Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κεφάλαια ἀλφαβητικά (Νόθος)

Συμεὼν ὁ Νέος Θεολόγος

Κεφάλαια Ε΄–Η΄: Η θεραπεία των παθών, η μετάνοια και το πλήρωμα της αγάπης

Η μετάβαση από τη φυσική φθορά στην αφθαρσία μέσω της χάριτος του Χριστού. Περιγράφεται η αόρατη δαιμονική ενέργεια, τα είδη των αμαρτημάτων, η αναγκαιότητα του θείου ελέους και η τέλεια προαιρετική αγάπη προς τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 3 από 7

Ὅτι δεῖ εἰδέναι ἕκαστον ἡμῶν, ὅτι Ἀδὰμ ἐστίν, ἵνα γένηται Χριστός· διατοῦτο καὶ τὸ μέγα μυστήριον τῆς τοῦ Θεοῦ Λόγου καταβάσεως γέγονεν, ἵνα οἱ πιστεύοντες εἰς αὐτὸν μεταπλασθῶσιν εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν· θεϊκῆς γὰρ μόνης δυνάμεως ἔργον τοῦτο. Πότε δὲ αἱ ἀποφάσεις τοῦ Θεοῦ φύσεις γίνονται, ποῖαι δὲ ἀνατρέπονται, καὶ πῶς παρ’ αὐτοῦ.

Κεφάλαιον εʹ Ἐὰν μὴ εἰδείη πᾶς ἕκαστος ὅτι αὐτός ἐστιν ὁ ἐν παραδείσῳ προσκεκρουκὼς τῷ Θεῷ, πῶς ὑπὲρ αὐτοῦ γνοίη καὶ λογίσεται τὴν κατάβασιν τοῦ Θεοῦ γινομένην; Ὥσπερ γὰρ ἡμῶν ἕκαστος Ἀδὰμ ἐστὶ φθαρτὸς καὶ θνητὸς διὰ τὸν πρῶτον ἄνθρωπον—οὐ δι’ ἑαυτόν, ἀλλὰ διὰ τὸν προπάτορα, οὖ ἐστιν ἐκ σπέρματος—, οὕτως ἕκαστος ἡμῶν Χριστὸς ἔσται ἄφθαρτος καὶ ἀθάνατος διὰ τὸν δεύτερον ἄνθρωπον, ὅς ἐστι Κύριος ἐξ οὐρανοῦ, οὐ δι’ ἑαυτόν· οὗ γίνεται ὀστοῦν ἐκ τῶν ὀστέων καὶ σὰρξ ἐκ τῆς σαρκός.

Κατάγεται ἡ φθορὰ καὶ ὁ θάνατος ἐκ τῆς οὐσίας τοῦ Ἀδὰμ κατὰ γενεὰν καὶ γενεάν. Ὥσπερ γινώσκομεν τοῦ προπάτορος Ἀδὰμ τὴν φύσιν ἐν ἡμῖν ὡς παραβάτου ἐκ τοῦ ἁμαρτάνειν ἡμᾶς, οὕτω γινώσκομεν καὶ τὴν κοινωνίαν τοῦ δευτεροπροπάτορος Χριστοῦ ἐν ἡμῖν ὡς Θεοῦ ἐκ τοῦ μὴ ἁμαρτάνειν ἡμᾶς· μεταλαμβάνομεν γὰρ ἐκ τοῦ πληρώματος αὐτοῦ· ἔστι δὲ πλήρης ὁ Ἰησοῦς ὡς Θεός, ὥσπερ ἐκ πηγῆς πυρός, μυριάδων ἀρυομένων καὶ δάδων ἀναπτομένων, ἐπὶ πλέον βλυζούσης καὶ περιττευούσης.

Διατοῦτο ὁ ἀχώρητος τῷ παντί, ἐχωρήθη ἐν τῇ ἀχράντῳ μήτρᾳ τῆς Παρθένου, καὶ ὃν τρόπον τὸ φθαρτὸν καὶ θνητὸν καὶ ἐκ σπορᾶς βρέφος φυσικόν, οὕτω καὶ αὐτὸς ὁ ἄνευ σπορᾶς βρέφος φυσικὸν ἐκυοφορήθη χρόνον ἐννεαμηνιαῖον, καὶ ἐγεννήθη βρέφος καὶ ἐγαλακτοτροφήθη καὶ ἀνὴρ ἐγένετο, πεινήσας καὶ διψήσας καὶ κοπιάσας καὶ ἱδρώσας· εἶτα δὲ καὶ φθονηθεὶς διὰ τὰ σημεῖα, ἃ ἐποίει τὴν αὐτοῦ θεότητα παραδεικνύς, ἐκρεμάσθη ὥς τις κακοῦργος καὶ ληστὴς μετὰ ληστῶν, καὶ ἀπέθανε θάνατον ἐπονείδιστον θέλων—οὐ γὰρ ἦν δυνατὸν αὐτὸν ἀποθανεῖν, εἰ μὴ ἤθελε—, καὶ ἐτάφη καὶ αὖθις ἀνέστη, καὶ εἰς οὐρανοὺς ἀνθρωποπρεπῶς ἀνελήφθη, ἵνα καταπέμψῃ ὅπερ κατέπεμψε, τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐκ τοῦ Πατρὸς αὐτοῦ καὶ Θεοῦ ἐκπορευόμενον, ἐπὶ τοὺς πιστεύοντας εἰς αὐτόν· τοῦτο γὰρ ἦν τὸ τέλος τῆς οἰκονομίας πάσης, ὅπως οἱ πιστεύοντες εἰς αὐτόν, ὡς Θεὸν καὶ ἄνθρωπον ἐν δυσὶ φύσεσιν ἀδιαιρέτοις καὶ ἀσυγχύτοις ἕνα Χριστόν, λαμβάνωσιν ἐν ταῖς ἑαυτῶν ψυχαῖς Πνεῦμα ἅγιον, ὡς ψυχὴν τῇ ψυχῇ τοῦ πιστεύοντος, καὶ οὕτως ὀνομάζονται πιστοί, καὶ οἱονεὶ ἀναχωνευόμενοι καὶ ἀναπλαττόμενοι καὶ ἀναστοιχειούμενοι καὶ καινουργούμενοι, ἁγιάζονται τὸν νοῦν καὶ τὴν συνείδησιν καὶ πάσας αὐτῶν τὰς αἰσθήσεις, ὥστε τοῦ λοιποῦ μὴ ἔχειν ἐν ἑαυτοῖς ὅλως ζωὴν φθαρτήν, ἐξέλκειν ἰσχύουσαν τὴν ὄρεξιν τῆς ψυχῆς εἰς σαρκικὰς καὶ κοσμικὰς ἐφέσεις καὶ ἐπιθυμίας· πᾶς γὰρ ἄνθρωπος ἀπ’ αὐτῆς τῆς πρώτης ἡμέρας τῆς γεννήσεως αὐτοῦ ὑπὸ τὴν φθοράν ἐστι καὶ τὸν θάνατον.

Δεῖται οὖν μεγάλης δυνάμεως—καὶ τίνος γε ἄλλης ἢ δημιουργικῆς—ὅπως ἂν μεταπλασθείη εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν. Εἰ δὲ προκόπτων ἡλικίᾳ, καὶ κακίᾳ προκόπτει, συναύξεται τούτῳ πάντως καὶ ἡ φθορά, καὶ ἡ τοῦ θανάτου τυραννὶς κραταιοτέρα φέρεται κατ’ αὐτοῦ· κατὰ γὰρ τὸ μέτρον τῆς φθορᾶς, πρὸς τὸ βάθος εἰσδύεται καὶ τὸ κέντρον τοῦ θανάτου, τουτέστιν ἡ ἁμαρτία. Ἐὰν οὖν τὸ νήπιον ἔτι καὶ θηλάζον καὶ ἄκακον, δημιουργικῆς δεῖται δυνάμεως, ἤγουν θεϊκῆς, πρὸς ἀπολύτρωσιν τῆς φθορᾶς, ποίας καὶ πόσης δεηθήσεται ὁ κακίᾳ συναυξηθεὶς καὶ ἑαυτῷ συναυξήσας τὴν φθοράν; Ἣν ὁ Δαυῒδ δεσμοὺς ὀνομάζει καὶ σάκκον, ψάλλων Θεῷ· «Διέρρηξας τοὺς δεσμούς μου, σοὶ θύσω θυσίαν αἰνέσεως» τουτέστιν εὐχαριστίας, καὶ «Διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην, ὅπως ἂν ψάλλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ», τουτέστι τὸ Πνεῦμα τὸ ἅγιον δι’ ἐμοῦ, καὶ οὐκ αὐτὸς ἐγώ· τοῦτο γὰρ ἡ παρὰ Θεοῦ εὐφροσύνη καὶ ἡ δόξα τοῦ Δαυΐδ.

Ἀνάγκη οὖν πάντα ποιεῖν καὶ πράττειν, ὥστε λαβεῖν αὐτὴν ἄνωθεν παρὰ Χριστοῦ, ἵν’ εὑρεθῶμεν ἐνώπιον αὐτοῦ μηκέτι δυνάμενοι ἁμαρτάνειν. Τὸ γὰρ προαιρέσει γινόμενον, δύναται τοῦτο καὶ προαιρέσει ἀναλυθῆναι, τὸ δὲ φύσει γενόμενον, ἀναλυθῆναι τοῦτο προαιρέσει οὐ δύναται. Εἰ οὖν φύσει φθαρτὸς ὁ ἄνθρωπος καὶ διὰ τὴν φθορὰν θνητός, παρὰ τοσοῦτον οὐ δύναται τῇ προαιρέσει ἀφθαρτισθῆναι, παρ’ ὅσον ὅτι ἀπὸ τῆς ἐξορίας τοῦ Ἀδάμ, ἤγουν τῆς ἐκπτώσεως αὐτοῦ τῆς ἐξ ἀθανασίας καὶ ἀφθαρσίας, ἕως τῆς σήμερον οὐδὲ εἷς ἀνθρώπων ἄφθαρτος καὶ ἀθάνατος ἐγένετο.

Λοιπὸν εἰ πρὸς τὸ ἀρχαῖον, εἰς ὃ ἐκτίσθη ἄνθρωπος ὡς πιστεύομεν, αὖθις οὗτος ἀποκαταστῆναι ὀφείλει, οὐδεμία τούτῳ προαίρεσις ἰσχύει, ἀλλ’ ἡ θεϊκὴ μόνη δύναμις, ἐπιμιξίᾳ καὶ κοινωνίᾳ καὶ μεταδόσει θείας φύσεως, κατισχυούσης τῆς θείας, τῆς θνητῆς· οἱ γὰρ τοῦ Θεοῦ λόγοι καὶ αἱ ἀποφάσεις εἰς φύσιν ἀποτελοῦνται.

Ἀλλ’ αἱ μὲν περὶ τῆς φθορᾶς καὶ τοῦ θανάτου καὶ τῆς τοῦ πρώτου παρακοῆς ἀνθρώπου μένουσιν αἰώνιοι καὶ ἀμετακίνητοι—τούτων γὰρ ἕνεκεν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐσταυρώθη καὶ ἀπέθανεν, ὅπως ὑπάρξῃ λύτρωσις, ὡς φοβερὰ καὶ μεγάλη καὶ ἀπαραίτητος θυσία, τῶν τοιούτων ἀποφάσεων τῶν ἀνομιῶν καὶ ἀναίρεσις· οὐ γὰρ ὁ αἰώνιος μόνον, ἀλλὰ καὶ ποιητὴς τῶν αἰώνων ἐδόθη θυσία χάριν αὐτῶν· τὸ γὰρ Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ καὶ τὰ ἄλλα ὅσα ἀπεφήνατο ὁ Θεὸς κατὰ τοῦ ἀνθρώπου πταίσαντος, πάντα εἰς φύσιν ἀπετελέσθη, καὶ γίνεται οὕτως ἕως τῆς συντελείας τοῦ αἰῶνος· ἐλέῳ δὲ Θεοῦ διὰ τὴν τοιαύτην θυσίαν ἀνατρέπονται κατὰ τὸν μέλλοντα αἰῶνα τῆς κοινῆς ἀναστάσεως γινομένης· ἥτις ἀνάστασις οὐκ ἂν ἐγένετο, εἰ μὴ ὁ Υἱὸς τοῦ Θεοῦ, οὗτος ὁ ἀποθανὼν ὑπὲρ τῶν τοιούτων ἀποφάσεων, ἀνέστη ἐκ τῶν νεκρῶν, ἵνα ὡς ἀναστάντος ἀνθρώπου, ἀναστῇ τὸ ἀνθρώπινον ἅπαν, ὥσπερ πρότερον ἀποθανόντος ἀνθρώπου, τὸ ἀνθρώπινον ἀποθνήσκει γένος —, αἱ δὲ μετὰ τὴν παρουσίαν Χριστοῦ θεῖαι τούτου ἀποφάσεις ἔχουσι καιρὸν ἀνατροπῆς ἔτι ἐν τῷ παρόντι βίῳ.

Ἐν μὲν γὰρ τῇ ἀνέτῳ καὶ ἀνενδεεῖ ζωῇ τοῦ πρώτου ἀνθρώπου, δικαίως ἡ ἀνατροπὴ τῶν κατ’ αὐτοῦ ἀποφάσεων ἀπεκλείσθη· διὰ γὰρ τὸ ἀποκλεισθῆναι καὶ εἰς φύσιν αἱ ἀποφάσεις ἀπετελέσθησαν· ἐν δὲ τῇ ταλαιπώρῳ ταύτῃ ζωῇ, φιλανθρώπῳ τοῦ Θεοῦ οἰκονομίᾳ, ἡ τῶν μετὰ ταῦτα δηλαδὴ ἀποφάσεων ἀνατροπή, οὐκ ἀποκέκλεισται.

Σκέψεως οὖν πολλῆς χρεία καὶ σπουδῆς τὰς τοιαύτας ἀνατραπῆναι ἀποφάσεις ἑκάστῳ χριστιανῷ· φοβερώτεραι γάρ εἰσιν αὗται τῶν προτέρων καὶ βαρύτεραι καὶ αἰωνιώτεραι· οὐ γὰρ παρέρχεται ὁ μέλλων αἰών. Εἰ γὰρ αἱ ἐν τῷ παρερχομένῳ τούτῳ αἰῶνι τοῦ Θεοῦ ἀποφάσεις, ἡ φθορὰ καὶ ὁ θάνατος, ἐλαφρότατοι οὖσαι, τοῖς πάσχουσιν ἀφόρητοι δοκοῦσιν, αἱ ἐν τῷ μέλλοντι διηνεκεῖς καὶ ἀνένδοτοι τιμωρίαι ποῖαι καὶ ποταπαὶ τοῖς εἰς αὐτὰς ἐμπεσοῦσι δόξουσι; Τίνες οὖν εἰσὶν αἱ ἀποφάσεις αὗται; Ὃς ἐὰν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ «μωρέ», ἔνοχός ἐστιν εἰς τὴν γέενναν τοῦ πυρός· ἰδοὺ ὁ εἰπών, αὐτίκα καὶ ἔνοχος ἤδη ἐγένετο. Τί οὖν; ἀνατρέπεται ἡ ἐνοχὴ διὰ μετανοίας καὶ δακρύων, καὶ τοῦ μηκέτι εἰπεῖν ἀδελφῷ τινὶ «μωρέ», κἂν θάνατος πρόκειται· βέλτιον γὰρ ἀποθανεῖν κακῶς, ἢ εἰπεῖν χριστιανῷ χριστιανὸν «μωρέ.» Ὁ αὐτὸς δὲ τρόπος μετανοίας καὶ ἐπὶ τῶν ἄλλων Χριστοῦ ἀποφάσεων.

Ἐνταῦθα γὰρ αἱ παραβάσεις τῶν θείων ἐπιταγμάτων, ἐνταῦθα καὶ αἱ διὰ μετανοίας ἀκριβοῦς, διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, τῶν φοβερῶν ἕνεκεν αὐτῶν ἀποφάσεων αἱ ἀνατροπαί. Ὁ γὰρ ὠμόσας εἰς Θεόν, ὡς ἀσεβὴς κολασθήσεται· ὁ ἐμβλέψας γυναικὶ πρὸς ἐπιθυμίαν αὐτῆς, ὡς μοιχὸς τιμωρηθήσεται· ὁ πλεονέκτης, ὡς εἰδωλολάτρης βασανισθήσεται· καὶ τὸ δὴ φρικωδέστερον, ὅτι ὁ μετανοῶν ὑπὲρ τούτων καὶ τῶν τοιούτων ἐὰν εὑρεθῇ ἀνελεήμων ἢ ἀσυμπαθὴς ἢ κακὸν ἀποδιδοὺς ἀντὶ τοῦ εἰς αὐτὸν κακοῦ καὶ τὸν ἐχθρὸν ἀμυνόμενος, οὐδὲν ὠφεληθήσεται ὅλως, ἀλλ’ εἰς κενὸν αὐτῷ πᾶσα μετάνοια, διὰ τὴν λέγουσαν ἀπόφασιν· Ἐν ᾧ κρίματι κρίνετε, κριθήσεσθε· οὐ μόνον δέ, ἀλλὰ καὶ τὸ χαλεπώτερον, ἐὰν ὁ μετανοήσας καὶ τυχὼν ἐλέους καὶ συμπαθείας, εὑρεθῇ οὗτος ἀσυμπαθὴς μετὰ ταῦτα, ἀνατρέπεται τῷ τοιούτῳ παρὰ Θεοῦ καὶ πᾶσα ἡ προγεγονυῖα εἰς αὐτὸν συμπάθεια, διὰ τὴν ῥῆσιν ἐκείνην τὴν λέγουσαν· «Οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς ἐλεηθῇς σύ;» Τί ζητεῖ παρὰ τοῦ χριστιανοῦ ὁ Θεός· τί δὲ ἔπαθεν ὁ ἄνθρωπος, καὶ τί πανθάνει ὑπὸ τοῦ διαβόλου, καὶ ἀγνοεῖ· καὶ ὅτι πάντες ἄνθρωποι νοσοῦντες ψυχικῶς ἀγνοοῦσι· καὶ δεῖ τούτους πρότερον γνῶναι τὰς νόσους, ἵνα ζητήσωσι τὸν ἰατρόν· πῶς δὲ ὁ πονηρὸς τὴν ἑαυτοῦ ἐνέργειαν ὡς δέλεαρ προτίθησι, καὶ ἐκ ποίας αἰτίας οὐκ εἰσὶ πάντες χριστιανοὶ ἐνάρετοι.

Κεφάλαιον ΣΤʹ Ζητεῖ παρὰ τοῦ χριστιανοῦ ὁ Θεός, πρῶτον, τῶν ἡμαρτημένων αὐτῷ ὁμολογίαν, ἵνα τῇ μνήμῃ τῶν προλαβόντων ἁμαρτημάτων ἀεὶ κατεσταλμένον ἔχει τὸ φρόνημα, καὶ τῶν ὁμοδούλων μὴ κατεπαίρηται. Δεύτερον, ἵνα καθεκάστην ἡμέραν ἐξομολογεῖται Θεῷ ὑπὲρ ὧν ἢ ἑκὼν ἢ ἄκων ἢ ἐν γνώσει ἢ ἐν ἀγνοίᾳ ἥμαρτεν· ἀδύνατον γὰρ ἀναμάρτητον ἄνθρωπον διελθεῖν ἡμέραν ἢ νύκτα μὴ ἐπὶ μικρῷ ἢ μεγάλῳ ἁμαρτήματι· ἢ γὰρ ἔργῳ ἢ λόγῳ ἢ ἐννοίᾳ τὸ ἁμαρτάνειν ἐνεργεῖται· ὁ οὖν ἀεὶ ἁμαρτάνων, ἀεὶ ὑπεύθυνος· ἀδικαιολόγητος δὲ πᾶς ὑπεύθυνος, ἐξ ἐλέους μόνου σωζόμενος.

Τρίτον, ἐπειδὴ τὸ ἁμαρτάνειν ἐξ ἀσθενοῦς γίνεται διανοίας, καὶ διατοῦτο χρεία τῇ ψυχῇ δυνάμεως θεϊκῆς, δεῖ παρακαλεῖν τὸν Θεὸν καὶ δυσωπεῖν ἐκτενῶς δύναμιν νοερὰν χαρισθῆναι τῇ ψυχῇ, ἥτις λέγεται χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μυστική, ἐνισχύουσα τὴν ψυχήν, ἐφ’ ἣν ἂν ἔλθοι, καὶ φωτίζουσα, ἵνα βλέπῃ τὸ κακὸν ὡς κακὸν καὶ τὸ καλὸν ὡς καλόν· καὶ τῷ φωτισμῷ τῆς τοιαύτης χάριτος καὶ τῇ δυνάμει αὐτῆς, διαβαίνει ἐν μέσῳ τῶν παγίδων τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ ἀνάλωτος· τὸ μυστήριον γὰρ τοῦ περὶ τὸν ἄνθρωπον πάθους, μέγα καὶ ἀνυπέρβλητον, καὶ οἷον, οὔτε ἐγένετο ἄλλο, οὔτε γενήσεται· τοιοῦτον γάρ ἐστιν, ὅτι αὐτῆς ἐκείνης τῆς τοῦ Θεοῦ παρουσίας ἐδεήθη πρὸς διόρθωσιν καὶ θεραπείαν, καὶ ἀγνοοῦντες οἱ ἄνθρωποι, βιοῦσιν ἀναλγήτως ἐξ ἀναισθησίας· ὁ γὰρ εἰδὼς τὸ πάθος, αἰσθάνεται· ὁ αἰσθανόμενος, ὀδυνᾶται· ὁ ὀδυνόμενος ζητεῖ πῶς ἰαθήσεται, καὶ πᾶσαν περὶ τοῦ σώματος θεραπείαν ποιεῖται τὴν σπουδήν.

Τί οὖν ἐστι τὸ πάθος; Προσεγγισμὸν παράδοξόν τινα καὶ δυσνόητον πρὸς τὴν ψυχὴν ὁ διάβολος ποιεῖται, διηνεκῆ καὶ ἀδιάσπαστον, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ πάντα τὰ ὁρμήματα καὶ κινήματα καὶ διανοήματα σαλεύων ἡμῶν καὶ φύρων, καὶ πρὸς τὸ ἀρέσκον αὐτῷ περιάγων, καὶ πάντας οὕτω πρὸς τὴν ἑαυτοῦ ὑπουργίαν καὶ βούλησιν σαγηνεύει, καὶ ἀγνοοῦμεν οἱ ἄνθρωποι· καὶ τὸ δεινότατον, ὅτι τῇ συνηθείᾳ ταύτῃ χρώμενος καὶ ποιῶν ἡμᾶς ἐμπαθεῖς καὶ πονηρούς, πείθει λέγειν καὶ ὁμολογεῖν ὅτι τῆς φύσεως τῆς ἀνθρωπίνης ἡ τοιαύτη νόσος ἐστί, τινὰς δὲ καὶ ὡς κατορθώματα τὰ παρ’ ἐκείνου ἐν ἡμῖν ἐνεργούμενα ποιεῖ λογίζεσθαι καὶ τούτοις ἐπικαυχᾶσθαι· τοῦτο δέ ἐστι νέκρωσις ψυχῆς· ὁ γὰρ καυχώμενος ἐπὶ κακίᾳ, ὡς ἀναίσθητος καὶ νεκρός ἐστι. Κινδυνεύει οὖν ἐκ τούτου τὸ γένος τῶν ἀνθρώπων συγκατάκριτον γίνεσθαι τῷ διαβόλῳ καὶ τοῖς δαίμοσι, καὶ ἀγνοεῖ.

Νόσος δὲ γινώσκεται, προϋπηργμένης ὑγείας· ἀεὶ δὲ νόσου ὑπαρχούσης, δυσκόλως, νοσῶν ἀεί, τί ἐστιν ὑγεία φαντασθείη. Ἔνθεν τοι καὶ νοσούσης ἀεὶ ψυχῆς, θυμῷ τε καὶ ἐπιθυμίᾳ πολιορκουμένης καὶ τοῖς παρεπομένοις ἄλλοις πολλοῖς καὶ διαφόροις ἀρρωστήμασι τοῖς τοιούτοις πάθεσιν ὡς γενικωτάτοις, καὶ τὸν νοητὸν τύραννον, τὸν διὰ τούτων περικαθήμενον καὶ ταύτην σκυλεύοντα νύκτωρ καὶ μεθ’ ἡμέραν, ἡ δειλαία καὶ ἀγνοοῦσα, οὐχ’ ὁρῶσα καὶ μὴ δὲ παρ’ ἑτέρου δοκοῦσα πάσχειν, ἀλλὰ παρ’ ἑαυτῆς, ἃ πάσχει, πότε ἄρα ὑγιάνοι; Ὁ γὰρ οὐκ ἐθέλων ὑγιάναι, πῶς ἰαθήσεται, ὅστις οὐκ εἰδώς τί ἐστιν ὑγεία, καὶ τοῦ διηγουμένου τὰ περὶ τοῦ νοητοῦ τυράννου καταφρονῶν καὶ δυσπιστῶν αὐτῷ, διανιστῶν δέ, τὸ μὴ θέλειν ἐμφαίνει; Οὐ γάρ ἐστιν ἄλλη τίς ὧδε μέθοδος ἰατρείας τινὸς καὶ ἰάσεως, πάρεξ τῆς αὐτῆς καὶ μιᾶς· οὔτε δὲ ἄγγελος, οὔτε πρέσβις, οὔτε σοφός, οὐ γραμματεύς, οὐ συζητητὴς τοῦ αἰῶνος τούτου, ἀπὸ καταβολῆς κόσμου πρὸς ταύτην ἴσχυσε τὴν νόσον ἢ ἰσχύει θεραπεῦσαι αὐτήν· δι’ ἣν Θεὸν ἄνθρωπον γενέσθαι ἐδέησεν, ὅπως ἂν ὡς ἰσχυρῷ καὶ κραταιοτάτῳ φαρμάκῳ καὶ βοηθήματι ἀναιρετικῷ πάσης ἀκρασίας καὶ φθορᾶς καὶ θανάτου, τῇ θεότητι συγκραθείσης φύσεως ἀνθρωπίνης, ἀναιρεθῇ πᾶσα φθορά, καὶ δείξῃ τὸν πάσχοντα ἀνέπαφον ἢ καὶ ἀπρόσιτον τῷ νοητῷ φθορεῖ ἡ ἀκαταμάχητος δύναμις αὐτῆς.

Παρατροπὴν γὰρ ἔπαθον αἱ φυσικαὶ τῆς ἀνθρωπίνης φύσεως ἕξεις ἀπὸ τῆς παραβάσεως τοῦ πρώτου ἀνθρώπου, ὁ νοῦς, ἡ διάνοια, ἡ δόξα, ἡ φαντασία καὶ ἡ αἴσθησις, ἐν οἷς τὸ τριμερὲς κατανοεῖται τῆς ψυχῆς, τὸ λογιστικόν, τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν· καὶ διατοῦτο λογίζεσθαι μὲν ὁ ἄνθρωπος δύναται, ὀρθὰ δὲ λογίσασθαι ἀσθενεῖ· ἐπιθυμεῖν μὲν δύναται, ἀνοήτους δὲ ἐπιθυμίας· ὀργίζεσθαι μὲν δύναται, ἀλόγως δὲ θυμοῦται· καὶ διατοῦτο τὰ νοήματα αὐτοῦ καὶ διανοήματα, τὰ δοξάσματα καὶ φαντάσματα καὶ τὰ αἰσθανόμενα, περισκελῆ καὶ λοξὰ καὶ σφαλερά.

Διττὴ γάρ ἐστι περὶ ἡμᾶς ἡ ἐπήρεια τοῦ πονηροῦ. Ὥσπερ γὰρ κινούμενος ἱέραξ πρὸς βρῶσιν πτερωτός, δελεάζεται παρὰ τοῦ ἐκτείνοντος εἰς κατάσχεσιν αὐτοῦ δίκτυον, προτιθέντος μὲν τὸ δίκτυον, ὑποτιθέντος δὲ τὸ δέλεαρ, εἶτα ὡς πρὸς βρῶμα καταπτὰς ὁ ἱέραξ, ἐμπλέκεται μὲν εἰς τὸ δίκτυον κατέχεται δέ, καὶ τοὺς ὀφθαλμοὺς διαρραφεὶς ὑπήκοος τῷ κατασχόντι καὶ ἄκων γίνεται· οὕτω δὴ καὶ ὁ διάβολος τὴν ὀπτικὴν δύναμιν οὐκ ἀγνοῶν τῶν ἀνθρώπων κινουμένην, προτίθησι τὴν ἡδονὴν ὡς βρῶμα καὶ τὴν ἁμαρτίαν, ἥτις ἐστὶ χεὶρ αὐτοῦ λεπτὴ καὶ ἀέριος, καθαπερεὶ δίκτυον—χωρὶς γὰρ ἁμαρτίας, ἀνθρώπου ψυχὴν οὐ δύναται κατασχεῖν—, καὶ ἐπειδὰν δελεάσῃ ψυχὴν πρὸς βρῶσιν τῆς ἡδονῆς, εὐθὺς αὐτὴν περιλαμβάνει τῷ ἑαυτοῦ δικτύῳ, καὶ πρό γε παντὸς ἄλλου διαρράπτει τοὺς ὀφθαλμοὺς αὐτῆς τοῦ μὴ ἰδεῖν τὸ φῶς, καὶ ὁδὸν δι’ ἧς διαφεύξεται, μέχρις ἂν συνήθη ταύτην καὶ ὑπήκοον ἑαυτῷ καταστήσῃ μόνῳ· καὶ τὸ μετὰ τοῦτο, οὐδὲ θέλει διαφυγεῖν ἡ τοιαύτη τὸν συνήθη τοῦτον δεσπότην, ὑπ’ αὐτοῦ κολακευομένη καὶ τῶν αὐτῷ φίλων βρωμάτων ἐμπιμπλαμένη, ἕως οὗ διαφθαρῇ τοῖς ἀκαθάρτοις βρώμασι· καὶ ἐπειδὰν γνοίη διαφθαρεῖσαν αὐτήν, λιμῷ καὶ πᾶσι κακοῖς κατατήκει καὶ ἀπόλλυσιν.

Ἀλλ’ ὁ μὲν ἀγρευτὴς οὐκ ἔχει δύναμιν ἑλκύσαι τὸν ἱέρακα πρὸς τὸ βρῶμα, τὸ δέλεαρ δηλαδή, ὁ δὲ διάβολος καὶ αὐτὰς τῆς ψυχῆς τὰς ὀρέξεις δύναται κινῆσαι, ἐὰν εὕρῃ ψυχὴν τῆς χάριτος τοῦ Χριστοῦ γεγυμνωμένην· διατοῦτο εἴρηται ὅτι διττή ἐστι περὶ ἡμᾶς ἡ τούτου ἐπήρεια. Ὅμως ἡ οὕτως καὶ παρατοσοῦτον ὑποταγεῖσα τούτῳ ψυχή, πλέον οὐδὲν ἰσχύει ποιῆσαι, εἰ μὴ ὅτι οἶδεν ἐν κακοῖς οὖσα καὶ ὅτι τὸ θέλημα αὐτῆς ἐν δεσμοῖς κατέχεται, καὶ ὡς ἐκ κοιλίας ἅδου δύναται καλέσαι τὸν καταβεβηκότα Θεὸν ἕως ἅδου κατωτάτου, ἐλθεῖν καὶ ῥύσασθαι αὐτήν· τοῦτο μόνον δύναται, λύσαι δὲ ἑαυτὴν καὶ φυγεῖν οὐ δύναται, ὡς οὐδὲ ὁ ἐν φυλακῇ καὶ δεσμοῖς κρατούμενος· καλέσαι δὲ τὸ ὄνομα τοῦ Ἰησοῦ δύναται, καὶ βοηθείας αἰσθομένη καὶ ἀντιλήψεως οὕτω πρὸς φυγὴν ὁρμῆσαι δύναται, δυναμωθεῖσα τῇ ἐπικλήσει Χριστοῦ, ὅτι αὐτός ἐστιν ὁ ἐλευθερωτὴς τῶν ψυχῶν.

Ἐπὰν δὲ φεύξηται, προσδραμεῖται τῶν οἰκονόμων ἑνὶ τῆς χάριτος, ἵνα μὴ ἀφύλακτον αὐτὴν εὑρὼν ὁ πονηρός, ὑφαρπάσῃ πάλιν· παρ’ ᾧ καὶ παιδοτριβήσεται μέχρις οὗ δυνηθῇ τὴν πανοπλίαν ἀναλαβεῖν τοῦ Θεοῦ καὶ στῆναι μετ’ αὐτῆς πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας· πρὸς τοιούτους γὰρ καὶ τοσούτους πολεμίους, ψυχὴ σαρκὶ συνδεδεμένη, γυμνὴ ἀντιστρατεύσασθαι οὐ δύναται, ἐὰν μὴ τὴν πανοπλίαν ἐνδύσηται τοῦ Θεοῦ, ὥσπερ οὐδὲ στρατιώτης, κἂν λίαν γενναῖος, ἄοπλος καὶ γυμνὸς δύναται πρὸς τόξα καὶ μαχαίρας καὶ ζιβύνας πολεμίων ἀντικαταστῆναι· ἀναιρεθήσεται γὰρ ὁ τοσοῦτος αὐτίκα. Διατοῦτο οἱ τοιαῦτα ἀγνοοῦντες πίπτουσιν ὡς πρόβατα βρώσεως.

Ὥσπερ οὖν τὸ σῶμα τοῦ ἀνθρώπου πολυμερές ἐστι καὶ διατοῦτο συνέχει τοῦτο ἡ ψυχὴ καὶ οὐκ ἀφίησιν αὐτὸ σκεδάννυσθαι, μετὰ δὲ τὴν αὐτῆς ἀναχώρησιν διαλύεται, τῶν συνδέσμων πάντων διαλυομένων, καὶ γίνεται τὸ πρὸ τοῦ θανάτου καλῶς συντεθειμένον καὶ συνηρμολογημένον παραλελυμένον καὶ διεσκορπισμένον, τὸν ὅμοιον τρόπον ἔπαθε καὶ ἡ ψυχὴ μετὰ τὴν ἀναχώρησιν τῆς θείας χάριτος, ἥτις ὡσεὶ ψυχὴ σώματι, τῇ ψυχῇ πρὸ τῆς παραβάσεως τοῦ προπάτορος ἥνωτο· καὶ διεσκορπίσθησαν ἐξ ἐκείνου τοῦ καιροῦ τὰ διανοήματα τῆς ψυχῆς τὰ ἄπειρα, ἅπερ πρώην συνεῖχε καλῶς ἡρμολογημένα πρὸς τὸ ἕν, ὅπερ ἐστὶν ἡ ἀλήθεια, ἡ θεία χάρις τοῦ ἁγίου Πνεύματος, ἣν ἡ θεοποιὸς κολυμβήθρα τοῦ ἁγίου βαπτίσματος χορηγεῖ πάλιν ταῖς ψυχαῖς τῶν κατηχηθέντων τὸ μυστήριον τοῦτο, τὸ ὑπὸ πάσης ἑλληνικῆς σοφίας ἀγνοούμενον. Καὶ γὰρ ὥσπερ ἄνθρωπος κατανοεῖ τὴν ἑαυτοῦ ψυχήν, συνοχὴν τοῦ πολυμεροῦς αὐτοῦ σώματος οὖσαν τῶν ἁρμονιῶν καὶ τῆς συνθέσεως τούτου πάσης, οὕτως ὀφείλει καὶ χριστιανὸς βεβαπτισμένος θεωρεῖν τὴν χάριν τοῦ ἁγίου Πνεύματος, ἣν ἐκτήσατο διὰ τοῦ βαπτίσματος καὶ τῆς ἀνακαινίσεως, τὰ κινήματα καὶ διανοήματα τῆς ψυχῆς, ἄπειρα ὄντα καὶ ποικίλα, συγκρατοῦσαν καὶ συνέχουσαν καὶ συντηροῦσαν ἀδιασκόρπιστα· αὕτη γὰρ ἡ συγκράτησις καὶ λέγεται καὶ νοεῖται τῆς ψυχῆς ζωὴ ἐκ Θεοῦ.

Ἀλλ’ ὥσπερ ἄνθρωποι τινὲς ἐπιλανθανόμενοι τῆς ἑαυτῶν φύσεως, ὡς ἄγνοιαν οἱονεὶ ἔχοντες διάκεινται ὅτι τὸ σῶμα πολυμερὲς ἔχουσι καὶ ποικίλον καὶ διατοῦτο πολυπαθὲς καὶ συγκρατούμενον ὑπὸ παρουσίας τῆς ψυχῆς, καὶ ὑγιαίνοντες καὶ εὐπαθοῦντες καὶ εὐημεροῦντες, ἐπαίρονται πρὸς ἀλαζονείαν καὶ φυσῶνται, πάσχουσιν ὅμοιόν τι πάθος καὶ τινὲς τῶν ἠξιωμένων τῆς θείας χάριτος· καὶ ἐὰν μὴ ἐγρηγορότες ὦσι περὶ τὴν γνῶσιν ἀλήστως τοῦ μεγάλου τούτου μυστηρίου, πρὸς τύφον ἀποκλίνουσι, καὶ περιπίπτοντες τῷ κρίματι τῆς ἐπάρσεως τοῦ διαβόλου, γύμνωσιν ὑπομένουσι τῆς θείας χάριτος πολὺ τῆς πρὸ τοῦ βαπτίσματος ἐλεεινοτέραν.

Ὅσοι γὰρ τῆς ζημίας αἴσθησιν λάβωσι πολλὰ καὶ πικρὰ χέουσι δάκρυα, ἵνα περιβάλλωνται ταύτην αὖθις, καὶ μόλις ποτὲ τοῦ ἐλέους τούτου τυγχάνουσι τοῦ μεγάλου. Πλὴν κἀκεῖνο μαθεῖν ἀναγκαῖον, ὅτι ὁ Θεὸς ἀγαθὸς ὢν καὶ φιλάνθρωπος, μετὰ τὴν ἐν τῷ παραδείσῳ γύμνωσιν τοῦ ἀνθρώπου οὐκ ἀφῆκε τὴν ἀνθρωπίνην φύσιν καθ’ ὅλου τῶν τῆς ἀρετῆς ἕξεων ἐστερημένην, ἀλλ’ εὑρίσκονται καὶ ἐν τοῖς ἔθνεσιν οἱ μὲν πραότητα, οἱ δὲ συμπάθειαν, καὶ ἕτεροι ἀγάπην ἔχοντες, καὶ ἄλλοι ἄλλο τι τῶν ψυχικῶν ἀγαθῶν. Τοῦτο δὲ ἐποίησεν ὁ ἀγαθὸς Θεός, ἵνα βοήθειαν ἡ φύσις ἐντεῦθεν ἔχουσα, μὴ κάμνῃ πολλὰ πρὸς τὴν κτῆσιν τῶν ἄλλων ἀρετῶν, ὧν στερεῖται· ἀβάπτιστον δὲ πρὸς ἀρετῶν ἐλθεῖν τελειότητα, καὶ ἀδύνατον καὶ ἀμήχανον.

Ἐπεὶ οὖν τινὲς τῶν χριστιανῶν ἄγνοιαν ἔχοντες τοῦ μυστηρίου τῆς χορηγουμένης ἐν τῷ θείῳ βαπτίσματι ταῖς βαπτιζομέναις ψυχαῖς χάριτος τοῦ ἁγίου καὶ ζωοποιοῦ Πνεύματος, κέκτηνται δὲ τινὰς τινὲς τῶν ἀρετῶν, ὡς εἴρηται, βοήθειαν τῆς ἀσθενοῦς φύσεως καὶ χειραγωγίαν, οὐ σπουδάζουσι δὲ δι’ ἄγνοιαν ἐποικοδομῆσαι ἑαυτοῖς τῇ δυνάμει τῆς θείας χάριτος τὰς ἄλλας ἀρετάς, ὧν στεροῦνται, ἀλλὰ πρὸς ἃς ἐκ φύσεως ἔλαβον ἀρετὰς μόνον βλέποντες, κατὰ τῶν ἐστερημένων αὐτὰς αἴρουσι τὴν ὀφρῦν, οὐχ’ ὁρῶντες τὰς παρ’ ἐκείνοις ἀρετὰς ἃς οὗτοι οὐκ ἔλαβον, διὰ τὴν τοιαύτην αἰτίαν ὁ οἰκτίρμων καὶ ἐλεήμων Θεὸς οὐ δίδωσι χάριν τοῖς τετυφωμένοις τούτοις κτήσασθαι τὰς θείας ἀρετάς, ἵνα μὴ εἰς κρῖμα τοῦ διαβόλου πέσωσι· στέρησιν μὲν γὰρ ἔχοντες τῶν ἀρετῶν, κολασθήσονται ὡς μὴ ἐνάρετοι, κτησάμενοι δὲ διὰ τῆς χάριτος τὰς ἀρετὰς καὶ τυφωθέντες ὡς ἐνάρετοι καὶ καυχησάμενοι ὡς μὴ ἄνωθεν λαβόντες, ἀλλὰ τῇ ἰσχύϊ ἑαυτῶν ταύτας ἔχοντες—εἴ γε καὶ ἔχουσιν—, ὡς ὁ διάβολος καταδικάζονται σὺν ἐκείνῳ. Ὅθεν πᾶς χριστιανὸς ἐνάρετος, πᾶς συντετριμμένος καὶ τεταπεινωμένος, βλέπει ἐν ἑαυτῷ τὴν χάριν τοῦ ἁγίου Πνεύματος ἐμφιλοχωροῦσαν καὶ τὰς ἀρετὰς ἐνεργοῦσαν· πνευματικὸς γὰρ οὗτός ἐστιν, ὃς ὑπὸ τοῦ ἁγίου ἐνεργεῖται Πνεύματος.

Ὅτι τὰ ἁμαρτανόμενα τέσσαρά εἰσιν· ἑκούσια, ἀκούσια, ἐν γνώσει, ἐν ἀγνοίᾳ· τὸ δὲ τὴν ψυχὴν θεραπεῦον, ἕν ἐστι καὶ οὐ πολλά· οὐδεὶς γὰρ ἐξ ἀνθρώπων ἐξ εὐλόγου ἔχει σωθῆναι· ὅτι ἐν Θεῷ μόνῳ ἡ σωτηρία.

Κεφάλαιον Ζʹ Ἡ θεραπεία τῆς ψυχῆς ἕν ἐστι. Τὸ γὰρ ἐκ πολλῶν καὶ ἀνομοιομερῶν συντεθειμένον σῶμα, ἅτινα μέρη ἐκ τεσσάρων συνεκρίθη καὶ συνίσταται στοιχείων, γῆς καὶ ὕδατος καὶ πυρὸς καὶ ἀέρος, ὡς σύνθετον σῶμα νενοσηκὸς διαφόρων δεῖται καὶ εἰδῶν πρὸς θεραπείαν, συντεθειμένων καὶ τούτων καὶ συγκεραμμένων· τοῦτο γὰρ καὶ τοῖς ἔξω καλῶς διεγνώσθη σοφοῖς. Εἰ γὰρ ἦν, φασίν, ὁ ἄνθρωπος ἕν, ἓν ἂν ἦν καὶ τὸ θεραπεῦον αὐτόν· νῦν δὲ τέσσαρά ἐστιν. Ἡ δὲ ψυχὴ νοερὰ τυγχάνουσα καὶ ἁπλῆ καὶ ἀμερὴς καὶ ἀσύνθετος, ἀρρωστήσασα ἓν ἔχει τὸ θεραπεῦον αὐτὴν καὶ οὐ πολλά. Τί δέ ἐστι τοῦτο; Τὸ Πνεῦμα τὸ ἅγιον, ὃ λέγεται ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καθὼς φησὶ καὶ ὁ ἀπόστολος Παῦλος, ὅτι Ὅπου τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.

Πᾶσα οὖν σπουδὴ παντὶ πιστῷ οὐδὲν ἕτερον διὰ μετανοίας καὶ εὐποιΐας, ἀλλ’ ἢ μόνον τὸ μεταλαβεῖν Πνεύματος ἁγίου, ἐν ᾧ πολιτεύσεται τὴν κατὰ Χριστὸν πολιτείαν· ἑτέρου τρόπου καὶ μηχανῆς ἄλλης καὶ μεθόδου ἑτέρας οὐκ οὔσης ὅλως πρὸς τὸ μετελθεῖν τὴν χριστιανικὴν πολιτείαν, μὴ πρότερον ἐν Χριστῷ τινὸς δύναμιν ἐξ ὕψους ἐνδυσαμένου.

Τέσσαρα οὖν εἰσι τὰ ἁμαρτανόμενα. Τὸ ἑκούσιον, γινωσκόμενον πάντως ἐστί, καὶ τῷ θελήματι τοῦ ποιοῦντος ὑπόκειται. Τὸ δὲ ἀκούσιον, γινωσκόμενον μέν ἐστι μετὰ τὴν πρᾶξιν, εἴτε βίᾳ τινὶ καὶ ἀνάγκῃ γινόμενον—πολλοὶ ἐταζόμενοι μάρτυρες, διὰ τὴν ἀνάγκην ἠρνήσαντο Χριστόν—, εἴτε ἄλλως πῶς· πολλοὶ οὖν βέλος ῥίψαντες εἰς θηρίον, ἄνθρωπον ἔκτειναν. Ἐν γνώσει δέ ἐστι, τὸ γινωσκόμενον μὲν ὅτι κακόν, ἐκ ταλαιπώρου δὲ ψυχῆς οὐκ ἐθελούσης τοῦτο γινόμενον, οὐ δυναμένης ἀντισχεῖν τῇ προσβολῇ καὶ τυραννίδι τοῦ ἁμαρτήματος· ἥτις τὸ μὲν κακὸν πράττει, τῷ πραττομένῳ δὲ οὐ συναινεῖ· ἐν τούτῳ δὲ μάλιστα γινώσκεται τοῦ Χριστοῦ ἡ δύναμις παρὰ τοῖς πιστοῖς, ὅταν γὰρ ὃ μισοῦσιν οὐ δύνανται ποιεῖν, τότε ἴσασιν ὅτι κοινωνίαν ἔχουσι μετὰ τοῦ Χριστοῦ. Ἐν ἀγνοίᾳ δέ ἐστι, τὸ γινόμενον κακὸν ἢ ἐξ ἀμαθίας ἢ ἐξ ἀγνοίας ὡς καλὸν νομιζόμενον.

Ἐπεὶ δὲ τὰ μὲν ἑκούσια ὀλίγα εἰσὶν ὡς ἐπὶ τὸ πλεῖστον καὶ πρόδηλα, καὶ πρὸς μεταμέλειαν, ἅτε φανερά, τὸν πράξαντα κατανύττουσιν ὡς γνώριμα, τὰ δὲ λοιπά, ἤγουν τὰ ἀκούσια, τὰ ἐν γνώσει, τὰ ἐν ἀγνοίᾳ, οὐ μόνον πολλὰ καὶ ἄπειρα, ἀλλὰ καὶ ἄδηλα καὶ λανθάνοντα, καὶ διατοῦτο τὸν πεποιηκότα τοσαῦτα κακὰ ἄπειρα, ὡς ἀνόητον, οὐδαμῶς κεντοῦσι πρὸς μετάνοιαν, τούτου χάριν καὶ πλείονος δεόμεθα τῆς πρὸς Θεὸν ἱκεσίας, ἕνεκα τούτων μᾶλλον ἢ τῶν ἑκουσίων καὶ φανερῶν. Τούτων γὰρ τῇ ἀγνοίᾳ τοὺς πολλοὺς ὁ διάβολος πρὸς ὑπερηφανίαν ὠθεῖ καὶ ἀλαζονείαν, μηδὲν ὄντας κατὰ τοῦτο, καὶ εἶναί τι δοκοῦντας, οἳ καὶ φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, ἀγνοήσαντες ὅτι ἐξ ἐλέους μόνου τοῦ Θεοῦ ἡ πάντων σωτηρία· οὐδεὶς γὰρ ἀνθρώπων ἔχει <τὸ> εὔλογον εἰς τὸ σωθῆναι, οὔτε δίκαιος οὔτε ἁμαρτωλός· λέγει δὲ ὁ Θεός· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω, καὶ ὁ Δαυῒδ λέγει πρὸς τὸν Θεόν· Κύριε τῆς σωτηρίας μου. Τί οὖν ἐστι τὸ σωθῆναι; Τὸ μεταλαβεῖν τῆς ἁγιότητος τοῦ Θεοῦ. Ἐπὶ τῇ κρίσει δὲ τοῦ Θεοῦ τοῦτο κεῖται, τὸ μεταδοῦναι τῆς ἑαυτοῦ ἁγιότητος τοῖς κατευθύνουσι τὰς ἑαυτῶν καρδίας πρὸς αὐτόν, καὶ ὧν ἐπιστώθη τὸ πνεῦμα μετὰ τοῦ Θεοῦ· εὐθύτητας γὰρ βλέπει τὸ πρόσωπον αὐτοῦ· ἄνθρωποι μὲν γὰρ ὁρῶσι τὸ φαινόμενον, Θεὸς δὲ βλέπει τὸ κρυπτόμενον.

Λέγει ὁ προφήτης· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ· καὶ τρίβοι μὲν Θεοῦ αἱ ψυχαὶ τῶν ἀνθρώπων, εὐθεῖαι δὲ αὗται, ὅταν τὴν ἄγνοιαν ἑαυτῶν ὁμολογῶσι καὶ τὴν ἀπαιδευσίαν καὶ τὴν ἀγριότητα, καὶ διὰ ταῦτα τὴν πρὸς τὸ ἁμαρτάνειν ταχύτητα, τοῦ μὴ ζῆν ἐν ὑποκρίσει, †μὴ δὲ ἄλλο τι οὔσης κατὰ γνώμην ἄλλο τι† δοκεῖν ἐθέλειν, ὥστε θερίζειν τὴν παρὰ ἀνθρώπων τιμὴν μᾶλλον ἢ τοῦ Θεοῦ. Τῇ γὰρ τοιαύτῃ ψυχῇ ὁ Θεός, ὁ καρδίας ἐρευνῶν, ὡς τῆς μερίδος οὔσῃ τοῦ διαβόλου, ἀπεχθάνεται· ἐκεῖνος γὰρ ἐχθρὸς ὢν ὑποκρίνεται φίλον, καὶ σκότος ὢν ὑποκρίνεται φῶς. Ἐπεὶ τοίνυν ἐν τῷ Θεῷ ἐστι τὸ σώζειν, ἑτοιμαζέτω ἕκαστος ἑαυτὸν ἄξιον τοῦ ἐλέους Θεοῦ καὶ γινέσθω εὐθύς· ὁ γὰρ εὐθύς, ἀληθής· ὁ ἀληθής, ταπεινός· ὁ ταπεινός, ἄξιος ἐλέους μόνος· τὸν γὰρ οὐκ εὐθύν, ὡς οὐκ ἀληθῆ, ὁ Θεὸς ἡ ἀλήθεια, ἐλεῆσαι οὐ δύναται.

Μηδεὶς οὖν μὴ πρότερον γινόμενος εὐθύς, βιαζέτω τὸν Θεὸν ἐλεῆσαι αὐτόν· ἀδύνατον γὰρ Θεὸν ἑνωθῆναι σκολιᾷ ψυχῇ, εἴπερ τοῦτό ἐστιν ἔλεος Θεοῦ, τὸ μεταλαβεῖν τῆς ἁγιότητος τοῦ Θεοῦ. Εἰ δέ τις ὑπὸ τοῦ πονηροῦ ἡττώμενος τοῦ ἐξουσιαστοῦ τῆς κακίας, οὐκ ἔχει ἰσχὺν εἰς τὸ γενέσθαι εὐθύς, βιασάτω τὴν θείαν χρηστότητα δοθῆναι αὐτῷ δύναμιν ἐπὶ τὸ γενέσθαι πρότερον εὐθύν, ὅπως ἂν ὡς εὐθὺς ἀξιωθῇ τοῦ μεγάλου ἐλέους, τοῦ μεταλαβεῖν δηλαδὴ τῆς ἁγιότητος τοῦ Θεοῦ, ἥτις ἐστὶν ἔχθρα τελεία ἀναμέσον τοῦ ἁγιασθέντος καὶ ἀναμέσον πάσης ἁμαρτίας· ὁ γὰρ ἀγαπῶν τὸν Θεόν, ἀγαπᾷ καὶ τὰ ἀρεστὰ τῷ Θεῷ, τὰ δὲ μὴ ἀρεστὰ τῷ Θεῷ, ἐξ ἀνάγκης ἀρεστὰ τῷ διαβόλῳ· πᾶς γὰρ οὐκ εὐθύς, τοῦ διαβόλου φίλος.

Ὥσπερ οὖν οἱ τὰ κακὰ πράξαντες καὶ οἱ τὰ καλὰ μὴ ποιήσαντες σωθῆναι οὐ δύνανται, οὕτως οὐδὲ οἱ τὰ καλὰ ποιήσαντες <τὸ> εὔλογον ἔχουσι σωθῆναι· ἐποίησαν γὰρ ὅπερ ὤφειλον ποιῆσαι, καθάπερ καὶ πᾶς οἰκέτης ποιεῖ τὸ ὀφειλόμενον, ἵνα μὴ δαρῇ.

Εἰ δὲ χάριν ἔχει τῷ τοιούτῳ δούλῳ ὁ κύριος αὐτοῦ, ἐξ οἰκείας ἀγαθότητος ἔχει τὴν χάριν αὐτῷ. Ἐὰν δὲ πολλάκις τραχηλιάσας εἴπῃ ὅτι “καλῶς δουλεύω”, τότε δὴ καὶ δαρήσεται, γινώσκων ὅτι πλέον τοῦ ὀφειλομένου ποιῆσαι οὐκ ἴσχυσεν. Ὥστε εἰ βούλεται ἵνα ἔχῃ αὐτῷ χάριν ὁ κύριος αὐτοῦ, ταπεινοῦσθαι αὐτὸν χρὴ καὶ λέγειν ὅτι ὅπερ ὤφειλον ποιῆσαι, ἐποίησα· εἰ δὲ οὐκ ἐποίησα, ἐδάρην ἄν. Ἀλλὰ τοῦτο μὲν καλὸν ἦν, εἴπερ ἕκαστος τῶν ἀνθρώπων θέλων, ἠδύνατο καὶ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ· καὶ γάρ ἐστιν ὅτε πάντα εὐσεβῆ μὴ ποιεῖν δυνάμενον ὃ θέλει, ἀλλὰ πράττειν ὃ μισεῖ, ἀντιπίπτοντος αὐτῷ τοῦ σαρκικοῦ καὶ θελήματος καὶ φρονήματος.

Πῶς οὖν ἐρεῖ τίς σώζονται οἱ σωζόμενοι; Τὸ σώζεσθαι οὐκ ἔστι φυσικῆς ἀκολουθίας· οὐδεὶς γὰρ ἀνθρώπων ὑφ’ ἑαυτοῦ σωθῆναι ἴσχυσε πώποτε. Φησὶ γὰρ ὁ Θεός· Οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σώζων· πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ· καὶ πῶς δυνατὸν αὐτοὺς σωθῆναι; Νῦν δὲ μύριαι μυριάδες καὶ χίλιαι χιλιάδες ἁμαρτωλοὶ ἐν μιᾷ ἡμέρᾳ εἴπερ ἐπιστραφῶσι πρὸς Χριστὸν καὶ ποιήσονται κοινωνίαν μετ’ αὐτοῦ, εὐθέως ἁγιαζόμενοι, γνώσονται τὸν ἁγιασμὸν δι’ οὗ σώζονται· μετ’ αὐτῆς γὰρ ἐκείνης τῆς ὑπερουσίου θεότητος, ἑαυτοὺς κατανοοῦσιν εὑρισκομένους. Γίνεται γὰρ Χριστὸς ἐν ἑκάστῳ πιστεύοντι εἰς αὐτόν, δύναμις φρονήσεως, γνώσεως ἰσχύς, σοφίας σθένος, δικαιοσύνης κράτος, ἀγάπης Θεοῦ καὶ ἀνθρώπων, θεμέλιος πάσης ἱερᾶς ἐντολῆς καὶ θείου θελήματος ἐνέργεια· πάσης κακίας, ἁμαρτίας, ἡδονῆς καὶ πονηρίας, ἐπιστημονικὴ καὶ φυσική τις ἀποστροφὴ καὶ μῖσος· Χριστὸς γάρ ἐστιν ἡ ἐλπὶς ἡμῶν καὶ ἡ εἰρήνη ἡμῶν, καὶ Χριστοῦ χωρίς, οὐ μόνον οὐδὲν ποιῆσαι δυνατόν, ἀλλὰ καὶ ἀπηλλοτριωμένος ἐκ Θεοῦ πᾶς. Τοῦτο γὰρ ζητεῖ μόνον Χριστὸς παρὰ παντὸς εἰς αὐτὸν τοῦ πιστεύοντος, τό, ἑαυτὸν αὐτῷ πιστεῦσαι, ὅτι ἐν αὐτῷ, καὶ οὐχ’ ἐν ἑαυτῷ σωθῆναι δυνήσεται.

Καὶ τοῦτό ἐστι χριστιανὸς μόνον, τὸ πεποιθέναι εἰς Χριστὸν μόνον, ὅτι διὰ Χριστοῦ καὶ ψυχὴν καὶ σῶμα διορθοῦται· καὶ τῶν πραγμάτων ἀκολουθούντων τῇ πίστει μετὰ γνώσεως, ἡ πρὸς Χριστὸν ἀγάπη γεννᾶται. Πᾶς γὰρ εὐεργετούμενος καὶ ἄκων ὑπὸ τῆς εὐεργεσίας κινούμενος τὸν εὐεργέτην ἀγαπᾷ· εἶτα καὶ προκόψας ἐν τῇ ἀγάπῃ τοῦ εὐεργέτου, εὑρίσκει τὸν εὐεργέτην ὅλον ἐν ἑαυτῷ, ὡς ἠγαπηκότι καταπιστεύοντα. Ὅπερ δὲ ἀπ’ ἀρχῆς ὁ διάβολος ἤνυσε, τοῦτο καὶ μετὰ τὴν πτῶσιν ἡμῶν τοὺς πρὸς τὴν ἐπάνοδον καλουμένους ἀνύειν βούλεται· λέγων ἀεὶ πάσῃ ψυχῇ, ὅτι οὐκ ἔστι σωτηρία σου ἐν τῷ Θεῷ σου· καὶ οὐαὶ τῷ πειθομένῳ· σπεύδει γὰρ μεμονωμένον γενέσθαι τὸν νοῦν τῆς ἐν Θεῷ κοινωνίας, ἵν’ ὡς μονιὸς ἄγριος λυμήνηται τοῦτον ὡς ἀρνίον.

Διὸ χρὴ τὸν νοῦν ἀεὶ ἀποβλέπειν πρὸς Θεόν, ὅθεν ἥξει τούτῳ ἡ βοήθεια, καὶ τῇ διηνεκεῖ πρὸς αὐτὸν ἀνατάσει ταῖς ἐκεῖθεν νοηταῖς ἀκτῖσι περιλαμφθῆναι καὶ ἀλλοιωθῆναι, μέχρις οὗ τὸ ἀναλλοίωτον ἕξει· ὥστε μετὰ τὴν ἀλλοίωσιν ἄρχοντα καταστῆναι ἐπὶ πᾶσαν τὴν γῆν, μηδὲ μιᾶς γηΐνης ἐφέσεως προσβαλεῖν τολμώσης, ἀλλ’ ἵνα φρίσσῃ καὶ τρέμῃ αὐτὸν πάντα τὰ γήϊνα, οὐ δι’ αὐτὸν ἀλλὰ διὰ τὸν φοβερὸν καὶ τοῖς Χερουβὶμ γενόμενον μετ’ αὐτοῦ, καὶ μηκέτι χωρισμὸν ἢ διάστασίν τινα γινομένην παθεῖν ἀπὸ τοῦ Θεοῦ ὑφορωμένου.

Τίνες οἱ ἐν ἀληθείᾳ τὸν Θεὸν ἀγαπῶντες, καὶ πόθεν ἡ εἰς Θεὸν ἀγάπη γίνεται καὶ πῶς δείκνυται· τίνα δὲ τὰ ἔργα τῆς κατὰ Θεὸν ἀγάπης πρὸς τὸν πλησίον, καὶ ὅτι τοῦ παλαιοῦ καὶ τοῦ νέου νόμου κεφάλαιον ἡ ἀγάπη.

Κεφάλαιον Ηʹ Θαυμάζουσι τινές, πῶς οἱ πολλοὶ τῶν χριστιανῶν οὐκ ἀγαπῶσι τὸν Χριστόν· καὶ γὰρ τὸ ἀγαπᾶν τὸν Χριστὸν οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ τὸ τηρεῖν τὰς ἐντολὰς αὐτοῦ καθὼς εἶπεν, ὅτι Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνος ἐστὶν ὁ ἀγαπῶν με· ὥστε πᾶς ὁ μὴ τηρῶν τὰς ἐντολὰς αὐτοῦ κἂν λέγῃ ὅτι «ἀγαπῶ τὸν Χριστόν», οὐκ ἀληθεύει. Πᾶς γὰρ πατὴρ ὁ τὸν υἱὸν καὶ τὴν θυγατέρα τρέφων καὶ ἀνατρέφων καὶ τούτων ἐπιμελούμενος, καὶ ὁ δοῦλον ὠνούμενος καὶ μίσθιον μισθούμενος, πάντως διὰ τὸ πρὸς θεραπείαν αὐτοῦ τε καὶ τοῦ οἴκου αὐτοῦ καὶ γενέσθαι καὶ εἶναι θέλειν, καὶ τρέφει τούτους καὶ ἐνδύει καὶ τὰ ὑπὲρ αὐτῶν φροντίζει· ἐὰν δὲ ἴδῃ ὅτι οὐδεὶς ἐκ τούτων ποιεῖ τὸ θέλημα αὐτοῦ καὶ τὴν προσήκουσαν καὶ τεταγμένην θεραπείαν, ἆρά γε ἀρκεσθήσεται ἐπὶ τούτῳ μόνῳ τὸ ὁμολογεῖν αὐτούς, τὸν μὲν υἱὸν καὶ τὴν θυγατέρα ὅτι «ὁ πατὴρ ἡμῶν εἶ σύ»; τὸν δὲ δοῦλον καὶ τὸν μίσθιον ὅτι «ὁ κύριος ἡμῶν εἶ σύ»; Οὕτω καὶ ὁ Θεὸς ὁ λέγων διὰ τοῦ προφήτου· Εἰ πατὴρ εἰμὶ ἐγώ, ποῦ ἐστιν ἡ δόξα μου; καὶ εἰ κύριος εἰμὶ ἐγώ, ποῦ ἐστιν ὁ φόβος μου;

Διατοῦτο πᾶς χριστιανὸς μὴ δοξάζων τὸν Θεὸν διὰ τῆς πράξεως τῶν προσταγμάτων αὐτοῦ καὶ τῆς φυλακῆς τῶν ἐντολῶν αὐτοῦ, οὐδὲν ἔλαττον ἔχει τῶν μὴ πιστευόντων εἰς Χριστόν, εἰ μὴ καὶ χείρων ἐκείνων ἐστί. Προστάγματα δὲ αὐτοῦ καὶ ἐντολαί εἰσι, τὸ τάδε ποιῆσαι, καὶ τάδε μὴ ποιῆσαι· πλήν, ὁ μὴ ποιήσας ἃ δεῖ μὴ ποιῆσαι, καὶ οὐ ποιήσας ἃ δεῖ ποιῆσαι, οὐ δαρήσεται μὲν ὡς μὴ ποιήσας, οὐκ ὠφεληθήσεται δὲ ὡς μὴ ποιήσας· δεῖ γὰρ καὶ μὴ ποιῆσαι τὸ κακόν, καὶ ποιῆσαι τὸ ἀγαθόν. Ἐκεῖνο δὲ ἀναγκαῖον εἰδέναι, ὅτι οὔτε τὸ κακὸν μὴ ποιῆσαι οὔτε τὸ ἀγαθὸν ποιῆσαι χριστιανῷ παντὶ δυνατόν, εἰ μὴ ἐν δυνάμει Πνεύματος ἁγίου, τοῦ διὰ τὴν εἰς Χριστὸν ἐξ ὅλης καρδίας πίστιν μεταδιδομένου τοῖς ἀποταξαμένοις τῷ Σατανᾷ καὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ καὶ πάσῃ τῇ πομπῇ αὐτοῦ, καὶ συνταξαμένοις τῷ Χριστῷ.

Ἡ φύσις τῶν ἀνθρώπων τρεπτή ἐστι καὶ ἀλλοιωτή, ὡσαύτως καὶ ἡ ἕξις· ἄτρεπτος γὰρ ἡ θεία φύσις μόνη καὶ ἀναλλοίωτος. Ὁ γοῦν χριστιανὸς ἑνούμενος τῇ θείᾳ φύσει τοῦ Χριστοῦ, τῇ ταύτης δυνάμει τρέπεται καὶ ἀλλοιοῦται καὶ τὴν φύσιν καὶ τὴν ἕξιν πρὸς τὸ θειότατον· ὥστε γενέσθαι τοῦτον ὅμοιον ἐν ἀρετῇ πάσῃ τῷ τὴν ἀλλοίωσιν αὐτῷ ἐμποιήσαντι, ἡλίῳ τῆς δικαιοσύνης.

Ὁ μὲν γὰρ χριστιανὸς παριστάνει ἑαυτὸν ὅλον τῷ Χριστῷ, ὁ δὲ Χριστὸς τῷ ἐπ’ αὐτῷ πεποιθότι χαρίζεται τὴν ἀλλοίωσιν. Οὔτε γὰρ χριστιανὸς ἑαυτὸν ἀλλοιῶσαι δύναται, οὔτε ὁ Χριστὸς τὸν μὴ παριστῶντα ἑαυτὸν αὐτῷ ἐξ ὅλου, χαρίζεται τὴν ἀλλοίωσιν.

Εἴ τις οὖν χριστιανὸς μὴ τὴν καλὴν ταύτην ἀλλοίωσιν ἠλλοιώθη, μὴ τὴν φύσιν αὐτοῦ ἀλλ’ ἑαυτὸν αἰτιώμενος ἤτω· φησὶ γὰρ ὁ ἀπόστολος· Ὁ κολλώμενος τῷ Κυρίῳ, ἔσται εἰς ἓν πνεῦμα, καὶ ὁ Κύριος· «Μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν· καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μείνητε. Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν· ἐὰν μή τις μείνῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη· μείνατε οὖν ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ· ἐὰν γὰρ τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπη μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ, καὶ πάλιν· Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε εἰς ἀλλήλους.» Καὶ γὰρ πᾶς μαθητής, ἐκ τοῦ διδασκάλου γνωρίζεται· ὁ γραμματικός, ὁ ῥητορικός, ὁ φιλοσοφικός, ὁ τεκτονικός, ὁ ὑφαντικός, ὁ σκυτοτομικός· οὕτω καὶ ὁ ἀγαπητικός, ἐκ τοῦ καλοῦ διδασκάλου Χριστοῦ καὶ Θεοῦ τοῦ ἀγαπήσαντος ἡμᾶς, ὥστε καὶ ἄνθρωπον τοῦτον γενέσθαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ὑπὲρ ἡμῶν. Ὁ δὲ μὴ ἔχων ἀγάπην, πῶς χριστιανός;

Ὁ γοῦν πολλοὺς δρόμους παριδὼν καὶ πολλὴν ἄσκησιν, ἐὰν τὴν ἀγάπην κρατήσῃ κατὰ τὸν ὑποδειχθέντα τοῦ Χριστοῦ καὶ διδασκάλου νόμον, αὐτῆς ἥψατο τῆς κορυφῆς καὶ τελειότητος τῶν ἁγίων· γέγραπται γὰρ ὅτι ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, νόμον πεπλήρωκε, καὶ ὅτι ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακε, τὸν Θεὸν ὃν οὐχ’ ἑώρακε πῶς δύναται ἀγαπᾶν; καὶ ὁ λέγων ὅτι ἀγαπῶ τὸν Θεὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν, ψεύστης ἐστίν.

Ἀλλὰ μή τις ἀκούων ἀγάπην, εὔληπτον αὐτὴν νομιζέτω· μεγάλη γὰρ ἡ ἐντολὴ καὶ βαρεῖα. Καὶ διατοῦτο προλαβὼν ὁ Θεός, δύναμιν ἐνέσταξεν ἀγαπητικὴν πάσῃ φύσει· καὶ ἀγαπῶσι φύσει τέκνα πατέρες, καὶ γυναῖκας ἄνδρες, καὶ συγγενεῖς ἀλλήλους, καὶ φίλοι φίλους, ὡς ἂν ἐκ τῆς προϋποκειμένης φυσικῆς δυνάμεως, ἡ λογικὴ τῶν ἀνθρώπων φύσις ἐπιλαμβάνεσθαι τῆς προαιρετικῆς ἰσχύϊ ἀγαπήσεως. Ἡ γὰρ περὶ τῆς ἀγάπης μεγάλη καὶ τελειωτικὴ τοῦ Χριστοῦ ἐντολή, οὐ τῆς φυσικῆς ἀλλὰ τῆς προαιρετικῆς ἕνεκεν ἀγαπήσεως ἐδόθη.

Ὅτι δὲ μεγάλη ἐστὶν ἡ ἐντολὴ καὶ κεφαλὴ πασῶν ἀρετῶν καὶ κατορθωμάτων, καὶ ἀνδραγαθημάτων ἁπάντων ὑπέρκειται, ἄκουσον τοῦ ἀποστόλου Παύλου, ἐν ᾧ Χριστὸς ἐλάλησεν αὐτός. Πέντε γὰρ λαβὼν χαρίσματα τὰ ὑπερκείμενα, χωρὶς ἀγάπης αὐτὰ δείκνυσιν ἀνωφελῆ καὶ ἐπικίνδυνα· τὸ τῶν γλωσσῶν, τὸ τῆς προφητείας, τὸ τῆς πίστεως, τὸ τῆς ἐλεημοσύνης καὶ τὸ τοῦ μαρτυρίου. Ἐὰν ταῖς γλώσσαις λαλῶ φησὶ τῶν ἀνθρώπων καὶ τῶν ἀγγέλων, ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάνειν, καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Εἶτα τί; ὥσπερ τινὸς ἐπαπορήσαντος οἱονεὶ καὶ ἐρωτήσαντος, ὅτι καὶ πῶς ἔνι δυνατὸν χωρὶς ἀγάπης εἶναι τὰ τοιαῦτα μεγάλα κατορθώματα; λύων τὴν ἀπορίαν, προτίθησιν·

Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. Δείκνυσι τοιγαροῦν ἐκ τούτων ὅτι καὶ τὸν γλώσσαις λαλοῦντα μεγαλαυχῆσαι ἔνι, καὶ τὸν προφητεύοντα φυσιωθῆναι, καὶ τὸν ἔχοντα τὴν πίστιν καὶ τερατουργοῦντα ἐπαρθῆναι, καὶ τὸν ἐλεήμονα τὴν παρὰ τῶν ἐλεουμένων δόξαν τρυγᾶν, καὶ τὸν εἰς μαρτύριον τρέχοντα μεγαλοφρονῆσαι· καὶ ἐπειδὴ συνέκλεισε τὸν λόγον εἰς τό, ὅτι Ἡ δὲ ἀγάπη οὐδέποτε ἐκπίπτει, τὴν ταπεινοφροσύνην ἠνίξατο ῥίζαν τῆς ἀγάπης, οὐ γὰρ ἔχει πόθεν ἡ ῥίζα πεσεῖν, ἀεὶ τῷ βάθει τῆς γῆς συνεχομένη. Ὥστε ὁ δοκῶν ἔχειν ἀγάπην, μὴ μακροθυμῶν δὲ μὴ δὲ χρηστευόμενος, ἀλλὰ ζηλῶν, περπερευόμενος καὶ φυσιούμενος καὶ ἀσχημονῶν, ζητῶν τὰ ἑαυτοῦ, παροξυνόμενος, λογιζόμενος τὸ κακόν, χαίρων ἐπὶ τῇ ἀδικίᾳ, λυπούμενος ἐπὶ τῇ ἀληθείᾳ, οὐ πάντα στέγων, οὐ πάντα πιστεύων, οὐ πάντα ἐλπίζων, οὐ πάντα ὑπομένων, οὐκ ἔχει ἀγάπην, ψεύδεται.

Ὅλος γὰρ ὁ παρὰ Θεοῦ δοθεὶς τοῖς ἀνθρώποις νόμος, ἡ ἀγάπη ἐστίν· ἔχουσα δύο βαθμούς, πρῶτον καὶ δεύτερον, ὅτι καὶ ὁ νόμος διπλοῦς, παλαιὸς καὶ νέος. Ὁ τὸν πρῶτον ἀναβὰς ἀφῆκε κάτω τὴν γῆν, ὁ δὲ τὸν δεύτερον ἐπιβὰς ἥψατο καὶ τοῦ οὐρανοῦ· καὶ γὰρ ὁ μὲν πρῶτος λέγει· «Τὸν πλησίον σου ἀγαπήσεις ὡς ἑαυτόν, ὁ δὲ δεύτερος, καὶ τὸν ἐχθρὸν αὐτὸν ἀγαπήσεις καὶ τὴν ψυχὴν αὐτὴν ὑπὲρ τοῦ φίλου θήσεις.» Ἐπεὶ οὖν τὸ δοῦναι τὸν ἀνεύθυνον τὴν ψυχὴν αὐτοῦ ἀντὶ ὑπευθύνου φίλου, μόνου τοῦ Θεοῦ ἔργον, ὁ τὸν δεύτερον βαθμὸν τῆς ἀγάπης ἀναβάς, ἀναβέβηκεν εἰς τὸν οὐρανόν. Λοιπὸν ὁ μισῶν καὶ τὸν αὐτὸν ἀγαπῶντα καὶ κακοποιῶν αὐτόν, οὐ χείρων μόνον καὶ τοῦ τὸν ἐχθρὸν ἀμυνομένου, ἀλλὰ καὶ μέχρις αὐτῶν καταβεβηκὼς τῶν καταχθονίων τοῦ ἅδου.