Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κεφάλαια ἀλφαβητικά (Νόθος)

Συμεὼν ὁ Νέος Θεολόγος

Κεφάλαια ΚΑ΄–ΚΔ΄: Ο νοητός πόλεμος, τα έσχατα και η εμπειρία του θείου φωτός

Ο αδιάλειπτος νοητός πόλεμος και η διάκριση των λογισμών. Αναλύεται ο πνευματικός θάνατος ως χωρισμός από το Άγιο Πνεύμα, η ανάσταση, η μέλλουσα κρίση και η ενοίκηση της Αγίας Τριάδος στην καθαρή ψυχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 7 από 7

Περὶ βλασφημίας. Καὶ ὅτι ὁ λέγων μὴ δύνασθαί τινα κατὰ τὴν παροῦσαν γενεὰν ἐν μετοχῇ τοῦ ἁγίου γενέσθαι Πνεύματος, ἀλλὰ καὶ ὁ διαβάλλων τὰς ἐνεργείας τοῦ Πνεύματος καὶ τῷ ἐναντίῳ ταύτας ἐπιφημίζων, αἵρεσιν νέαν εἰς τὴν τοῦ Θεοῦ ἐκκλησίαν ἀνακαινίζει.

Κεφάλαιον ΚΑʹ Φησὶ τὸ ἱερώτατον λόγιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, τῷ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημήσαντι οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι. Ζητήσωμεν οὖν τίς ἐστιν ἡ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημία. Ἔστιν οὖν βλασφημία ἡ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐπιφημίζειν τὰς ἐνεργείας αὐτοῦ τῷ πνεύματι τῷ ἐναντίῳ, καθὰ φησὶν ὁ μέγας Βασίλειος. Πῶς δέ τις τοῦτο ποιεῖ; Ὁπόταν ἢ γινόμενα θαύματα τῷ ἁγίῳ Πνεύματι, ἢ ἕτερόν τις ὁρῶν θεῖον χάρισμα εἰς ἕνα τῶν αὐτοῦ ἀδελφῶν —φημὶ δὴ κατάνυξιν ἢ δάκρυον ἢ ταπείνωσιν ἢ γνῶσιν θείαν ἢ λόγον σοφίας τῆς ἄνωθεν ἢ ἄλλο τι χαριζόμενον ὑπὸ θείου Πνεύματος τοῖς τὸν Θεὸν ἀγαπῶσι—, καὶ λέγει εἶναι τοῦτο ἀπὸ τῆς ἀπάτης τοῦ διαβόλου· ἀλλὰ καὶ ὁ τοὺς ὑπὸ θείου Πνεύματος ἀγομένους ὡς υἱοὺς Θεοῦ, τοὺς τὰ προστάγματα ποιοῦντας τοῦ πατρὸς αὐτῶν καὶ Θεοῦ, λέγων ὑπὸ δαιμόνων πλανᾶσθαι, καὶ αὐτὸς εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημεῖ τὸ ἐνεργοῦν ἐν αὐτοῖς, καθὰ δὴ καὶ Ἰουδαῖοι ποτὲ εἰς τὸν Υἱὸν τοῦ Θεοῦ· ἐκεῖνοι γὰρ ἔβλεπον δαίμονας ἀπελαυνομένους ὑπὸ Χριστοῦ, καὶ κατὰ τοῦ ἁγίου αὐτοῦ Πνεύματος ἐβλασφήμουν καὶ ἀναιδῶς οἱ ἀναιδεῖς ἔλεγον· Ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.

Ἀλλὰ ταῦτα ἀκούοντες τινὲς οὐκ ἀκούουσι, καὶ βλέποντες οὐ βλέπουσι, πάντα δὲ τὰ ὑπὸ τῆς θείας γραφῆς μαρτυρούμενα ἔργα ἐκ Πνεύματος ἁγίου καὶ ἐνεργείας θείας γίνεσθαι, ὥσπερ ἑαυτῶν ἔξω γενόμενοι καὶ πᾶσαν θείαν γραφὴν ἀπὸ τῶν ψυχῶν αὐτῶν ἀποπτύσαντες καὶ τὴν ἐξ αὐτῶν ἐγγινομένην γνῶσιν τῶν διανοιῶν αὐτῶν ἐξωθήσαντες, ἐκ μέθης καὶ δαιμονικῆς ἐνεργείας ταῦτα γίνεσθαι λέγειν οὐ φρίττουσι.

Καθάπερ γὰρ ἄπιστοι καὶ παντελῶς τῶν θείων ὄντες μυστηρίων ἀμύητοι, κἂν περὶ ἐλλάμψεως θείας ἀκούσωσι, κἂν περὶ φωτισμοῦ ψυχῆς καὶ νοός, κἂν περὶ θεωρίας καὶ ἀπαθείας, κἂν περὶ ταπεινώσεως καὶ δακρύων, τῶν ἐξ ἐνεργείας καὶ χάριτος τοῦ ἁγίου Πνεύματος ἐκχεομένων, εὐθὺς ὥσπερ μὴ φέροντες τὴν ὑπερβάλλουσαν αἴγλην τῶν λόγων καὶ δύναμιν, σκοτιζόμενοι τοὺς ὀφθαλμοὺς τῆς καρδίας μᾶλλον ἢ αὐγαζόμενοι, ἐκ πλάνης δαιμόνων εἶναι ταῦτα, τολμηρῶς ἀποφαίνονται· καὶ οὔτε τὸ τοῦ Θεοῦ κρῖμα, οὔτε τὴν τῶν ἀκουόντων αὐτοὺς βλάβην φρίττουσι, πᾶσι δὲ ἀναίδην οἱ τολμητίαι διαμαρτύρονται μηδὲν τοιοῦτον νῦν ἔν τινι τῶν πιστῶν παρὰ Θεοῦ γίνεσθαι, ὅπερ ἀσέβειά ἐστι μᾶλλον ἢ αἵρεσις. Αἵρεσις μὲν γάρ ἐστι τὸ ἔν τινι παρεκκλίναι τῶν κειμένων ἡμῖν δογμάτων περὶ τῆς ὀρθῆς ἡμῶν πίστεως· τὸ δὲ λέγειν μὴ εἶναι ἀρτίως τινὰς τοὺς τὸν Θεὸν ἀγαπῶντας, μὴ δὲ Πνεύματος ἁγίου τούτους καταξιοῦσθαι καὶ ὑπ’ αὐτοῦ βαπτιζομένους υἱοὺς Θεοῦ καὶ θεοὺς ἐν γνώσει καὶ πείρᾳ καὶ θεωρίᾳ γίνεσθαι, πᾶσαν ἀνατρέπει τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν οἰκονομίαν καὶ φανερῶς ἀπαρνεῖται τὴν ἀνακαίνισιν τῆς φθαρείσης εἰκόνος καὶ θανατωθείσης, τὴν ἐπὶ ἀφθαρσίαν γενομένην καὶ ἀθανασίαν ἀνακλήσεως αὐτῆς.

Ὡς γὰρ οὐκ ἔστι τὸν μὴ βαπτισθέντα δι’ ὕδατος καὶ Πνεύματος σωθῆναι ποτέ, οὕτως οὐδὲ τὸν μετὰ τὸ βάπτισμα ἁμαρτήσαντα, ἐὰν μὴ βαπτισθῇ ἄνωθεν καὶ ἀναγεννηθῇ, καθὼς ὁ Κύριος τοῦτο βεβαιῶν πρὸς τὸν Νικόδημον ἔφη· Ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ πρὸς τοὺς ἀποστόλους αὖθις· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ. Ὁ οὖν ἀγνοῶν καὶ ὅπερ νήπιος ἐν ὕδατι ἐβαπτίσατο βάπτισμα καὶ μὴ δὲ ὅτι ἐβαπτίσατο ἐπιστάμενος, ἀλλὰ πίστει μόνῃ τοῦτο παραδεξάμενος καὶ μυρίαις ἁμαρτίαις τοῦτο ἀποσμηξάμενος, τὸ δεύτερόν τε—τὸ διὰ Πνεύματος λέγω, ἄνωθεν φιλανθρωπίᾳ Θεοῦ διδόμενον τοῖς διὰ μετανοίας αὐτὸ ἐκζητοῦσιν—ἀπαρνούμενος, πῶς ποτὲ ἄλλως σωτηρίας τυχεῖν δυνήσεται; Οὐδαμῶς.

Διατοῦτο ὑμῖν λέγω καὶ λέγων οὐ παύσομαι, ὅσοι τὸ πρῶτον βάπτισμα διὰ παραβάσεως τῶν ἐντολῶν τοῦ Θεοῦ ἐμολύνατε, τὴν τοῦ Δαυῒδ μετάνοιαν καὶ τῶν λοιπῶν ἁγίων μιμήσασθε καὶ πάσῃ σπουδῇ διὰ παντοίων ἔργων καὶ λόγων ἀξίαν μετάνοιαν ἐπιδείξασθε, ἵνα τὴν τοῦ Πνεύματος χάριν ἐφ’ ἑαυτοῖς ἐπισπάσησθε.

Τοῦτο γὰρ τὸ Πνεῦμα κατελθὸν ἐφ’ ὑμᾶς, κολυμβήθρα φωτοειδὴς ὑμῖν γένηται, καὶ ἐγκολπωσάμενον ἀρρήτως ὑμᾶς ὅλους ἐν ἑαυτῷ, ἐκ φθαρτῶν ἀφθάρτους καὶ ἐκ θνητῶν ἀθανάτους καὶ ἀντὶ υἱῶν ἀνθρώπων Θεοῦ υἱοὺς καὶ θεοὺς θέσει καὶ χάριτι ἀναγεννῆσαν ὑμᾶς ἀπεργάσεται—εἰ ἄρα καὶ βούλεσθε τῶν ἁγίων συγγενεῖς καὶ συγκληρονόμοι φανήσεσθαι καὶ μετὰ πάντων αὐτῶν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσελθεῖν—. Ἃ γὰρ εἶδον, καὶ ἔργῳ καὶ πείρᾳ Θεοῦ θαυμάσια ἔγνωκα, ὡς ἐνώπιον Θεοῦ προμαρτύρομαι, λέγων μεγάλῃ τῇ φωνῇ· «Δράμετε πάντες πρὸ τοῦ ἀποκλεισθῆναι διὰ τοῦ θανάτου τὴν τῆς μετανοίας θύραν ὑμῖν, δράμετε ἵνα πρὸ τῆς ἐξόδου καταλάβητε, σπεύσατε ἵνα λάβητε, κρούσατε ἵνα πρὸ τῆς τελευτῆς τὰς τοῦ παραδείσου πύλας ὁ Δεσπότης ὑμῖν ἀνοίξειε καὶ ἑαυτὸν ὑμῖν ἐμφανίσειεν, σπουδάσατε τὴν τῶν οὐρανῶν βασιλείαν ἥτις ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἐντὸς ὑμῶν καὶ γνωστῶς κτήσασθαι καὶ μὴ κενοὶ ταύτης ἐντεῦθεν ἀποδημήσητε, καὶ μάλιστα οἱ ταύτην ἀγνώστως ἔχειν ἐν ἑαυτοῖς οἰόμενοι, μηδὲν δὲ διὰ τὴν οἴησιν ἔχοντες.» Πῶς οὖν εἰπέ μοι τὸν τοῦ Χριστοῦ Πατέρα θεάσηται, ὁ νοῦν Χριστοῦ μὴ κτησάμενος;

Ἡμεῖς γάρ φησι, νοῦν Χριστοῦ ἔχομεν καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν ὁ Χριστός, ἐκ τοῦ Πνεύματος οὗ δέδωκεν ἡμῖν· οὐ γὰρ ἐλάβομεν πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ πνεῦμα υἱοθεσίας ἐν ᾧ κράζωμεν· «ἀββᾶ ὁ πατήρ»· καὶ Ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν· καὶ πάλιν, Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. Ὡς γὰρ ἡ γυνὴ οὐ δεῖται παρ’ ἑτέρου γνῶναι εἰ συνέλαβεν ἐν γαστρί, ἀλλ’ αὐτὴ ἐξ αὐτῆς οἶδεν ἐν ἑαυτῇ ἔκ τε τῆς ἀναστολῆς τῶν αἱμάτων ἔκ τε τῶν ἔνδον τοῦ βρέφους σκιρτημάτων καὶ τῆς ἀποχῆς τῶν πολλῶν βρωμάτων ὅτι συνέλαβεν, οὕτω καὶ ἡ ψυχὴ ἡνίκα διὰ Πνεύματος ἁγίου ὁ Χριστὸς ἐνοικήσῃ ἐν αὐτῇ, οὐ δεῖται παρ’ ἑτέρου μαθεῖν· αὐτὴ γὰρ εὐθέως ὁρᾷ τὰ ἀκάθαρτα αἵματα τῶν κατὰ συνήθειαν αὐτῆς παθῶν ἀναστελλόμενα καὶ τὴν τῶν πολλῶν βρωμάτων ὄρεξιν παυομένην καὶ πᾶσαν ἡδονὴν ὑπὲρ πάντα μισουμένην· τότε καὶ αὐτὴ πνευματοφόρος γενομένη, μετὰ τοῦ προφήτου λέγει πρὸς Θεόν· Διὰ τοῦ φόβου σου Κύριε ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐκυήσαμεν πνεῦμα σωτηρίας σου ἐπὶ τῆς γῆς· ὁ δὲ τὸν Χριστὸν μὴ βλέπων ἐντὸς αὐτοῦ λαλοῦντα διὰ τίνος ἢ πῶς εἴπῃ, «ἀββᾶ ὁ πατήρ»; Καὶ ὁ μὴ ἐντὸς αὐτοῦ τὴν βασιλείαν τῶν οὐρανῶν γνωστῶς κτησάμενος, πῶς ἐν αὐτῇ μετὰ θάνατον εἰσελεύσεται;

Ὁ μὴ μένοντα ἐν αὐτῷ διὰ τοῦ Πνεύματος τὸν Υἱὸν σὺν τῷ Πατρὶ θεασάμενος, πῶς μετ’ αὐτῶν ἐν τῷ μέλλοντι αἰῶνι ἔσεται, καθὼς εἶπεν ὁ Κύριος· Πάτερ, οὓς δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσι μετ’ ἐμοῦ, καὶ πάλιν·

Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ πάντων τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι. Καὶ ἐγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἓν ἐσμέν· ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν, καὶ ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας.

Ἐρωτῶντι δὲ ἀποκρίθητέ μοι, παρακαλῶ· «Τί οὖν, ὁ Πατὴρ ἀγνώστως ἀγαπᾷ τὸν Υἱόν, καὶ ὁ Υἱὸς ἀγνώστως καὶ ἀοράτως σύνεστι τῷ Πατρί;» —«Οὐ», πάντως εἴποιτε. Εἰ γὰρ τοῦτο δῶμεν καὶ ἀγνοεῖν ἀλλήλους τὸν Πατέρα καὶ τὸν Υἱὸν δογματίσωμεν, οἴχεται ἡ πίστις ἡμῶν καὶ ἀπόλωλεν· ἀγνοούντων γὰρ ἐκείνων ἀλλήλους, ἀνάγκη πᾶσα καὶ ἡμᾶς παντελῶς ἀγνοεῖν αὐτούς· εἰ δὲ τοῦτο, ἄρα ἄθεοι ἐσμέν, γνῶσιν μὴ ἐσχηκότες. Εἰ δὲ καθὼς ἐκεῖνος φησί, γινώσκει ὁ Πατὴρ τὸν Υἱὸν καὶ ὁ Υἱὸς γινώσκει τὸν Πατέρα καὶ ὡς Θεὸς σύνεστι τῷ Θεῷ καὶ Πατρί, καὶ ὁ Πατὴρ ὁμοίως σύνεστι τῷ Υἱῷ, ὡς ὅταν λέγῃ· Καθὼς σὺ πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, οὕτω καὶ αὐτοὶ ἐν ἐμοὶ ὦσι κἀγὼ ἐν αὐτοῖς, τὸ ἴσον ἐν πᾶσι δηλοῖ τῆς μετ’ ἀλλήλων ἑνώσεως. Πλὴν τοῦ μὲν Υἱοῦ πρὸς τὸν Πατέρα ἡ ἕνωσις φυσική ἐστι καὶ συνάναρχος, ἡ δὲ ἡμετέρα πρὸς τὸν Υἱὸν θέσει καὶ χάριτι, ὅμως εἰς τὸ αὐτὸ οἱ πάντες ἐσμὲν ἡνωμένοι Θεῷ καὶ ἀχώριστοι, ὡς αὐτὸς πάλιν φησίν·

Ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν, —διατί; ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησα αὐτούς, καθὼς ἐμὲ ἠγάπησας, καὶ ὁ Παῦλος· Ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.

Ταῦτα τοιγαροῦν ἀκούσατε οἱ δοκοῦντες εἶναι πνευματικοὶ καὶ τῷ λαλοῦντι πιστεύσατε, ἐμὲ δὲ τὸν λέγοντα ὑμῖν ἐν τῷ λόγῳ τῆς χάριτος τὰς δωρεὰς ἃς λαμβάνουσιν ἀπὸ Θεοῦ οἱ ἐν πίστει θερμῇ προστρέχοντες αὐτῷ καὶ τὰς ἐντολὰς αὐτοῦ ποιοῦντες, πάσης μέμψεως ἀπολύσατε. «Εἰ δὲ μὴ ἔστι φησὶ τοιοῦτος τανῦν, τί;» Διατί οὐκ ἔστιν, εἰπέ; «Ὅτι καὶ θέλοντά τινά φησι, μὴ δύνασθαι γενέσθαι τοιοῦτον τανῦν, ὡς καὶ μὴ θέλοντα, μὴ δὲ γενέσθαι.» Εἰ τοίνυν καὶ θέλοντα λέγοις μὴ δύνασθαι, ποῦ θήσομεν τὸ Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, καὶ τὸ Ἐγὼ εἶπα θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες, καὶ τὸ Γίνεσθε ἅγιοι, ὅτι ἐγὼ ἅγιός εἰμι; Εἰ δὲ καὶ μὴ θέλοντα μὴ δὲ γίνεσθαι, ἴδε ὅτι σὺ σεαυτὸν κατεδίκασας, μὴ θέλων μὴ δὲ προαιρούμενος γενέσθαι· εἰ γὰρ θέλεις γενέσθαι, δύνασαι.

Εἰ δὲ σὺ μὴ τοιοῦτος, ἀλλ’ ἕτεροι πλεῖστοι Θεοῦ βουλομένου, οὓς αὐτὸς ἀγνοεῖς. Εἰ γὰρ ἐπὶ τοῦ Ἠλιοὺ ἑπτακισχιλίους εἶχεν ὁ Θεὸς τοὺς μὴ κάμψαντας γόνυ τῇ Βάαλ, πολλῷ μᾶλλον νῦν, ὅτε τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον πλουσίως ἐξέχεεν ἐφ’ ἡμᾶς.

Εἰ δὲ μὴ ἀποδύεταί τις πάντα τὰ κωλύοντα αὐτὸν εἰς τὴν τῶν οὐρανῶν εἰσελθεῖν βασιλείαν, καὶ γυμνὸς προσέρχεται καὶ ζητεῖ τοῦ λαβεῖν, τοῦ μὴ βουλομένου τὸ αἴτιον, οὐ τοῦ Θεοῦ. Ὥσπερ γὰρ τὸ πῦρ προθύμως τῆς ὕλης, ἵν’ εἴπω, καὶ φυσικῶς ταύτης ἐπιλαμβάνεται, οὕτω καὶ ἡ χάρις τοῦ παναγίου καὶ προσκυνητοῦ Πνεύματος τῶν ἡμετέρων ψυχῶν ζητεῖ ἅψασθαι, ἵνα καὶ τοῖς ἐν τῷ κόσμῳ λάμψῃ καὶ κατευθύνῃ δι’ ὧν λάμπει τὰ τῶν πολλῶν διαβήματα, ὡς ἂν καλῶς ὁδεύοντες καὶ αὐτοὶ πλησιάσωσι τῷ πυρὶ καὶ εἷς καθεὶς ἢ πάντες, εἰ οἷόν τε, ὁμοῦ ἀναφθῶσι καὶ ὡς θεοὶ λάμψωσιν ἐν μέσῳ ἡμῶν, ἵνα ἐπευλογῆται καὶ πληθύνηται τὸ σπέρμα τοῦ Θεοῦ Ἰακὼβ καὶ μὴ ἐκλείψῃ θεοειδὴς ἄνθρωπος λάμπων ὡς φῶς ἐπὶ γῆς.

Διατοῦτο γὰρ τοιγαροῦν ὡς ὁρᾶτε, βοῶ πρὸς ὑμᾶς, τὰς προφητικὰς ἀναλαμβάνων φωνάς· «Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε καὶ τὰ πρόσωπα τῶν συνειδήσεων ὑμῶν οὐ μὴ καταισχυνθῇ.» Τί γὰρ τῇ ῥαθυμίᾳ καὶ ἀμελείᾳ καὶ ταῖς ἐπιθυμίαις καὶ ἡδοναῖς τῆς σαρκὸς ἐκδότους ἑαυτοὺς ποιήσαντες, ἀδύνατον εἶναι ὑμῖν τὸ διὰ μετανοίας ἐκκαθαρθῆναι καὶ Θεῷ προσεγγίσαι λέγετε; καὶ οὐ τοῦτο μόνον, ἀλλ’ οὐδὲ τὴν τοῦ Πνεύματος αὐτοῦ χάριν λαβεῖν δυνατόν, καὶ δι’ αὐτῆς ἀναγεννηθῆναι καὶ υἱοθετηθῆναι καὶ ἐξομοιωθῆναι αὐτῷ; Οὐκ ἔστι τοῦτο ἀδύνατον, οὐκ ἔστιν. Ἀδύνατον μὲν γὰρ πρὸ τῆς αὐτοῦ ἐπὶ γῆς παρουσίας· ἀφ’ οὗ δὲ εὐδόκησεν ἄνθρωπος γενέσθαι καὶ κατὰ πάντα χωρὶς ἁμαρτίας ἐξομοιωθῆναι ἡμῖν ὁ δεσπότης τῶν ἁπάντων Θεός, δυνατὰ ἡμῖν ταῦτα καὶ ῥάδια ἀπειργάσατο, δεδωκὼς ἡμῖν ἐξουσίαν υἱοὺς γενέσθαι Θεοῦ καὶ συγκληρονόμους αὐτοῦ.

Ὅτι ἀναχώρησις κόσμου ἡ ἀπροσπάθεια ἐστὶ τῶν ὑλικῶν πραγμάτων καὶ ἡ ἐκκοπὴ καὶ νέκρωσις τῶν ἐμπαθῶν ἐπιθυμιῶν. Πῶς δὲ δεῖ πολιτεύεσθαι τὸν θέλοντα εἰς τὴν τῶν οὐρανῶν εἰσελθεῖν βασιλείαν, καὶ τί τὰ χαρισθέντα ἡμῖν παρὰ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ἡμῶν.

Κεφάλαιον ΚΒʹ Χωρισθῶμεν ἀγαπητοὶ ἀδελφοὶ τοῦ κόσμου, διὰ τῆς ἀπροσπαθείας τῶν ὑλικῶν πραγμάτων παρακαλῶ. Καταλείψωμεν πάντα τῆς προσκαίρου ζωῆς, ἡδονὴν φημί, φιλαργυρίαν, δόξαν τὴν κενήν, καὶ πάντα τὰ ὅσα μισητὰ τῷ Θεῷ βδελυξώμεθα, μόνοις δὲ χρησώμεθα τοῖς πρὸς τὸ ζῆν ἀναγκαίοις, οἷς ὁ νοῦς μὲν οὐ τέρπεται, ἡ καρδία δὲ ἡμῶν οὐχ’ ἡδύνεται. Εἰ δὲ τῷ θελήματι τῆς σαρκὸς ὁρῶσιν οἱ δαίμονες κατεχομένους ἡμᾶς, τὸν θάνατον βλέπουσι περιφέροντας· καὶ τίνος ἄλλου χάριν καθ’ ἡμῶν αὐτοὶ ἐκστρατεύουσιν; Ἅπας γὰρ ὁ πόλεμος τῶν δαιμόνων διατοῦτο καθ’ ἡμῶν ἐπιφέρεται, ὅπως διὰ τῆς τῶν ὑλικῶν προσπαθείας ἐκ τῆς τοῦ Θεοῦ δόξης καὶ τῆς τοῦ ἁγίου Πνεύματος χάριτος ἀλλοτριώσωσι τοὺς πειθομένους αὐτοῖς, ὅπερ ἐστὶ ψυχῆς θάνατος. Ἀλλ’ ἡμεῖς καὶ πρὸ τῆς ἐκείνων πάλης ὡς ὁρῶ, τῆς τοιαύτης δωρεᾶς ἑαυτοὺς ἡμᾶς ἀπεστερήσαμεν καταλιπόντες τὰς τοῦ Θεοῦ ἐντολὰς καὶ μὴ δὲ ζητῆσαι αὐτὸν ἐξ ὅλης ψυχῆς ποτὲ προθυμούμενοι. Εἰ γὰρ ἐζητοῦμεν αὐτόν, οὐκ ἂν οὕτως ῥαθύμως καὶ ἀμελῶς ἐβιοῦμεν. Ἐὰν τὰ οὐράνια ἐφροντίζωμεν, οὐκ ἂν περὶ τὰ γήϊνα τοσαύτην σπουδὴν ἐποιοῦμεν. Ἐὰν περὶ τῶν ἀφθάρτων διενοούμεθα, οὐκ ἂν κεχήναμέν πως εἰς τὰ ῥέοντα καὶ φθαρτά. Ἐὰν τῶν αἰωνίων ἐφιέμεθα, οὐκ ἂν τῶν προσκαίρων οὕτως ἀντεποιούμεθα. Ἐὰν τὸν Θεὸν ἠγαπῶμεν, οὐκ ἂν τοὺς πρὸς αὐτὸν ἡμᾶς ὁδηγοῦντας οὕτως ἀπεστρεφόμεθα.

Ἐὰν τὰς ἀρετὰς περιεποιούμεθα, οὐκ ἂν τοὺς διδασκάλους τῶν ἀρετῶν ἐβδελυσσόμεθα. Ἐὰν τὴν νηστείαν ἄσμενοι ἠσπαζόμεθα, οὐκ ἄν ποτε διὰ βρωμάτων ἢ πομάτων ἔνδειαν ἐγογγύζωμεν. Ἐὰν ἐγκρατεῖς τῶν παθῶν εἶναι ἠγωνιζώμεθα, οὐκ ἂν ἀκρατῶς ταῖς ἡδοναῖς ἐνεδίδωμεν.

Ἐὰν πίστιν εἴχωμεν ὀρθὴν καὶ βεβαίαν, οὐκ ἂν τὰ τῶν ἀπίστων ἔργα διεπραττόμεθα. Ἐὰν φόβον Θεοῦ εἰς τὰς καρδίας ἡμῶν εἴχωμεν, οὐκ ἂν τοῖς γνησίοις δούλοις αὐτοῦ εἰς πᾶσαν ἐντολὴν θεάρεστον ἀντεπίπτωμεν. Ἐὰν ταπείνωσιν ἐκτησάμεθα, οὐκ ἂν τῶν τοῦ Θεοῦ δούλων κατεπαιρώμεθα. Ἐὰν ἀγάπην ἀληθινὴν κτήσασθαι ἠξιώθημεν, καὶ τὸν Θεὸν ἂν ἐγνωρίζωμεν, καὶ οὐ μόνον παιδεύεσθαι ἀλλὰ καὶ ἀτιμάζεσθαι καὶ τύπτεσθαι καὶ ἀδικεῖσθαι καὶ ἐπηρεάζεσθαι καὶ πάντα πειρασμόν, πᾶσαν θλίψιν προθύμως ὑπομένειν διὰ τὸν Χριστὸν ἠθελήσαμεν.

Νυνὶ δὲ τοσοῦτον τοῖς πάθεσι κατισχημένοι καὶ ἐν τοσαύτῃ σκοτώσει καὶ ἀγνοίᾳ τυγχάνομεν, ὅτι οὐδὲ ἐν οἷς ἐσμὲν αἰσθανόμεθα, οὐδὲ ὅτι κακῶς πράττομεν ἐπιστάμεθα. Διά τοι τοῦτο καὶ ἐὰν παρά τινος ὑπομνησθῶμεν περί τινος ἁμαρτίας, ὡς μὴ ἀκηκοότες ποτὲ τὰς τῶν χριστιανῶν γραφάς, οὕτως ἀποκρινόμεθα· «Καὶ ἆρά γε ἁμαρτία ἡ πρᾶξις αὕτη ἐστί; Καὶ τίνος χάριν ἢ καὶ διατί ἁμαρτία λογίζεται; Ματαίως τοῦτο παρά τινων, ἁμαρτία ὀνομάζεται. Εἴθε τὰς μείζονας ἐφυλαξάμεθα πράξεις· περὶ γὰρ τούτων τῶν μικρῶν, τὴν πολλὴν ὁ Θεὸς ἀκρίβειαν οὐ μὴ ἐνδείξηται.» Καὶ ταῦτα τίνες; Οἱ μοναχοί, οἱ δευτέραν ὁμολογίαν καὶ συνθήκας μετὰ τοῦ Θεοῦ ποιησάμενοι, οἱ τὴν στολὴν ὡς ἀρετὴν καὶ τὸ ὄνομα ἀντὶ ἁγιότητος περιφέροντες, οἱ κόσμον καὶ τὰ ἐν κόσμῳ ἀποβαλέσθαι Χριστῷ συνταξάμενοι, οἱ γονεῦσι καὶ φίλοις ὁμολογήσαντες ἀποτάξασθαι, οἱ ὡς Θεῷ τῷ πνευματικῷ αὐτῶν πατρὶ συνταξάμενοι ὑποτάσσεσθαι, οἱ μέχρι καὶ βλέμματος καὶ ἀργοῦ ῥήματος τὴν ἀκρίβειαν καὶ ἄσκησιν ἐπαγγειλάμενοι, τὸ φθονεῖν ἢ λοιδορεῖν ἢ γογγύζειν ἢ ἀντιλέγειν ἢ ψεύδεσθαι καὶ ἰδιορρυθμεῖν καὶ ὀμνύειν ἁμαρτίαν οὐ κρίνουσιν.

Οὐ φρίττεις ἄνθρωπε, τοῦ Θεοῦ ἀκούων καθεκάστην σοι λέγοντος διὰ πάσης τῆς θείας γραφῆς· Λόγος σαπρὸς μὴ ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν; Ἀμὴν γὰρ λέγω ὑμῖν, καὶ ὑπὲρ ἀργοῦ λόγου λόγον δώσετε, καὶ ὑπὲρ ψυχροῦ ὕδατος μισθὸν λήψεσθε; Οὐκ ἀκούεις ὅτι καὶ ἐννοιῶν καὶ λογισμῶν καρδίας κριτής ἐστιν ὁ Θεός; Τί γάρ φησιν; Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Εἶδες πῶς μοιχὸς κρίνεται ὁ πρὸς ἐπιθυμίαν ἐμβλέπων εἰς πρόσωπον τινός; Οὕτως ἴσθι βεβαίως ὦ ἄνθρωπε, ὅτι καὶ ὁ ἐπιθυμίᾳ χρημάτων κρατούμενος φιλάργυρος κρίνεται, εἰ καὶ μηδὲν ἕτερον τὸ σύνολον κέκτηται, καὶ ὁ βρωμάτων πολυτελῶν καὶ πολλῶν ὀρεγόμενος γαστρίμαργός ἐστιν, εἰ καὶ δι’ ἔνδειαν ἄρτῳ μόνῳ τρεφόμενος καὶ ὕδατι, καὶ πόρνος ὁ τοῖς λογισμοῖς ἐπὶ πολὺ συνδυάζων καὶ μολυνόμενος, εἰ καὶ πρόσωπον ἀνθρώπου ποτὲ μὴ θεάσηται. Οὕτω καὶ ὁ λέγων ἐν τῇ καρδίᾳ αὐτοῦ· «Κακῶς ἐπράχθη τοῦτο καὶ παραλόγως ἐκεῖνο γέγονε» καί· «Διατί τὸ καὶ τὸ γέγονεν; ἵνα τί δὲ κἀκεῖνο οὐ γέγονε;» —μὴ πλανηθῇ, καταλαλητὴς ἔσται καὶ ὡς κατακρίνων κριθήσεται, κἂν μὴ ἐκβάλῃ ῥῆμα ἐκ τοῦ στόματος αὐτοῦ, μὴ δὲ ἀκούσῃ τίς τὴν φωνὴν αὐτοῦ.

Μὴ πλανᾶσθε ἀδελφοί μου, φιλάνθρωπος ἐστὶν ὁ Θεὸς καὶ ἐλεήμων καὶ εὔσπλαγχνος, κἀγὼ μαρτυρῶν ὁμολογῶ καὶ τῇ αὐτοῦ εὐσπλαγχνίᾳ θαρρῶ σώζεσθαι. Πλὴν γινώσκετε ὅτι τοὺς μὴ μετανοοῦντας καὶ μετὰ πάσης ἀκριβείας καὶ φόβου πολλοῦ τηροῦντας τὰς ἑαυτοῦ ἐντολάς, οὐδὲν ὠφελήσει, ἀλλὰ καὶ χείρονα μᾶλλον τῶν ἀβαπτίστων ἐθνῶν αὐτοὺς τιμωρήσεται. Μὴ πλανᾶσθαι ἀδελφοί, μὴ δὲ μικρὰ ἡμῖν τινὰ τῶν ἁμαρτημάτων φαίνονται καὶ ὡς μὴ τοσαύτην ἐμποιοῦντα βλάβην ταῖς ἡμετέραις ψυχαῖς καταφρονοῦνται παρ’ ὑμῶν. Μικροῦ γὰρ καὶ μεγάλου ἁμαρτήματος διαφορὰν οὐκ ἐπίστανται οἱ εὐγνώμονες δοῦλοι, ἀλλὰ κἂν μέχρι βλέμματος ἢ ἐννοίας ἢ λόγου πταίσωσιν, ὡς ἐκπεπτωκότες τῆς τοῦ Θεοῦ ἀγάπης διάκεινται· ὅπερ καὶ ἀληθὲς εἶναι πείθομαι. Ὁ γὰρ ἔξω τοῦ θείου θελήματος πονηρόν τι ἐνθυμηθεὶς καὶ μὴ εὐθὺς τὴν τοῦ λογισμοῦ προσβολὴν ἐκδιώξας μετάμελος γένηται, ἀλλὰ καταδεξάμενος κρατήσει τὴν ἔννοιαν, εἰς ἁμαρτίαν αὐτῷ λογίζεται. Ἐλθόντος γὰρ τοῦ νόμου, ἤγουν τῆς τῶν ἁγίων γραφῶν διδασκαλίας, τὸ μὲν ἐν ἀγνοίᾳ κατεχόμενον κακὸν ἀνέζησε καὶ ἁμαρτία ἐν ἐμοὶ εὑρέθη ὄν, ἐγὼ δὲ νεκρὸς καὶ τοῦ καλοῦ ξένος γέγονα.

Χρὴ τοίνυν πάντας τοὺς ἐπερχομένους ἡμῖν λογισμοὺς διακρίνειν καλῶς καὶ ἀντιπαρατιθέναι αὐτοῖς τὰς μαρτυρίας ἔκ τε τῶν θεοπνεύστων γραφῶν καὶ ἀπὸ τῆς διδασκαλίας τῶν πνευματικῶν καὶ ἁγίων πατέρων, καὶ εἰ μὲν συνᾴδοντας ταύταις καὶ ἰσοδυναμοῦντας εὑρίσκομεν αὐτούς, πάσῃ δυνάμει τούτους κρατεῖν καὶ εἰς ἔργον θαρρούντως ἐξάγειν σπουδάσωμεν· μὴ συμφωνοῦντας δὲ τῷ λόγῳ τῆς ἀληθείας, μετ’ ὀργῆς πολλῆς αὐτοὺς ἐξ ἑαυτῶν ἀποπέμπεσθαι καθὰ γέγραπται· «Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε.» Ὡς γὰρ μίασμα καὶ θανάτου κέντρον, οὕτως ἐκφεύγειν δεῖ τὴν ἐγγινομένην ἐκ τῶν ἐμπαθῶν λογισμῶν προσβολήν.

Πολλῆς οὖν ἡμῖν χρεία τῆς νήψεως, πολλῆς τῆς σπουδῆς, πολλῆς τῆς τῶν θείων γραφῶν ἐρεύνης. Τὴν γὰρ ἐξ αὐτῶν ὠφέλειαν ἐμφαίνων ἡμῖν ὁ Σωτὴρ ἔλεγεν· «Ἐρευνᾶτε τὰς γραφάς.» Ἐρευνᾶτε καὶ μετὰ πολλῆς ἀκριβείας καὶ πίστεως κατέχετε τὰ λεγόμενα, ὅπως ἀκριβῶς ἐκ τῶν θείων γραφῶν ἐπιστάμενοι τὸ τοῦ Θεοῦ θέλημα, δύνησθε τὸ καλὸν διακρίνειν ἀπταίστως ἀπὸ τοῦ χείρονος, καὶ μὴ παντὶ πνεύματι ἀκούειν, μὴ δὲ τοῖς βλαβεροῖς συμπεριφέρεσθαι λογισμοῖς. Πληροφορήθητε ἀδελφοί μου, ὅτι οὐδὲν οὕτως εὔκολον εἰς τὸ σωθῆναι ἡμᾶς, ὡς τὸ ἐπακολουθεῖν τοῖς τοῦ Σωτῆρος θείοις προστάγμασι.

Σπουδάσωμεν οὖν ἀποδύσασθαι τὸν παλαιὸν ἄνθρωπον τῇ ἐκκοπῇ τοῦ γεώδους θελήματος καὶ τῇ νεκρώσει τοῦ χοϊκοῦ φρονήματος, ἐνδυσώμεθα τὸν νέον Ἀδὰμ Χριστὸν Ἰησοῦν, διὰ τῆς καθαρᾶς καὶ ἀύλου προσευχῆς, τοῖς διηνεκέσι δάκρυσιν ἀποσμήξαντες ἑαυτούς. Ὥραν καθ’ ὥραν καὶ ἡμέραν καθ’ ἡμέραν ἀνακαινίζεσθαι ποιήσωμεν ἑαυτοὺς διὰ μετανοίας, ἵνα καὶ πολεμεῖν διδαχθῶμεν καὶ παλαίειν τοῖς ἀεὶ πολεμοῦσιν ἡμῖν ἐχθροῖς δαίμοσιν. Ὁ γὰρ τὰ εἰρημένα ὅπλα μήπω κτησάμενος, ἐν καιρῷ πολέμου στῆναι οὐ δύναται, μᾶλλον δὲ ἐν πάσῃ ὥρᾳ τιτρώσκεται. Γυμνὸς γὰρ ὑπάρχων τῶν ὅπλων ἐκείνων, ἐν εἰρήνῃ καὶ ἐλευθερίᾳ διάγειν οὐ δύναται, ἐπειδὴ οὐχ’ ὁμοίως τῶν ἔξω πολέμων καὶ ὅπλων, καὶ ὁ ἐν ἡμῖν αὐτοῖς πόλεμος, ἀλλὰ πολὺ ἐκείνου φρικωδέστερος οὗτος. Ἄνθρωποι γὰρ πρὸς ἀνθρώπους μαχόμενοι, ποτὲ μὲν πολεμοῦσι μετὰ τῶν ὅπλων, ποτὲ δὲ ὑπαναχωροῦσι καὶ παύονται, καὶ ἅρματα ῥίπτουσι καὶ ὕπνου μεταλαμβάνουσι καὶ τροφῆς μετὰ ἀδείας ἁπάσης, καὶ ὀχυρώμασι πολλάκις ἑαυτοὺς περικλείουσι καὶ ἄλλοι ἀντ’ ἄλλων τὴν φυλακὴν ἑαυτῶν ἐμπιστεύονται, ὅθεν καὶ φυγῇ τίς χρησάμενος σέσωσται, καὶ κρατηθεὶς ἴσως οὐ τεθανάτωται, ἀλλὰ τὴν ἐλευθερίαν περιδόξῳ δουλείᾳ ἀνταλλαξάμενος, περιφανέστερος ὤφθη καὶ μᾶλλον ἐπλούτησεν.

Ἐνταῦθα δὲ οὐχ’ οὕτως, ἀλλὰ διηνεκὴς τυγχάνει ὁ πόλεμος καὶ διηνεκῶς ἀνάγκη περιβεβλῆσθαι τοῖς τοῦ Χριστοῦ στρατιώταις τὰ ἑαυτῶν ὅπλα.

Ὑποζωγράφει μοι τῷ νοῒ ὁδὸν τετριμμένην ὅλην τοῖς ποσὶ τῶν προλαβόντων καλῶς. Ἔνθεν τε κἀκεῖθεν, ὄρη μοι νόει καὶ ὕλας καὶ κρημνοὺς καὶ σκοπέλους καὶ φάραγγας, σὺν τούτοις δὲ πεδία καὶ παραδείσους τόπους τε τερπνοὺς καὶ συσκίους καὶ ὡραιοτάτους καὶ παντοδαπεῖς καρποὺς ἐν αὐτοῖς, εἶτα θηρίων πλῆθος πολὺ καὶ ληστῶν καὶ ἀνδροφόνων κατὰ τόπους ἐγκεκρυμμένα συστήματα. Τούτων οὕτως ἐχόντων, οὐδὲν ἡμᾶς ἐκ τῶν εἰρημένων ἢ δελεάσαι καὶ τὴν αἴσθησιν ἡμῶν κατασεῖσαι ἢ παραβλάψαι δυνήσεται, ἑπομένους τοῖς προλαβοῦσιν ἁγίοις καὶ τὴν αὐτὴν ὁδὸν πορευομένους ἣν κἀκεῖνοι ἐβάδισαν. Πορευομένων γὰρ ἡμῶν ἐν τῇ ὁδῷ τῶν τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν ἐντολῶν καὶ διερχομένων ἀμετατρεπτὶ μέσον ἁπάντων τῶν εἰρημένων, οὐδεὶς οὔτε τῶν ληστῶν ἐκείνων οὔτε τῶν θηρίων φανερῶς καὶ ἀναιδῶς ἡμῶν ἐπιβαίνει ἢ τολμᾷ προσεγγίσαι ἡμῖν, καὶ μάλιστα ἐὰν ὁδηγῷ ἐπακολουθῶμεν καὶ συνοδοιπόροις συμπορευώμεθα ἀγαθοῖς.

Πλὴν ὅμως ποτὲ μὲν μακρόθεν, ποτὲ δὲ ἔγγιστα γεγονότες, οἱ μὲν ἀπειλαῖς χρῶνται καὶ φονίῳ πρὸς ἡμᾶς βλέπουσιν ὄμματι, οἱ δὲ δελεασμοῖς τισὶ καὶ κολακείαις καὶ φιλικαῖς ὁμιλίαις ἡμῖν ὑποδεικνύουσι τὰς τούτων τερπνότητας κατὰ χώραν καὶ τὴν ὡραιότητα τῶν καρπῶν καὶ παραινοῦσι μικρὸν ἀναπαύσασθαι εἰς παραμυθίαν τῶν πόνων τῆς ὁδοιπορίας καὶ φαγεῖν ὑποτίθενται ἀπὸ τῶν καρπῶν τὸ ἡδὺ πλέον ἐπιφερομένων τῆς ἐνούσης αὐτοῖς θεωρίας, καὶ πολλὰς ἑτέρας ἐπινοοῦσι τὰς πάγας ἡμῖν καὶ ποικίλας τὰς ἀφορμάς· οὐκ ἐν ἡμέρᾳ δὲ μόνον ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς νυξί, καὶ οὐδὲ ἐγρηγορότων μόνον ἀλλὰ καὶ καθευδόντων, ἡμῖν ἐπανίστανται, ποτὲ μὲν γαργαλισμοῖς καὶ ἐκκρίσεσι, ποτὲ δὲ βρωμάτων ἀπηγορευμένων γεύσεσιν, ἄλλοτε δὲ καὶ μετὰ φανῶν καὶ λαμπάδων ὡσεὶ ξιφήρεις λησταὶ ληστρικῶς ἐπερχόμενοι θάνατον ἡμῖν ἐπισείουσιν, ἐκταράσσειν ἡμᾶς οἰόμενοι καὶ τῆς εὐθείας παρατρέψαι ὁδοῦ.

Καὶ οἱ μὲν αὐτῶν ἀδύνατον ἡμῖν ὑποτίθενται τὸ μέχρι τέλους ὑπενεγκεῖν τὰ ἐν τῇ ὁδῷ δυσχερῆ, οἱ δὲ καὶ ἀνόνητα ταῦτα καὶ μηδὲν τοὺς κοπιῶντας ὠφελεῖν δυνάμενα. Ἄλλοι ὅτι οὐδὲ ἔστι ποτὲ τέλος τῆς ὁδοῦ ταύτης οὐδὲ ἔσεται λέγουσι, δεικνύοντες ἐκ τῶν μὴ κατορθωκότων τινὰς καὶ μάλιστα τοὺς ἐγχρονίσαντας τὴν ἄσκησιν καὶ μηδὲ μίαν ἐκ τοῦ χρόνου σχόντας ὠφέλειαν διὰ τὸ μὴ ἐν γνώσει καὶ ὀρθῷ λογισμῷ τρέχειν αὐτοὺς τὸν δρόμον τῶν ἐντολῶν, ἀλλ’ ἰδιορρυθμίᾳ καὶ οἰήσει τοῦτο ποιεῖν· οἷς εἰκότως καὶ τὰ κατὰ Θεὸν αὐτῶν διαβήματα περικόπτεται, δειλαινομένοις καὶ ὑποστρέφουσιν εἰς τὰ ὀπίσω καὶ ἑαυτοὺς διὰ τῆς ἀμελείας τῷ πονηρῷ ἐμπαρέχουσιν εἰς τὸ ἐργάσασθαι εἰς αὐτοὺς τὰ δοκοῦντα αὐτῷ.

Οὐκ ἔνι γὰρ ἐν νυκτὶ ἢ ἐν ἡμέρᾳ ἢ ἐν μιᾷ καιροῦ ῥοπῇ τοῦτον τὸν πόλεμον παύσασθαι, ἀλλὰ καὶ ἐσθιόντων ἡμῶν καὶ πινόντων, κοιμωμένων τε καὶ ὁτιοῦν ἐργαζομένων ἡμῶν, ἐν ἀκμῇ τῆς μάχης τυγχάνομεν. Ἀσάρκους γὰρ ἔχομεν ἐχθρούς, οἵτινες καὶ κατὰ πρόσωπον ἡμῶν διηνεκῶς ἵστανται εἰ καὶ μὴ βλέπονται παρ’ ἡμῶν, καὶ σκοποῦσιν ἀκριβῶς, εἴ που καὶ εὑρεῖν δυνηθῶσι μέλος ἡμῶν ἄσκεπον τοῦ ἐμπῆξαι τὰ ἑαυτῶν βέλη καὶ θανατῶσαι ἡμᾶς. Καὶ οὐδείς ἐστιν ὁ ἀπὸ τειχῶν καὶ ὀχυρωμάτων ἑαυτὸν περιφυλάξαι δυνάμενος καὶ κἂν μίαν ὥραν ἀποκρυβῆναι καὶ μικρὸν ἀναπνεῦσαι καθ’ ἑαυτὸν ἢ φυγῇ χρήσασθαι καὶ σωθῆναι, οὐδὲ ἄλλον ἀντ’ ἄλλου τοῦτον τὸν πόλεμον ἀναδέξασθαι, ἀλλὰ πᾶσιν ἀνθρώποις ἀνάγκη πᾶσα ἐπίκειται τοῦ πολεμῆσαι τοῦτον τὸν πόλεμον, καὶ ἢ νικήσαντα τινὰ ζῆσαι ἢ πληγέντα ἀποθανεῖν ἀναμφιβόλως.

Πληγὴ δὲ πρὸς θάνατόν ἐστι πᾶσα ἀμετανόητος καὶ ἀνεξαγόρευτος ἁμαρτία καὶ τὸ εἰς ἀπόγνωσιν τινὰ ἐμπεσεῖν, ὅπερ τῆς ἡμετέρας ἐστὶ προαιρέσεως καὶ θελήσεως. Εἰ γὰρ ἡμεῖς οὐ προδώσομεν ἑαυτοὺς τῷ τῆς ἀμελείας βόθρῳ καὶ ἀπογνώσεως, οὐδὲν οὐδαμῶς οἱ δαίμονες ἰσχύουσι καθ’ ἡμῶν. Ἀλλὰ καὶ μετὰ τὸ πληγῆναι ἡμᾶς ἐὰν θέλωμεν, ἀνδρειότεροι καὶ ἐμπειρότεροι διὰ θερμῆς μετανοίας γινόμεθα. Μετὰ γὰρ τὸ πληγῆναι καὶ θανεῖν, πάλιν ἀναστῆναι καὶ πολεμεῖν, τῶν γενναιοτάτων καὶ ἄγαν ἀνδρείων ἐστίν, ὅπερ καὶ πολλοῦ ἄξιόν ἐστι, θαύματος πλῆρες. Τὸ μὲν γὰρ ἀπλήγους ἡμᾶς διατηρηθῆναι οὐκ ἔστι τῶν ἐφ’ ἡμῖν, τὸ δὲ ἀθανάτους εἶναι ἢ θνητοὺς τῶν ἐφ’ ἡμῖν ἐστι.

Μὴ ἀπογινωσκόντων γὰρ ἡμῶν, οὐ τεθνηξόμεθα, θάνατος οὐ κυριεύσει ἡμῶν, ἀλλ’ ἐσόμεθα ἀεὶ δυνατοί, τῷ παντοδυνάμῳ καὶ φιλανθρώπῳ Θεῷ ἡμῶν ἐν μετανοίᾳ προσφεύγοντες. Τρία γὰρ ἡμῖν ἐχαρίσατο τοῦ Χριστοῦ ἡ ἀγαθότης εἰς ἄφεσιν τῶν ἁμαρτημάτων ἡμῶν, τέταρτον δὲ εἰς ἀντάμειψιν, κυρίους ποιήσασα ἕκαστον ἡμῶν καὶ τῶν τεσσάρων. Εἶπε γάρ· «Μὴ κρίνητε, καὶ οὐ μὴ κριθῆτε· μὴ καταδικάσητε, καὶ οὐ μὴ καταδικασθῆτε· ἀπολύετε, καὶ ἀπολυθήσεσθε.» Πολλὴ γὰρ τοῖς ἀνθρώποις πρὸς τὸ ἁμαρτάνειν ἀσθένεια, σχεδὸν φύσει πρόσεστι τοῖς ἀνθρώποις, κἂν ἀκριβῶς ἑαυτόν τις φυλάξασθαι βουληθῇ ἐξ ἁμαρτίας, οὐ δυνήσεταί ποτε εἰς τέλος τὰς διαβολικὰς παγίδας διαφυγεῖν· καὶ ἵνα μὴ διατοῦτο ἐκπέσῃ ἀπὸ τοῦ Θεοῦ, ἐδωρήσατο ὁ Χριστὸς καλὸν ἀγῶνα, τὸ μὴ κρίνειν ἄλλον ἐφ’ οἷς ὡς ἄνθρωπος ἀσθενὴς ἥμαρτεν, μὴ δὲ καταδικάζειν, μὴ δὲ δεσμεῖν, ἵνα μὴ πάλιν αὐτὸς παρὰ Θεοῦ ἕνεκεν τῶν εἰς Θεὸν παραπτωμάτων αὐτοῦ, τὰ ὅμοια πάθει χωρὶς ἐλέους.

Ὁ γὰρ Θεὸς οὐχ’ ἁπλῶς ἐλεεῖ, ἀλλὰ ἐν κρίσει καὶ δικαιοσύνῃ. Εἰ οὐ κρίνομεν, οὐ κρινεῖ ἡμᾶς· εἰ ἀφήσομεν, ἀφήσει ἡμῖν· εἰ ἀπολύσομεν τὸν ἡμῖν ἔνοχον, ἀπολύσει ἡμᾶς ἀπὸ τῶν ἐνοχῶν τῶν καθ’ ἡμῶν. Ταῦτα δὲ χριστιανῶν μόνων ἔργα, οἵτινες τὸν φωτισμὸν μὲν ἔλαβον τοῦ Χριστοῦ καὶ εἶδον τὴν ἀνθρωπίνην ἀσθένειαν ἕκαστος ἐκ τῶν καθ’ ἑαυτῶν. Ἐὰν γὰρ ὦσι δύο λεπροὶ καὶ καταγινώσκῃ τούτων ὁ εἷς ἑτέρου ὡς λεπροῦ, πολλῆς ἂν εἴη οὗτος κατακρίσεως ἄξιος, ὡς μωρὸς καὶ ἀνόητος τὸν ὅμοιον αὐτῷ λεπρὸν ἐξουδενῶν ὡς λεπρόν. Τὸ δὲ τέταρτον, λέγει ὁ Κύριος· «Δίδοτε καὶ δοθήσεται ὑμῖν.» Εἰ μὴ συμπαθήσομεν πρότερον, οὐ συμπαθούμεθα. Εἰ δὲ συμπαθῶμεν μέν, εὐεργεσίας δὲ θείας καὶ δωρεᾶς μὴ ἀξιωθῶμεν, ζημία μεγάλη.

Διατοῦτο χρὴ καὶ διδόναι, ἵνα λάβωμεν κατὰ τὸ δόμα ἡμῶν. Οὐ γὰρ τῷ μέτρῳ τῶν διδομένων, ἀλλὰ τῇ δυνάμει καὶ τῇ προαιρέσει τῶν διδόντων κρίνεται τῆς ἐλεημοσύνης τὸ μέγεθος. Ὅτι θάνατος ψυχῆς, ὁ τοῦ ἁγίου Πνεύματος ἐστὶ χωρισμός, κέντρον δὲ τοῦ θανάτου ἡ ἁμαρτία· καὶ ὅτι ἀφομοίωσίς ἐστι τοῦ θανάτου καὶ τῆς φθορᾶς τῆς ψυχῆς, ὁ τοῦ σώματος θάνατος καὶ ἡ τούτου φθορά. Ὁποῖα δὲ τὰ σημεῖα τῆς νεκρᾶς καὶ τῆς ζώσης ψυχῆς. Πῶς δὲ ἡ ἀναίρεσις γίνεται τῆς φθορᾶς καὶ τοῦ θανάτου· καὶ ὅτι οὐ κατηργήθη ὁ θάνατος νῦν, ἀλλ’ ἐπατήθη.

Πῶς δὲ μετὰ θάνατον δοξάζονται τὰ σώματα τῶν κεκοιμημένων ἁγίων, καὶ περὶ ἀναστάσεως καὶ τῆς τοῦ Θεοῦ δικαίας κρίσεως.

Κεφάλαιον ΚΓʹ Ψυχῆς θάνατος ὁ τοῦ ἁγίου Πνεύματος χωρισμός, ὥσπερ σώματος θάνατος ὁ χωρισμός ἐστι τῆς ψυχῆς, κέντρον δὲ τοῦ θανάτου ἡ ἁμαρτία· θάνατος γὰρ καὶ φθορὰ ἁμαρτίας γεννήματα· διὰ τῆς ἁμαρτίας ἀπέθανεν ἡ ψυχὴ τῆς αἰωνίου ζωῆς, τοῦ ἁγίου Πνεύματος χωρισθεῖσα καὶ τῆς βασιλείας αὐτοῦ.

Ὁρᾷς, ὁποία τίς ἐστὶ τῆς ψυχῆς ἡ ἕνωσις πρὸς τὸ σῶμα, ὡς μὴ δὲ δύνασθαι εἶναι τοῦτο δίχα τῆς ἑαυτοῦ ψυχῆς; Βλέπεις δὲ καὶ πῶς ἀναχωρεῖ καταλιμπάνουσα τοῦτο μεθ’ οὗ τὴν ὕπαρξιν ἔσχε καὶ ἐν ᾧ νοεῖται καὶ ἐν ᾧ τὴν οἰκείαν δύναμιν ἐμφαίνει καὶ τὴν ἐνέργειαν; Οὕτω νόει καὶ τὸν πρωτόπλαστον ὅταν ἐλήφθη χοῦς ἀπὸ τῆς γῆς, τῷ ἁγίῳ Πνεύματι τοῦ δημιουργοῦ Θεοῦ περιειλημμένον, ἐν ᾧ τὰ πάντα, μᾶλλον δὲ καὶ τὸν χοῦν αὐτὸν προτοῦ ληφθῆναι πρὸς τὴν πλάσιν καὶ προτοῦ ψυχωθῆναι καὶ ἦν αὐτῷ τοῦ ἁγίου Πνεύματος ἡ ἕνωσις, πολλῷ πλέον καὶ μετὰ τὸ ψυχωθῆναι· ὅπερ ἀγνοήσας καὶ τῷ αὐτεξουσίῳ ᾧ ἐτιμήθη χρησάμενος, ἐξ ἀπάτης τοῦ παθόντος τὰ ὅμοια δι’ ἔπαρσιν ἀγνωμόνως, ἐγένετο παραβάτης καὶ τὴν τοιαύτην ἀφῃρέθη μεγαλοπρέπειαν· δι’ ἣν αἰτίαν ὕστερον ἀφῃρέθη καὶ τὴν ψυχὴν καὶ οὕτως ὁ τοῦ σώματος θάνατος γέγονεν, ἵν’ ἐκ τοῦ ἥττονος ἔχωμεν εἰδέναι τοῦ κρείττονος τὴν διαίρεσιν. Ὁ γὰρ τοῦ σώματος θάνατος καὶ ἡ τούτου φθορά, εἰκασία ἐστὶ τῆς φθορᾶς καὶ τοῦ θανάτου τῆς ψυχῆς.

Ἄλλη δὲ ἡ οὐσία τῆς ψυχῆς, καὶ ἄλλη ἡ οὐσία τοῦ σώματος. Ἡ μὲν νοερά, ἡ δὲ αἰσθητή. Ἐφθάρη τὸ σῶμα καὶ ἀπέθανεν· ἐξῆλθε γὰρ ἀπ’ αὐτοῦ ἡ ψυχή, ὅπερ ἐστὶ θάνατος. Ἐπὶ δὲ τῆς ψυχῆς οὐχ’ οὕτως, ἀλλ’ ἀπέθανε πρῶτον ἡ ψυχή—ἐξῆλθε γὰρ ἀπ’ αὐτῆς ἡ συνελθοῦσα αὐτῇ αὐτίκα κτισθείσῃ τοῦ ἁγίου Πνεύματος τοῦ Θεοῦ θεία χάρις—, καὶ τότε ἐφθάρη· φθορὰ δὲ ψυχῆς, τῆς ὀρθῆς καὶ εὐθείας γνώμης παρατροπὴ καὶ λοξότης καὶ ἐπιθυμία πάντων κακῶν. Παρατροπῆς γὰρ γενομένης τῶν ὀρθῶν λογισμῶν, τὰ τῆς πονηρίας φύει σπέρματα ὡσεὶ ἄκανθαι καὶ τριβόλοι, ὃν τρόπον αἱ σκώληκες ἐν νεκρῷ σώματι, φθόνος, δόλος, ψεῦδος, μῖσος, ἔχθρα, μάχη, μῆνις, συκοφαντία, θυμός, ὀργή, θλίψις, ἀνταπόδοσις, ὑπερηφανία, ἀλαζονεία, κενοδοξία, ἀσπλαγχνία, πλεονεξία, ἁρπαγή, ἀδικία, ἐπιθυμία ἀνόητος, θυμὸς ἄλογος, ψιθυρισμός, καταλαλία, ζῆλος, ἔρις, λοιδορίαι, σκώμματα, δοξομανίαι, ἐπιορκίαι, Θεοῦ καταφρόνησις, ἀναίδεια, καὶ πᾶν εἴ τι κακὸν καὶ Θεῷ μισητόν, ὡς εἶναι τὸν ἄνθρωπον οὐκέτι κατ’ εἰκόνα Θεοῦ πρὸς ἣν ἐδημιουργήθη, ἀλλὰ κατ’ εἰκόνα τοῦ διαβόλου καὶ ὁμοίωσιν τοῦ τὴν κακίαν δημιουργήσαντος.

Ὡς γὰρ τὸ σῶμα ἐκ πολλῶν μερῶν συγκείμενον, ὀστέων, χόνδρων, νεύρων, φλεβῶν, μυελῶν, σαρκός, πιμελής, ὑμένων δέρματος καὶ λοιπῶν, ὧν πάντων σύνδεσμος μέγας καὶ παράδοξος ἡ λογικὴ νοερὰ ψυχή, μία οὖσα καὶ οὐ πολλά, τῇ ἑαυτῆς δυνάμει συγκρατεῖ καὶ συνέχει πάντα καλῶς εἰς ἑνότητα μίαν, μετὰ πολλῆς τῆς εὐαρμοστίας συγκείμενα καὶ ἀλλήλοις βοηθοῦντα καὶ ἀντεχόμενα καὶ στηριζόμενα τῇ περιοχῇ ταύτης μόνης παραδόξως, αὐτῆς δέ, τῆς ψυχῆς δηλαδὴ χωριζομένης παραλύεται πάντα καὶ διαλύεται, οὕτω καὶ ἡ τοῦ παναγίου Πνεύματος τοῦ Θεοῦ νοερὰ δύναμις συγκρατεῖ τὴν ψυχὴν καὶ τῇ ἰδίᾳ καὶ θεϊκῇ ἰσχύϊ συντηροῦσα καὶ ζωογονοῦσα αὐτήν, ὡς ψυχὴ τῆς ψυχῆς, συγκρατεῖ καὶ τὰ πολλὰ καὶ διάφορα αὐτῆς νοήματα καὶ διανοήματα καὶ εἰς ἕν, τὸ τοῦ Θεοῦ θέλημα, ὅπερ ἐστὶν ἡ ἀλήθεια. Ταύτης δὲ ἐκ τῆς ψυχῆς χωριζομένης, τὰ νοήματα αὐτῆς πάντα καὶ διανοήματα παραλύονται καὶ διαφθείρονται. Εἰ οὖν στήσεται σῶμα ἀνθρώπου ψυχῆς ἐστερημένον, συνηρμολογημένον, στήσεται καὶ ψυχὴ ἀνθρώπου ἐν αὐτῷ λογικοὺς φέρουσα χαρακτῆρας, ἐστερημένη Πνεύματος ἁγίου. Ἀδύνατον ἐκεῖνο, ἀδυνατώτερον τοῦτο.

Ὥσπερ γὰρ ὁ ψυχῆς ἐστερημένος ἄνθρωπος νεκρὸς ἀπὸ τοῦ κόσμου, οὕτως ὁ χάριτος ἁγίου Πνεύματος ἐστερημένος, νεκρὸς ἀπὸ τοῦ Θεοῦ, τὸ πολίτευμα ἔχειν ἐν οὐρανοῖς μὴ δυνάμενος. Πᾶς γὰρ νεκρὸς ἀνενέργητος. Διατοῦτο ἐπάναγκες ἐν Πνεύματι ἁγίῳ βαπτισθῆναι πάντα τὸν εἰς Χριστὸν πιστεύοντα καὶ μεταστοιχειωθῆναι καὶ ἀναπλασθῆναι πρότερον καὶ γενέσθαι καινὴν κτίσιν. Ἀπεφήνατο γὰρ ὁ Χριστός, μὴ δύνασθαι ἢ εἰσελθεῖν ἢ ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ τὸν μὴ ἄνωθεν γεννηθέντα· τὸν δὲ μὴ εἰδότα αὐτήν, ἀδυνατώτερον λαβεῖν αὐτήν. Καὶ ἡ μὲν εἴσοδος αὐτῆς οὐκ ἐξ ἔργων, ἀλλ’ ἐκ πίστεως· ἡ δὲ θεωρία, καὶ διὰ τῆς ἄνωθεν γεννήσεως· ἡ δὲ ἀπόληψις, διὰ τῶν ἔργων τῶν διὰ πίστεως.

Ὁ βαπτισθεὶς ἐξ ὕδατος καὶ Πνεύματος, ὡς γεννηθεὶς εἰσέρχεται· ὁ δὲ γεννηθεὶς ἄνωθεν, θεωρεῖ λοιπὸν ὡς στρατευθεὶς καὶ μαθητευθεὶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, λαμβάνει αὐτὴν ἐξ ἔργων τῶν τῆς δικαιοσύνης, ἅτινα ἔργα οὐδεὶς δύναται ἐργάσασθαι πρὸ τοῦ στρατευθῆναι εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ὥσπερ ἐκ τῆς κατάρας τοῦ Ἀδὰμ μεταλαβοῦσα ἡ ἡμῶν φύσις, εἰς τὸ φῶς τοῦ κόσμου τούτου προάγεται, οὕτως ἐκ τῆς εὐλογίας τοῦ Ἰησοῦ μεταλαμβάνουσα, εἰς τὸ φῶς τοῦ Θεοῦ ἔρχεται, καὶ εἰ μὴ μεταλάβοι τῆς Χριστοῦ θείας φύσεως πρότερον, οὔτε νοεῖν οὔτε ποιεῖν δύναταί τι ὧν ὁ Χριστὸς προσέταξε·

Χριστὸς γάρ ἐστιν ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ. Διατοῦτο ὁ Θεὸς ἄνθρωπος γέγονεν, ἵνα ὡς εἰς Θεὸν Θεός, τὸ Πνεῦμα τὸ ἅγιον καταβῇ καὶ μείνῃ, οὗ οὐκ ἐχωρίσθη ἐπ’ αὐτόν· καὶ τῇ μετοχῇ καὶ κοινωνίᾳ τῶν θείων αὐτοῦ σαρκῶν, ἓν πάλιν γένηται ἡ θεότης μετὰ παντὸς ἀνθρώπου τοῦ μεταλαμβάνοντος ἐξ αὐτοῦ, συγκρατοῦσα καὶ τὰ νοήματα αὐτοῦ καὶ διανοήματα εἰς ἓν ὡς πρώην· τοῦτο ἐστὶ καὶ ἀνάστασις ψυχῆς ἐν τῷ νῦν αἰῶνι. Τῇ κοινωνίᾳ γὰρ καὶ μεταλήψει καὶ μετουσίᾳ σήμερον τοῦ Θεανθρώπου Ἰησοῦ, ζωοποιεῖται πάλιν πρότερον ἡ ψυχὴ καὶ ἀναλαμβάνει τὴν πρώην αὐτῆς ἀφθαρσίαν, διὰ τῆς ἐκ κοινωνίας τοῦ Ἰησοῦ δυνάμεως χάριτος τοῦ ἁγίου Πνεύματος καὶ ἐμφαίνει τὰ γνωρίσματα τῆς ζωῆς ἐκ τοῦ λατρεύειν τῷ Θεῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ, οὐ τῶν ἀνθρωπίνων ὀφθαλμῶν, καθὼς φησὶν ὁ ἀπόστολος· Πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Ἰησοῦ καθαρίσει τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ.

Ὡς γὰρ σώματος ζῶντος αἱ τῆς ψυχῆς ἐνέργειαι φαίνονται, οὕτω ψυχῆς ἐζωωμένης αἱ τοῦ ἀχράντου Πνεύματος ἐνέργειαι δείκνυνται· ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια. Λαβοῦσα γὰρ διὰ πίστεως πάλιν τὴν νοερὰν ἐκείνην δύναμιν ἡ ψυχή, ἣν ὁ πρῶτος ἄνθρωπος ἀφαιρεθεὶς τὴν παρατροπὴν ἔπαθε τῶν ὀρθῶν λογισμῶν, οὐδὲν ἄλλο καθορᾶν ἀρετὴν εἶναι κυρίως δύναται, ἢ τοῦ θείου θελήματος τὴν ἐκπλήρωσιν. Τοῦτο καὶ οἱ τῆς ὄντως σοφίας ἐρασταὶ καὶ μύσται καὶ μυσταγωγοὶ τῆς Χριστοῦ παρουσίας καὶ πίστεως εἶναι φασὶ κυρίως ἀρετήν· τὸ πάντα τὸν εἰς Χριστὸν πιστεύοντα καὶ τὸ τῆς οἰκονομίας αὐτοῦ δεξάμενον μυστήριον, τὸ θέλημα μόνον ποιεῖν τοῦ Θεοῦ· πρὸς δὲ τὰ τοῦ παρόντος βίου πράγματα οὕτω διακεῖσθαι, καθάπερ νεκρόν· ζῶντα δὲ καὶ κινούμενον καὶ ἐνεργοῦντα γινώσκεσθαι, πρὸς μόνα τὰ θεῖα προστάγματα. Αὕτη διάγνωσις ζώσης ψυχῆς, ὥσπερ ἐκείνη νεκρᾶς.

Μετὰ δὲ τὴν ἀνάστασιν τοῦ σωματικοῦ θανάτου, ἀναλαμβάνει καὶ τὸ σῶμα τῆς ζωοποιηθείσης ψυχῆς νῦν τὴν θεοδώρητον ἀφθαρσίαν, καὶ οὔτε ἡ φοβερὰ ἀπόφασις τοῦ Θεοῦ ἀναιρεῖται ἡ λέγουσα ὅτι Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, καὶ ἡ ἀνάκλησις καὶ ἀνάστασις οἰκονομία φρικτὴ καὶ μεγάλη, διὰ μέγα γίνεται ἔλεος. Νῦν γὰρ ὁ θάνατος οὐ κατηργήθη, ἀλλ’ ἐπατήθη· εἰ γὰρ κατηργήθη, οὐκ ἂν ἀπέθνησκον οἱ ἄνθρωποι. Ἐπειδὴ δὲ οἱ ἐν Χριστῷ μετὰ τὸν σταυρὸν τοῦ Χριστοῦ καὶ τὴν ἀνάστασιν αὐτοῦ πεπληροφόρηνται ὅτι πρὸς χαρὰν τὴν ἐν Χριστῷ μεταβαίνουσιν ἐκ τοῦ θανάτου, μᾶλλον ἐπιποθοῦσι τὸν θάνατον.

Πάσης γὰρ ψυχῆς ζωὴ τὸ Πνεῦμα ἐστὶ τοῦ Χριστοῦ, καὶ ποῖον ὄφελος ζῆν ἐν τῷ βίῳ τούτῳ τινὰ τῆς ζωῆς ταύτης ἐστερημένον, ἥτις ἐστὶ Πνεῦμα Χριστοῦ; Μακάριοι μὲν οἱ πιστεύσαντες εἰς Χριστὸν καὶ εὐθὺς βαπτισθέντες, εὐθὺς ἀποθανόντες· ἐνδυσάμενοι γὰρ τὸν Χριστόν, ἀπέρχονται φοροῦντες τὴν βασιλικὴν πορφύραν τῆς ἀειζώου θεότητος τοῦ Χριστοῦ. Μακαριώτεροι δὲ οἱ τῷ βίῳ μὲν μετὰ τὸ βάπτισμα ἐναπομείναντες καὶ μετὰ τῆς ἐνδεδυμένης ταύτης πορφύρας ὡς πανοπλίας Θεοῦ, καταπολεμήσαντες καὶ καταγωνισάμενοι τὸν διάβολον ἐν πάσαις αὐτοῦ καὶ μηχαναῖς καὶ προσβολαῖς, καὶ τὰ νικητήρια εὐχαριστήρια τῷ μετ’ αὐτῶν ὄντι καὶ νικήσαντι Χριστῷ θύσαντες πρότερον, ἔπειτα δὲ μετὰ τῆς νίκης ταύτης, θανόντες· ἔζησαν γὰρ καὶ ἠγωνίσαντο εἰς δόξαν Χριστοῦ τοῦ διαθεμένου τὸν καλὸν ἀγῶνα τοῦτον τοῖς εἰς αὐτὸν πιστεύουσι. Δόξα γὰρ Χριστοῦ, τὸ μετὰ Χριστοῦ κατὰ δαιμόνων πολεμῆσαι καὶ μὴ ἡττηθῆναι μετὰ τοῦ ἀηττήτου. Ἐφ’ ἑκάστῳ δὲ αὐτοῦ πιστῶν ὁ Χριστός, αὐτὸς ἐστὶν ὁ πολεμῶν καὶ ἐπικαλούμενος Θεὸν καὶ προσευχόμενος καὶ εὐχαριστῶν καὶ εὐλαβούμενος τὰ θεῖα καὶ αἰδούμενος καὶ ταπεινούμενος. Καὶ χαίρει Χριστὸς καὶ εὐφραίνεται τὴν ἐπίγνωσιν παρ’ ἑκάστῳ χριστιανῷ ταύτην ὁρῶν εὑρισκομένην καὶ διαμένουσαν· τοῦτο γάρ ἐστι χριστιανός, καὶ οὐκ ἄλλο τι· ὁ δὲ μὴ τοῦτο, μάτην χριστιανός.

Διὰ ταῦτα γεννῶνται οἱ ἄνθρωποι· ἵνα ἀποθάνωσι διὰ τὸν κόπον τὸν προκείμενον ἐν τῷ τόπῳ τούτῳ τῆς κακώσεως ᾦ ἐγεννήθησαν κατὰ τὴν θείαν ἀπόφασιν, καὶ ἀναπαύσωνται ἀπὸ τῶν κόπων αὐτῶν καὶ πόνων, ἐπ’ ἐλπίδι ἀναστάσεως καὶ ζωῆς ἀλύπου ἀνενδεοῦς καὶ ἀκαταλύτου. Εἰ γὰρ καὶ Χριστὸς ἐστὶν ὁ ἐν αὐτοῖς κοπιῶν, ἀλλ’ ἀσθενεῖς ὄντες οὗτοι, πολὺν ὑπομένουσι κόπον κρατεῖν τὸν Χριστὸν μόνον· ὃν ἡ πᾶσα σπουδὴ τοῦ ἀνταγωνιστοῦ διαβόλου γίνεται τῶν χειρῶν αὐτῶν ἀποσπασθῆναι, ἵνα ὅλως εἰπεῖν ἢ λογίσασθαι ἐξαπατηθῶσι· καὶ τὸ λεπτότατον τῶν θείων ἐννοιῶν ἢ πράξεων, οἴκοθεν ἐννοήσαμεν ἢ ἐπράξαμεν.

Τοῦτό ἐστιν ὁ μέγας ἀγών. Δύο γάρ εἰσιν ἀγῶνες μεγάλοι πάσῃ ψυχῇ θεοσεβεῖ, πρῶτος καὶ δεύτερος. Ὁ μὲν πρῶτος ὥστε τυχεῖν τῆς δωρεᾶς τοῦ ἁγίου Πνεύματος· οὐ γάρ ἐστιν οὐκ ἔστιν ὅλως ἢ ἅψασθαι ὁδοῦ σωτηρίας ἢ πορευθῆναι ἐν αὐτῇ, μὴ πρότερον τυχόντα τῆς μυστικῆς τοῦ ἁγίου Πνεύματος χάριτος. Ὁ δὲ δεύτερος, ὃς καὶ βαρύτερος, τὸ μὴ μετὰ πολλοὺς ἱδρῶτας καὶ πόνους ταύτας ἀφαιρεθῆναι. Ἡ δὲ ἀφαίρεσις, ἐξ αἰτίας τοιαύτης συμβαίνει· χρονιζούσης γὰρ τῆς χάριτος τοῦ Θεοῦ τῇ ψυχῇ—σὺν αὐτῇ γὰρ ἡ τῆς σωτηρίας ὁδὸς ἀνύεται—μέγας ἀγὼν αὐτῇ καὶ βαρὺ δοκίμιον ἐπεγείρεται, καθὼς φησὶν ὁ μακάριος Δαυῒδ πρὸς τὸν Θεὸν λέγων· «Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ’ ἐμέ, πολλοὶ λέγουσι τῇ ψυχῇ μου ὅτι οὐκ ἔστι σωτηρία σου ἐν τῷ Θεῷ σου» ἀλλ’ ἐν τῇ συνέσει καὶ τῇ ἰσχύϊ σου, ἀλλ’ ἐγὼ μεγάλη βοῶ τῇ φωνῇ· «Σὺ Κύριε ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.» Τοῦτον οὖν τὸν ἀγῶνα τὸν μέγαν ἄχρι τελευταίας ἀναπνοῆς ἔχει ψυχὴ ἐκείνη, ἡ τὸν πρῶτον ἀγῶνα ἀνύσασα, ὅπως ἂν λέγῃ μετὰ τοῦ ἀποστόλου Παύλου τοῦ πολλὰ κοπιάσαντος καὶ μεγάλῃ βοᾷ τῇ φωνῇ εἰς ἐπήκοον ἀγγέλων καὶ ἀνθρώπων, ὅτι Οὐκ ἐγὼ δὲ ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί.

Ἔγνωσαν δὲ τὴν χάριν ταύτην ἀπόστολοι, μάρτυρες, προφῆται, ἱεράρχαι, ὅσιοι καὶ δίκαιοι· καὶ διὰ τὴν ὁμολογίαν αὐτῆς, τὸν ἀγῶνα τὸν καλὸν ἠγωνίσαντο καὶ τὸν δρόμον τετελέκασιν. Ἡ γὰρ πίστις ἣν τετηρήκασιν, αὕτη ἐστίν· ἐπίστευσαν ὅτι ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν αὐτοῖς, ἐν τοσαύτῃ τῆς φύσεως ἀσθενείᾳ τὰς μεγάλας καὶ ποικίλας καὶ πολυτρόπους ἤνυσε περιστάσεις, καὶ πιστεύσαντες ἔγνωσαν, καὶ γνόντες εὐχαρίστησαν, καὶ εὐχαριστήσαντες ὡμολόγησαν, καὶ ὁμολογήσαντες ἐστεφανώθησαν, καὶ στεφανωθέντες ἐδοξάσθησαν, ἕκαστος ἐν ἑαυτῷ φέροντες τὰ γνωρίσματα τῆς θεώσεως ὡς θείας φύσεως κοινωνοί, καὶ διατοῦτο θεοί· ἐν δὲ τῷ μέλλοντι αἰῶνι διάξουσι μετ’ αὐτοῦ, ὡς αὐτοῦ κοινωνοὶ καὶ συμμέτοχοι.

Διατοῦτο γὰρ γεννῶνται οἱ ἄνθρωποι, ἵνα δοξάσωσι τὸν Θεόν, ὡς λογικὴ φύσις καὶ γνωστικὴ καὶ μόνη ἀπὸ πάσης τῆς ὁρατῆς κτίσεως τὸν δημιουργὸν δυναμένη νοῆσαι καὶ μεγαλύνειν καὶ εὐχαριστεῖν αὐτῷ—τὴν κτίσιν ἐποπτεύουσα καὶ τὸν κτίστην θαυμάζουσα, καὶ τὴν αὐτοῦ μεγαλειότητα γινώσκουσα ἀπέραντόν τε καὶ ἀκατάληπτον—καὶ προσκυνεῖ τοῦτον καὶ τιμᾷ καὶ φοβεῖται, καὶ ἵνα πολιτεύσηται κατὰ τὸ εὐθὲς καὶ ἀληθὲς καὶ αὐτῷ μόνῳ ἀρέσκον. Καὶ ποιήσηται μάρτυρας ἀψευδεῖς ἐπ’ ἀλλήλους, τὴν μὲν θεογνωσίαν, τῆς πολιτείας καὶ τῆς θεοσεβείας, τὴν θεοσέβειαν δὲ καὶ τὴν πολιτείαν, τῆς θεογνωσίας.

Ὁ γὰρ γινώσκων τὸν Θεόν, καὶ σέβεται αὐτὸν καὶ λατρεύει, τουτέστι πιστεύει καὶ προσκυνεῖ ὡς Θεόν, καὶ κατὰ τὸ εὐάρεστον αὐτῷ πολιτεύεται, διότι Πᾶς ὁ ἁμαρτάνων οὐχ’ ἑώρακε τὸν Θεόν, οὐδὲ ἔγνωκεν αὐτόν, καθὼς γέγραπται. Καὶ γὰρ οὕτως ἔχει· τὸν Θεὸν ὁ γινώσκων, φοβεῖται τοῦτον καὶ σέβεται, ὁ δὲ φοβούμενος καὶ σεβόμενος, ποίᾳ τόλμῃ ποιήσει τὸ μὴ ἀρέσκον Θεῷ; οἶδε γὰρ ὅτι πανταχοῦ πάρεστι καὶ τὰ πάντα βλέπει. Πᾶς δὲ ἁμαρτάνων πεπείσθω ὅτι Θεὸν οὔτε ὁρᾷ οὔτε γινώσκει, καὶ ἐὰν μετὰ τοῦ σκότους ἀποθάνῃ τούτου καὶ τῆς ἀγνοίας, ἀναστήσεται εἰς κόλασιν αἰώνιον· οὐκέτι γάρ ἐστι θάνατος ἵνα γένηται διακοπὴ τῆς κολάσεως. Ὁ δὲ ὁρῶν καὶ γινώσκων τὸν Θεόν, ἐκ τοῦ μὴ ἀδεῶς ἢ εὐχερῶς ἁμαρτάνειν, εὑρίσκεται οὐ μόνον φοβηθεὶς τὸν Θεόν, ἀλλὰ προϊδὼν καὶ ἀγαπήσας αὐτόν. Ὁ τοιοῦτος οὖν ὡς ἐπὶ προσδοκίαν νεκρῶν ἀναστάσεως καὶ ζωῆς τοῦ μέλλοντος αἰῶνος πολιτευσάμενος, ἀναστήσεται εἰς χαρὰν ἀνεκλάλητον, δι’ ἣν μόνην πάντες ἄνθρωποι καὶ γεννῶνται καὶ ἀποθνήσκουσιν· οἱ δὲ γεννηθέντες ἄνθρωποι διὰ τὴν τοιαύτην χαράν, ἐὰν καταφρονήσωσι ταύτης καὶ σκότει καὶ Θεοῦ ἀγνοίᾳ βιώσωσι, διπλῇ κολάσει μετὰ τὴν ἀνάστασιν ὑποπεσοῦνται· τὸ μὲν ὅτι δι’ αὐτὴν ἐγεννήθησαν, τὸ δὲ ὅτι ταύτης ἀποπεπτώκασι.

Μὴ οὖν ὑπολαμβάνει πᾶς ἄνθρωπος ὁ εἰς τὸν βίον τοῦτον ἐρχόμενος ἐκ κοιλίας μητρὸς αὐτοῦ, καὶ μάλιστα χριστιανός, ὅτι πρὸς ἀπόλαυσιν τοῦ κόσμου παρήχθη—εἰ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἀπέθνησκεν ἄνθρωπος—ἀλλὰ παρήχθη ἵνα πρῶτον μὲν ἐκ τοῦ μὴ ὄντος ὑπάρξῃ ὤν—εἰ μὴ γὰρ ἐγένετο, πῶς ὑπῆρξε;, δεύτερον δὲ ἵνα ὃν τρόπον αὐξάνεται κατὰ μικρὸν τὴν ἡλικίαν, αὐξηθῇ καὶ τῆς ψυχῆς τὴν ἱερὰν καὶ θεοπρεπῆ κατάστασιν διὰ τῆς ἐν δικαιοσύνῃ παιδεύσεως, καθὼς ὁ μακάριος ἀπόστολος λέγει· Μέχρις οὗ καταντήσωμεν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, καὶ τρίτον, ἵνα ἄξιος γενόμενος τῶν οὐρανίων σκηνῶν, ὑπὸ τῶν ἁγίων ἀγγέλων ἀποκαταστῇ εἰς τὸν χορὸν τῶν ἀχράντων δυνάμεων, ἄδων σὺν αὐτοῖς τὸν ἐπινίκιον ὕμνον τῇ Τριάδι καὶ θεότητι, ἥτις ὥσπερ τὸ εἶναι μόνη δωρεῖται, οὕτω δὴ καὶ τὸ εὖ εἶναι μόνη χαρίζεται διὰ τῆς ἐξ αὐτῆς μεταλήψεως. Οἱ ἄνθρωποι δὲ ἀφέντες τὸ πάντα ποιεῖν καὶ πραγματεύεσθαι πρὸς αὐτὸ μόνον τὸ δι’ ὃ γεγόναμεν, πάντα πράττουσι μετὰ σπουδῆς ἐπιτεταμένης, ὥστε μὴ μόνον μὴ πρὸς τὸ δι’ ὃ γεγόναμεν κατασκευασθῆναι, ἀλλὰ καὶ ἀποτελεσθῆναι δι’ ὃ οὐ παρήχθημεν εἰς τὸν κόσμον. Τὸ γὰρ πῦρ τὸ αἰώνιον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ ἡτοίμασται, ἡμεῖς δὲ ἐγενόμεθα ἵνα ὅταν ἀποθάνωμεν, εὑρεθῶμεν ἄξιοι τοῦ Θεοῦ.

Ἄξιος δὲ Θεοῦ ὁ εὐθύς, ὁ ἀληθής, ὁ πρᾶος, ὁ ἀγαθός, ὁ συμπαθής, ὁ ἐλεήμων, ὁ εὔσπλαγχνος, ὁ χρηστός, ὁ μακρόθυμος, ὁ ἀνεξίκακος, ὁ φιλάνθρωπος· τοιοῦτον δὲ γενέσθαι ἄνθρωπον ἀδύνατον, εἰ μὴ ἐν μετουσίᾳ πρότερον γένηται διὰ πίστεως τῆς εἰς Χριστόν, τῆς φύσεως τοῦ Χριστοῦ· ὥστε ὁ μὴ τοιοῦτος, ἢ οὐκ ἐπίστευσεν εἰς Χριστὸν ἢ δοκεῖ πιστεύειν μένων ἄπιστος· ὁ δὲ πιστεύων, ἢ τοιοῦτος ἐγένετο, ἢ σπουδάζει τοιοῦτος ἀποτελεσθῆναι.

Οὐδεὶς γάρ ἐστιν ἅγιος, ὁ μὴ τῆς θείας φύσεως γενόμενος πρότερον κοινωνός. Ψυχὴ δὲ ἡ καταξιωθεῖσα κοινωνῆσαι τῷ Πνεύματι τῷ ἁγίῳ, ἐπειδὴ δι’ ὅλου χωρεῖ τοῦ σώματος αὐτῆς καὶ αὐτή ἐστιν ἡ συγκρατοῦσα τὸ σῶμα, ἐξ ἀνάγκης ἁγιασθεῖσα καὶ ὅλον ἑαυτῆς ἁγιάζει τὸ σῶμα. Ἔνθεν τοι καὶ τὸ Πνεῦμα τὸ ἅγιον οἰκειοῦται ὥσπερ τὴν ψυχήν, οὕτω δὴ καὶ τὸ σῶμα αὐτῆς· ἀλλ’ ἕως μὲν μετὰ τοῦ σώματος αὐτῆς ἐστιν, ἐπειδὴ τὸ θέλημα αὐτῆς ζητεῖται μέχρι τέλους εἰ ἐπιστοιχεῖ τῇ δωρεᾷ ταύτῃ τῆς χάριτος τῆς κοινωνίας τοῦ ἁγίου Πνεύματος· διατοῦτο οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον ὅλον αὐτῆς τὸ σῶμα καθ’ ὅλου πρὸς ἑαυτοῦ τὴν δόξαν μετάγει. Ἡνίκα δὲ τὸ τέλος ἔλθῃ, καὶ ἡ ψυχὴ χωρισθῇ τοῦ οἰκείου σώματος, τηνικαῦτα παυθέντος τοῦ ἀγῶνος καὶ τὰ νικητήρια τῆς ψυχῆς ἐχούσης καὶ μετὰ τοῦ στεφάνου τῆς ἀφθαρσίας ἀπιούσης, ὡς ἤδη τοῦ ἀγῶνος λυθέντος, ὅλον οἰκειοῦται τὸ Πνεῦμα τὸ ἅγιον τῆς τοιαύτης ψυχῆς τὸ σῶμα· δι’ ἣν αἰτίαν καὶ ὀστέα γυμνὰ βλύζουσιν ἰάματα.

Ἐπὰν γὰρ χωρισθῇ τοῦ σώματος ἡ ψυχὴ τοῦ ἁγίου, τοῦ συνδέσμου ἀμφότερα διαιρούμενα, διαιρεῖται καὶ ἐκ τοῦ συνδέσμου ἐπηρειῶν καὶ τῆς συνθέσεως. Καὶ ἡ μὲν ψυχή, ὅλῃ τῇ θεότητι γυμνὴ γινομένη ἀποθεοῦται· τὸ δὲ σῶμα μόνον, μόνῃ τῇ θεότητι ἀπολιμπανόμενον, ἐμφαίνει τὰς θείας ἐνεργείας τοῖς αἰσθητοῖς διὰ τοῦ αἰσθητοῦ· νοουμένας διὰ τοῦ ἡμῶν νοός, τοῦ δεσμίου ἔτι τῷ σώματι. Οὐκέτι γὰρ οὔτε ἡ ψυχὴ ἐμποδισμὸν τινὰ διὰ τοῦ σώματος ἔχειν δύναται—πῶς γάρ, ἡ τούτου κεχωρισμένη; —οὔτε τὸ σῶμα πάλιν, διὰ τὴν ψυχὴν τινὶ τῶν σωματικῶν ἀναγκῶν βαρύνεται· ἀλλ’ ὡς πάσης ἀνάγκης καὶ πάσης ἐπηρείας τῶν ἐκ τοῦ συνδέσμου λυθέντων ἀμφοτέρων, ἐνεργεῖται παρ’ ἑκατέρῳ τὰ τῆς θείας χάριτος, ἀκωλύτως καὶ ἀπαρεμποδίστως, τοῦ Θεοῦ γινομένων ὁλοτελῶς ἃ ᾠκειώσατο διὰ τῆς θεοπρεποῦς ἐπὶ γῆς πολιτείας ἔτι συντεθειμένα καὶ συγκείμενα καὶ συνημμένα, ἡ θεότης.

Ἐν δὲ τῷ τῆς ἀναστάσεως καιρῷ, ἀναλαμβάνει καὶ αὐτὸ τὸ σῶμα τῆς ἁγιασθείσης ψυχῆς τὴν θεοδώρητον ἀφθαρσίαν. Καθάπερ γὰρ τῶν μοχθηρῶν αὐτοῦ μετέσχε διὰ τὴν συμφυΐαν ἡ ψυχή, ὡς ὁ θεῖος φησὶ Γρηγόριος, οὕτω καὶ τῶν τερπνῶν ἑαυτῆς μεταδίδωσιν, ὅλον εἰς ἑαυτὴν ἀναλώσασα, καὶ γενομένη σὺν τούτῳ ἕν, καὶ πνεῦμα καὶ νοῦς καὶ θεός, καταποθέντος ὑπὸ τῆς ζωῆς τοῦ θνητοῦ τε καὶ ῥέοντος. Ὡς γὰρ κατεπόθη διὰ τὴν ἁμαρτίαν ἡ σὰρξ ὑπὸ τῆς φθορᾶς, ὑπὸ δὲ τῆς σαρκὸς ἡ ψυχὴ γεωθεῖσα ταῖς ἐνεργείαις, ὑπὸ δὲ τῆς ψυχῆς διὰ τῆς παντελοῦς ἀγνωσίας ἡ ἀπόγνωσις τοῦ Θεοῦ, ὡς μὴ δὲ εἰ ἔστι Θεὸς γινώσκεσθαι, οὕτω δὴ πάντως τῷ καιρῷ τῆς ἀναστάσεως κατὰ τὴν καλῶς γενησομένην ἀντιστροφὴν ἐν Πνεύματι ἁγίῳ διὰ τὴν χάριν τοῦ σαρκωθέντος Θεοῦ, καταποθήσεται ἡ σὰρξ ὑπὸ τῆς ψυχῆς ἐν Πνεύματι, ἡ δὲ ψυχὴ ὑπὸ τοῦ Θεοῦ τῆς ὄντως οὔσης ζωῆς, ὡς αὐτὸν μονώτατον διὰ πάντων ὅλον ὅλη προφαινόμενον ἔχουσα. Καὶ ἁπλῶς εἰπεῖν, ἀντιστρόφως τοῖς παροῦσι περὶ ἃ νῦν ἐσμέν τε καὶ διεξαγόμεθα, πάντα κατὰ τὸ μέλλον δείξῃ τὰ ἡμέτερα ἡ θεοπρεπὴς τῆς ἀναστάσεως χάρις, ἵν’ ὥσπερ διὰ τὴν ἁμαρτίαν ἐνταῦθα κατέπιεν ὁ θάνατος ἰσχύσας, οὕτω καταποθῇ δικαίως ἀσθενήσας, ἐκεῖ διὰ τὴν χάριν.

Ὁ γὰρ πατηθεὶς νῦν θάνατος, μετὰ τὴν πάντων ἔγερσιν καὶ ἀνάστασιν νεκρῶν, καταργεῖται εἰς τὸ παντελές, καθὼς φησὶν ὁ ἀπόστολος· Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Νῦν μὲν γὰρ ἅμα τε τιμωρία τῆς πρώτης παραβάσεως καὶ ἅμα ἡ τῆς ἁμαρτίας διακοπή· ἡ τῶν ἱερῶν ἀγώνων ἀνάπαυσις ἐστὶν ὁ θάνατος.

Ἐν δὲ τῷ μέλλοντι αἰῶνι, ὥσπερ πᾶσα ἡ τοῦ παρόντος αἰῶνος ζωὴ καταργεῖται, καὶ τὸ γεννᾶσθαι τοὺς ἀνθρώπους καὶ τὸ βιοῦν αὐτούς, οὕτω δὴ καὶ τὸ ἀποθνήσκειν αὐτούς· καὶ γίνεται ἑτέρα ζωὴ ἄρρητος καὶ ὑπὲρ λόγον, καὶ θάνατος ἄλλος τοῦ νῦν γινομένου, ὑπερβαλλόντως βαρύτερος καὶ πικρότερος, ὅστις ἐστὶν ἡ αἰώνιος κόλασις.

Ὅσοι γὰρ τοῦ Χριστοῦ μὴ μετέχουσιν ἢ τὴν αὐτοῦ μετουσίαν διὰ βιώσεως ἐναντίας ἐνύβρισαν, κινδυνεύουσι κίνδυνον βαρύτερον τῆς προτέρας καταδίκης καὶ ἀθεράπευτον. Ἐν μὲν γὰρ τῷ παρόντι αἰῶνι, Θεοῦ ἐδεήθη ἡ ἐλαφροτέρα καταδίκη πρὸς ἀνατροπὴν αὐτῆς· ἐκεῖθεν δέ, ὅπου οὐδὲ θάνατος ἔτι ἐστὶν ἡ μεγάλη παραμυθία τῶν ἐν βασάνοις—πᾶς γὰρ ὁ ἐν τιμωρίᾳ ἀποθνήσκων ἀπαλλάττεται τῆς τιμωρίας—, τίς ἔσται ἔτι ἀνάκλησις ἄλλη; ἄλλως τε δὲ ἐν τῷ νῦν κόσμῳ, οὐδεὶς ἦν ἄνθρωπος ἀπὸ τοῦ Ἀδὰμ ἕως τοῦ Χριστοῦ, ἄξιος σωτηρίας, ὅτι πάντες μέτοχοι τοῦ ἁμαρτήσαντος· νῦν δὲ πολλοὶ ἔσονται σύμμορφοι τῷ Χριστῷ καὶ διατοῦτο οὐκ ἔστιν ἀνάκλησις τοῖς ἐκεῖ κατακρίτοις, ἐπεὶ καὶ ἐν τοῖς ἀγγέλοις διατοῦτο οὐκ ἔστιν ἔλεος τοῖς ἐκπεπτωκόσι, διότι τὴν ἑαυτῶν ἀξίαν ἔμειναν οἱ πλείους τηρήσαντες.

Περὶ μετοχῆς Πνεύματος ἁγίου. Καὶ ὅτι ἀδύνατον ἄλλως βεβαιωθῆναι τὰ ἔργα τῆς ἀρετῆς, εἰ μὴ δι’ ἐπιδημίας τοῦ Πνεύματος, οὗ χωρίς, οὐδεὶς πρὸς ἀρετὴν κατευθύνεται, οὐδὲ ἄλλους ὠφελεῖν δύναται, ἢ ἀλλοτρίους δέχεσθαι λογισμούς.

Ὁποῖον δὲ χρὴ εἶναι τόν τε προηγούμενον καὶ τὸν ἱερέα, τὸν δεσμεῖν καὶ λύειν ἄνωθεν λαβόντα τὴν ἐξουσίαν. Καὶ περὶ τὸ ἴσον κατὰ πάντα καὶ ὡσαύτως ὢν τῆς Τρισυποστάτου Θεότητος.

Κεφάλαιον ΚΔʹ Ὥσπερ ἡ λυχνία, κἂν ἐλαίου πεπλήρωται καὶ στυπείου κἂν ἄλλην ὕλην ἔχῃ εὐάναπτον, πρὸ τοῦ μετασχεῖν τοῦ πυρὸς καὶ ἀναφθῆναι ὅλη ἐσκοτισμένη ἐστίν, οὕτω καὶ ἡ ψυχή—πῦρ γάρ ἐστιν ὁ Θεὸς καὶ τοῦτο παρὰ πάσης θεοπνεύστου γραφῆς ὀνομάζεται, ἡ δὲ ψυχὴ ἑκάστου ἡμῶν λυχνία—, κἂν πάσαις οὖν τῷ δοκεῖν κοσμεῖται ταῖς ἀρεταῖς, τοῦ δὲ πυρὸς οὐ μετέσχεν, εἴτ’ οὖν οὐσίας θείας καὶ φωτὸς οὐ μετέλαβεν, ἔτι ἐσβεσμένη καὶ ἐσκοτισμένη ἐστὶ καὶ τὰ ἔργα αὐτῆς ἀβέβαια. Πάντα γὰρ ὑπὸ τοῦ φωτὸς ἐλεγχθῆναι δεῖ καὶ φανερωθῆναι. Ὁ οὖν οὕτως ἔχων ἔτι τὴν λυχνίαν τῆς ψυχῆς αὐτοῦ—ἀμέτοχον δηλονότι τοῦ θείου πυρός—, ὁδηγοῦ δέεται μᾶλλον καὶ λύχνου φαίνοντος ἅμα καὶ διακρίνοντος τὰς πράξεις αὐτοῦ καὶ τὰ δι’ ἐξαγορεύσεως συμπαθοῦντος αὐτῷ σφάλματα καὶ τὰ στρεβλῶς ὑπ’ αὐτοῦ καθ’ ὥραν διαπραττόμενα ἐπανορθοῦντος. Ὡς γὰρ οὐκ ἐνδέχεται μὴ προσκόπτειν τὸν περιπατοῦντα νυκτός, οὕτως οὐκ ἐνδέχεται μὴ πταίειν τὸν μήπω καθορῶντα τὸ θεῖον φῶς, καθὼς φησὶν ὁ Χριστός· Ἐάν τις περιπατεῖ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει. Ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔχει ἐν ἑαυτῷ. —Ἐν ἑαυτῷ δὲ εἰπών, τὸ θεῖον ἐδήλωσε καὶ ἄϋλον φῶς· ἐν ἑαυτῷ γὰρ τὸ αἰσθητὸν οὐδεὶς δύναται κτήσασθαι.

Ὥσπερ οὖν οὐδὲν ὠφελεῖται ὁ ἐν σκότει περιπατῶν ἐὰν λαμπάδας κατέχῃ ἐσβεσμένας πολλὰς καὶ περικαλλεῖς—οὔτε γὰρ ἑαυτὸν οὔτε ἕτερόν τινα ὡς ἐκ τούτων ὁρᾷ—, οὕτως οὐδὲ ὁ τὰς ἀρετὰς πάσας, εἰ οἷόν τε, δοκῶν ἐν ἑαυτῷ ἔχειν, μὴ ἔχων τὸ φῶς ἐν ἑαυτῷ τοῦ ἁγίου Πνεύματος, οὐδὲ τὰς ἑαυτοῦ πράξεις καλῶς ἰδεῖν, οὐδὲ εἰ πρὸς ἀρέσκειαν Θεοῦ εἰσὶ τελείως πεπληροφόρηται.

Ἀλλ’ οὐδὲ ἄλλους ὁδηγῆσαι ἢ τὸ θέλημα τοῦ Θεοῦ διδάξαι δύναται, οὐδὲ λογισμοὺς ἀλλοτρίους ἐστὶν ἀναδέξασθαι ἄξιος, εἰ καὶ πατριάρχης ἐξ ἀνθρώπων γενήσεται, ἕως ἂν τὸ φῶς ἐν ἑαυτῷ φαῖνον κτήσηται. Φησὶ γὰρ ὁ Χριστός· Περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ ὑπάγει. Εἰ οὖν οὐκ οἶδε ποῦ ἐκεῖνος ὑπάγει, πῶς τὴν ὁδὸν ἄλλοις ὑποδείξει; Τί οὖν ὄφελος ἐὰν λύχνον ἐσβεσμένον ἐπὶ ἑτέρᾳ λυχνίᾳ τίς ἐπιθῇ, πυρὸς καιομένου ἐστερημένῃ καὶ φαίνοντος; Οὐ γὰρ οὕτως δεῖ ποιεῖν! Ἀλλὰ πῶς;

Ὡς αὐτὸς ὁ ἐπὶ πάντων Θεὸς διωρίσατο· φησὶ γάρ· Οὐδεὶς λύχνον ἅψας εἰς κρυπτὴν τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ φέγγος βλέπωσι. Τοῦτο οὖν εἰπών, προστίθησι καὶ τὰ γνωρίσματα τοῦ ἤδη γενομένου λύχνου καὶ ἔχοντος μεθ’ ἑαυτοῦ τὸ φῶς, οὕτω λέγων· Ὁ λύχνος τοῦ σώματος ἐστὶν ὁ ὀφθαλμός. Τίνα τοίνυν λέγει διὰ τούτου τὸν ὀφθαλμὸν ἢ πάντως τὸν νοῦν, ὃς οὐδέποτε ἂν γένηται ἁπλοῦς, εἰ μὴ ὅτε τὸ ἁπλοῦν θεάσηται φῶς; Φῶς δὲ ἁπλοῦν ὁ Χριστός. Ὁ γοῦν ἀεὶ ἔχων τὸ φῶς αὐτοῦ λάμπον ἐν διανοίᾳ, νοῦν Χριστοῦ ἔχειν λέγεται. Ὅταν οὖν ὁ ὀφθαλμός σου οὗτος ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου τῆς ψυχῆς φωτεινὸν ἔσται· ἐπὰν δὲ πονηρὸς ᾖ ὁ νοῦς, τουτέστιν ἐσκοτισμένος καὶ ἐσβεσμένος, καὶ τὸ σῶμά σου τοῦτο σκοτεινὸν ἔσται. Σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί. Βλέπε φησὶ μὴ δοκεῖς ἔχειν ὅπερ οὐ κέκτησαι. Ὁρᾶτε πῶς καὶ αὐτὸς ὁ Δεσπότης ἴσως ἡμῖν τοῖς ἑαυτοῦ δούλοις πρὸς ὑμᾶς διαλέγεται, «Σκόπει» λέγων «μὴ λάθῃς σεαυτὸν καὶ ἐν σοὶ φῶς εἶναι οἰόμενος, αὐτὸ οὐκ ἔστι φῶς ἀλλὰ σκότος.» Ὁρᾶτε ὅτι ταῦτα καὶ ἡμεῖς τῷ Δεσπότῃ πρὸς τοὺς ὁμοδούλους ὑμᾶς φθεγγόμεθα καὶ οὐδὲν διεστραμμένον ἢ φαῦλον λέγομεν.

Λέγομεν γάρ· βλέπετε ἀδελφοὶ μήποτε δοκοῦντες εἶναι ἐν τῷ Θεῷ καὶ κοινωνίαν ἔχειν οἰόμενοι μετ’ αὐτοῦ, ἔξω εὑρεθείητε τούτου καὶ κεχωρισμένοι διὰ τὸ μὴ θεωρεῖν ὑμᾶς ἤδη τὸ φῶς αὐτοῦ. Εἰ γὰρ ἥψατο τῶν λαμπάδων ὑμῶν—ἤγουν τῶν ψυχῶν ὑμῶν—, ἔλαμψεν ἂν τρανῶς ἐν ὑμῖν, καθὼς αὐτὸς ὁ Θεὸς καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἔφη· Εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μέρος τί μὴ ἔχον σκοτεινόν, ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε. Ποίαν οὖν μαρτυρίαν ἄλλην μείζονα τούτου πρὸς πληροφορίαν σοι παρεισάξωμεν; Εἰ δὲ τῷ Δεσπότῃ διαπιστήσεις, πῶς εἰπέ μοι, τῷ συνδούλῳ πιστεύσεις;

Ἀλλὰ τί εἴπω πρὸς τοὺς ἀγαπῶντας ὀνομαστοὺς εἶναι, καὶ ἱερεῖς καὶ ἀρχιερεῖς καὶ ἡγουμένους καθίστασθαι, καὶ λογισμοὺς ἀλλοτρίους ἀναδέχεσθαι θέλοντας, καὶ ἑαυτοὺς εἶναι λέγοντας ἀξίους τῆς τοῦ δεσμεῖν καὶ λύειν ἐγχειρήσεως; Ὅταν μηδὲν τῶν ἀναγκαίων καὶ θείων πραγμάτων αὐτοὺς ἐπισταμένους ὁρῶ, μήτε ταῦτα ἑτέρους διδάσκοντας ἢ εἰς φῶς ἐνάγοντας γνώσεως, τί ἕτερον ἢ ὅ φησι Χριστὸς τοῖς φαρισαίοις καὶ νομικοῖς· «Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε καὶ τοὺς εἰσελθεῖν βουλομένους ἐκωλύσατε.» Τί γὰρ ἄλλο ἡ κλεὶς ἐστὶ τῆς γνώσεως, εἰ μὴ ἡ διὰ πίστεως διδομένη χάρις τοῦ ἁγίου Πνεύματος, ἡ τὴν γνῶσιν ὡς ἀληθῶς καὶ ἐπίγνωσιν διὰ φωτισμοῦ ἐμποιοῦσα καὶ διανοίγουσα τὸν κεκλεισμένον καὶ κεκαλυμμένον ἡμῶν νοῦν, καθὼς πολλάκις διὰ πολλῶν παραβολῶν καὶ αἰνιγμάτων, ἔτι δὲ καὶ φανερῶν ἀποδείξεων εἶπον ὑμῖν;

Μὴ οὖν ἐξαπατῶμεν ἑαυτοὺς ἡμᾶς καὶ ὀπίσω τῶν τῆς σαρκὸς ἡμῶν θελημάτων ἀκολουθοῦντες, ἐκπορνεύσωμεν ἐν τοῖς ἐπιτηδεύμασιν ἡμῶν, διδασκάλους ἡμᾶς ἑαυτοὺς ἀποκαθιστῶντες, ἡγούμενοί τε καὶ ἱερεῖς καὶ ἀρχιερεῖς ἐν καταφρονήσει Θεοῦ καὶ τῆς ἑαυτῶν σωτηρίας δηλονότι γενόμενοι. Εἰ γὰρ εἰπόντος τοῦ Ἰησοῦ τῷ Νικοδήμῳ· «Ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται τὴν βασιλείαν τοῦ Θεοῦ ἰδεῖν» καὶ τοῦ Νικοδήμου ἀνταποκριθέντος αὐτῷ· «Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;» ἐμέμψατο αὐτὸν ὁ Ἰησοῦς καὶ εἶπε· «Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις;» καί τοι μήπω μηδαμῶς πιστεύσαντος μὴ δὲ τὰ τῆς χάριτος ἐπισταμένου, πόσης ἄρα κατακρίσεως ἐσμὲν ἄξιοι, οἱ μετὰ τὴν χάριν ὄντες διδάσκαλοι καὶ μὴ τὰ τῆς χάριτος ἐπιστάμενοι, οἱ τοσαύτης ἀπολαύσαντες διδασκαλίας καὶ καθεκάστην δι’ ἀποστόλων καὶ διδασκάλων καὶ αὐτοῦ τοῦ Κυρίου διδασκόμενοί τε καὶ προμαρτυρούμενοι;

Εἰ γὰρ οὐκ οἴδαμεν πῶς δεῖ ἐν τῷδε τῷ βίῳ ἡμᾶς ἀναστρέφεσθαι, οὐδὲ ὅπως ἐν ἔργοις πρότερον ἀγαθοῖς ἐντρέφεσθαι χρὴ καὶ παριστάνειν ἑαυτοὺς ἡμᾶς δούλους τῇ δικαιοσύνῃ, ὡς ἐνώπιον Κυρίου καὶ οὐκ ἀνθρώπων ἱσταμένους καὶ ἀμέμπτως Θεῷ δουλεύειν ζῶντι συνταξαμένους, οὐδὲ ὁποῖοί τε καὶ ποταποὶ ὀφείλομεν πρῶτον γίνεσθαι καὶ οὕτω τῶν ἄλλων προΐστασθαι, πῶς, εἰπέ μοι, τοῦ δεσποτικοῦ ποιμνίου τὴν φυλακὴν ἐγχειρισθῶμεν καὶ ἐπιμέλειαν; Πῶς ποιμάνωμεν αὐτὸ κατὰ τὸ θέλημα τοῦ ἀρχιποίμενος Ἰησοῦ Χριστοῦ καὶ ἐπὶ νομὰς ἐξαγάγωμεν αὐτὸ ἀειζώους; Ἀλλ’ ὢ τῆς πωρώσεως καὶ τῆς τοῦ Θεοῦ καὶ τῶν θείων καταφρονήσεως! ὥσπερ γὰρ ἀσπὶς τὰ ὦτα βύσαντες, ὡσεὶ κωφοί τε καὶ ἄλαλοι γεγονότες δίκην νεκρῶν καὶ πεπηρωμένοι ὄντες τὰ τῆς ψυχῆς αἰσθητήρια, οὐδὲ τῶν λαλουμένων λαμβάνομεν αἴσθησιν, οὐδ’ ὅτι οὖν ἐστὶ χριστιανισμὸς ἐπιστάμεθα, ἀλλὰ καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἀγνοοῦντες καὶ ἀκριβῶς τὰ τῶν χριστιανῶν μυστήρια μὴ εἰδότες, ἄλλους περὶ τοῦ φωτὸς τῆς γνώσεως, μᾶλλον δὲ αὐτὸ τὸ τῆς γνώσεως φῶς δεικνύειν τοῖς λοιποῖς ἀναισχύντως ἐπιχειροῦμεν.

Ἡ γνῶσις οὐκ ἔστι τὸ φῶς, ἀλλὰ τὸ φῶς ἡ γνῶσις ὑπάρχει, ἐπειδὴ ἐν αὐτῷ καὶ δι’ αὐτοῦ καὶ ἐξ αὐτοῦ τὰ πάντα· οὗ ἡμεῖς τὴν ὅρασιν ἀπαρνούμενοι, δήλους ἑαυτοὺς ποιοῦμεν μήτε γεννηθέντας μήτε εἰς φῶς τὸ ἄνωθεν προελθόντας, ἀλλ’ ἔτι ἔμβρυα ὄντες ἢ ἐκτρώματα εἰπεῖν ἀληθέστερον, τοῖς ἱεροῖς τόποις ἐπιπηδῶμεν καὶ τῶν ἀποστολικῶν ἐπιβατεύομεν θρόνων· καὶ τὸ δὴ χαλεπώτερον, χρήμασιν οἱ πλείους τὴν ἱερωσύνην ἀφοβίᾳ Θεοῦ ἐξωνούμεθα καὶ τῆς βασιλικῆς ποίμνης ὡς ποιμένες, οἱ μὴ δὲ ἄρνες ποτὲ γεγονότες, ζητοῦμεν προΐστασθαι· καὶ ταῦτα πρὸς τὸ μόνον ἐμπλῆσαι δίκην θηρῶν τὰς ἑαυτῶν γαστέρας, καὶ τἄλλα πάντα τελέσαι ὅσαπερ ἡ ἔφεσις τοῦ χείρονος ἀπαιτεῖ καὶ ἡ πρὸς τὰ κάτω ἐπιθυμία καὶ ὄρεξις.

Οὕτως ὑπῆρχον ἀδελφοί, ἐξ ἀρχῆς οἱ ἀπόστολοι; οὕτως οἱ τῶν ἀποστόλων διάδοχοι; οὕτως οἱ πατέρες ἡμῶν καὶ διδάσκαλοι; Βαβαὶ τῆς τόλμης τῶν τοιούτων τῆς φοβερᾶς, ὅτι οὐ μόνον εἰς τὰ χρήματα προδόται τὰ αἰσθητὰ καὶ ἱερόσυλοι γίνονται, οἱ πρὸς μόνον τὸ γλωσσόκομον ἀπονεύοντες, ἀλλὰ καὶ αὐτοῦ τοῦ θείου πλούτου κατατολμῶσιν ἐφάπτεσθαι, ὅθεν οὐδὲ αἰσχύνονται λέγειν· «Ἡμέτερόν ἐστι τοῦ δεσμεῖν καὶ λύειν, καὶ τοῦτο κατὰ τὴν παροῦσαν ἐλάβομεν ζωὴν ἡμεῖς ἄνωθεν.» Ὢ τῆς ἀναισχυντίας, ἵνα μὴ λέγω τῆς ἐσχάτης παραπληξίας. Ἀπὸ τίνος ὦ οὗτος εἰπέ μοι, καὶ διατί τὴν ἐξουσίαν ταύτην ἄνωθεν ἔλαβες;

Ὅτι πάντα καταλιπὼν τῷ Χριστῷ ἠκολούθησας; Ὅτι τῆς ἐπιγείου δόξης καταπεφρόνηκας; Ὅτι ταπεινὸς τῷ πνεύματι γέγονας; Ὅτι πάντα πωλήσας τοῖς πένησι δέδωκας; Ὅτι τὴν σεαυτοῦ ψυχὴν ἀπώλεσας, ἤτοι τῷ κόσμῳ ἐνέκρωσας, καὶ ἐν οὐδενὶ σαρκὸς θελήματι ταύτην εὕρηκας; Ἢ καὶ σὺ ὥσπερ πάλαι οἱ μαθηταὶ τοῦ Χριστοῦ, ἤκουσας παρ’ αὐτοῦ ἐμφυσήσαντός σοι δηλονότι καὶ εἰπόντος· «Λάβε Πνεῦμα ἅγιον· ἄν τινων ἀφήσῃς τὰς ἁμαρτίας, ἀφεθήσεται αὐτοῖς· ἄν τινων κρατήσῃς, ἐπισχεθήσεται»; «Ἀλλὰ τῶν ἱερέων ἡ ἐξουσία», φησί. Οἶδα κἀγώ· τοῦτο γὰρ ἀληθές.

Οὐ πάντων δὲ καὶ τῶν ἁπλῶς ἱερέων, ἀλλὰ τῶν ἐν πνεύματι ταπεινώσεως ἱερουργούντων τὸ Εὐαγγέλιον καὶ ἐν ἀμέμπτῳ βίῳ πολιτευσαμένων, τῶν ἑαυτοὺς πρότερον τῷ Κυρίῳ παραστησάντων καὶ θυσίαν τελείαν, ἁγίαν, εὐάρεστον, τὴν καθαρὰν αὐτῶν λατρείαν ἐν τῷ ναῷ τοῦ ἑαυτῶν σώματος ἔνδον πνευματικῶς ἐπιδειξαμένων καὶ προσδεχθέντων καὶ ἐμφανισθέντων εἰς τὸ ἄνω θυσιαστήριον καὶ παρὰ τοῦ ἀρχιερέως Χριστοῦ προσφορὰ τελεία τῷ Θεῷ καὶ Πατρὶ προσενεχθέντων καὶ ἀλλαγέντων καὶ εἰς Χριστόν, τὸν δι’ ἡμᾶς ἀποθανόντα καὶ ἐν δόξῃ ἀναστάντα θεότητος, μεταμορφωθέντων· τῶν ἐν ταπεινώσει τελείᾳ νυκτὸς καὶ ἡμέρας μετανοούντων καὶ πενθούντων καὶ μετὰ δακρύων οὐχ’ ὑπὲρ ἑαυτῶν μόνων δεομένων, ἀλλὰ καὶ ὑπὲρ τῆς ἐμπιστευθείσης αὐτοῖς ποίμνης καὶ ὑπὲρ πασῶν τῶν ἐν τῷ κόσμῳ ἁγίων ἐκκλησιῶν τοῦ Θεοῦ· οὐ μὴν δέ, ἀλλὰ καὶ τῶν σφοδρῶς κλαιόντων ὑπὲρ ἀλλοτρίων ἁμαρτημάτων ἐνώπιον τοῦ Θεοῦ, τῶν μηδὲν πλέον τῆς ἀναγκαίας χρείας καταχρωμένων, μὴ δὲ ἐν μηδενὶ θεραπείαν ἢ ἀπόλαυσιν ἐπιτηδευόντων τοῦ σώματος ἀλλὰ καθὼς γέγραπται, Πνεύματι περιπατούντων καὶ ἐπιθυμίαν μὴ ἐπιτελούντων σαρκός· ἔτι δὲ τῶν μήτε πτωχὸν μήτε πλούσιον μήτε ἄρχοντα μήτε ἀρχόμενον μήτε αὐτὸν ἐκεῖνον τὸν τὸ διάδημα περικείμενον, ἕνεκα τοῦ δικαίου καὶ τῆς ἐντολῆς τοῦ Θεοῦ προτιμωμένων, τῶν μὴ προφάσει ἐλέους ἢ δώρων δόσεως ἕνεκα ἢ φόβου ἢ ἀγάπης ἢ τινὸς ἑτέρου ὁρωμένου ἢ ἀοράτου πράγματος καταμαλακιζομένων καὶ παραβλεπόντων ἢ παραβαινόντων τὴν ἐντολὴν τοῦ ἐπὶ πάντων Θεοῦ.

Τῶν τοιούτων οὖν ἐστὶ τὸ δεσμεύειν καὶ λύειν καὶ ἱερουργεῖν καὶ διδάσκειν, οὐχὶ δὲ τῶν ἐξ ἀνθρώπων τὴν ψῆφον καὶ τὴν χειροτονίαν μόνον λαμβανόντων· οὐ γὰρ ἀφ’ ἑαυτοῦ τίς τὴν τιμὴν λαμβάνει, ἀλλ’ ὁ ὑπὸ Κυρίου καλούμενος. Οὐκ εἶπεν· ὁ ἐξ ἀνθρώπων τὴν ψῆφον δεχόμενος, ἀλλ’· ὁ ἐκ Θεοῦ εἰς τοῦτο προορισθεὶς καὶ προχειρισθείς. Οἱ γὰρ ἐξ ἀνθρώπων καὶ δι’ ἀνθρώπων, κλέπται εἰσὶ καὶ λησταί, καθὼς εἶπεν ὁ Κύριος· Ἐγὼ εἰμὶ ἡ θύρα. Πάντες ὅσοι ἦλθον καὶ ἔρχονται οὐ δι’ ἐμοῦ, ἀλλὰ ἀλλαχόθεν ἐπιβαίνοντες, κλέπται εἰσὶ καὶ λησταί.

Μὴ οὖν πλανᾶσθε ἀδελφοί· ὁ ἐν σκότει διάγων ἔξω τῆς θύρας ἐστίν, ὁ δὲ δοκῶν εἰσελθεῖν καὶ οὐ διὰ τοῦ φωτὸς εἰσῆλθεν, ἔξω καὶ αὐτὸς τῆς μάνδρας ἐστίν. Εἰ γὰρ φῶς τοῦ κόσμου καὶ θύρα ὁ Χριστός, φωτοειδὴς θύρα πάντως ἐστί· καὶ ὁ ἐν ταύτῃ γεγονώς, ἐν τῷ τοῦ κόσμου φωτὶ γέγονεν. Ἡ κλεὶς δὲ τῆς θύρας τὸ Πνεῦμα ἐστὶ τὸ ἅγιον—Λάβετε γάρ φησι Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται—, οἰκία δὲ ὁ Πατήρ—Ἐν γὰρ τῇ οἰκίᾳ τοῦ πατρός μου πολλαὶ μοναί εἰσι—. Πρόσεχε οὖν ἀκριβῶς τῇ θεωρίᾳ τοῦ λόγου. Εἰ μὴ οὖν ἡ κλεὶς ἀνοίξει—Τούτῳ γάρ φησιν ὁ θυρωρὸς ἀνοίγει—, ἡ θύρα οὐ διανοίγεται· ἂν δὲ μὴ ἡ θύρα διανοιχθῇ, οὐδεὶς εἰς τὴν οἰκίαν εἰσέρχεται τοῦ Πατρός, καθὼς φησὶν ὁ Χριστός·

Οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι’ ἐμοῦ. Ὅτι δὲ τὸ Πνεῦμα τὸ ἅγιον πρότερον διανοίγει τὸν νοῦν ἡμῶν καὶ διδάσκει ἡμᾶς τὰ περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, αὐτὸς πάλιν ἔφη· Ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ καὶ ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν, —ὁρᾷς πῶς διὰ τοῦ Πνεύματος, μᾶλλον δὲ ἐν τῷ Πνεύματι, ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἀχωρίστως ἐπιγινώσκονται; —καὶ πάλιν· Ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητός φησιν οὐκ ἐλεύσεται πρὸς ὑμᾶς. Ὅταν δὲ ἔλθῃ ἐκεῖνος, ἀναμνήσῃ ὑμᾶς πάντα καὶ πάλιν· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε, καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας καὶ μετ’ ὀλίγα· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ—ὅτε δηλονότι τὸ ἅγιον Πνεῦμα ἐλεύσεται πρὸς ὑμᾶς —γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν καὶ πάλιν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ, καὶ εἰκότως· εἰ μὴ γὰρ ἐν ἁγίῳ τίς βαπτισθῇ Πνεύματι, οὔτε υἱὸς Θεοῦ οὔτε συγκληρονόμος Χριστοῦ γίνεται. Ἀλλὰ καὶ τῷ Πέτρῳ φησί· Σοὶ δώσω τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, οὐ κλεῖς πάντως χαλκᾶς ἢ σιδηρᾶς ἀλλὰ κλεῖς ἀξίους τῆς οἰκίας ἐκείνης.

Ποταπὴ δέ ἐστιν ἡ οἰκία ἐκείνη, ἄκουε Παύλου λέγοντος ἐν τῇ πρὸς Τιμόθεον ἐπιστολῇ· Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ, καὶ μετ’ ὀλίγα· Ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον.

Εἰ γὰρ ὁ οἶκος φῶς ἐστιν ἀπρόσιτος, δηλονότι καὶ ἡ τοῦ οἴκου θύρα φῶς καὶ αὐτὴ ἀπρόσιτόν ἐστιν. Εἰ δὲ τὸ μὲν προσιτὸν εἴπῃς εἶναι, τὸ δὲ ἀπρόσιτον, τὸ προσιτὸν ὑπὸ τοῦ ἀπροσίτου ἀναλωθήσεται καὶ οὐκ ἄν ποτε ἡ κλεὶς ἀνοῖξαι ἰσχύσει, εἰ μὴ καὶ αὐτὸς ἀπρόσιτος ᾖ καὶ τῆς αὐτῆς φύσεως, ἀλλ’ ὑπὸ τῆς θύρας κατακαήσεται ἢ καὶ ἡ θύρα ὑπὸ τοῦ οἴκου, καὶ ἴσως τοῖς πᾶσι γενήσεται ἄβατος. Μᾶλλον δὲ καὶ ἡ πίστις ἡμῶν καταλυθήσεται, τῆς ἁγίας Τριάδος διαιρουμένης εἰς προσιτὸν καὶ ἀπρόσιτον καὶ μεῖζον καὶ ἔλασσον.

Ὁρᾶτε δὲ μὴ ταῦτα ὑμεῖς ἀκούοντες, ἀπὸ τῶν αἰσθητῶν οἰκιῶν ὁμοῦ καὶ θυρῶν τὰς εἰκόνας λαμβάνοντες, σωματικόν τι σχῆμα τῷ νοῒ ὑμῶν προεντυπωθῇ, καὶ εἰς ἀμφιβολίαν καὶ βλασφημίαν περιπέσοι ὑμῶν ἡ ψυχή. Ἀλλὰ θεοπρεπῶς ἅπαντα καλῶς, εἴγε δύνασθε, κατὰ τὸν τῆς θεωρίας λόγον καὶ νόμον ἐν ἑαυτοῖς ἀναλογιζόμενοι, εὑρήσετε ὀρθῶς ἅπαντα διερμηνευόμενα.

Εἰ δὲ μὴ δύνασθε ταῦτα θεοπρεπῶς οὕτω νοεῖν, πίστει ταῦτα δέχεσθε μόνῃ καὶ μὴ πολυπραγμονεῖν ὅλως θελήσητε. Κλεὶς μὲν γὰρ τὸ ἅγιον Πνεῦμα λέγεται, ὅτι δι’ αὐτοῦ καὶ ἐν αὐτῷ πρῶτον τὸν νοῦν ἐλλαμπόμεθα, καὶ καθαιρόμενοι φωτιζόμεθα φῶς γνώσεως, βαπτιζόμεθά τε ἄνωθεν καὶ ἀναγεννώμεθα καὶ τέκνα Θεοῦ χρηματίζομεν, καθὼς ὁ Παῦλος φησίν· Αὐτὸ τὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις, καὶ πάλιν· Ἔδωκεν ὁ Θεὸς τὸ Πνεῦμα αὐτοῦ ἐν ταῖς καρδίαις ἡμῶν κρᾶζον· «ἀββᾶ ὁ πατήρ.» Τοῦτο τοιγαροῦν δεικνύει τὴν θύραν ἡμῖν ὅτι ἔστι φῶς, ἡ δὲ θύρα διδάσκει ἡμᾶς ὅτι ὁ ἐνοικῶν ἐν τῇ οἰκίᾳ καὶ αὐτὸς φῶς ἀπρόσιτόν ἐστιν. Οὐκ ἄλλος δὲ ὁ οἰκῶν Θεὸς καὶ ἕτερον φῶς ἡ οἰκία αὐτοῦ, ὥσπερ οὐδὲ ἄλλος Θεὸς καὶ ἄλλο τὸ τῆς θεότητος φῶς. Ἀλλ’ ὁ αὐτὸς εἷς ἐστιν, οἰκία καὶ ἔνοικος, καθὼς καὶ φῶς ἐστιν ὁ αὐτὸς καὶ Θεός. Θεολογικῶς δὲ οἰκία καὶ ὁ Υἱὸς καλεῖται, ὥσπερ καὶ ὁ Πατήρ—φησὶ γάρ· Σὺ πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν αὐτοῖς καὶ αὐτοὶ ἐν ἐμοὶ κἀγὼ πάτερ ἐν σοί, ἵνα ἓν ὦμεν, καὶ τὸ Πνεῦμα ὡσαύτως· Ἐνοικήσω φησὶν ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω.

Ἐγώ τε καὶ ὁ Πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν διὰ τοῦ Πνεύματος δηλονότι, ὡς ὁ Παῦλος φησί· Τὸ γὰρ Πνεῦμα ὁ Κύριος ἐστίν. Εἰ οὖν ὁ Κύριος τὸ Πνεῦμα ἐστὶ καὶ ὁ Πατὴρ ἐν αὐτῷ καὶ αὐτὸ ἐν ἡμῖν, ὡσαύτως δὲ πάλιν ἡμεῖς ἐν αὐτῷ, καὶ αὐτὸ μετὰ Θεοῦ Πατρὸς καὶ ὁ Θεὸς ἐν αὐτῷ.

Καὶ εἰ χρὴ ἀκριβέστερόν τι εἰπεῖν, ὅπερ τὸ ἕν ἐστι, τοῦτο καὶ τὰ δύο. Τὰ τρία γὰρ ἐν τῷ αὐτῷ εἰσι καὶ εἰς μίαν νοοῦνται οὐσίαν καὶ φύσιν καὶ βασιλείαν. Εἴ τι οὖν τὸ ἓν ὀνομάζεται, τοῦτο κατὰ φύσιν καὶ εἰς τὰ λοιπὰ θεωρεῖται, χωρὶς τοῦ «Πατὴρ» δηλαδὴ καὶ «Υἱὸς» καὶ «ἅγιον Πνεῦμα», ἤτοι τοῦ «γεννᾶν» ἐκτὸς καὶ «γεννᾶσθαι» καὶ «ἐκπορεύεσθαι»· μόνα γὰρ ταῦτα τῇ ἁγίᾳ Τριάδι φυσικῶς τε καὶ κατ’ ἰδιότητα ἀναντιρρήτως παρέπεται.

Ἀλλοίωσιν δ’ ἢ ἀναποδισμὸν ἢ τὴν τῶν ὀνομάτων ἐναλλαγὴν ἐν τούτοις οὐκ ἔστιν ἐννοῆσαι ἡμᾶς ἢ εἰπεῖν. Διὰ τούτων γὰρ τὰ τρία πρόσωπα γνώριμα καθεστήκασι καὶ οὐδὲ τὸν Υἱὸν ἐν τούτῳ προτάξαι τοῦ Πατρὸς ἐστὶ δυνατόν, οὐδὲ τοῦ Υἱοῦ τὸ ἅγιον Πνεῦμα, ἀλλ’ ἅμα οὕτως εἶπεν· «Πατήρ, Υἱὸς καὶ ἅγιον Πνεῦμα», μὴ διακοπῆς τινὸς ἐν τούτοις ἀπὸ χρόνου ἢ στιγμῆς τὸ λεπτότατον γινομένης, ἀλλὰ σὺν τῷ Πατρὶ ἅμα καὶ ὁ Υἱὸς ἐστὶ γεγεννημένος καὶ τὸ Πνεῦμα ἐκπορευόμενον· ἐν δὲ τοῖς ἄλλοις πᾶσι τὸ ἓν ὄνομα ἢ παράδειγμα καὶ καθ’ ἓν ἀναθεωρεῖται καὶ ἐν τοῖς τρισίν· οἷον «φῶς» ἐὰν εἴπῃς, καὶ καθ’ ἕκαστον τούτων φῶς καὶ τὰ τρία ἓν φῶς ἐστι· «ζωὴ αἰώνιος», καὶ καθ’ ἓν ὡσαύτως τούτων ὁ Υἱός ἐστι καὶ τὸ Πνεῦμα καὶ ὁ Πατήρ, τὰ τρία μία ζωή.

Πνεῦμα οὖν ὁ Θεὸς καὶ Πατήρ, καὶ τὸ Πνεῦμα ὁ Κύριός ἐστι, καὶ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· Θεὸς ταῦτα καθ’ ἓν καὶ ἅμα τὰ τρία· καὶ εἷς ὁ ἐπὶ πάντων Θεός, κτίστης τῶν ἁπάντων καθ’ ἕν, καὶ εἷς ταῦτα δημιουργὸς τῶν ὅλων Θεός. Φησὶ δὲ καὶ τὸ παλαιόν· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ εἶπεν ὁ Θεός· «Γενηθήτω φῶς» καὶ ἐγένετο φῶς, τοῦτο περὶ τοῦ Πατρὸς ὁ λόγος νοεῖν δίδωσι, καὶ ὁ Δαυΐδ· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, τοῦτο περὶ τοῦ Υἱοῦ δηλούμενον ἔγνωμεν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν, περὶ τοῦ ἁγίου Πνεύματος καὶ τοῦτο ὑπολαμβάνομεν. Ἀλλὰ καὶ Ἰωάννης ὁ υἱὸς τῆς βροντῆς, ἐν Εὐαγγελίοις φησίν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν τὸν Πατέρα δηλαδή, καὶ Θεὸς ἦν ὁ Λόγος ὁ Υἱὸς δηλονότι. Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε.

Μάθετε οὖν ταῦτα πάντα οἱ τέκνα ἐπονομαζόμενοι τοῦ Θεοῦ, ἀξιῶ, καὶ οἱ δοκοῦντες εἶναι χριστιανοί, οἱ διδάσκοντες ἄλλους λόγους διακενῆς καὶ οἱ ἄρχειν οἰόμενοι—πλὴν ψευδῶς —, ἱερεῖς καὶ μονάζοντες ἐρωτήσατε τοὺς πρεσβυτέρους καὶ ἀρχιερεῖς ὑμῶν, συναθροίσθητε ἅμα ἐν ἀγάπῃ Θεοῦ· καὶ πρῶτον ζητήσατε ἔργῳ ταῦτα μαθεῖν καὶ παθεῖν, ἔτι δὲ καὶ ἰδεῖν ποτὲ βουλήθητε καὶ τῇ πείρᾳ θεοειδεῖς γενέσθαι. Ἀλλὰ μὴ τῇ σκηνῇ μόνῃ καὶ τῇ περιβολῇ προθυμήθητε καὶ τηνικαῦτα τῶν ἀποστολικῶν ἀξιωμάτων ἐπιβῆτε, ἵνα μὴ ἀκούσητε οἱ πρὸ τῆς γνώσεως τῶν τοῦ Θεοῦ μυστηρίων ἀτελῶς ἐπιτρέχοντες ταῖς τῶν ἄλλων ἀρχαῖς· «Οὐαὶ οἱ φρόνιμοι παρ’ ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. Οὐαὶ οἱ τιθέντες τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς.»

Παρακαλῶ οὖν πάντας ὑμᾶς ἐν Χριστῷ ἀδελφοί, θεῖναι πρῶτον θεμέλιον ἐν τῇ οἰκοδομῇ τῶν ἀρετῶν, ἀγαθὸν ταπεινώσεως· εἶτα δι’ ἀγώνων εὐσεβείας ἐγεῖραι τὸν οἶκον τῆς γνώσεως τῶν μυστηρίων τοῦ Θεοῦ καὶ ὑπὸ τοῦ θείου καταλαμφθῆναι φωτὸς καὶ ἰδεῖν ὄμματι καρδίας κεκαθαρμένῳ Θεόν, ὡς δυνατὸν ἡμῖν ἀνθρώποις οὖσι, κἀκεῖθεν μυσταγωγηθῆναι τὰ τελεώτερα τῶν μυστηρίων τῆς βασιλείας τῶν οὐρανῶν καὶ οὕτως ἀπὸ τῆς γνώσεως ταύτης, τῆς ἄνωθεν διδομένης παρὰ τοῦ Πατρὸς τῶν φώτων, ἐπὶ τὸν λόγον τῆς διδασκαλίας ἐξελθεῖν καὶ διδάξαι τοὺς πλησίον ἡμῶν, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ τέλειον καὶ εὐάρεστον, καὶ διὰ τῆς διδασκαλίας ἡμῶν προσάξαι τῷ Θεῷ λαὸν περιούσιον, τῷ διὰ τοῦ Πνεύματος αὐτοῦ τοῦ ἁγίου εἰς διδασκάλους προχειρισαμένους ἡμᾶς τῆς ἐκκλησίας αὐτοῦ, ἵνα μὴ ὡς καταφρονηταὶ καὶ γυμνοὶ τοῦ ἐνδύματος τοῦ γάμου ἔξω ῥιφῶμεν τοῦ νυμφῶνος Χριστοῦ, ἀλλ’ ὡς φρόνιμοι μᾶλλον οἰκονόμοι, καλῶς τὰ τοῦ λόγου τῆς διδασκαλίας οἰκονομήσαντες ἐν τοῖς συνδούλοις ἡμῶν καὶ πρό γε τούτου τὰ τοῦ βίου ἡμῶν, εἰσέλθωμεν εἰς αὐτὸν ἀκωλύτως ἐν λαμπρότητι βίου καὶ γνώσεως οὐρανίου, φωτοειδεῖς καὶ Πνεύματος ἁγίου πεπληρωμένοι, καὶ συμβασιλεύσωμεν Χριστῷ, τὰ τῆς βασιλείας τοῦ Θεοῦ καὶ Πατρὸς συγκληρονομοῦντες αὐτῷ ἐν ἁγίῳ Πνεύματι, τῇ ἀειζώῳ καὶ ἀθανάτῳ πηγῇ καὶ ζωῇ, ᾗ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.