Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κεφάλαια ἀλφαβητικά (Νόθος)

Συμεὼν ὁ Νέος Θεολόγος

Κεφάλαια ΙΖ΄–Κ΄: Η πνευματική αναγέννηση, η θεραπεία της ψυχής και η ελευθερία του αυτεξουσίου

Η αποκατάσταση της ανθρώπινης φύσεως και η επιστροφή της στο «ευ είναι». Εξετάζεται η επίγνωση και θεραπεία των ψυχικών νόσων, οι βαθμίδες της προσευχής και η λύτρωση του αυτεξουσίου από τη δουλεία της αμαρτίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 6 από 7

Ὅτι διὰ τῆς τοῦ Θεοῦ Λόγου σαρκώσεως, πρὸς τὸ εὖ εἶναι πάλιν ἐπανάγεται τῶν ἀνθρώπων ἡ φύσις· τίς δὲ ὁ τρόπος τῆς πρὸς τὸ εὖ εἶναι ἐπαναγωγῆς· καὶ περὶ φυσικοῦ νόμου καὶ γραπτοῦ καὶ πνευματικοῦ. Διὰ ποίων δὲ ἔργων δυνάμεθα εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰσελθεῖν.

Κεφάλαιον ΙΖʹ Ῥεύσασα ἡ φύσις τῶν ἀνθρώπων διὰ κακίαν ἀπὸ τοῦ εὖ εἶναι, δεῖ μαθεῖν ὡς ἐπάναγκες, ποταπή τις ὑπῆρχε πρὸ τοῦ ῥεῦσαι, καί τί ποτε τὸ εὖ εἶναι ταύτην ἦν. Λέγουσι γὰρ οἱ θεοφόροι πατέρες ὅτι ὁ Θεὸς ἐσαρκώθη καὶ γέγονεν ἄνθρωπος, ἵνα πρὸς τὸ εὖ εἶναι πάλιν ἐπαναγάγῃ τὴν ῥεύσασαν φύσιν ταύτην διὰ σαρκώσεως. Ἀναγκαῖον οὖν πάντως διδαχθῆναι καὶ τὸν τρόπον καὶ τὴν δύναμιν, τῆς πρὸς τὸ εὖ εἶναι πάλιν ἐπαναγωγῆς διὰ τῆς τοῦ Θεοῦ σαρκώσεως· ὁ Θεὸς γὰρ πλάσας κατ’ ἀρχὰς τὸν ἄνθρωπον ἅγιον, καὶ ἀπαθῆ καὶ ἀναμάρτητον αὐτὸν παρήγαγε, σκιωδῶς εἰκονίζοντα τὸν παραγαγόντα καὶ ἀμυδρῶς ὁμοιάζοντα τῷ πλάσαντι. Ὁ γὰρ ἅγιος ἅγια, καὶ ὁ ἀπαθὴς ἀπαθῆ, καὶ ὁ ἀναμάρτητος ἀναμάρτητα παράγει.

Ἐπεὶ δὲ τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον μόνης ἐστὶ τῆς ἀνάρχου καὶ ἀκτίστου θεότητος, τρεπτὸς καὶ αὐτὸς ἐκτίσθη καὶ ἀλλοιωτός, ἐν Θεῷ τὸ μὴ τρέπεσθαι μὴ δὲ ἀλλοιοῦσθαι ἔχων. Ὡς οὖν ἅγιος, οὐδὲ νόμου τινὸς χρείαν ἔσχεν, ὅτι τῷ δικαίῳ νόμος οὐ κεῖται. Τί γὰρ ἔδει νόμου τῷ ἁγίῳ καὶ ἀπαθεῖ καὶ καθαρῷ; Ὁ νόμος τόδε ποιῆσαι καλὸν λέγει, καὶ τόδε μὴ καλὸν οὐ ποιῆσαι· ὁ δὲ Θεὸς εἶδε πάντα ὅσα ἐποίησεν ἐκ τοῦ μὴ ὄντος, καὶ ἰδοὺ καλὰ λίαν. Πάντων οὖν λίαν ὄντων καλῶν, ποία τίς ἦν χρεία τοῦ μαθεῖν τί μὲν καλόν, τί δὲ οὐ καλόν; οὐδὲν γὰρ ἦν ὃ μὴ καλὸν ὑπῆρχε λίαν, καὶ διατοῦτο οὐδὲ χρείαν εἶχεν ὁ ἀρτιγενὴς θεῖος ἄνθρωπος νόμου. Ἐδόθη δὲ αὐτῷ ἐντολὴ τοῦ μὴ φαγεῖν ἀπό τινος ἑνὸς ξύλου μόνου—ὡς τῶν ἄλλων ἁπάντων καὶ αὐτοῦ τοῦ τῆς ζωῆς ξύλου τῆς ἀπολαύσεως, ἐν ἐξουσίᾳ πάσῃ καθεστηκότι —, ἵνα γνῷ ὅτι τρεπτὸς ἐστὶ καὶ ἀλλοιωτός, καὶ συστέλληται καὶ μένῃ ἐν τῷ καλῷ καὶ θείῳ καὶ θεοπρεπεῖ καταστήματι. Ἀκούσας γὰρ ὅτι ἐὰν φάγῃ ἀποθανεῖται, γνώσεται ὅτι τρεπτὸς ἐστὶ καὶ ἀλλοιωτός. Ποῦ τοίνυν τότε χρεία νόμου, ἢ φυσικοῦ ἢ γραπτοῦ ἢ πνευματικοῦ;

Ἀφ’ οὗ δὲ φαγὼν ἀπὸ τοῦ ἑνὸς ἐκείνου ξύλου τοῦ ἀπαγορευθέντος αὐτῷ ἀπέθανε θάνατον πικρόν, τὸν ἀπὸ τοῦ Θεοῦ χωρισμὸν δηλονότι, τραπεὶς εἰς φθορὰν ὅπως ἂν μὴ παντελῶς ἐκπέσῃ τοῦ καλοῦ, κακίας ἐπεισελθούσης καὶ τυραννούσης τὸ γένος τῶν ἀνθρώπων. Διὰ τὸ ἐκ φθορᾶς ἀσθενὲς αὐτοῦ καὶ ταλαίπωρον, ἐδόθη νόμος αὐτῷ δεικνὺς τί μὲν καλόν, τί δὲ πονηρόν, ὡς ἂν εἴποι τίς, τῷ τυφλῷ γενομένῳ καὶ παράφρονι καὶ ἀσυνέτῳ καθὼς γέγραπται· Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου, καὶ Συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου. Ὁρᾷς εἰς οἵαν ἐσχατιὰν καταντήσας ἐδεήθη νόμου; καὶ οὐδὲ αὐτὸν τὸν κόσμον ὁρᾶν ἠδύνατο ἐκπεσὼν ὁ ἄνθρωπος, μὴ πρότερον ἄνωθεν φωτιζόμενος.

Ὕστερον δὲ ἐλθὼν ὁ Χριστὸς καὶ ἕνωσιν ἀκριβῆ ποιήσας τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος, ὡς ἓν εἶναι τὰ ἀμφότερα καὶ ἄκρως ἐναντία, κἂν ἀσύγχυτα καὶ ἄφυρτα, ὡς φῶς ἤδη γενόμενος ὁ ἄνθρωπος τῷ ἡνῶσθαι τῷ ἀκραιφνεστάτῳ καὶ πρώτῳ θείῳ φωτὶ καὶ ἀνεσπέρῳ, νόμου γραπτοῦ τινος οὐκέτι δεόμενός ἐστι· καρποφορεῖ γὰρ ἡ ἐν αὐτῷ τοῦ Ἰησοῦ θεότης τὸ εὖ εἶναι, ἀγάπην, χαράν, εἰρήνην, μακροθυμίαν, χρηστότητα, ἀγαθωσύνην, πίστιν, πραότητα καὶ ἐγκράτειαν. Ἀπαριθμησάμενος γὰρ ὁ ἀπόστολος τοῦτον τὸν καρπόν, ἐπὶ τέλει φησί· Κατὰ τῶν τοιούτων, οὐκ ἔστι νόμος· δικαίῳ γὰρ νόμος οὐ κεῖται.

Ὅστις οὖν ἄκαρπός ἐστιν ἔτι, οὗτος οὐκ ἔστι Χριστοῦ. Λέγει γὰρ ὁ ἀπόστολος· Εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστι Χριστοῦ· σπουδασάτω δὲ γενέσθαι Χριστοῦ, ἵνα μὴ εἰκῇ πιστεύων εἰς Χριστὸν ᾖ, καὶ Χριστὸς αὐτὸν οὐδὲν ὠφελήσει.

Ἔσται δὲ τούτῳ ἡ πᾶσα σπουδή, ὥστε πνεῦμα Χριστοῦ σχεῖν ἵνα καρποφορήσῃ τοὺς καρποὺς τοῦ Πνεύματος· τοῦτο γάρ ἐστιν ὁ πνευματικὸς νόμος καὶ τὸ εὖ εἶναι. Εἰ δὲ διὰ τῆς τοῦ Θεοῦ σαρκώσεως πρὸς τὸ εὖ εἶναι πάλιν ἐπανάγεται τῶν ἀνθρώπων ἡ φύσις ὡς πρότερον, οὐκ ἔστιν ἑτέρα τίς μέθοδος ἢ δύναμις ἢ σοφία ἢ κόπος ἢ πόνος ἢ μόχθος εἰς τὸ τὴν ἀνθρωπίνην φύσιν ἐπανελθεῖν πρὸς τὸ εὖ εἶναι, καθὼς ἀρχῆθεν ἐδημιουργήθη, ἀλλ’ ἐν χειρὶ κεῖται μόνῃ τοῦ δεδωκότος τὸ εἶναι, τὸ χαρίσασθαι καὶ τὸ εὖ εἶναι, καὶ οὐκ ἄλλως.

Τί χρὴ ματαιοπονεῖν ἐν πᾶσιν ἄλλοις ἀγωνίσμασιν, εἴτε πολλῶν ἀναγνωσμάτων εἴτε ἀγωνισμάτων εἴτε πολλῶν κολάσεων καὶ κακουχιῶν, λιμοῦ καὶ δίψης καὶ ἀϋπνίας; Εἰ δὲ τὰ τοιαῦτα καὶ τοσαῦτα κακοπαθήματα, δι’ ἄγνοιαν τοῦ μεγάλου τούτου μυστηρίου διατελοῦνται, ὡς μάταια ταῦτα καὶ κενά, διδαχθῆναι καὶ μαθεῖν ὀφειλόμενόν ἐστι πάντα ὀνομαζόμενον χριστιανόν, ὅπως ἂν οἱ λεγόμενοι ἀσκηταὶ μὴ ζημιωθῶσι τὰς ἑαυτῶν ψυχὰς μὴ δὲ τὸν κόσμον κερδήσαντες, ὅπερ ἐστὶν ἐλεεινότερον πάσης συμφορᾶς. Αἱ γὰρ τοιαῦται καὶ τοσαῦται κακοπάθειαι οὐ πρὸς τὸ εὖ γενέσθαι ἀλλὰ πρὸς φυλακὴν τοῦ εὖ εἶναι τοῦτο πρότερον γενομένους ἐστί· δυσφύλακτος γὰρ ὁ θησαυρὸς καὶ ἐπαγρυπνοῦσι ἐπ’ αὐτόν, καθὼς εἶπον οἱ πατέρες. Οὐκ ἐξετάζεται γὰρ εἰς τὸν μέλλοντα αἰῶνα χριστιανός, ἐὰν ἀπετάξατο τῷ κόσμῳ παντὶ διὰ τὸν Χριστόν, οὐδὲ ἐὰν διένειμε τὸν πλοῦτον αὐτοῦ τοῖς πτωχοῖς, οὐδὲ ἐὰν ἐνήστευσε καὶ ἠγρύπνησε καὶ ἔκλαυσε πολλά, οὐδὲ ἐὰν πᾶν εἴ τι καλὸν εἰς τὸν παρόντα βίον ἐποίησεν, ἀλλ’ ἀκριβολογεῖται ἐὰν ἐμφέρειαν ἔχῃ τινὰ πρὸς τὸν Χριστόν, ὡς υἱὸς πρὸς πατέρα, καθὼς λέγει καὶ ὁ ἀπόστολος· «Τεκνία, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν»· καὶ γὰρ Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθησαν, Χριστὸν ἐνεδύσαντο.

Οἱ θυρωροὶ δὲ τῆς βασιλείας τῶν οὐρανῶν, ἐὰν μὴ ἴδωσι χριστιανὸν τὴν ὁμοίωσιν ἔχοντα πρὸς τὸν Χριστὸν ὡς υἱὸν πρὸς πατέρα, οὐ δύνανται ἀνοῖξαι καὶ δοῦναι τούτῳ τὴν εἴσοδον. Ὥσπερ γὰρ πάντες οἱ ὅμοιοι τῇ παραβάσει τοῦ ἑνός, πατρὸς πάντων Ἀδάμ, ἔξω ἀπομένουσι—καίτοι τὸ ὁμοίους εἶναι τούτους τῷ Ἀδὰμ καὶ πατρὶ οὐκ αὐτῶν αἰτίαμα—, οὕτως οἱ ὅμοιοι χριστιανοὶ τῇ δικαιώσει τοῦ ἑνὸς πατρὸς αὐτῶν Χριστοῦ—καίτοι τὸ ὁμοίους εἶναι τούτους τῷ Χριστῷ οὐκ αὐτῶν κατόρθωμα, εἰ καὶ διὰ τῆς εἰς αὐτὸν πίστεως τοῦτο τελεῖται μόνης—, εἰσέρχονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

Ὁμοίωσις δὲ Χριστοῦ, ἡ ἀλήθεια, ἡ πραότης, ἡ δικαιοσύνη, μεθ’ ὧν καὶ ἡ ταπείνωσις καὶ ἡ φιλανθρωπία. Ἡ μὲν γὰρ ἀλήθεια ἐν πᾶσι λόγοις, ἡ δὲ πραότης ἐν πάσαις ἀντιλογίαις. Μέσος γὰρ εὐφημίας καὶ δυσφημίας ὑπάρχων ὁ πρᾶος ἀπαθὴς διαμένει, μήτε ταῖς εὐφημίαις φυσόμενος, μήτε ταῖς δυσφημίαις στυγνούμενος.

Ἡ δὲ δικαιοσύνη, ἐν πάσαις πράξεσιν· ὡς γὰρ τὰ βάρη ταῖς ἐπὶ τοῦ ζυγοῦ ῥοπαῖς διακρίνομεν, καὶ τοῦ χρυσοῦ τὴν διαφορὰν τῇ λίθῳ προστρίβοντες δοκιμάζομεν, οὕτω πρὸς τὰ ἐκτεθέντα ἡμῖν παρὰ τοῦ Κυρίου μέτρα τὴν μνήμην ἐπαναφέροντες, οὐδαμοῦ τῶν ὅρων τῆς δικαιοσύνης ἐκπίπτωμεν. Ἡ ταπείνωσις δὲ ὡς θησαυρὸς ἀδάπανος ἐν διανοίᾳ ἀποκείμενος, πεπληροφορημένη, ὅτι τῇ δυνάμει τῆς μεταλήψεως τοῦ πληρώματος τοῦ Χριστοῦ εἰσὶν οὗτοι οἱ χαρακτῆρες. Ἡ δὲ φιλανθρωπία ὡς ὁμοίωσις Θεοῦ, πᾶσιν ἀνθρώποις εὐεργετοῦσα, εὐσεβέσιν, ἀσεβέσιν, ἀγαθοεργέσι, κακοεργέσι, γνωστοῖς, ἀγνώστοις, ὡς αὐτὸς ὁ Θεὸς ἐν τῷ νῦν κόσμῳ τόν τε ἥλιον καὶ τοὺς ὑετοὺς αὐτοῦ πᾶσι παρέχων.

Ταῦτα οἱ μεταλαβόντες ἀπὸ τοῦ Θεοῦ ὁμοίωσιν ἔχουσι Χριστοῦ, καθάπερ ἔχει ὁμοίωσιν υἱὸς ἀπὸ πατρός, ὅτι καὶ υἱὸς οὐκ ἔστιν εἰ μὴ ἐκ φύσεως τοῦ πατρὸς αὐτοῦ. Τούτου ἕνεκεν ὁ Θεὸς ἄνθρωπος ἐγένετο, καὶ διὰ τῆς ἑνώσεως ταύτης βασιλεύει τῆς ἀνθρωπίνης φύσεως ἡ θεότης ὡς γέγραπται· «Καὶ ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης.» Ὅστις οὖν οὐκ ἐν τούτοις ἐβασιλεύθη ὑπὸ Χριστοῦ, οὐδὲ ὅμοιος ἔστιν ἐν τούτοις ὡς πατρὶ τῷ Χριστῷ, ἐκεῖ οὐ παραλαμβάνεται. Τῆς ἀληθείας οὕτως ἐχούσης τὰ λοιπὰ πάντα περισσά, ἐὰν μὴ διὰ ταῦτα γένηται.

Ὅτι ὅπερ νόσος σώματι, τοῦτο ἁμαρτία ψυχῇ· ὥσπερ δὲ ἔχομεν αἴσθησιν σώματος, οὕτω δεῖ καὶ ψυχῆς ἔχειν αἴσθησιν νοητὴν καὶ αἰσθάνεσθαι νοητῶς νόσον καὶ ὑγείαν. Χριστιανὸς γὰρ ὁ μὴ ἔχων αἴσθησιν νοητήν, οὔπω ἐστὶ χριστιανός, εἰ καὶ χριστιανὸς λέγεται· τὸ γὰρ ἀποτέλεσμα τῆς τῶν χριστιανῶν πίστεως, ἡ ὑγεία ἐστὶ τῆς ψυχῆς.

Κεφάλαιον ΙΗʹ Σώματος νόσος, ὑγείας ἔλλειψις. Ὅπερ σώματι νόσος, τοῦτο ψυχῇ ἁμαρτία. Εἰ οὖν πᾶσα ἰατρικὴ σωμάτων, ἕνεκεν ὑγείας μόνης σωμάτων καὶ οὐχ’ ἑτέρου τινός, οὐ πλούτου, οὐ δόξης, οὐχ’ ἡδονῆς, εὔδηλον ὅτι καὶ πᾶσα ἰατρικὴ ψυχῶν, οὐχ’ ἕνεκεν ἑτέρου τινός, οὐ πλούτου, οὐ δόξης, οὐχ’ ἡδονῆς, ἀλλ’ ἕνεκεν ὑγείας μόνης ψυχῶν. Τί οὖν ἀπολογήσομαι τότε ὅταν κρίνῃ ὁ Θεός, ἐὰν μετὰ ψυχῆς νοσούσης πολλὰ καὶ διάφορα νοσήματα εὑρεθῶ; ὅτι ἀφῆκα τὸ φροντίσαι περὶ τῆς ὑγείας μου καὶ ἐσπούδασα πολλὰ παρ’ ὅλον τὸν τῆς ζωῆς μου χρόνον, περὶ πλοῦτον καὶ δόξαν καὶ ἡδονήν. Ἀλλ’ ὡς ἔοικεν, ἡ ἄγνοια τῶν νοσημάτων τῆς ψυχῆς, ἐμποιοῦσα νῦν τῷ πάσχοντι τὸ ἀνάλγητον, ἀπατᾷ καταφρονῆσαι τοῦτον τῆς ὑγείας. Διατοῦτο πᾶς ἁμαρτωλὸς τουτέστιν ἄρρωστος ψυχικός, ὑπερήφανος ὡς ἀνάλγητος· καὶ κατὰ τὸ μέτρον τῆς ἀναλγησίας, καὶ ἡ ἀνάβασις τῆς ὑπερηφανίας ὡς γέγραπται, ὅτι Ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διαπαντός.

Ἄρρωστος γὰρ ψυχικός, ἀνάλγητος. Ὃς τὴν ψυχὴν αὐτοῦ μισῶν, μισεῖ καὶ τὸν ἰατρὸν τῶν ψυχῶν, ὅς ἐστι Χριστός· ὅτι πᾶς ἀλγῶν ταπεινός, ὥσπερ καὶ πᾶς χριστιανὸς ταπεινόφρων, ὡς οὐκ ἀνάλγητος διὰ τὰ ψυχικὰ νοσήματα, καὶ τὸν ἰατρὸν διὰ τῆς ταπεινώσεως ἐφελκόμενος πρὸς τὴν ἴασιν. Διὰ γὰρ τὸ ἀσθενὲς πάντως καὶ εὐμετάβολον τῆς φύσεως καὶ τὴν αἴσθησιν, δεόμεθα σωματικῆς θεραπείας· εἰ δὲ μὴ προσῆν ἡμῖν αἴσθησις, οὔτ’ ἂν ἠλγοῦμεν οὔτ’ ἂν θεραπείας ἐδεήθημεν μὴ ἀλγοῦντες. Οὕτω καὶ περὶ ψυχῆς λογιζόμεθα· ἔχει νοητὴν ἀσθένειαν ἡ ψυχή, ἔχει νοητὴν αἴσθησιν ἡ ψυχή· καὶ ἐπειδὴ ἀναισθήτως διακείμεθα περὶ τὰς ἀρρωστίας αὐτῆς, διατοῦτο οὐδὲ ἀλγοῦμεν οὐδὲ περὶ τῆς θεραπείας αὐτῆς φροντίζομεν οἱ ἀνάλγητοι. Διατοῦτο πᾶς ἁμαρτωλὸς ἀνάλγητος, εὔθυμος· καὶ ὡς εὔθυμος, ἀναίσθητος· ὡς δὲ ἀναίσθητος, ἀθεράπευτος· ὡς δὲ ἀθεράπευτος, βδελυκτός· ὡς δὲ βδελυκτός, μισητὸς καὶ Θεῷ καὶ ἀγγέλοις ἁγίοις, ὅπερ ἐστὶ θρήνων ἄξιον.

Διὸ φροντιστέον ὅση δύναμις περὶ νοητῆς αἰσθήσεως, ἵνα ἀλγήσαντες ζητήσωμεν τὸν ἰατρὸν τῶν ψυχῶν καὶ σωμάτων Χριστόν, καὶ προσπέσωμεν αὐτῷ, ἰάσασθαι δυσωποῦντες τὰς ἀσθενείας ἡμῶν. Ψυχῆς δὲ ἀσθένειαι, χρημάτων ὀρέξεις, πόθος ἡδονῆς, καὶ δόξης φιλία καὶ ἔφεσις, δι’ ἃ καὶ ὀργίλοι καὶ πικροὶ καὶ θυμώδεις καὶ ἀργοὶ καὶ ῥάθυμοι καὶ ἀκίνητοι πρὸς τὰ καλὰ καὶ πλεονέκται καὶ ἅρπαγες καὶ ἄδικοι καὶ κενόδοξοι καὶ ὑπερήφανοι καὶ ἀλαζόνες καὶ φθονεροὶ καὶ ζηλότυποι καὶ μνησίκακοι, τῶν ἀνθρώπων οἱ πλεῖστοι. Τί οὖν ὀλίγα ταῦτα καὶ μικρὰ τὰ νοσήματα; καὶ εὔλογόν ἐστι ψυχὴν Χριστὸν ὁμολογοῦσαν καὶ πιστεύουσαν εἰς αὐτόν, ἀναλγήτως ἐπὶ τούτοις διακεῖσθαι, ἐφ’ οἷς καὶ θρηνεῖν καὶ κλαίειν καὶ ὀδύρεσθαι αὐτὴν ἐχρῆν; καὶ τὴν συμπάθειαν ἐπ’ αὐτὴν ἕλκειν οὕτω τοῦ ἰατροῦ, ἵνα ἀνατείλῃ φῶς αὐτῇ νοητὸν καὶ ἴδῃ τὰ ἑαυτῆς κακά· εἰ μὴ γὰρ αὐτὴ ταῦτα πρότερον θεάσηται, οὐ δύναται ὁ παντοδύναμος ἰατρὸς θεραπεῦσαι αὐτά.

Τίς δέ ἐστιν ἡ θεραπεία; Θαυμασία τίς ἀλλοίωσις τῆς ψυχῆς. Θεραπευθείσης γὰρ ψυχῆς, πάντα ταῦτα ἅπερ ἑώρα πρώην ὡς ποθητὰ καὶ ἀγαθά, κατανοεῖ καὶ μισεῖ διὰ τῆς χάριτος τοῦ ἰατροῦ, ὡς βδελύγματα καὶ μιάσματα· καὶ τοῦτο οὐκ ἐξ αὐτῆς, Θεοῦ τὸ δῶρον· ἐφ’ ᾧ καὶ εὐχαριστοῦσα τῷ θεραπεύσαντι διαφημίζει πανταχοῦ, μεγάλῃ βοῶσα φωνῇ· Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου. Ὡς γὰρ ἐπὶ τῶν αἰσθητῶν καὶ ὁρωμένων αἰσθητῶς ὁρῶν πᾶς ἄνθρωπος καὶ αἰσθάνεται εἴτε εὐεργετούμενος εἴτε ἀποστερούμενος εἴτε νοσῶν εἴτε ὑγιαίνων εἴτε θερμαινόμενος εἴτε ψυχόμενος εἴτε δυστυχῶν εἴτε εὐημερῶν εἴτε κακῶς πάσχων εἴτε εὖ πάσχων, οὕτω δὴ καὶ πᾶς χριστιανὸς ὁρᾶν ὀφείλει νοητῶς καὶ αἰσθάνεσθαι νοητῶς, εἴτε νοσεῖ νοητῶς εἴτε ὑγιαίνει νοητῶς εἴτε δυστυχεῖ νοητῶς εἴτε εὐημερεῖ νοητῶς εἴτε κακῶς πάσχει εἴτε εὖ πάσχει· εἰ δὲ ἀναισθήτως ἔχει τῶν τοιούτων, μάτην ἐστὶ χριστιανός. Εἰ γὰρ ζωή ἐστι καὶ φῶς ἐστιν ὁ Χριστός, εἰ καὶ χριστιανὸς ὀνομάζεται, οὐκ ἔστι χριστιανὸς ὁ τοιοῦτος· εἰ γὰρ ἔσχε κοινωνίαν μετὰ τοῦ Χριστοῦ, μετέσχεν ἂν καὶ ζωῆς καὶ φωτός· τὸ γὰρ αἰσθάνεσθαι καὶ τὸ ὁρᾶν τῶν ζώντων ἐστίν, οὐ τῶν νεκρῶν.

Ὁ δὲ τὰς νοητὰς εὐεργεσίας καὶ τὰς νοητὰς ἐνδείας ἐν ἑαυτῷ γινομένας καὶ ἀπογινομένας οὐχ’ ὁρῶν νοητῶς καὶ αἰσθανόμενος νοητῶς αὐτῶν, ἔτι νεκρός ἐστιν, ἔτι ταῖς ἀκτίσιν οὐ περιελάμφθη τοῦ νοητοῦ ἡλίου τῆς δικαιοσύνης. Σπευσάτω τοίνυν καὶ δραμέτω νοητῶς πρὸς τὴν νοητὴν ζωὴν καὶ τὸ νοητὸν φῶς Ἰησοῦν Χριστόν, ἵνα σπλαγχνισθεὶς οὗτος, φωτίσῃ καὶ ζωώσῃ τὸν πρόσφυγα ἑαυτοῦ τοῦ ἰδεῖν καὶ λαβεῖν αἴσθησιν τῶν κατ’ αὐτόν· ὅπως ἰδὼν ζητήσῃ τὴν παρ’ αὐτοῦ μόνου, μόνην σωτηρίαν.

Ἀναίσθητον γὰρ ζῶον λογικόν, ὁ πάντα δυνάμενος Θεός, σῶσαι οὐ δύναται. Ὥσπερ οὖν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ τὰ τούτων ἐν μέσῳ πάντα διὰ μόνον παρήχθη τὸν ἄνθρωπον, οὕτως καὶ πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος διὰ μόνον ἐγράφη τὸν ἄνθρωπον· ὡς εἴ γε μὴ τοῦτον ὠφελήσει, ἄπρακτος εὑρίσκεται καὶ ἀργή. Ἐκ δύο τοίνυν οὐσιῶν ὑπάρξας ὁ ἄνθρωπος, ἐκ νοερᾶς καὶ αἰσθητῆς, ἐδεήθη καὶ διττῆς θεραπείας. Ἐν μεγάλῃ νόσῳ γεγονώς, ἀπὸ τῆς μεγάλης ὑγείας ἧς ἐλλείπει κατὰ φύσιν, διότι νόσος ὑγείας ἔλλειψις καὶ ἡ κατὰ φύσιν νόσος αὐτῷ· οὐ μεθίσταται δὲ τὸ ἐκ φύσεως· ἡλίκης ἄρα δεῖται τῆς θεραπείας, ὅπως ἂν ἡ κατὰ φύσιν νόσος μετασκευασθῇ εἰς τὸ ὑπὲρ φύσιν; Διατοῦτο οἵα τις ἰατρικὴ γέγραπται· Πᾶσα γραφὴ θεόπνευστος.

Ἡ μέντοι τῶν νυνὶ σωμάτων ἰατρική, ἣν δὴ καὶ μακρὰν τέχνην ἐκάλεσαν ἰατροὶ καὶ σφαλερὰν αὐτῇ τὴν πεῖραν προσωνόμασαν, οὐ τὴν κατὰ φύσιν νόσον τῆς αἰσθητῆς οὐσίας ἀνθρώπῳ μεταβαλεῖν ποτὲ δεδύνηται, ἀλλὰ τὴν εἰς ἑτέραν αὖθις οἱονεί τινα δευτέραν νόσον καὶ παρατροπὴν αὐτῆς, σπουδὴν ποιεῖται πολυτρόπως πρὸς τὴν πρώτην, καὶ τεχνικῶς ἀποκαταστῆσαι.

Ἡ δὲ ἀποκατάστασις οὐκ ἐκ τῶν γραμμάτων τῆς τοιαύτης ἰατρικῆς, ἀλλ’ ἐκ τῶν γεγραμμένων. Τὰ γεγραμμένα δὲ εἴδη διάφορα ὑλικά, βοτανῶν δυνάμεις καὶ ἐνέργειαι, εἴθ’ ἁπλῶν εἴτε συντιθεμένων, ὡς εἶναι φυσικὰς δυνάμεις ὁμογενεῖς, πάσχουσι φύσει θεραπευτικάς. Καὶ εἰ ἐδεήθη δυνάμεως ὁμογενοῦς, ἡ δευτέρα νόσος πρὸς ἀποκατάστασιν τὴν εἰς τὴν προτέραν κατὰ φύσιν τοῦ φθαρτοῦ σώματος νόσον, πῶς οὐ δεηθήσεται ὑπερφυοῦς καὶ ὑπερουσίου δυνάμεως, πρὸς ἀποκατάστασιν τῆς ἀληθοῦς καὶ κυρίως ὑγείας, ἡ κατὰ φύσιν νοσοῦσα φύσις ἀνθρωπίνη; Τί οὖν ἐστι τοῦτο τὸ ὑπερφυὲς καὶ ὑπερούσιον, οὗπερ ἡ δύναμις ἐνεργήσει τὴν ὑγείαν; Ἰησοῦς Χριστός, Θεὸς ἄνθρωπος· ἵνα τῷ ὁμοίῳ τὸ ὅμοιον θεραπεύσῃ τῆς ἀνθρωπότητος, τῆς θεότητος αὐτοῦ μιγνυμένης καὶ κιρναμένης ἑκάστῳ τῶν εἰς αὐτὸν πιστευόντων, καὶ τούτου μετειληφότων· καὶ τῇ τοιάδε ἑνώσει, τὴν κυρίως ὑγείαν ἐνεργοῦντος.

Ἰδοὺ τοίνυν, ὥσπερ ἐκεῖ τῆς ἰατρικῆς τέχνης οὐ τὰ γράμματα ἀλλὰ τῶν γεγραμμένων ἐνεργεῖ βοτανῶν ἡ δύναμις, οὕτως ἐνταῦθα οὐ τὰ γράμματα τῆς θεοπνεύστου γραφῆς, ἀλλ’ ἡ δύναμις τοῦ γεγραμμένου, τὴν παντελῆ σωτηρίαν ἐνεργεῖ· οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ’ ἐν δυνάμει. Πᾶσα γὰρ θεία γραφὴ παλαιά τε καὶ νέα, προφητικὴ δηλονότι καὶ εὐαγγελική, τὴν κατὰ φύσιν νοσοῦσαν φύσιν ἀνθρωπίνην, ἐπὶ τὸν Ἰησοῦν παραπέμπει ὡς ἰατρὸν ψυχῶν καὶ σωμάτων μόνον γενόμενον· οὗ τῆς θείας φύσεως ὃς οὐ κεκοινώνηκε, καλὸν ἦν αὐτῷ εἰ μὴ δὲ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος· ὑγιὴς γὰρ ὁ κεκοινωνηκὼς καὶ ἄνοσος. Τὸ γὰρ ἀποτέλεσμα τῆς ἡμετέρας τῶν χριστιανῶν πίστεως, ὑγεία ἐστὶ τῆς ψυχῆς· γνώρισμα δὲ τῆς ψυχικῆς ὑγείας, ἡ διόρθωσις ἐστὶ τῶν πέντε αἰσθήσεων. Οἷς οὖν αἱ πέντε διωρθώθησαν αἰσθήσεις, οὗτοι μόνοι τῆς θείας τοῦ Χριστοῦ πίστεως πιστοί.

Εἰ μὴ ἡ ψυχὴ πρὸς τὴν αὐτῆς ὑγείαν ἐπανέλθῃ—δι’ ἣν ὑγείαν ὁ Θεὸς ἐγένετο ἄνθρωπος—, οὐκ ἔστι πιστὸς ὁ χριστιανός. Ὑγεία δὲ τῆς ψυχῆς, διὰ μόνης τελεῖται τῆς παρὰ τοῦ Χριστοῦ καὶ ἐξ αὐτοῦ χαριζομένης διὰ πίστεως αὐτῇ θεϊκῆς ἐλλάμψεως καὶ δυνάμεως. Ἁγιασθεῖσα γὰρ ἡ ψυχὴ τὰς πέντε σωματικὰς αἰσθήσεις, δι’ ὧν αἱ ταύτης ἐνέργειαι τῆς ἀφανοῦς καὶ ἀοράτου δείκνυνται, τὸ λογικὸν ζῶον ὁ ἄνθρωπος, κυρίως ἀποτελεῖται ζῶον λογικόν, πολιτευόμενον κατὰ φύσιν τὴν αὐτῷ πρέπουσαν καὶ τῶν ἀλόγων ὑπερκειμένην, καὶ οὕτω βασιλεὺς γνωρίζεται τῶν ἐπὶ γῆς, βασιλευόμενος ἄνωθεν· οὕτως γὰρ καὶ οὐκ ἄλλως μία τοῦ Θεοῦ ἡ βασιλεία γνωρισθήσεται. Εἰ μὴ γὰρ ὁ βασιλεὺς τῶν ἐπιγείων ἄνθρωπος, ὑπὸ τοῦ βασιλέως τῶν οὐρανῶν καὶ πάσης κτίσεως ὁρατῆς καὶ ἀοράτου βασιλευόμενος ὑπάρχει, κατ’ εἰκόνα Θεοῦ καὶ καθ’ ὁμοίωσιν εἶναι οὐ δύναται, κἂν πάσης ἐν ἐπιστήμῃ γένηται σοφίας καὶ πάντων τῶν ὄντων τὴν γνῶσιν ἐξακριβώσηται, ἀλλὰ παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις ὁ τοιοῦτος καὶ ὡμοιώθη αὐτοῖς, εἰς ἀτιμίαν ὢν τοῦ Θεοῦ καὶ βλασφημίαν ὡς γέγραπται, ὅτι Δι’ ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι. Λέγουσιν αὐτοῖς ὅτι εἰ Θεὸς ἀληθὴς ὁ Θεὸς αὐτῶν ἦν, οὐκ ἂν ὡς ἡμεῖς καὶ αὐτοὶ ἦσαν βιοτεύοντες, μᾶλλον δέ τινες τούτων, καὶ χείρους ἡμῶν ἐν ἀσελγείαις ὁρῶνται καὶ ἀδικίαις.

Ὅτι ἑπτὰ τάξεις εἰσὶ τῶν δεομένων εὐχῆς· καὶ οἱ αἰτούμενοι τὸν Θεὸν ἃ οὐκ οἴδασιν, οὐκ εἰσακούονται. Εἰ γὰρ νῦν ἐστὶν ἡ ὥρα ὅτε δεῖ τῷ Θεῷ προσκυνεῖν ἐν πνεύματι καὶ ἀληθείᾳ, εἰ μὴ ἐν πνεύματι προσευχόμενοι, ὡς μὴ παρὰ Θεοῦ φωτιζόμενοι, ματαιοπονοῦσιν.

Κεφάλαιον ΙΘʹ Τάγματα ἑπτά εἰσι τῶν δεομένων σωτηρίας· ἀπολωλότες, αἰχμάλωτοι, πεπλανημένοι, κατερραγμένοι, καταπίπτοντες, στήκοντες, περιπατοῦντες· ἔστι δὲ καὶ ὄγδοον· οἱ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, καὶ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενοι. Τούτων οὖν τῶν ὀκτὼ ταγμάτων ἰδίας ἕκαστόν ἐστι δεόμενον ὑπὲρ ἑαυτοῦ προσευχῆς, ὑπὸ τῆς ἐκκλησίας τοῦ Θεοῦ. Τὸ μὲν ἀπολωλός, ἵνα ἐκζητήσῃ τοῦτο ὁ Θεὸς ὁ πανταχοῦ παρών, παρ’ ᾧ φανερὰ καὶ ἅδης καὶ ἀπώλεια. Τὸ δὲ αἰχμάλωτον, ἵνα ῥυσθῇ ῥομφαίᾳ τῆς δυνάμεως τοῦ παντοκράτορος· οὐδὲ γὰρ δύναται ἑαυτὸν αἰχμάλωτος ἀπαγόμενος, ῥύσασθαι. Τὸ δὲ πεπλανημένον, ἵνα οἱ βλέποντες ὀφθαλμοὶ τοῦ Θεοῦ τὰ πάντα, ἀστράψαντες ὑποδείξωσι καὶ ὁδηγήσωσι τοῦτο πρὸς τὴν ὁδὸν τῆς ἀληθείας καθὼς λέγει καὶ ὁ ψαλμός· Ὁδήγησόν με Κύριε ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου. Τὸ δὲ κατερραγμένον, ἵνα ἀνορθώσῃ τοῦτο ὁ Κύριος· ὅτι οὐδεὶς ἐν τῇ ἰσχύϊ τῇ ἑαυτοῦ καταρραγείς, ἀνορθωθῆναι δύναται. Τὸ δὲ καταπίπτον, ἵνα στηρίξῃ τοῦτο ὁ ὑπερμεγέθης τοῦ ὑψίστου βραχίων. Τὸ δὲ στηκόν, ἵνα ἑδραῖον γινόμενον ὑπὸ τῆς θείας χάριτος, μηκέτι περιτρέπηται.

Τὸ δὲ περιπατοῦν, ἵνα ἀπροσκόπως ὁδεύει· ἀγγελικῆς δυνάμεως τοὺς λίθους ἐξαιρούσης καὶ τὰ σκολιὰ τῆς μακροτάτης ὁδοῦ καὶ στενῆς, ὅπως ἂν μὴ ὑπὲρ ὃ δύναται θλίβηται. Τὸ μέντοι ὄγδοον, ὅπως ἂν μὴ φρονῇ τῶν κακῶν κρείττων φαίνεσθαι, ἀλλ’ ἵνα λυπῆται τῶν ἀγαθῶν ἡττώμενον, καὶ διδάσκηται ὅσον ἔτι λείπεται τοῦ ἀληθινοῦ ὕψους, ὁ πάντων ἐπέκεινα. Τοῦτο γάρ ἐστι κατὰ τὸν ἀπόστολον τὸ ἔργον τῶν τελείων, καθὼς αὐτός φησιν· Ὅσοι τέλειοι, τοῦτο φρονῶμεν· τὸ κατὰ σκοπὸν διώκειν ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως.

Ὅταν οὖν τίς ὑπερεύξασθαί τινος τῶν ὀκτὼ τούτων ἑκάστου ἢ βουληθείη δι’ ἀγάπην Θεοῦ ἢ ἀξιωθείη, σκοπείτω ἵνα πρόσφορον ἑκάστῳ καὶ κατάλληλον τὴν προσευχὴν ποιήσηται, ἵνα μὴ μάτην κοπιάσῃ, τὴν οὐχ’ ἁρμόδιον ἑκάστῳ τῶν ὑπὲρ τὰ τοιαῦτα τάγματα σωτηρίαν ἀνάρμοστον ἐξαιτούμενος· πῶς γὰρ εἰσακούσεται τούτου Κύριος; Λέγει γὰρ τίς τῶν πατέρων πρὸς τὸν προϊστάμενον· Μὴ ὄκνει ὑπὲρ πάντῃ ἀμελῶν αἰτούμενος προσεύχεσθαι, οὐχ’ ἵνα ἐλεηθῶσι—τοῦτο γὰρ ἀδύνατον ἐκείνων μὴ συνεργούντων—ἀλλ’ ὅπως διεγερθῶσιν εἰς σπουδήν· ἐπεὶ καὶ τὸ γαλακτοτροφούμενον νήπιον ὁ βρώματι παχυτέρῳ θρέψαι βουλόμενος, οὐ ζωογονήσει τοῦτο, διαφθείρει δὲ μᾶλλον καὶ θανατώσει· καὶ τὸν εἰς ἄνδρα ἥκοντα, ὃς θηλάσει, πάντως ἀνόητος ἀνόητον· τάξεως γὰρ ὁ Θεὸς καὶ εἰρήνης Θεός. Πλὴν διὰ τὴν ἐν τούτοις ἄγνοιαν ἐπάναγκες τὸν προσευχόμενον, τὸ ὑπὲρ οὗ προσεύχεται, τὸ συμφέρον ἐξαιτεῖν· ἐπεὶ καὶ ὁ Ἰησοῦς οὕτως πρὸς τὸν ἑαυτοῦ Πατέρα προσηύχετο λέγων· Οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ.

Εἰ δέ τις αἰτεῖται προσευχὰς ὑπὲρ ἑαυτοῦ τοῦ ἀπαλλαγῆναι φθορᾶς καὶ θανάτου, πρότερον ἀκουσάτω καὶ διδαχθήτω· καὶ μαθητευθέντος τί ἐστιν ἀφθαρσία καί τί ἐστι ζωή, τότε προσεύξεται πᾶς ὑπὲρ αὐτοῦ τούτου ἕνεκεν, εἴτε παρρησίαν ἔχων, εἴτε καὶ μή· τὸ γὰρ ζητούμενον, τὸ αἴτημα ὃ αἰτεῖται, ὡς ἂν ὅταν λάβῃ τοῦτο, εὐχαριστήσῃ καὶ εὐχαριστῶν διαμείνῃ. Εἰ γὰρ λαβὼν ἀγνοήσει, πῶς εὐχαριστήσει τῷ δεδωκότι; μὴ εὐχαριστήσας δέ, ὡς ὑπεύθυνος γίνεται τιμωριῶν· ὁ γὰρ λέγων «σῶσόν με», πάντως ἐν αἰχμαλωσίᾳ ἐστί, καὶ ὁ λέγων «λύτρωσαί με», πάντως ἐν φυλακῇ ἐστι καὶ δεσμοῖς. Ἐὰν οὖν οἱ τὰ τοιαῦτα ῥήματα λέγοντες, ἁπλῶς οὕτω λέγουσι ταῦτα ἔκ τινος συνηθείας, ἀγνοοῦντες καὶ τὸν κίνδυνον καὶ τὴν αἰχμαλωσίαν καὶ τὴν φυλακὴν καὶ τὰ δεσμά, τίς εἰσακούσεται; Διατοῦτο οἱ πρὸς Θεὸν βοῶντες νυκτὸς καὶ ἡμέρας, «Κύριε σῶσόν με, Κύριε ῥῦσαί με, Κύριε λύτρωσαί με», μὴ εἰδότες τὸν ἐπηρτημένον κίνδυνον, τὴν πικρὰν αἰχμαλωσίαν, τὴν σκοτεινὴν φυλακὴν καὶ τὰ σιδηρᾶ καὶ ἄφυκτα δεσμά, οὔτε εἰσηκούσθησαν, οὔτε εἰσακούονται, οὔτε εἰσακουσθήσονται· δεῖ γὰρ πρότερον παρὰ τῶν εἰδότων ταῦτα καὶ διδαχθῆναι καὶ μαθεῖν καὶ εἰδέναι, καὶ τότε αἰτεῖν.

Εἰ δ’ οὐχ’ εὑρίσκονται οἱ εἰδότες εὐχερῶς, ζητεῖν τοὺς τοιούτους μετὰ σπουδῆς καὶ εὑρίσκειν. Εἰ δὲ οὐ πάρεισιν οἱ τοιοῦτοι, δέεσθαι τοῦ Θεοῦ, ἵνα οὖτος δείξῃ ἡμῖν ἀοράτως καὶ τὸν κίνδυνον καὶ τὴν αἰχμαλωσίαν καὶ τὴν φυλακὴν καὶ τὰ δεσμά, ὅπως μετὰ τὴν ἐπίγνωσιν τῶν τηλικούτων κακῶν κράξωμεν πρὸς αὐτὸν μετὰ δακρύων καὶ κραυγῆς ἰσχυρᾶς, ἵνα ἐλεήσας τοὺς ἀναξίους ἐλέους καὶ σώσῃ καὶ ῥύσηται καὶ λυτρώσηται. Ἄλλως γὰρ ὁ Θεὸς ποιῆσαι ἔλεος μεθ’ ἡμῶν οὐ δύναται, ἐπεὶ μὴ δὲ δυνάμενος ἄνθρωπος ἐλεῆσαι, δύναται ἐλεῆσαι τὸν ὁμογενῆ μὴ εἰδότα τὸν ἔλεον· ὁ Θεὸς γὰρ πάντα δυνάμενος, ψεύσασθαι οὐ δύναται, ἑαυτὸν ἀρνήσασθαι οὐ δύναται. Διατοῦτο τὸν μὴ μετανοοῦντα ἐλεῆσαι οὐ δύναται, τῷ μὴ αἰτουμένῳ οὐ δίδωσι, τὸν μὴ ζητοῦντα οὐ καθοδηγεῖ πρὸς τὸ εὑρεῖν, τῷ μὴ κρούοντι οὐκ ἀνοίγει τὴν θύραν τοῦ ἐλέους, τῷ κακῶς αἰτοῦντι οὐ δίδωσι, τὸν μὴ ἐλεοῦντα καὶ λέγοντα «ἐλέησόν με» οὐκ ἐλεεῖ, ὥσπερ γάρ ἐστι παντοδύναμος οὕτω καὶ δίκαιος, ἡ δύναμις αὐτοῦ ἐν δικαιοσύνῃ, καὶ ὁ ἔλεος αὐτοῦ ἐν σταθμῷ καὶ μέτρῳ.

Ἀναγκαῖον τοίνυν πάντα ἄνθρωπον διδαχθῆναι τὰ δυνατὰ τῷ Θεῷ, καὶ οὕτως αἰτεῖν ἐκεῖνα ἵνα λάβῃ. Εἰ γὰρ πατὴρ σαρκικὸς αἰτοῦντι υἱῷ δηλητήριον, οὐ δύναται δοῦναι, πολλῷ μᾶλλον ὁ Θεὸς λέγων· Μὴ ἐπιλήσεται γυνὴ τοῦ ἰδίου τόκου αὐτῆς; ἀλλ’ εἰ καὶ ἐπιλήσεται, ἀλλ’ ἐγὼ οὐκ ἐπιλήσομαί σου, καὶ πάλιν·

Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ τῶν θυγατέρων μου. Εἰ οὖν υἱοὺς καὶ θυγατέρας ἔχει τοὺς ἀνθρώπους, πῶς δύναται δοῦναι αὐτοῖς θανάσιμα, κἂν εἰ καὶ αἰτῶσι ταῦτα ἐν πολλοῖς στεναγμοῖς τε καὶ δάκρυσι καὶ ἐπιμήκιστον χρόνον;

Ὁ Θεὸς χριστιανῷ αἰτοῦντι, δίδωσι δῶρα μεγάλα ταῦτα, ἃ παρ’ ἑαυτοῦ κτήσασθαι οὐδεὶς δύναται· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην, νήφουσαν, σωφρονοῦσαν, μετανοοῦσαν, κατανενυγμένην, μνήμην ἔχουσαν θανάτου, μνήμην τῆς μελλούσης κρίσεως, σοφίαν ἐν τῷ λόγῳ τῷ θείῳ, σύνεσιν, ἰσχὺν εἰς τὸ φοβεῖσθαι αὐτόν, ἰσχὺν εἰς τὸ προσεύχεσθαι μετὰ δέους καὶ εὐλαβείας εὐχαρίστως, ἁγνείαν, πραότητα, ὑπομονὴν καὶ μακροθυμίαν, ὅπως ἂν τῷ λαβόντι καὶ κτησαμένῳ, δώσει τὸν ἁγιασμόν, τὴν ὑγείαν. Ὑγεία δέ ἐστι, τὸ μηδενὸς ὀρέγεσθαι τῶν ἁμαρτημάτων ὅσα ὑπὸ ἐπιθυμίαν εἰσὶ κοσμικήν· χρημάτων, ἡδονῆς σαρκικῆς, δόξης καὶ τιμῆς τῆς παρὰ ἀνθρώπων ἐπιγείου. Ἰάσασθαι γὰρ ὁ Θεὸς τὸν μὴ πρότερον λαβόντα καὶ κτησάμενον τὰ εἰρημένα δῶρα οὐ δύναται, ἵνα μὴ ὑγιάνας πρὸ τούτων, πρὸς τὴν παρὰ τῶν ἀνθρώπων ἀποβλέψῃ δόξαν, ὡς ὑγιὴς καὶ ἀνενόχλητος ἀπὸ παντὸς νοσήματος, καὶ πέσῃ εἰς τὴν παγίδα τοῦ διαβόλου τὴν ὑπερηφανίαν, καὶ γένωνται τὰ ἔσχατα αὐτοῦ χείρονα τῶν πρώτων. Ἡ γὰρ ὑπερηφανία, μείζων πάντων ἁμαρτημάτων· δι’ αὐτὴν γὰρ μόνην ἐπεγένετο πάντα τὰ ἄλλα ἁμαρτήματα καὶ αὐτή ἐστιν ἡ τῆς ἁμαρτίας ἀρχή, Ἀρχὴ γάρ φησιν ἁμαρτίας ὑπερηφανία.

Εἶπε γὰρ ὁ Κύριος τῇ Σαμαρείτιδι· Πίστευσόν μοι γύναι, ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταί, προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Καὶ ὁ ἀπόστολος δὲ τὸν Θεὸν λέγει, μὴ ἐν χειροποιήτοις ναοῖς κατοικεῖν μὴ δὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεσθαι, ἅτε δὴ τινὸς μὴ προσδεόμενον· ἀνενδεὴς γάρ ἐστι καὶ πλήρης ὁ Θεός· καὶ οὐκ ἄνθρωποι μόνον, ἀλλὰ καὶ αὐτοὶ τοῦ Θεοῦ οἱ ἅγιοι ἄγγελοι, ἐκ τοῦ πληρώματος αὐτοῦ λαμβάνουσιν ὡς προσδεεῖς ἅπαντες τοῦ ἀνελλιποῦς καὶ πλήρους, καὶ εἴτε εὐχαριστοῦσιν αὐτῷ εἴτε ὑμνοῦσιν αὐτὸν εἴτε δοξάζουσιν, οὐκ ἐν τῇ οἰκείᾳ δυνάμει, ἀλλ’ ἐν τῇ μεταλήψει τῆς ἐκ τοῦ πληρώματος αὐτοῦ χάριτος πρότερον δυναμούμενοι, οὕτως ἰσχύουσι καὶ εὐχαριστεῖν καὶ ὑμνεῖν καὶ δοξάζειν, τὸν ἐκ τοῦ μὴ ὄντος αὐτοὺς παραγαγόντα Θεὸν καὶ δεσπότην.

Τίνες οὖν εἰσὶν οἱ ἀληθινοὶ προσκυνηταί, οἱ μήτε τόπῳ περικλείοντες τὴν λατρείαν, καὶ Θεὸν ἐν πνεύματι θεραπεύοντες; Ὅταν γὰρ εἴπῃ πνεῦμα ὁ Θεός, οὐδὲν ἄλλο δηλοῖ, ἢ τὸ ἀσώματον. Δεῖ τοίνυν τοῦ ἀσωμάτου τὴν λατρείαν, διὰ τοῦ ἐν ἡμῖν ἀσωμάτου προσφέρεσθαι, τουτέστι διὰ τῆς ψυχῆς· νῷ γὰρ ὁ ἀσώματος θεραπεύεται καὶ διανοίας καθαρότητι. Ἐπεὶ οὖν ὡς εἶπεν ὁ Κύριος, καθὼς εἴρηται ἤδη, ἦλθεν ἡ ὥρα καὶ ἔστι, πῶς δυνατὸν ἄλλως λατρεύεσθαι Θεὸν ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, εἰ μὴ τῷ νῷ καὶ τῇ διανοίᾳ; Διάνοιαν δὲ ἀνθρώπου καὶ νοῦν ἅπαντα Θεῷ προσκυνῆσαι ἀδύνατον, εἰ μὴ πρότερον γένηται τούτων κάθαρσις διὰ τῆς εἰς Χριστὸν πίστεως, ἐκ τῆς παρὰ αὐτοῦ τούτου μόνου τοῦ Χριστοῦ θεραπείας καὶ ἰάσεως καὶ ἀπολυτρώσεως.

Ὅσοις τοίνυν ὁ νοῦς καὶ ἡ διάνοια μὴ πρότερον ἴασιν καὶ θεραπείαν καὶ ἀπολύτρωσιν παρὰ Χριστοῦ μυστικῶς καὶ νοητῶς ἐδέξατο, μάταια τούτοις ἅπαντα ὅσα ἂν εἰς δόξαν Θεοῦ πράττειν οἴωνται, κἂν νηστείαν εἴποις, κἂν προσευχήν, κἂν ἐλεημοσύνην, κἂν ἀγρυπνίαν, κἂν χαμευνίαν καὶ πᾶσαν ἄλλην κακοπάθειαν, κἂν εἰς ἐσχάτην ἀκτημοσύνην· οὔπω γὰρ Θεῷ προσεκύνησαν ἐν πνεύματι, ὅπερ ἐστὶν ἡ ἀλήθεια, καὶ τῆς ἀληθείας λειπομένης ἅπαντα τἄλλα ψεῦδος καὶ ἀπάτη καὶ Θεοῦ ἀγνωσία καὶ τῆς κατὰ Χριστὸν πολιτείας ἄγνοια, καὶ τέλος, ἐξ ἀλογίας ἀναισθησία καὶ βίος κατὰ τὸν ἀπλανῆ Χριστὸν πεπλανημένος.

Τοιγαροῦν ὅσοις ἔτι πρὸς τὴν ἐν πνεύματι Θεοῦ προσκύνησιν ἀνίατος ἡ διάνοια, οὗτοι τοῦτο πρότερον κτήσασθαι τὸ κτῆμα ἀγωνιζέσθωσαν—διὸ καὶ ὁ Χριστὸς ἐσταυρώθη καὶ ἀπέθανε —, μηδενὸς φειδόμενοι τῶν ὅσα τοῦ Θεοῦ τὸν ἔλεον πρὸς τοῦτο ἐφέλκονται. Τοῦτο γάρ ἐστιν ἡ λύτρωσις, ἣν ἀπέστειλεν ὁ Κύριος διὰ Ἰησοῦ τῷ λαῷ αὐτοῦ, καὶ τοῦτό ἐστι τὸ μέγα ἔλεος, καὶ τοῦτό ἐστιν ὁ ἱλασμός, καὶ τοῦτό ἐστιν ἡ διάλυσις τοῦ μεσοτοίχου τοῦ μεγάλου φραγμοῦ, καὶ τοῦτό ἐστιν ἡ πρὸ τῆς κοινῆς ἀναστάσεως τῶν σωμάτων, ἀνάστασις ψυχῆς, καὶ τοῦτό ἐστιν ἡ ἀφθαρσία, καὶ τοῦτό ἐστιν ἡ αἰώνιος ζωή, καὶ τοῦτό ἐστιν ἡ πρὸς ἀνθρώπους τοῦ Θεοῦ καταλλαγή, καὶ τοῦτό ἐστιν ἡ παρὰ Θεοῦ κατόρθωσις τῆς οἰκουμένης, ἥτις οὐ σαλευθήσεται, καὶ ἐν τούτῳ ἐστὶ τό, ὁ πάντων ἔσχατος καὶ ὁ πάντων δοῦλος ἵνα γένηται πρῶτος, καὶ ἐν τούτῳ ἐστὶν ὁ πτωχὸς ἐν πνεύματι, οὖ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ ἐν τούτῳ ἐστὶν ὁ καθαρὸς τῇ καρδίᾳ, ὅτι αὐτὸς ὄψεται τὸν Θεόν, καὶ ἐν τούτῳ ἐστὶν ὁ εἰρηνοποιὸς ὃς καὶ υἱὸς Θεοῦ κληθήσεται.

Τὸ οὖν τοιοῦτον καὶ τοσοῦτον κτῆμα, πῶς τις κτήσεται ἀδιστάκτως, μὴ κτησάμενος καθημερινὸν ὁδηγόν; Φασὶ γὰρ οἱ πατέρες τὴν περὶ τοῦ πῶς χρὴ τὸν χριστιανὸν ζῆν πολιτείαν, μὴ τοσοῦτον δεῖσθαι λόγου, ὅσον τοῦ καθημερινοῦ ὑποδείγματος.

Εἶτα τί; Ὁ τοῦτο κτησάμενος τὸ κτῆμα, ἔχων ὑγιῆ τὸν ἑαυτὸν νοῦν καὶ τέλειον, κατανοεῖ τὰ θαυμάσια τοῦ Θεοῦ, ἐκ τοῦ νόμου τοῦ Θεοῦ, οἷα δὴ τοὺς ὀφθαλμοὺς ἀποκαλυφθεὶς τῇ χάριτι τοῦ Χριστοῦ. Εἰ δὲ χάριτι, οὐκ ἄρα μισθαποδοσία· εἰ δὲ μισθαποδοσία, οὐκέτι ἐστὶ χάρις. Ποῦ οὖν ἡ καύχησις; ἐξεκλείσθη λοιπὸν κατὰ τὸν ἀπόστολον· χάριτι γὰρ κεχάρισται, τὸ κατὰ Χριστὸν πολιτεύεσθαι ἕκαστον πολίτην οὐράνιον, τὸν τὸ πολίτευμα ἔχοντα ἐν οὐρανοῖς παρὰ Χριστοῦ, διὰ Χριστοῦ καὶ οὐκ ἐν ἑαυτῷ, ἀλλ’ ἐν Χριστῷ πολιτευόμενον· ὅθεν καὶ ὁ τοιοῦτος ἀποθέμενος τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορεῖ τὴν εἰκόνα τοῦ ἐπουρανίου.

Ἄνθρωπος γὰρ γενόμενος ὁ υἱὸς τοῦ Θεοῦ, καὶ Θεὸς ὢν ὁ αὐτὸς καὶ ἄνθρωπος, ὡς μὲν ἄνθρωπος τοῖς ὁμογενέσιν ἀνθρώποις, τοῖς αὐτὸν δηλαδὴ δεξαμένοις, μεταδίδωσι τῆς οἰκείας ἀρετῆς καὶ φύσεως, ὃν ἂν εἴποις τρόπον ὁ Ἀδὰμ μετέδωκε τοῖς ἐξ αὐτοῦ γενομένοις ἅπασι, τῆς οἰκείας φυσικῶς παρατροπῆς, ὥστε γίνεσθαι τοὺς ἐκ τοῦ Ἰησοῦ ἀνθρώπους ἐπουρανίους, καθάπερ τοὺς ἐκ τοῦ Ἀδάμ, χοϊκούς· οὐ γὰρ οἴκοθεν καὶ παρ’ ἑαυτῶν Θεῷ ἀρέσαι δύνανται, εἰ μὴ ἐν Χριστῷ· ὡς δὲ Θεὸς τοὺς ἀνορθωθέντας καὶ ἀλλαγέντας ὑπὲρ τῆς δυνάμεως τῆς αὐτοῦ ἐνανθρωπήσεως, μεταδίδωσι τῆς αὐτοῦ θεότητος. Οὐ γὰρ δυνατὸν ἄλλως πλησιάσαι τῷ ἁγίῳ καὶ καθαρῷ, μὴ πρότερον ἁγνισθέντας καὶ καθαρισθέντας καὶ ἀγαθυνθέντας, καὶ οὕτω θεωθῆναι. Ἀπόφασις γάρ ἐστι τῶν πατέρων ἡ λέγουσα μὴ ἄλλως δυνατὸν εἶναι σωτηρίαν γενέσθαι, μὴ θεουμένων τῶν σωζομένων.

Τί τὸ ἐν ἡμῖν αὐτεξούσιον, καὶ τί τοῦ αὐτεξουσίου ὑπελείφθη τῷ ἀνθρώπῳ.

Κεφάλαιον Κʹ Ὑπὲρ φύσιν ἐστὶν ἡ νηστεία καὶ ἀγρυπνία καὶ τὰ τοιαῦτα. Ἀκουσίως γὰρ ἐσθίω καὶ πίνω, πεινῶν καὶ διψῶν. Ἀκουσίως ἀποκενῶ τὰ περιττώματα τῆς τροφῆς μου καὶ πόσεως, ὀγκοῦμαι γὰρ καὶ ἡ φύσις μου ἀποκρίνει ταῦτα. Ἀκουσίως καθεύδω, νυστάζω γὰρ φυσικῶς, καὶ περιπατῶ καὶ καθέζομαι καὶ ἀνακλίνομαι, κοπιῶ γὰρ φυσικῶς. Ἀκουσίως γρηγορῶ, καὶ τοῦτο τῆς φύσεως. Ἀκουσίως ἐνδύομαι καὶ γυμνοῦμαι, ἢ γὰρ ψύχος γίνεται ἢ καῦμα, καὶ οὐδεὶς οὐδαμῶς οὐδενὶ τῶν ἐν τούτοις οὐδὲ τὸ ἐλαφρότατον ὑποῖσαι δύναται, εἰ μὴ βίᾳ καὶ ἀνάγκῃ πολλῇ· ἀκούσια μὲν ἐπὶ τὸ πλεῖστον, ἑκούσια δὲ σπανίως καὶ ἐπ’ ὀλίγον.

Οἱ γὰρ ἅγιοι τοῦτο μὲν βίᾳ φύσεως ἑκουσίᾳ, τοῦτο δὲ καὶ δυνάμει θειοτέρᾳ τὸν ἀγῶνα τῆς νηστείας καὶ ἀγρυπνίας καὶ ψύχους καὶ καύσωνος ἤνυσαν, καὶ τοῦ πολλοῦ κόπου. Εἰ οὖν ἀκούσια ταῦτα—ὡς τῆς φύσεως—ἐν τίνι τοῦ ἀνθρωπίνου ἑκουσίου τὸ αὐτεξούσιον; Ἐν οὐδενὶ λοιπὸν ἑτέρῳ τὸν κατ’ αὐτόν, ἀλλ’ ἢ ἐν τούτῳ μόνῳ, ἐν τῷ πρὸς Θεὸν μόνον, τὸν Κύριον τῆς σωτηρίας καὶ Κύριον τοῦ ἐλέους διηνεκῶς τὴν διάνοιαν ἔχειν τεταμένην. Εἰ γὰρ τὸ αὐτεξούσιον ἐν τοῖς ἐφ’ ἡμῖν, ἐν τοῖς οὐκ ἐφ’ ἡμῖν οὐ πάντως τὸ αὐτεξούσιον· προηγεῖται δὲ τοῦ αὐτεξουσίου τὸ θέλειν ἔν τε τοῖς ἐφ’ ἡμῖν, ἔν τε τοῖς οὐκ ἐφ’ ἡμῖν. Καὶ ἐκ μὲν τοῖς ἐφ’ ἡμῖν τὸ θελῆσαι, χρείαν ἔχει καὶ πόνου—οὐδὲν γὰρ τῶν ἐν τῷ ἐνεστῶτι αἰῶνι τῶν ἐφ’ ἡμῖν δίχα πόνου τελεῖται —, ἐν δὲ τοῖς οὐκ ἐφ’ ἡμῖν, τὸ θελῆσαι μὲν διὰ τῆς ἐφέσεως πρόσεστι, τὸ δὲ πονῆσαι μάταιον.

Εἰ οὖν αὐτεξούσιός εἰμι καὶ διατοῦτο θέλω εἶναι καὶ ἐλεύθερος, ἄρα αὐτεξουσίως δεδούλωμαι ᾧ ἥττημαι ὡς ἑκουσίως, ἢ ἀνάγκῃ τινὶ καὶ βίᾳ δεδούλωμαι ὡς οὐκ αὐτεξούσιος· ἅτινα καὶ τῆς φύσεως ἐστὶ καὶ διατοῦτο οὐ μεθίστανται· πεινῶ, διψῶ, ψύχομαι, καυσοῦμαι, περιπατῶ, ἵσταμαι, κεῖμαι καὶ ὅσα τοιαῦτα καθὼς προείρηται. Εἰ οὖν τοῦ αὐτεξουσίου ταῦτα, ἐὰν ἐπὶ πολὺ χρονίσω ἄτροφος, εὔδηλον ὅτι ὥσπερ οὐ διαφθερεῖ λιμός, οὐδὲ ἀγρυπνία οὐδὲ τὰ λοιπά. Εἰ δὲ οὐ ταῦτα ἀλλ’ ἐκεῖνα τοῦ αὐτεξουσίου τὰ τῆς ψυχῆς, τὰ γενικώτατα τῶν ἄλλων ἐπιθυμία καὶ θυμός, εὑρίσκομαι δὲ θυμούμενος ἀλόγως, ἐπιθυμῶν ἀνοήτως· καὶ θέλω μὲν ἀλόγου θυμοῦ καὶ ἐπιθυμίας ἀνοήτου κρατῆσαι, ἥττημαι δὲ τούτοις ὡς τὰ πολλὰ μᾶλλον, καὶ διατοῦτο δεδούλωμαι αὐτοῖς, καὶ εἰ μὴ πάντῃ καὶ πάντοτε ἀλλ’ ἅπαξ ὡς ἡττημένος γεγονὼς καὶ δεδουλωμένος, πῶς ὁ δοῦλος ἀλόγου θυμοῦ καὶ ἐπιθυμίας ἀνοήτου αὐτεξούσιος; Εἰ δέ τις ἐρεῖ, ὅτι ὥσπερ τὸ πίπτειν καὶ ἐγείρεσθαι, οὕτω δὴ καὶ ἐπὶ τούτοις τὸ ἡττᾶσθαι καὶ διατοῦτο δουλοῦσθαι καὶ ἐλευθεροῦσθαι, πόση ἐντροπὴ τῷ προσώπῳ τοῦ αὐτεξούσιον ἑαυτὸν εἶναι λέγοντος καὶ ἐγκαυχωμένου ἐπὶ τούτῳ, ὁμολογοῦντος ἀνερυθριάστως ὅτι σήμερον ἐμαυτὸν δουλῶ καὶ αὔριον ἐμαυτὸν ἐλευθερῶ, καὶ τοῦτο διὰ πάσης μου τῆς ζωῆς; ὥστε εὑρίσκεσθαι τοῦτον ἐλευθερόδουλον. Τί οὖν λοιπὸν εἰπεῖν ἐστίν;

Ἦν ὅτε ἦν ὁ ἄνθρωπος ἐλεύθερος ὡς αὐτεξούσιος, προδοὺς δὲ τὴν ἑαυτοῦ ἐλευθερίαν, συναπεβάλετο τῇ ἐλευθερίᾳ καὶ τὴν αὐτεξουσιότητα, ἀμέλει καὶ γέγονε δοῦλος τῆς ἁμαρτίας. Πᾶς δὲ δοῦλος οὐκ αὐτεξούσιος· ὅτι πᾶς δοῦλος, ἐλεύθερος ὢν ἐδουλώθη. Οὐδένα γὰρ δοῦλον ἐποίησεν ὁ Θεὸς ἀλλὰ πάντας ἐλευθέρους, καὶ μόνῳ αὐτῷ ὡς ἐκ τοῦ μὴ ὄντος πεποιηκότι καὶ πλάσαντι δούλους, ἀλλ’ οὐδὲ τὴν εἰς αὐτὸν δούλωσιν τυραννικήν τινα καὶ ἠναγκασμένην βούλεται· ἀλλὰ καθάπερ τις πένης καὶ ἄπορος αἱρεθεὶς βασιλεῖ πρὸς οἰκειοτάτην ὑπηρεσίαν, ἀγάλλεται καὶ γάννυται ἐπὶ τῷ ὀνομάζεσθαι καὶ εἶναι δοῦλος τοῦ βασιλέως, οὕτω δὴ καὶ τὸν ἑαυτοῦ δοῦλον ὁ Θεός, ἑκόντα καὶ χαίροντα θέλει καὶ βούλεται καὶ δόξαν ἔχειν τὴν εἰς αὐτὸν δούλωσιν.

Ἐπεὶ δὲ πᾶς δοῦλος, ἐὰν ἀφορᾷ πρός τινα τὸν δυνάμενον αὐτὸν ἐλευθερῶσαι, καταφεύξεται πάντως πρὸς τοῦτον καὶ προσπεσεῖται καὶ κλαύσεται καὶ καθικετεύσει, εἰ ἄρα πείσει τοῦτον καταβαλέσθαι τὴν ὑπὲρ αὐτοῦ τιμὴν καὶ τοῦτον ἐλευθερώσει.

Ἀναφαίνεται τοίνυν ἐντεῦθεν οὐδὲν ἄλλο εἰς αὐτεξουσιότητα τῷ δούλῳ ὑπολελειμμένον, ἀλλ’ ἢ μόνον τὸ θέλειν αὐτὸν ἐλευθερίας τυχεῖν, ἀλλὰ καὶ τοῦτο, ὅταν κακουχούμενος ᾖ τῷ βάρει τῆς δουλείας· εἰ δὲ ἄθλιπτος ἐστὶ δοῦλος καὶ ἀναπαυόμενος, οὐδὲ θελήσει τὴν ἐλευθερίαν.

Εἶπεν ὁ Κύριος· Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Ἰδοὺ τρία· μονή, γνῶσις, καὶ ἡ ἐλευθεροῦσα, οὐχὶ ἐλευθερία. Καὶ ἐπὶ τούτοις· Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλος ἐστὶ τῆς ἁμαρτίας· ἰδοὺ καὶ δοῦλος ἐδείχθη ὅτι ὁ δοῦλος, οὐκ ἔστιν αὐτεξούσιος.

Καὶ μετὰ μικρόν· Ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε. Ἐπεὶ οὖν πιστὸς μάρτυς ὁ ταῦτα λέγων Θεός, τίς δύναται εἰπεῖν ὅτι δοῦλος τῆς ἁμαρτίας αὐτεξούσιός ἐστι παντὸς δόλου καὶ ἐπὶ πάσῃ δουλείᾳ, οὐκ ὄντος τινὸς αὐτεξουσίου; καὶ ταῦτα μὲν ὁ Κύριος. Ὁ δὲ ἀποσταλεὶς παρ’ αὐτοῦ ἀπόστολος, καθὼς αὐτὸς ἀπεστάλη παρὰ τοῦ Πατρὸς αὐτοῦ καὶ μεγάλῃ φωνῇ βοῶν ἐπὶ πάσης τῆς οἰκουμένης· Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; —καὶ πάντως ὁ ῥυόμενος, τῆς αἰχμαλωσίας ῥύεται—λέγει καὶ αὐτός· Τῇ ἐλευθερίᾳ οὖν ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε, δεικνὺς ὅτι ἀπὸ δουλείας πάντως ἠλευθερώθησαν, ἐν ᾗ τυγχάνοντες οὐκ ἐτύγχανον αὐτεξούσιοι.

Ἱκανὰ ταῦτα πρὸς ὀλίγην ἀπόδειξιν τοῦ καθ’ ἡμᾶς αὐτεξουσίου· ὅπερ δὴ καὶ περιέστη τοῖς δούλοις γενομένοις ἡμῖν τῆς ἁμαρτίας, εἰς τὸ θελῆσαι καὶ μόνον ὡς μὴ περαιτέρω βαδίσαι δυνάμενον, καὶ διατοῦτο δοτέον τὸ θελῆσαι τῷ Χριστῷ μετὰ τοῦ συνεζευγμένου τῷ θελήματι, οὐ δι’ ἔργων ἀλλὰ διὰ πίστεως μόνης, πόνου καὶ κόπου τῆς διανοίας, ὅπως ἰδὼν αὐτὸς ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ τῶν ψυχῶν ἡμῶν, ὅτι θέλομεν ἐξ ὅλης ψυχῆς, ἐξ ὅλης διανοίας, ἐξ ὅλης ἰσχύος τὴν ἐλευθερίαν ἀπὸ τῆς δολερᾶς τυραννίδος τῆς ἁμαρτίας—τυραννὶς γὰρ οὐκ ἄλλο τι ἢ ἀκούσιος δι’ ἁμαρτίαν, καὶ εἰ ἀκούσιος, οὐκ ἐκ τοῦ αὐτεξουσίου—, ποιήσεται τὴν ἐλευθερίαν διὰ τῆς ἑαυτοῦ κοινωνίας, τῷ οὕτως αὐτῷ προσπίπτοντι. Ἐλεύθερος γὰρ ἐν ἀνθρώποις καὶ ὡς ἐλεύθερος αὐτεξούσιος οὐδείς, εἰ μὴ μόνος ὁ Χριστός· καὶ αὐτὸς ὡς Θεὸς καὶ ἄνθρωπος. Ἀπὸ γὰρ τοῦ δούλου τῆς ἁμαρτίας Ἀδάμ, τοῦ ὡς δούλου οὐδὲ αὐτεξουσίου, ἕως τῆς συντελείας ἄνθρωποι πάντες δοῦλοι· πλὴν ἐκείνων μόνων, τῶν ἀπὸ Χριστοῦ ἐλευθερωθέντων καθὼς γέγραπται· Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός· οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί. Ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ· οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι.

Ποταπὸς οὖν ὁ χοϊκός; πόρνος, ψεύστης, πονηρός, δολερός, ὕφαλος, ποικίλος, ἄστοργος, ἄσπονδος, πλεονέκτης, ἅρπαξ, ἀδικητής, κενόδοξος, ὑπερήφανος, ἀλαζών, οὐδὲν διαφέρων πάντων ἀνθρώπων καὶ πάντων ἀνθρώπων ὑπερέχοντα ἑαυτὸν νομίζων, ὅστις τύραννος, καὶ διὰ ταῦτα, φίλος τοῦ κόσμου ἐχθρὸς τοῦ Θεοῦ καθὰ γέγραπται· Πᾶς ὃς ἂν βουληθῇ φησὶ φίλος γενέσθαι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθέστηκε. Καὶ εἰ ὁ βουληθεὶς ἐχθρός, ὁ καὶ φίλος ὤν, πῶς οὐκ ἐχθρότερος; Ὁ δὲ ἐχθρὸς τοῦ Θεοῦ, πῶς προσελεύσεται τῷ Θεῷ καὶ τούτῳ προσομιλήσει;

Δεῖγμα δὲ τῆς ἔχθρας, οἱ προσομιλοῦντες αὐτῷ καὶ ᾄδοντες καὶ ψάλλοντες στόματι, τῇ δὲ καρδίᾳ πλανώμενοι. Οὐ γὰρ δυνατὸν Θεῷ προσομιλεῖν στόματι καὶ νοΐ, μὴ κρατουμένου τοῦ νοὸς καὶ φρουρουμένου πάντοθεν ἀγγελικαῖς παρεμβολαῖς· ὁ τοιοῦτος γὰρ καὶ οὕτως προσομιλῶν Θεῷ, τὸ αὐτεξούσιον ἐκτήσατο τῆς λογικῆς πάλιν ἀξίας. Ποταπὸς δὲ ὁ ἐκ τοῦ ἐπουρανίου; εὐθύς, δίκαιος καὶ ὅσιος ὡς ὁ Κύριος. Ὥσπερ γὰρ ἕκαστος πατὴρ ἐκ τῆς φύσεως ἑαυτοῦ γεννᾷ, οὕτω καὶ ὁ δεύτερος πατὴρ Χριστός, ἐκ τῆς ἑαυτοῦ φύσεως γεννᾷ, ὡς ἐλεύθερα καὶ αὐτεξούσια, δίκαια καὶ ὅσια τέκνα καὶ εὐθέα καὶ ἀληθῆ κατ’ εἰκόνα τοῦ πατρὸς αὐτῶν.

Ταῦτα τὰ γνωρίσματα τοῦ αὐτεξουσίου, ὡς τἄλλα οὐ τοῦ αὐτεξουσίου· ἐν τούτῳ γὰρ λέγει ὁ ἠγαπημένος, φανερὰ εἶναι τὰ τέκνα τοῦ Θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου. Καὶ ἐπειδὴ ἐν τῷ θελῆσαι μόνῳ συγκέκλεισται τὸ αὐτεξούσιον ἡμῖν, θελῆσαι δεῖ πρῶτον, εἶτα ζητῆσαι τὸν ἐλευθερωτήν· ἐπιγνωσθέντος δὲ τοῦ ἐλευθερωτοῦ, προσπεσεῖν αὐτοῦ τοῖς ποσὶ καὶ αἰτῆσαι τὴν ἐλευθερίαν. Οὐ γάρ τις αὐτεξούσιος ἀλλ’ ἢ μόνος ὁ ἐλεύθερος· ὁ ἐλεῶν καὶ σώζων καὶ φωτίζων τὴν διάνοιαν ὀρθῶς ὁρᾶν καὶ καθαρῶς καὶ ἀνεπιθολότως, ὥστε δύνασθαι φεύγειν ἃ χρὴ καὶ ποιεῖν ἃ δεῖ· ὅτι οὐδὲ τῶν ἐφ’ ἡμῖν ἐστι τὸ βλέπειν ὀρθά, ἀλλὰ σὺν ἡμῖν τοῦ φωτίζοντος εἴτε ἡλίου τὰ ὁρώμενα εἴτε Χριστοῦ τὰ νοούμενα, τοῦ τρέποντος καὶ αὐξάνοντος καὶ ἀλλοιοῦντος, ὡς ὁ ἥλιος τὰ αἰσθητά, τὴν νοερὰν ψυχὴν ἐπὶ τὸ θειότατον· τρεπτὴν μὲν καὶ ἀλλοιωτὴν οὖσαν κατὰ φύσιν, φθαρτὴν δὲ γενομένην καὶ θνητὴν ἐκ τῆς παραβάσεως· τοῦτο διὰ τὴν παρακοὴν κατακριθεῖσαν ὡς τιμωρίαν καὶ κόλασιν αἰώνιον, φθαρεῖσαν οὐ κατ’ οὐσίαν, ἀλλὰ κατὰ γνώμην.

Ψυχῆς γὰρ θάνατος, ὁ τοῦ Θεοῦ χωρισμός· δι’ ὅν τινα χωρισμὸν καὶ πᾶσα τῶν ἀνθρώπων ἁπάντων πολιτεία, σφαλερὰ καὶ προσκόπτουσα καὶ πεπλανημένη κατὰ τὸ μᾶλλον μὲν καὶ ἧττον, τῷ Θεῷ δὲ ἢ οὐκ εὐάρεστος ἢ παροργίζουσα αὐτόν. Ἐν δὲ τῷ μέλλοντι αἰῶνι, καὶ αὐτὸ συναλλοιοῦντος πρὸς ἀφθαρσίαν, τὸ σῶμα προστάξει μόνῃ τοῦ μόνου συναγόμενον καὶ ἀνιστάμενον, ἀρρήτου δυνάμεως λόγῳ καὶ πρὸς ἀθανασίαν καὶ ζωὴν αἰώνιον, φθαρὲν οὐ κατὰ γνώμην ἀλλὰ κατ’ οὐσίαν. Σώματος γὰρ θάνατος, ὁ τῆς ψυχῆς χωρισμός· δι’ ὅν τινα χωρισμὸν καὶ διαλύεται καὶ εἰς χοῦν ἀποστρέφεται, καὶ τὸ νοητὸν πάθος τῆς ψυχῆς εἰκονίζει. Ἀφθαρσία δὲ ἀμφοτέρων ψυχῆς καὶ σώματος, μία· ἡ πρὸς Θεὸν αὖθις οἰκείωσις καὶ ἕνωσις καὶ κοινωνία, ἵνα γενώμεθα θείας κοινωνοὶ φύσεως τῆς ἀφθάρτου καὶ ἀθανάτου.