Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. Δείκνυσι τοιγαροῦν ἐκ τούτων ὅτι καὶ τὸν γλώσσαις λαλοῦντα μεγαλαυχῆσαι ἔνι, καὶ τὸν προφητεύοντα φυσιωθῆναι, καὶ τὸν ἔχοντα τὴν πίστιν καὶ τερατουργοῦντα ἐπαρθῆναι, καὶ τὸν ἐλεήμονα τὴν παρὰ τῶν ἐλεουμένων δόξαν τρυγᾶν, καὶ τὸν εἰς μαρτύριον τρέχοντα μεγαλοφρονῆσαι· καὶ ἐπειδὴ συνέκλεισε τὸν λόγον εἰς τό, ὅτι Ἡ δὲ ἀγάπη οὐδέποτε ἐκπίπτει, τὴν ταπεινοφροσύνην ἠνίξατο ῥίζαν τῆς ἀγάπης, οὐ γὰρ ἔχει πόθεν ἡ ῥίζα πεσεῖν, ἀεὶ τῷ βάθει τῆς γῆς συνεχομένη. Ὥστε ὁ δοκῶν ἔχειν ἀγάπην, μὴ μακροθυμῶν δὲ μὴ δὲ χρηστευόμενος, ἀλλὰ ζηλῶν, περπερευόμενος καὶ φυσιούμενος καὶ ἀσχημονῶν, ζητῶν τὰ ἑαυτοῦ, παροξυνόμενος, λογιζόμενος τὸ κακόν, χαίρων ἐπὶ τῇ ἀδικίᾳ, λυπούμενος ἐπὶ τῇ ἀληθείᾳ, οὐ πάντα στέγων, οὐ πάντα πιστεύων, οὐ πάντα ἐλπίζων, οὐ πάντα ὑπομένων, οὐκ ἔχει ἀγάπην, ψεύδεται.