Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κεφάλαια θεολογικά

Συμεὼν ὁ Νέος Θεολόγος

Η χάρη του βαπτίσματος, ο αρραβώνας του Πνεύματος και η τήρηση των εντολών

Η απώλεια και η ανάκτηση της βαπτισματικής χάριτος, η ενοίκηση του Αγίου Πνεύματος ως νυφικός αρραβώνας, η τήρηση των εντολών και τα αληθινά πνευματικά οράματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 8 από 11

μαʹ Νεκρὸς ὁ κόσμος καὶ οἱ τοῦ κόσμου πρὸς τοὺς ἁγίους εἰσίν· ὅθεν οὐδὲ βλέποντες βλέπουσι τὰ καλὰ αὐτῶν ἔργα, οὐδὲ ἀκούοντες ὅλως ἰσχύουσι συνιέναι τοὺς ἐν Πνεύματι ἁγίῳ λεγομένους θείους λόγους αὐτῶν. Ἀλλ’ οὐδ’ οἱ πνευματικοὶ τῶν κοσμικῶν καὶ πονηρῶν ἀνθρώπων ἰδεῖν τὰ πονηρὰ ἔργα ἢ τοὺς ἐμπαθεῖς λόγους αὐτῶν χωρῆσαι ἐν ἑαυτοῖς δύνανται, ἀλλὰ βλέποντες καὶ οὗτοι τὰ ἐν κόσμῳ οὐ βλέπουσι καὶ ἀκούοντες τὰ τῶν κοσμικῶν ὡς οὐκ ἀκούοντες τῇ αἰσθήσει διάκεινται· καὶ οὕτως οὐδεμία κοινωνία τούτοις πρὸς τὰ ἐκείνων ἢ ἐκείνοις πρὸς τὰ τῶν πνευματικῶν γίνεται.

μβʹ Καθάπερ φωτὸς καὶ σκότους σαφὴς ἡ διαίρεσις καὶ ἡ μίξις ἀδύνατος· «Ποία γάρ, φησί, κοινωνία φωτὶ πρὸς σκότος ἢ ποία μερὶς πιστῷ μετὰ ἀπίστου», οὕτως, καὶ ἐν τοῖς Πνεῦμα ἅγιον ἔχουσι, τοσαύτη ἡ ἀπ’ ἀλλήλων διάστασις καὶ ὁ χωρισμὸς πρὸς τοὺς μὴ ἔχοντάς ἐστιν. Οἱ μὲν γὰρ ἐν τῷ οὐρανῷ ἔχουσι τὸ πολίτευμα, ἄγγελοι ἐξ ἀνθρώπων ἤδη γενόμενοι, οἱ δὲ ἐν τῷ προγονικῷ σκότει καὶ τῇ σκιᾷ τοῦ θανάτου ἔτι κάθηνται, προσηλωμένοι τῇ γῇ καὶ τοῖς ἐν γῇ πράγμασι· καὶ οἱ μέν, τῷ νοητῷ καὶ ἀνεσπέρῳ φωτί, οἱ δὲ μόνῳ τῷ αἰσθητῷ περιλάμπονται· καὶ οἱ μὲν ἑαυτοὺς καὶ τοὺς πλησίον ὁρῶσιν, οἱ δὲ καὶ ἑαυτοὺς καὶ τοὺς πλησίον καθ’ ἑκάστην ὁρῶντες ἀποθνήσκοντας ἀγνοοῦσιν ὅτι ἄνθρωποί εἰσι καὶ ὡς ἄνθρωποι ἀποθνήσκουσι· καὶ ἀγνοοῦντες, οὐ πιστεύουσι περὶ κρίσεως οὐδὲ ὅτι ἀνάστασις ἔσται καὶ ἀνταπόδοσις τῶν βεβιωμένων ἑκάστῳ.

μγʹ Εἰ μὲν πνεῦμα ἅγιόν ἐστί σοι, πάντως ἐκ τῶν ἐν σοὶ γινομένων αὐτοῦ ἐνεργειῶν γνωρίσεις ἃ λέγει περὶ αὐτοῦ ὁ Ἀπόστολος, φησὶ γάρ· «Ὅπου πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία» καὶ ὅτι· «Τὸ μὲν σῶμα νεκρὸν δι’ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην» καὶ ὅτι· «Οἱ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις». Ὅσοι γὰρ ἐβαπτίσθησαν ἐν Πνεύματι ἁγίῳ ὅλον τὸν Χριστὸν ἐνδεδυμένοι εἰσὶ καὶ υἱοί εἰσι φωτὸς καὶ ἐν φωτὶ ἀνεσπέρῳ περιπατοῦσι καὶ βλέποντες τὸν κόσμον οὐ βλέπουσι καὶ ἀκούοντες τὰ τοῦ κόσμου οὐκ ἀκούουσιν. Ὥσπερ γὰρ γέγραπται περὶ τῶν σαρκικῶν ἀνθρώπων ὅτι βλέποντες οὐ βλέπουσι καὶ ἀκούοντες περὶ θείων πραγμάτων οὐ συνιῶσιν οὐδὲ χωρεῖν δύνανται τὰ τοῦ Πνεύματος, μωρία γὰρ αὐτοῖς εἰσιν, οὕτω μοι νοήσεις καὶ περὶ τῶν Πνεῦμα ἅγιον ἐχόντων ἐν ἑαυτοῖς· σῶμα φοροῦσιν ἀλλ’ οὐκ εἰσὶν ἐν σαρκί· «Ὑμεῖς γάρ, φησίν, οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ’ ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν»· νεκροί εἰσι τῷ κόσμῳ καὶ ὁ κόσμος αὐτοῖς· «Ἐμοὶ γάρ, φησί, κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ».

μδʹ Ὁ ταῦτα εἰδὼς ἐνεργούμενα ἐν αὐτῷ τὰ σημεῖα καὶ θαύματα ὄντως θεοφόρος καὶ σημειοφόρος ἐστί, τὸν Θεὸν ἔχων, ἤγουν αὐτὸ τὸ πανάγιον Πνεῦμα ἔνοικον, λαλοῦν καὶ ἐνεργοῦν ἐν αὐτῷ τὰ εἰρημένα ὑπὸ τοῦ Παύλου. Ὁ δὲ μήπω ταῦτα ἐν ἑαυτῷ ἐγνωκώς, μὴ ἀπατάσθω, σάρξ ἐστιν ἔτι καὶ αἷμα, ὑπὸ τὸν ζόφον δηλονότι τῶν ἐπιθυμιῶν τῆς σαρκὸς καλυπτόμενος· σὰρξ δὲ καὶ αἷμα βασιλείαν Θεοῦ, ἥτις ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, οὐ κληρονομεῖ.

μεʹ Ἀπὸ μὲν τοῦ θείου βαπτίσματος τὴν τῶν ἡμαρτημένων λαμβάνομεν ἄφεσιν καὶ τῆς πρώην κατάρας ἐλευθερούμεθα καὶ τῇ παρουσίᾳ τοῦ ἁγίου Πνεύματος ἁγιαζόμεθα, τὴν δὲ τελείαν χάριν κατὰ τό· «Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω», οὐ τότε· τοῦτο γὰρ τῶν βεβαιοπίστων καὶ ἐκ τῶν ἔργων ταύτην ἐπιδεικνύντων ἐστί.

Μετὰ γὰρ τὸ βαπτισθῆναι ἡμᾶς πρὸς πονηρὰς καὶ αἰσχρὰς πράξεις ἐκκλίνοντες καὶ αὐτὸν τὸν ἁγιασμὸν εἰς ἅπαν ἀποβαλλόμεθα, μετανοίᾳ δὲ καὶ ἐξομολογήσει καὶ δάκρυσι κατὰ ἀναλογίαν τὴν ἄφεσιν πρότερον τῶν ἡμαρτημένων λαμβάνομεν καὶ οὕτω τὸν ἁγιασμὸν μετὰ τῆς ἄνωθεν χάριτος.

μϛʹ Ἀπὸ μὲν τῆς μετανοίας ἔκπλυσις τοῦ μολυσμοῦ τῶν αἰσχρῶν γίνεται πράξεων, μετὰ δὲ ταύτην, μετοχὴ Πνεύματος ἁγίου· οὐχ ἁπλῶς δέ, ἀλλὰ κατὰ τὴν πίστιν καὶ τὴν διάθεσιν καὶ τὴν ταπείνωσιν τῶν ἐξ ὅλης μετανοούντων ψυχῆς· οὐ μόνον δέ, ἀλλὰ καὶ μετὰ τὸ τελείαν τὴν ἄφεσιν τῶν ἡμαρτημένων παρὰ τοῦ πατρὸς καὶ ἀναδόχου λαβεῖν. Διὰ τοῦτο καλὸν καθ’ ἑκάστην μετανοεῖν κατὰ τὴν κελεύουσαν ἐντολήν· τὸ γὰρ «μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν» ἀόριστον ἡμῖν ὑπεμφαίνει τὴν ἐργασίαν.

μζʹ Ἡ χάρις τοῦ παναγίου Πνεύματος ταῖς τῷ Χριστῷ νυμφευομέναις ψυχαῖς ὡς ἀρραβὼν δίδοται· καὶ καθάπερ ἀρραβῶνος χωρὶς οὐχ ἔχει ἀσφαλῶς ἡ γυνὴ τὴν μετὰ τοῦ ἀνδρὸς συνάφειαν μέλλειν ποτὲ βεβαίως γενήσεσθαι, οὕτως οὐδὲ ψυχὴ βεβαίαν λαμβάνει πληροφορίαν ποτὲ τοῦ μετὰ τοῦ δεσπότου αὐτῆς καὶ Θεοῦ εἰς αἰῶνας συνέσεσθαι, ἢ μυστικῶς καὶ ἀνεκφράστως αὐτῷ συνάπτεσθαι, καὶ τοῦ ἀπροσίτου κάλλους ἐπαπολαύειν αὐτοῦ, εἰ μὴ τῆς χάριτος αὐτοῦ τὸν ἀρραβῶνα λάβῃ καὶ γνωστῶς αὐτὸν ἐν ἑαυτῇ κτήσηται.

μηʹ Ὃν τρόπον οἱ γραφόμενοι συμβολικοὶ χάρται εἰ μὴ ὑπογραφὰς ἀξιοπίστων μαρτύρων δέξωνται, οὐκ ἔστιν ὁ ἀρραβὼν βέβαιος, οὕτως οὐδὲ πρὸ τῆς ἐργασίας τῶν ἐντολῶν καὶ τῆς τῶν ἀρετῶν κτήσεως ἀσφαλὴς ἡ τῆς χάριτος ἔλλαμψις γίνεται. Ὅπερ γὰρ ἐν τοῖς συμφώνοις οἱ μάρτυρες, τοῦτο ἐπὶ τοῦ πνευματικοῦ ἀρραβῶνος ἡ τῶν ἐντολῶν ἐργασία καὶ αἱ ἀρεταὶ καθεστήκασι· τελείαν γὰρ διὰ τούτων λαμβάνει τὴν τοῦ ἀρραβῶνος κατάσχεσιν ἕκαστος τῶν μελλόντων σωθήσεσθαι.

μθʹ Πρῶτον οἱονεὶ τὰ σύμφωνα γράφονται διὰ τῆς ἐργασίας τῶν ἐντολῶν, εἶτα ὑπὸ τῶν ἀρετῶν ἐπισφραγίζονται καὶ ὑπογράφονται· καὶ τηνικαῦτα ἐπιδίδωσι τὸν δακτύλιον ὁ νυμφίος Χριστὸς τῇ νύμφῃ ψυχῇ, ἤγουν τὸν ἀρραβῶνα τοῦ Πνεύματος.

νʹ Ὥσπερ ἡ νύμφη πρὸ τοῦ γάμου τὸν ἀρραβῶνα μόνον παρὰ τοῦ νυμφίου λαμβάνει, τὴν δὲ συμφωνηθεῖσαν προῖκα καὶ τὰς ἐν αὐτῇ ὑποσχεθείσας δωρεὰς μετὰ τὸν γάμον λαβεῖν ἀπεκδέχεται, οὕτω δὴ καὶ ἡ νύμφη τῶν πιστῶν ἐκκλησία καὶ ἡ ψυχὴ ἑνὸς ἑκάστου ἡμῶν πρῶτον ὑπὸ τοῦ νυμφίου Χριστοῦ τὸν ἀρραβῶνα μόνον λαμβάνει τοῦ Πνεύματος, τὰ δὲ αἰώνια ἀγαθὰ καὶ τὴν τῶν οὐρανῶν βασιλείαν μετὰ τὴν ἐνθένδε ἀποδημίαν λαβεῖν ἀπεκδέχεται, πληροφορουμένη διὰ τοῦ ἀρραβῶνος ὡς ἀδιάψευστα τὰ συμπεφωνημένα αὐτῇ ἔσονται.

ναʹ Καθάπερ βραδύνοντος τοῦ νυμφίου ἐν ἀποδημίᾳ, ἢ ἀπασχολουμένου ἐν ἑτέραις τισὶν ὑποθέσεσι καὶ τὸν γάμον τέως ὑπερτιθεμένου ποιῆσαι, ἐὰν ὀργισθεῖσα ἡ νύμφη τῆς ἐκείνου ἀγάπης καταφρονήσῃ καὶ τὸν ἀρραβωνικὸν χάρτην ἢ ἀπαλείψῃ ἢ διαρρήξῃ, ἐκπίπτει τῶν πρὸς τὸν νυμφίον ἐλπίδων εὐθύς, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς πέφυκε γίνεσθαι.

Ἐπὰν γὰρ εἴπῃ τις τῶν ἀγωνιζομένων· «Ἕως πότε κακοπαθεῖν ὀφείλω;» καὶ τῶν ἀσκητικῶν πόνων κατολιγωρήσῃ καὶ διὰ τῆς ἀμελείας τῶν ἐντολῶν καὶ ἐγκαταλείψεως τῆς διηνεκοῦς μετανοίας οἱονεὶ ἀπαλείψῃ καὶ διαρρήξῃ τὰ σύμφωνα, εὐθὺς ἐκπίπτει καὶ τοῦ ἀρραβῶνος καὶ τῆς πρὸς Θεὸν ἐλπίδος τελείως.

νβʹ Ὥσπερ ἡ νύμφη ἐὰν πρὸς ἕτερον τὴν ἀγάπην τοῦ ἁρμοσθέντος αὐτῇ νυμφίου μετάθηται καὶ συγκοιτασθῇ αὐτῷ φανερῶς ἢ λαθραίως, οὐ μόνον οὐδὲν ἐκ τῶν ὑποσχεθέντων αὐτῇ παρὰ τοῦ νυμφίου ἐλπίσει λαβεῖν, ἀλλὰ καὶ τιμωρίαν καὶ μέμψιν τὴν ἐκ τοῦ νόμου προσδοκήσει ἀξίως, οὕτω δὴ καὶ ἐπὶ ἡμῶν γίνεσθαι πέφυκεν. Ἐὰν μετάθηταί τις τὴν ἀγάπην τοῦ νυμφίου Χριστοῦ πρὸς ἄλλου τινὸς ἐπιθυμίαν πράγματος φανερῶς ἢ λαθραίως καὶ κρατηθῇ ἡ καρδία αὐτοῦ ἐν αὐτῷ, μισητὴ ἔσται τῷ νυμφίῳ καὶ βδελυκτὴ καὶ ἀναξία τῆς συναφείας αὐτοῦ· εἴρηκε γάρ· «Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ».

νγʹ Ὁ ἀρραβὼν ἐν τοῖς κεκτημένοις αὐτὸν ἄφθεγκτος γίνεται, ἀκατανοήτως κατανοούμενος, ἀκρατήτως κρατούμενος, ἀοράτως ὁρώμενος, ζῶν καὶ λαλῶν καὶ κινούμενος καὶ τὸν κεκτημένον κινῶν, ἀφιπτάμενος τοῦ ἐν ᾧ ἐσφραγισμένως περιέχεται κιβωτίου καὶ πάλιν ἀνελπίστως ἐντὸς αὐτοῦ εὑρισκόμενος, ὡς μήτε τὴν παρουσίαν βεβαίαν μήτε τὴν ὑποχώρησιν ἀνεπίστροφον νομίζειν τὸν κεκτημένον ποιεῖν· καὶ οὕτως, μὴ ἔχων αὐτὸν ὡς ἔχων ἐστί, καὶ ἔχων ὡς μὴ ἔχων, ὁ κεκτημένος τοῦτον διάκειται.

νδʹ Ὃν τρόπον ἔνδοθεν οἰκίας νυκτὸς ἱσταμένου τινός, κεκλεισμένων αὐτῆς τῶν θυρῶν πάντοθεν, ἐὰν μίαν διανοίξῃ θυρίδα καὶ ἀστραπὴ τοῦτον αἴφνης περιλάμψῃ λαμπρά, μὴ φέρων ἐκεῖνος τοῖς ὀφθαλμοῖς ταύτης τὴν ἀπαυγὴν εὐθὺς ἀσφαλίζει μύων τοὺς ὦπας καὶ συστέλλεται ἐφ’ ἑαυτόν, οὕτω δὴ ἐγκεκλεισμένης καὶ τῆς ψυχῆς ἐν τοῖς αἰσθητοῖς, ἐὰν ἔξωθεν τούτων ποτὲ ὡς διὰ θυρίδος τῷ νοῒ παρακύψῃ, ὑπὸ τῆς ἀστραπῆς τοῦ ἐν αὐτῇ ἀρραβῶνος, φημὶ δὴ τοῦ ἁγίου Πνεύματος, καταστραφθεῖσα, τὴν λαμπηδόνα μὴ φέρουσα τοῦ ἀστέκτου φωτός, εὐθὺς καὶ τὸν νοῦν καταπλήττεται καὶ ὅλη ἐφ’ ἑαυτὴν συστέλλεται, φεύγουσα ὡς εἰς οἰκίαν τινὰ ὑπὸ τὰ αἰσθητὰ καὶ ἀνθρώπινα.

νεʹ Δέον ἕκαστον ἐκ τῶν τοιούτων σημείων κατανοεῖν εἰ τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐκ τοῦ νυμφίου καὶ δεσπότου Χριστοῦ εἴληφε· καὶ εἰ μὲν ἔλαβε, σπουδαζέτω τοῦτον κατέχειν· εἰ δὲ μήπω τοῦτον λαβεῖν ἠξιώθη, σπουδασάτω διὰ τῶν ἀγαθῶν ἔργων καὶ πράξεων καὶ θερμοτάτης μετανοίας λαβεῖν αὐτὸν καὶ φυλάξαι διὰ τῆς ἐργασίας τῶν ἐντολῶν καὶ τῆς τῶν ἀρετῶν ἐπικτήσεως.

νϛʹ Καθάπερ ἡ στέγη πάσης οἰκίας διὰ τῶν θεμελίων καὶ τῆς λοιπῆς κτίσεως ἵσταται, ὡσαύτως δὲ καὶ τὰ θεμέλια διὰ τὸ τὴν στέγην βαστάζειν καταβάλλονται ὡς ἀναγκαῖα καὶ χρήσιμα, καὶ οὔτε στέγη δίχα θεμελίων συνίστασθαι πέφυκεν, οὔτε θεμέλιοι ἄνευ στέγης τῷ βίῳ χρειώδεις ἢ ὠφέλιμοι ὅλως εἰσίν· οὕτω καὶ ἡ τοῦ Θεοῦ χάρις διὰ τῆς τῶν ἐντολῶν συντηρεῖται ἐργασίας καὶ αἱ πράξεις τῶν ἐντολῶν διὰ τὴν τοῦ Θεοῦ δωρεὰν ὡς θεμέλιοι καταβάλλονται, καὶ οὔτε ἡ χάρις τοῦ Πνεύματος παραμένειν ἡμῖν πέφυκεν ἄνευ τῆς τῶν ἐντολῶν ἐργασίας, οὔτε ἡ τῶν ἐντολῶν ἐργασία ἄνευ τῆς χάριτος τοῦ Θεοῦ χρήσιμος ἢ ὠφέλιμός ἐστιν ἡμῖν.

νζʹ Ὃν τρόπον ἡ ἄστεγος οἰκία ἡ ὑπὸ ἀμελείας τοῦ κτίσαντος οὕτως ἐαθεῖσα οὐ μόνον ἄχρηστός ἐστιν, ἀλλὰ καὶ καταγέλωτα τῷ κτίσαντι προξενεῖ, οὕτω καὶ ὁ τοὺς θεμελίους τῆς ἐργασίας τῶν ἐντολῶν καταβαλλόμενος καὶ τοίχους ὑψηλῶν ἀρετῶν ἀναστήσας, ἐὰν μὴ καὶ τὴν χάριν τοῦ Πνεύματος ἐν θεωρίᾳ καὶ γνώσει ψυχῆς λήψεται, ἀτελής ἐστι καὶ παρὰ τῶν τελείων κατελεούμενος. Ἐκ γὰρ τῶν δύο τούτων αἰτιῶν ταύτης πάντως ἐστέρηται· ἢ γὰρ τῆς μετανοίας ἠμέλησεν, ἢ πρὸς τὴν τῶν ἀρετῶν συλλογὴν ὡς πρὸς ἄπειρον ὕλην ἀπειρηκώς, ἐνέλειψέ τινα τῶν δοκούντων μὲν ἡμῖν ἐλαχίστων, ἀναγκαίων δὲ ὄντων πρὸς τὸν ἀπαρτισμὸν τοῦ οἴκου τῶν ἀρετῶν, ὡς μὴ δύνασθαι ἄνευ ἐκείνων διὰ τῆς τοῦ Πνεύματος χάριτος στεγασθῆναι αὐτόν.

νηʹ Εἰ διὰ τοῦτο ἐπὶ τῆς γῆς ὁ υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς κατῆλθεν ἵνα δι’ ἑαυτοῦ καταλλάξῃ ἡμᾶς ἐχθροὺς ὄντας τῷ ἰδίῳ πατρὶ καὶ συνάψῃ γνωστῶς ἡμᾶς ἑαυτῷ διὰ τοῦ ἁγίου καὶ ὁμοουσίου αὐτοῦ Πνεύματος, ὁ ταύτης ἐκπίπτων τῆς χάριτος ἄλλης ποίας τεύξεται; Πάντως οὐδὲ κατηλλάγη αὐτῷ οὐδὲ τὴν μετ’ αὐτοῦ ἕνωσιν διὰ τῆς μετουσίας τοῦ Πνεύματος ἔσχηκεν. νθʹ «Εἰσαγάγῃ τις πῦρ ἐν κόλπῳ, φησὶν ὁ Σοφός, τὰ δὲ ἱμάτια οὐ κατακαύσει;» Ἐγὼ δέ φημι· τίς τὸ ἄστεκτον καὶ οὐράνιον πῦρ ἐν καρδίᾳ δεξάμενος, οὐ πυρωθήσεται καὶ λαμπρυνθήσεται καὶ τὰς τῆς θεότητος αὐγάσει καὶ αὐτὸς ἀστραπὰς κατὰ ἀναλογίαν τῆς καθάρσεως καὶ τῆς μετοχῆς τοῦ πυρός· ἡ γὰρ μετοχὴ τῇ καθάρσει, τῇ δὲ μεθέξει συνέπεται κάθαρσις· τούτου δὲ γενομένου, Θεὸς ὅλος κατὰ χάριν ὁ ἄνθρωπος γίνεται.

ξʹ Τῶν μὲν ἐμπαθῶν ἐπιθυμιῶν καὶ ἡδονῶν ὁ μετασχὼν τοῦ ἁγίου Πνεύματος ἀπαλλάττεται, τῶν δὲ τῆς φύσεως σωματικῶν ἀναγκῶν οὐ χωρίζεται. Καὶ ὡς μὲν ἐλευθερωθεὶς τῶν δεσμῶν τῆς ἐμπαθοῦς ὀρέξεως καὶ συναφθεὶς τῇ ἀθανάτῳ δόξῃ τε καὶ γλυκύτητι, ἀδιαλείπτως ἄνω τε βιάζεται εἶναι καὶ σὺν Θεῷ διάγειν καὶ μηδὲ πρὸς βραχὺ τῆς ἐκείνου θεωρίας καὶ ἀκορέστου τρυφῆς ἀφίστασθαι· ὡς δὲ τῷ σώματι καὶ τῇ φθορᾷ ἐμπεδούμενος, ὑπ’ αὐτοῦ κατασπᾶται καὶ σύρεται καὶ πρὸς τὰ γήϊνα ἐπιστρέφεται, τοσαύτην ὑπὲρ τούτου τηνικαῦτα τὴν λύπην δέχεται, ὅσην οἶμαι ἁμαρτωλοῦ ψυχὴν ἔχειν χωριζομένην ἀπὸ τοῦ σώματος.

ξαʹ Ὥσπερ τῷ φιλοσωμάτῳ καὶ φιλοζώῳ, τῷ φιληδόνῳ καὶ φιλοκόσμῳ ὁ χωρισμὸς τῶν τοιούτων θάνατός ἐστιν, οὕτως τῷ φιλάγνῳ καὶ φιλοθέῳ, τῷ φιλαΰλῳ καὶ φιλαρέτῳ θάνατος τῷ ὄντι ἡ ἐκ τῶν τοιούτων μικρὰ τῆς διανοίας διάστασις. Εἰ γὰρ ὁ τὸ αἰσθητὸν τοῦτο φῶς ὁρῶν, ἐὰν πρὸς μικρὸν μύσῃ τοὺς ὀφθαλμοὺς ἢ κατακαλυφθῇ τούτους ὑφ’ ἑτέρου, ἄχθεται καὶ λυπεῖται καὶ φέρειν ὅλως τοῦτο οὐ δύναται, καὶ μάλιστα ἐὰν ἀναγκαῖά τινα καὶ παράδοξα ἦν ὁρῶν· πόσῳ μᾶλλον ὁ ἐν ἁγίῳ φωτιζόμενος Πνεύματι καὶ τὰ ἀγαθὰ ἐκεῖνα ὁρῶν, ὕπαρ καὶ νοερῶς, γρηγορῶν καὶ καθεύδων, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, εἰς ἃ παρακύψαι καὶ ἄγγελοι ἐπιθυμοῦσιν, ἐὰν ἀποσπασθῇ ἐκ τῆς τῶν τοιούτων θεωρίας ὑπό τινος, λυπηθήσεται καὶ θλιβήσεται; Θάνατος γὰρ αὐτῷ δοκεῖ τοῦτο καὶ ἀλλοτρίωσις εἰκότως τῆς αἰωνίου ζωῆς.

ξβʹ Διπλοῦς ὢν ὁ ἄνθρωπος, ἐκ ψυχῆς καὶ σώματος τὴν σύστασιν ἔχων, καὶ κόσμος αὐτῷ παρόμοιος γέγονεν ὁρατὸς καὶ ἀόρατος, ἑκάστῳ δηλονότι τούτων τὰ ἔργα καὶ αἱ φροντίδες τῶν ἔργων ἁρμοδίως ἀφορισθεῖσαι. Ἔνθεν τοι καὶ περὶ ὄψεων καὶ ὀνειράτων τοῦτο ἀληθὲς εἶναι ὑπέλαβον· ἐν οἷς γὰρ ἡ ψυχὴ ἐνασχολεῖται γρηγοροῦσα ἢ ἐμβατεύει, ἐν τούτοις καὶ κατὰ τοὺς ὕπνους ἢ ἐμματαιάζει ἢ ἐμφιλοσοφεῖ· εἴτε γὰρ περὶ ἀνθρωπίνων φροντίζει πραγμάτων ἐμματαιάζουσα ὀνείροις ἐνασχολεῖται, εἴτε περὶ θείων καὶ οὐρανίων ἐμμελετῶσα ὄψεσιν ἐμβατεύει καὶ ὁράσεσι, κατὰ τὸ ὑπὸ τοῦ Προφήτου λεγόμενον, ἐμφιλοσοφεῖ· «καὶ οἱ νεανίσκοι αὐτῶν ὁράσεις ὄψονται», οὐκ ἐξαπατωμένη ἀλλ’ ἀληθείαις ἐνατενίζουσα καὶ ἀποκαλύψεσι πιστουμένη.

ξγʹ Ὁπηνίκα τὸ ἐπιθυμητικὸν μέρος τῆς ψυχῆς περὶ πάθη καὶ μίξεις καὶ τρυφὰς καὶ ἀπολαύσεις ἐρεθίζεται τοῦ βίου, τοιαῦτα ὡσαύτως βλέπει καὶ τὰ ἐνύπνια ἡ ψυχή· εἰ δὲ τὸ θυμικὸν αὐτῆς κατὰ τῶν ὁμοφύλων ἐκθηριοῦται, θηρίων ἐφόδους καὶ ἑρπετῶν πολέμους καὶ μάχας ὀνειροπολεῖ, διαπληκτιζομένη ὡς ἐπὶ δικαστηρίων μεθ’ ὧν διαφέρεται· εἰ δὲ τὸ λογιστικὸν αὐτῆς ἐπαίρεται ταῖς ἀλαζονείαις καὶ ὑπερηφανείαις, ἁρπαγὰς εἰς ἀέρα πτεροφυεῖς καὶ θρόνων ὑψηλῶν καθέδρας καὶ ἡγεμονίας λαοῦ ἐπὶ ἁρμάτων προερχομένη καὶ προπεμπομένη φαντάζεται.

ξδʹ Μόνων ἐκείνων εἰσὶν ἀληθῆ τὰ ὁράματα, ἃ οὐδὲ χρὴ καλεῖν ἐνύπνια ἀλλ’ ὁράσεις καὶ ὀπτασίας, ὧν ὁ νοῦς ἁπλοῦς ἐγένετο ἐξ ἐπιδημίας τοῦ Πνεύματος καὶ ἐλεύθερος ἀπὸ πάσης ὀχλήσεως καὶ δουλείας τῶν παθῶν, ὧν ἡ σχολὴ περὶ τὰ θεῖα πᾶσα καὶ ἡ μελέτη περὶ μελλόντων ἀμοιβῶν καὶ ἀνταποδόσεων, ὧν ἡ ζωὴ ὑπὲρ τὴν τῶν ζώντων ζωὴν ἀμέριμνος, ἀπερίσπαστος, ἥσυχος, καθαρά, μεστὴ ἐλέους, σοφίας, γνώσεως οὐρανίου καὶ καρπῶν ἀγαθῶν τῶν γεωργουμένων ὑπὸ τοῦ Πνεύματος· τῶν δ’ ἄλλως καὶ οὐχ οὕτως ἐχόντων, ψευδῆ καὶ συγκεχυμένα καὶ τὸ ὅλον ἀπάτη σαφής.