὕτως καὶ τὸ εὗ εἶναι λαμβάνωμεν παρ’ αὐτοῦ.

Δʹ. Ὅτι τοὺς μὴ αἰτησαμένους λαβεῖν τὴν χάριν τοῦ Θεοῦ, ὡς ἁμαρτωλοὺς καταδικάσει ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· δίχα γὰρ τῆς πανοπλίας τοῦ ἁγίου Πνεύματος αὐτοῦ οὐδεὶς δύναται ἀντιστῆναι τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· πῶς δὲ λανθάνει τοὺς ἀνθρώπους ἡ δύναμις τῆς ἁμαρτίας, καὶ πῶς τοῖς μέλεσι τῶν χριστιανῶν ὡς ὅπλοις κέχρηται ὁ Χριστός.

Εʹ. Ὅτι δεῖ εἰδέναι ἕκαστον ἡμῶν, ὅτι Ἀδὰμ ἐστίν, ἵνα γένηται Χριστός· διατοῦτο καὶ τὸ μέγα μυστήριον τῆς τοῦ Θεοῦ Λόγου καταβάσεως γέγονεν, ἵνα οἱ πιστεύοντες εἰς αὐτὸν μεταπλασθῶσιν εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν· θεϊκῆς γὰρ δυνάμεως ἔργον τοῦτο. Πότε δὲ αἱ ἀποφάσεις τοῦ Θεοῦ φύσεις γίνονται, ποῖαι δὲ ἀνατρέπονται, καὶ πῶς παρ’ αὐτοῦ.

ΣΤʹ. Τί ζητεῖ παρὰ τοῦ χριστιανοῦ ὁ Θεός· τί δὲ ἔπαθεν ὁ ἄνθρωπος, καὶ τί πανθάνει ὑπὸ τοῦ διαβόλου, καὶ ἀγνοεῖ· καὶ ὅτι πάντες ἄνθρωποι νοσοῦντες ψυχικῶς, ἀγνοοῦσι· καὶ δεῖ τούτους πρότερον γνῶναι τὰς νόσους, ἵνα ζητήσωσι τὸν ἰατρόν· πῶς δὲ ὁ πονηρὸς τὴν ἑαυτοῦ ἐνέργειαν ὡς δέλεαρ προτίθησι, καὶ ἐκ ποίας αἰτίας οὐκ εἰσὶ πάντες χριστιανοὶ ἐνάρετοι.

Ζʹ. Ὅτι τὰ ἁμαρτανόμενα τέσσαρα εἰσίν· ἑκούσια, ἀκούσια, ἐν γνώσει, ἐν ἀγνοίᾳ· τὸ δὲ τὴν ψυχὴν θεραπεῦον, ἕν ἐστι καὶ οὐ πολλά· οὐδεὶς γὰρ ἐξ ἀνθρώπων ἐξ εὐλόγου ἔχει σωθῆναι· ὅτι ἐν Θεῷ μόνῳ ἡ σωτηρία.

Ηʹ. Τίνες οἱ ἐν ἀληθείᾳ τὸν Θεὸν ἀγαπῶντες, καὶ πόθεν ἡ εἰς Θεὸν ἀγάπη γίνεται καὶ πῶς δείκνυται· τίνα δὲ τὰ ἔργα τῆς κατὰ Θεὸν ἀγάπης πρὸς τὸν πλησίον, καὶ ὅτι τοῦ παλαιοῦ καὶ νέου νόμου κεφάλαιον ἡ ἀγάπη.

Θʹ. Ὅτι οὐκ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον ἀσθενῆ, ὥστε ἁμαρτάνειν ἐξ ἀσθενείας ὡς νῦν· καὶ ὅτι ἄλλη ἡ τοῦ Ἀδὰμ ἁμαρτία, καὶ ἄλλαι αἱ ἁμαρτίαι ἃς ἡμεῖς ἁμαρτάνομεν. Τί δέ ἐστιν ἁμαρτία, καὶ τίνα τὰ κομισθέντα ἡμῖν παρὰ τοῦ Χριστοῦ· καὶ ὅτι διατοῦτο ἐγένετο ὁ Θεὸς ἄνθρωπος, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου.

Ιʹ. Περὶ ἐλεημοσύνης. Καὶ τίς ἐστιν ὁ πεινῶντα τὸν Θεὸν τρέφων καὶ διψῶντα ποτίζων, καὶ πῶς τοῦτο τινὶ κατορθωθήσεται. Καὶ ὅτι εἰ μή τις ἐν ἑαυτῷ ταῦτα πάντα ποιήσει καὶ θρέψει καὶ ποτίσει καὶ ἐνδύσει Χριστόν, οὐδὲν ὠφεληθήσεται ἐκ τοῦ ταῦτα μόνον ποιεῖν εἰς τοὺς πένητας, ἑαυτὸν δὲ ἄτροφον παρορᾶν καὶ γυμνὸν τῆς δικαιοσύνης τοῦ Θεοῦ. Καὶ ὅτι κυρίως λιμὸς ὁ ψυχικός.

Ιαʹ. Ὅτι ἡ ἐγκράτεια εἷς ἐστι καρπὸς τῶν καρπῶν τοῦ ἁγίου Πνεύματος· καὶ δεῖ τοὺς πιστεύοντας εἰς Χριστὸν ἐπιγνῶναι ὅτι χαρίσματα Πνεύματος ἁγίου παρ’ αὐτοῦ λαμβάνουσιν· οἱ γὰρ μὴ ἐπιγινώσκοντες ὅτι δηνάρια παρὰ Χριστοῦ λαμβάνουσιν, εἰκῇ ἐπίστευσαν.

Ιβʹ. Ὅτι μεῖζον τῶν ἁμαρτιῶν, τὸ προσιέναι τῷ Θεῷ δίχα φόβου καὶ εὐλαβείας· τὸ γὰρ ψάλλειν Θεῷ στόματι μόνον, ἄχρηστον· χρεία οὖν θείου φωτὸς εἰς τὸ ἐπιγνῶναι τὸν Θεόν· ἐὰν γὰρ μὴ ὁ νοῦς ἐκ Θεοῦ φωτισθῇ καὶ βεβαιωθῇ εἰς τὴν πίστιν καὶ γένηται ἑδραῖος, εἰκῇ ἐπίστευσεν ὁ πιστεύσας εἰς Χριστόν· καὶ ὅτι τρία εἰσὶ τὰ ἐν οἷς πᾶς ἄνθρωπος ἁμαρτάνει.

Ιγʹ. Περὶ τοῦ μὴ ἀμελῶς ἔχειν περὶ τὴν ἐργασίαν τῶν τοῦ Θεοῦ ἐντολῶν, μὴ δὲ καταφρονεῖν μιᾶς καὶ μόνης αὐτῶν, ἀλλὰ ἀγωνίζεσθαι τηρεῖν ὁμοῦ πάσας, ἵνα μὴ ὡς καταφρονηταὶ ἔξω τοῦ νυμφῶνος ἀποκλεισθῶμεν.

Ιδʹ. Πῶς ψυχὴ διὰ πίστεως καὶ τῆς τῶν ἐντολῶν τοῦ Χριστοῦ ἐργασίας, καθαίρεται· καὶ τὴν ἐξ ὕψους τοῦ παναγίου Πνεύματος ἐνδύεται δύναμιν· καὶ Θεὸν καταξιοῦται ἰδεῖν. Καὶ ὅτι δεῖ τοὺς θέλοντας τῶν τοῦ Θεοῦ ἀγαθῶν ἐπιτυχεῖν, μετὰ χαρᾶς ὑπομένειν πᾶσαν θλίψιν καὶ κακοπάθειαν καὶ πειρασμὸν ἐπερχόμενον. Πῶς δὲ δεῖ ἕκαστον ἑαυτὸν ἐπισκέπτεσθαι εἰ ἄξιος ἐστὶν εἰς βασιλείαν Θεοῦ εἰσελθεῖν.

Ιεʹ. Ὅτι μετὰ τὴν παράβασιν τοῦ ἀνθρώπου, φύσει προφέρει τῶν ἀνθρώπων ἡ φύσις ἁμαρτίας· πῶς δὲ δυνατὸν ἀνθρώπῳ μὴ ἁμαρτάνειν· καὶ ὅτι οὐ προέθηκεν ὁ Θεὸς ἀνθρώποις ἐκλογὴν καλοῦ τε καὶ κακοῦ, ὥς τινες ᾠήθησαν.

ΙΣΤʹ. Ὅτι ἑπταχῶς ἡ πίστις· τί δὲ ζητεῖ παρὰ χριστιανοῦ ὁ Κύριος· καὶ πῶς ἀδύνατον χωρὶς πίστεως εὐαρεστῆσαι Θεῷ. ΙΖʹ. Ὅτι διὰ τῆς τοῦ Θεοῦ Λόγου σαρκώσεως, πρὸς τὸ εὖ εἶναι πάλιν ἐπανάγεται τῶν ἀνθρώπων ἡ φύσις· τίς δὲ ὁ τρόπος τῆς πρὸς τὸ εὖ εἶναι πάλιν ἐπαναγωγῆς· καὶ περὶ φυσικοῦ νόμου καὶ γραπτοῦ καὶ πνευματικοῦ. Διὰ ποίων δὲ ἔργων δυνάμεθα εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰσελθεῖν.

ΙΗʹ. Ὅτι ὥσπερ νόσος σώματι, τοῦτο ἁμαρτία ψυχῇ· ὥσπερ δὲ ἔχομεν αἴσθησιν σώματος, οὕτω δεῖ καὶ ψυχῆς ἔχειν αἴσθησιν νοητὴν καὶ αἰσθάνεσθαι νοητῶς νόσον καὶ ὑγείαν. Χριστιανὸς γὰρ ὁ μὴ ἔχων αἴσθησιν νοητήν, οὔπω ἐστὶ χριστιανός, εἰ καὶ χριστιανὸς λέγεται· τὸ γὰρ ἀποτέλεσμα τῆς τῶν χριστιανῶν πίστεως, ἡ ὑγεία ἐστὶ τῆς ψυχῆς.

ΙΘʹ. Ὅτι ἑπτὰ τάξεις εἰσὶ τῶν δεομένων εὐχῆς· καὶ οἱ αἰτούμενοι τὸν Θεὸν ἃ οὐκ οἴδασιν, οὐκ εἰσακούονται. Εἰ γὰρ νῦν ἐστὶν ἡ ὥρα ὅτε δεῖ τῷ Θεῷ προσκυνεῖν ἐν πνεύματι καὶ ἀληθείᾳ, εἰ μὴ ἐν πνεύματι προσευχόμενοι, ὡς μὴ παρὰ Θεοῦ φωτιζόμενοι, ματαιοπονοῦσιν.

Κʹ. Τί τὸ ἐν ἡμῖν αὐτεξούσιον, καὶ τί τοῦ αὐτεξουσίου ὑπελείφθη τῷ ἀνθρώπῳ. ΚΑʹ. Περὶ βλασφημίας. Καὶ ὅτι ὁ λέγων μὴ δύνασθαί τινα κατὰ τὴν παροῦσαν γενεὰν ἐν μετοχῇ τοῦ ἁγίου γενέσθαι Πνεύματος, ἀλλὰ καὶ ὁ διαβάλλων τὰς ἐνεργείας τοῦ Πνεύματος καὶ τῷ ἐναντίῳ ταύτας ἐπιφημίζων, αἵρεσιν νέαν εἰς τὴν τοῦ Θεοῦ ἐκκλησίαν ἀνακαινίζει.

ΚΒʹ. Ὅτι ἀναχώρησις κόσμου, ἡ ἀπροσπάθεια ἐστὶ τῶν ὑλικῶν πραγμάτων καὶ ἡ ἐκκοπὴ καὶ νέκρωσις τῶν ἐμπαθῶν ἐπιθυμιῶν. Πῶς δὲ δεῖ πολιτεύεσθαι τὸν θέλοντα εἰς τὴν τῶν οὐρανῶν εἰσελθεῖν βασιλείαν· καὶ τί τὰ χαρισθέντα ἡμῖν παρὰ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ἡμῶν.

ΚΓʹ. Ὅτι θάνατος ψυχῆς, ὁ τοῦ ἁγίου Πνεύματος ἐστὶ χωρισμός, κέντρον δὲ τοῦ θανάτου ἡ ἁμαρτία· καὶ ὅτι ἀφομοίωσις ἐστὶ τοῦ θανάτου καὶ τῆς φθορᾶς τῆς ψυχῆς, ὁ τοῦ σώματος θάνατος καὶ ἡ τούτου φθορά. Ὁποῖα δὲ τὰ σημεῖα τῆς νεκρᾶς καὶ τῆς ζώσης ψυχῆς. Πῶς δὲ ἡ ἀναίρεσις γίνεται τῆς φθορᾶς καὶ τοῦ θανάτου· καὶ ὅτι οὐ κατηργήθη ὁ θάνατος νῦν, ἀλλ’ ἐπατήθη.

Πῶς δὲ μετὰ θάνατον δοξάζονται τὰ σώματα τῶν κεκοιμημένων ἁγίων, καὶ περὶ ἀναστάσεως καὶ τῆς τοῦ Θεοῦ δικαίας κρίσεως. ΚΔʹ. Περὶ μετοχῆς Πνεύματος ἁγίου. Καὶ ὅτι ἀδύνατον ἄλλως βεβαιωθῆναι τὰ ἔργα τῆς ἀρετῆς, εἰ μὴ δι’ ἐπιδημίας τοῦ Πνεύματος, οὗ χωρὶς οὐδεὶς πρὸς ἀρετὴν κατευθύνεται, οὐδὲ ἄλλους ὠφελεῖν δύναται ἢ ἀλλοτρίους δέχεσθαι λογισμούς.

Ὁποῖον δὲ χρὴ εἶναι τόν τε προηγούμενον καὶ τὸν ἱερέα, τὸν δεσμεῖν καὶ λύειν ἄνωθεν λαβόντα τὴν ἐξουσίαν. Καὶ περὶ τὸ ἴσον κατὰ πάντα καὶ ὡσαύτως ὢν τῆς Τρισυποστάτου Θεότητος.