Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κεφάλαια θεολογικά

Συμεὼν ὁ Νέος Θεολόγος

Ασκητικός βίος, νέκρωση του ιδίου θελήματος και θεία συνδρομή

Η ισοτιμία των διαφόρων μορφών εκκλησιαστικού βίου όταν σκοπεύουν στη σωτηρία, η αποκοπή του ιδίου θελήματος και η αόρατη βοήθεια του Θεού στους αγωνιζομένους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 9 από 11

ξεʹ Πολλοὶ μὲν τὸν ἐρημικόν, ἄλλοι δὲ τὸν μιγάδα ἤγουν τὸν κοινοβιακὸν ἐμακάρισαν βίον, ἕτεροι δὲ τὸ προΐστασθαι λαοῦ, νουθετεῖν τε καὶ διδάσκειν καὶ συνιστᾶν ἐκκλησίας, ἐξ ὧν διάφοροι σωματικῶς τε καὶ ψυχικῶς πεφύκασι διατρέφεσθαι. Ἐγὼ δὲ οὐδέτερον τούτων τοῦ ἑτέρου προκρίναιμι, οὐδὲ τὸν μὲν ἐπαίνου τὸν δὲ ψόγου ἄξιον εἴποιμι ἄν, ἀλλ’ ἐν παντὶ καὶ ἐν πᾶσιν ἔργοις καὶ πράξεσιν ὁ διὰ Θεὸν καὶ κατὰ Θεὸν βίος παμμακάριστος.

ξϛʹ Καθάπερ ἐκ διαφόρων ἐπιστημῶν καὶ τεχνῶν ὁ τῶν ἀνθρώπων συνίσταται βίος, ἄλλου ἄλλην ἐργαζομένου δηλονότι καὶ συνεισφέροντος, καὶ ἀλλήλοις οὕτω μεταδιδόντες καὶ ἐξ ἀλλήλων μεταλαμβάνοντες ζῶσιν οἱ ἄνθρωποι, τὰς σωματικὰς χρείας τῇ φύσει παρέχοντες· οὕτως ἔστιν ἰδεῖν καὶ ἐπὶ τῶν πνευματικῶν, ἄλλου ἄλλην ἀρετὴν μετιόντος καὶ ἑτέρου ἑτέραν βίου ὁδὸν διανύοντος, εἰς ἕνα σκοπὸν ἐξ ἀμφοτέρων τούτων οἱ πάντες συντρέχουσιν.

ξζʹ Σκοπὸς πάντων τῶν κατὰ Θεὸν ἀγωνιζομένων ἐστὶ τὸ εὐαρεστῆσαι Χριστῷ τῷ Θεῷ καὶ τὴν καταλλαγὴν διὰ τῆς τοῦ Πνεύματος μετουσίας πρὸς τὸν Πατέρα λαβεῖν καὶ τὴν ἑαυτῶν σωτηρίαν διὰ τούτου πορίσασθαι. Τοῦτο γὰρ πάσης ψυχῆς καὶ παντὸς ἀνθρώπου σωτηρία ἐστίν· οὗ μὴ γενομένου, κενὸς ὁ κόπος καὶ ματαία ἡ ἐργασία ἡμῶν, ἀνόνητός τε πᾶσα βίου ὁδὸς ἡ μὴ πρὸς τοῦτο τὸν ἐν αὐτῇ τρέχοντα φέρουσα.

ξηʹ Ἔοικεν ὁ τὸν κόσμον ἅπαντα καταλείψας καὶ πρὸς τὸ ὄρος ὡς πρὸς ἡσυχίαν ἀναχωρήσας κἀκεῖθεν ἐπιδεικτικῶς γράφων πρὸς τοὺς ἐν τῷ κόσμῳ, τοὺς μὲν μακαρίζων τοὺς δὲ κολακεύων καὶ ἐπαινῶν, τῷ γυναικὸς πόρνης δυσείμονός τε καὶ παγκάκου διαζευχθέντι καὶ εἰς χώραν μακρὰν ἀποδημήσαντι πρὸς τὸ ἀπαλλαγῆναι καὶ τῆς μνήμης αὐτῆς, εἶτα ἐπιλαθομένῳ τοῦ σκοποῦ δι’ ὃν τὸ ὄρος κατειλήφει καὶ πρὸς τοὺς τῇ πόρνῃ ἐκείνῃ συναναστρεφομένους, ἵν’ εἴπω, καὶ συμμιαινομένους γράφειν ὀρεγομένῳ καὶ αὐτοὺς μακαρίζοντι· ὃς εἰ καὶ μὴ τῷ σώματι ἀλλά γε τῇ καρδίᾳ πάντως καὶ τῷ νοῒ συμπάσχει ἐκ προθέσεως τοῖς τοιούτοις ἀποδεχόμενος οἱονεὶ τῆς μετ’ ἐκείνης αὐτῶν συμπλοκῆς.

ξθʹ Ὅσῳ οἱ ἐν μέσῳ τοῦ κόσμου στρεφόμενοι καὶ καθαρεύοντες τὰς αἰσθήσεις καὶ τὰς καρδίας ἀπὸ πάσης πονηρᾶς ἐπιθυμίας, ἐπαινετοὶ καὶ μακάριοι, τοσοῦτον οἱ ἐν ὄρεσι καὶ σπηλαίοις ἐνδιαιτώμενοι, εἰ τῶν ἐπαίνων καὶ μακαρισμῶν καὶ τῆς δόξης ἐφίενται τῶν ἀνθρώπων, ψεκτοὶ καὶ ἀπόβλητοι· ὡς γὰρ μοιχεύοντες παρὰ τῷ τὰς καρδίας ἡμῶν ἐρευνῶντι Θεῷ ἔσονται. Ὁ γὰρ ἐπιθυμῶν ἀκουσθῆναι τὸν βίον αὐτοῦ καὶ τὸ ὄνομα καὶ τὴν πολιτείαν ἐν τῷ κόσμῳ, ἐκπορνεύει, κατὰ τὸν πάλαι τῶν Ἰουδαίων λαόν, ἀπὸ Θεοῦ, ὡς φησὶν ὁ Δαβίδ.

οʹ Ὁ πίστει τῇ πρὸς τὸν Θεὸν ἀδιστάκτῳ τῷ κόσμῳ καὶ τοῖς ἐν κόσμῳ ἀποταξάμενος πιστεύει ὅτι ἐλεήμων ἐστὶ καὶ οἰκτίρμων ὁ Κύριος καὶ προσδέχεται τοὺς ἐν μετανοίᾳ προσερχομένους αὐτῷ. Εἰδὼς δὲ ὅτι δι’ ἀτιμίας τιμᾷ τοὺς δούλους αὐτοῦ καὶ διὰ πτωχείας ἄκρας πλουτίζει αὐτοὺς καὶ δι’ ὕβρεων καὶ ἐξουδενώσεων δοξάζει αὐτοὺς καὶ διὰ θανάτου τῆς αἰωνίου ζωῆς μετόχους αὐτοὺς καὶ κληρονόμους ἀποκαθιστᾷ, κατεπείγεται ὡς ἔλαφος διψῶσα ἐπὶ τὴν ἀθάνατον πηγὴν δι’ αὐτῶν καὶ πρὸς τὸ ἄναντες ἐν αὐτοῖς ὡς ἐν κλίμακι βαίνει, δι’ ἧς ἄγγελοι μὲν ἀναβαίνουσι καὶ κατέρχονται πρὸς βοήθειαν τῶν ἀνερχομένων. Θεὸς δὲ ἄνωθεν τὴν κατὰ δύναμιν ἡμῶν πρόθεσιν καὶ σπουδὴν ἀναμένων κάθηται, οὐχ ὅτι πονοῦντας ἡμᾶς ὁρᾶν τέρπεται ἀλλ’ ὡς ὄφλημα θέλων τοὺς μισθοὺς διδόναι ἡμῖν ὁ φιλάνθρωπος.

οαʹ Τοὺς ἀδιστάκτως αὐτῷ προσερχομένους οὐκ ἐᾷ ὅλως καταπεσεῖν ὁ Κύριος ἀλλ’ ἀδυνατοῦντας βλέπων αὐτοὺς συνεργεῖ καὶ βοηθεῖ, ὀρέγων αὐτοῖς χεῖρα δυνάμεως ἄνωθεν καὶ πρὸς ἑαυτὸν ἐπανάγει· συνεργεῖ δὲ φανερῶς τε ἅμα καὶ ἀφανῶς, ἀγνώστως καὶ γνωστῶς, μέχρις οὗ πᾶσαν ἀνελθόντες τὴν κλίμακα αὐτῷ προσεγγίσωσι καὶ ὅλοι ὅλῳ ἑνωθῶσι καὶ ἁπάντων ἐπιλάθωνται τῶν ἐπιγείων, συνόντες αὐτῷ ἐκεῖσε, εἴτε ἐν σώματι εἴτε καὶ ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, καὶ συμπολιτευόμενοι καὶ τῶν ἀπορρήτων ἐπαπολαύοντες ἀγαθῶν.

οβʹ Δίκαιόν ἐστι τῇ ζεύγλῃ πρῶτον τῶν ἐντολῶν τοῦ Χριστοῦ ὑποτιθέναι τοὺς αὐχένας ἡμῶν καὶ μὴ παροιστρεῖν μηδὲ ὀπισθοποδεῖν, ἀλλ’ ὀρθῶς καὶ προθύμως μέχρι θανάτου βαίνειν ἐν αὐταῖς καὶ ἑαυτοὺς ἡμᾶς νεουργεῖν τὸν νέον ὄντως Θεοῦ παράδεισον, μέχρις οὗ μετὰ Πατρὸς ὁ Υἱὸς διὰ τοῦ ἁγίου εἰσέλθοι καὶ ἐγκατοικήσῃ Πνεύματος ἐν ἡμῖν· καὶ τηνικαῦτα ὅταν ὅλον αὐτὸν κτησώμεθα ἔνοικον καὶ διδάσκαλον, ᾧ τινι ἂν ἐξ ἡμῶν προστάξῃ καὶ οἵαν ἐμπιστεύσῃ διακονίαν, ταύτην ἐγχειρισθήσεται καὶ κατὰ τὸ ἐκείνῳ δοκοῦν ποιήσει προθύμως· οὐκ ἔξεστι δὲ πρὸ καιροῦ ταύτην ἐπιζητεῖν ἀλλ’ οὐδὲ διδομένην ἐξ ἀνθρώπων λαβεῖν καταδέχεσθαι ἀλλ’ ἐμμένειν ταῖς ἐντολαῖς τοῦ δεσπότου ἡμῶν καὶ Θεοῦ καὶ τὸ πρόσταγμα αὐτοῦ ἀπεκδέχεσθαι.

ογʹ Μετὰ τὸ ἐγχειρισθῆναι διακονίαν ἡμᾶς θείων πραγμάτων καὶ ἐν αὐτῇ διαπρέψαι, εἰ ἐπιτραπῶμεν ὑπὸ τοῦ Πνεύματος πρὸς ἑτέραν μεταβῆναι διακονίαν ἢ ἐργασίαν ἢ πρᾶξιν, μὴ ἀντιτείνωμεν. Ὁ γὰρ Θεὸς οὔτε ἀργοὺς ἡμᾶς εἶναι οὔτε ἐν μιᾷ καὶ τῇ αὐτῇ ἐργασίᾳ ἐν ᾗ ἠρξάμεθα μέχρι τέλους ἐμμένειν βούλεται, ἀλλὰ προκόπτειν καὶ ἀεικινήτους εἶναι πρὸς τὴν τῶν κρειττόνων ἐπιτυχίαν, τῷ θείῳ δηλαδὴ καὶ μὴ τῷ οἰκείῳ στοιχοῦντας θελήματι.

οδʹ Ὁ τὸ ἴδιον θέλημα νεκρὸν ἐργασάμενος ἀθέλητος πάντως ἐγένετο· ἀθέλητον δὲ τῶν ὄντων καὶ ζώντων καὶ κινουμένων οὐδέν, εἰ μὴ μόνα τις εἴποι τὰ ἀναίσθητα καὶ ἀκίνητα· τὰ γὰρ φυτά, εἰ καὶ κινεῖται καὶ αὔξει ἀλλ’ οὐ λέγομεν φυσικῷ θελήματι τὴν κίνησιν ποιεῖσθαι καὶ τὴν αὔξησιν, ἄψυχα γάρ· πᾶν δὲ ἔμψυχον καὶ φυσικὸν ἔχει θέλημα. Ὁ οὖν ἀσκήσει καὶ σπουδῇ τὸ οἰκεῖον ἀπονεκρώσας θέλημα καὶ ἀθέλητος γεγονὼς πάντως τῆς οἰκείας ἐξέστη φύσεως καὶ ἐν τῷ θέλειν μηθὲν οὐδὲ καλόν τι ἢ κακὸν δύναται ἐνεργεῖν.

οεʹ Ὁ τὸ ἴδιον θέλημα ἀπονεκρῶσαι σπουδάζων τὸ τοῦ Θεοῦ ὀφείλει ποιεῖν θέλημα καὶ ἀντὶ τοῦ οἰκείου θελήματος τὸ τοῦ Θεοῦ ἀντεισάγειν ἐν ἑαυτῷ καὶ ἐμφυτεύειν καὶ ἐγκεντρίζειν τοῦτο ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ πρὸς τούτοις σκοπεῖν ἀκριβῶς εἰ τὰ φυτευόμενα καὶ ἐγκεντριζόμενα, τὰ μὲν εἰς βάθος που ῥιζωθέντα φύει, τὰ δὲ καὶ συνουλωθέντα καὶ ἑνωθέντα εἰς ἓν δένδρον ἐγένετο, εἰ ηὐξήθησαν καὶ ἐξήνθησαν καὶ καρπὸν ὡραῖον καὶ γλυκὺν πεποιήκασιν, ὥστε ἀγνοηθῆναι παρ’ αὐτοῦ καὶ τὴν προϋποδεξαμένην τὸν σπόρον γῆν καὶ τὴν ῥίζαν ἐφ’ ἣν ἐνεκεντρίσθη τὸ ἀκατανόητον καὶ ἄφραστον ἐκεῖνο καὶ ζωηφόρον φυτόν.

οϛʹ Ὁ ἐκκόπτων τὸ ἴδιον θέλημα διὰ τὸν τοῦ Θεοῦ φόβον, ἀγνώστως οὕτως ὡς οὐκ οἶδεν, ὁ Θεὸς χαρίζεται αὐτῷ τὸ ἑαυτοῦ θέλημα καὶ ἀνεξάλειπτον αὐτῷ διατηρεῖ ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ διανοίγει τοὺς ὀφθαλμοὺς τῆς διανοίας αὐτοῦ τοῦ ἐπιγινώσκειν αὐτὸ καὶ ἰσχὺν δίδωσι τοῦ ἐκπληροῦν αὐτό. Ταῦτα δὲ ἡ χάρις τοῦ ἁγίου Πνεύματος ἐνεργεῖ καὶ χωρὶς αὐτῆς γίνεται οὐδέν.

οζʹ Ὅταν πάσῃ ἰσχύϊ, προθυμίᾳ καὶ προαιρέσει μεθ’ ὁρμῆς ἀκατασχέτου τὰ ὑπ’ αὐτοῦ τοῦ Θεοῦ μυστικῶς ἡμῖν καὶ ἀγνώστως διδασκόμενά τε καὶ ἐντελλόμενα ἐκπληρώσωμεν μηδὲν ὅλως ἐλλείψαντες, τότε ἡμῖν, ὡς πιστοῖς καὶ ὑπηκόοις, ὡς ἀληθινοῖς μαθηταῖς καὶ φίλοις, ἀποκαλύπτεται φανερῶς καθὼς πάλαι τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις ἀπεκαλύφθη καὶ πᾶσι τοῖς δι’ αὐτῶν πιστεύσασιν εἰς τὸ ὄνομα αὐτοῦ· καὶ τότε γινόμεθα υἱοὶ Θεοῦ κατὰ χάριν, ὡς φησὶν ὁ Παῦλος· «Ὅσοι πνεύματι Θεοῦ ἄγονται οὗτοί εἰσιν υἱοὶ Θεοῦ· εἰ δὲ υἱοί, καὶ κληρονόμοι, κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ».

οηʹ Τῶν καταξιωθέντων γενέσθαι μετὰ Θεοῦ ἐν τῇ συναφείᾳ τοῦ Πνεύματος καὶ τῶν ἀπορρήτων αὐτοῦ ἀγαθῶν ἀπογεύσασθαι οὐδεὶς δόξης τῆς ἀτίμου καὶ καταπτύστου ἐρᾷ προσφερομένης αὐτῷ παρὰ ἀνθρώπων, ἀλλ’ οὐδὲ χρυσίου ἢ ἱματισμοῦ ἢ λίθων τῶν νομιζομένων παρὰ τοῖς ἀνοήτοις τιμίων· οὐ πλούτῳ ῥέοντι προστίθεται τῇ καρδίᾳ, οὐ παρὰ βασιλέων καὶ ἀρχόντων γνωρίζεσθαι βούλεται, τῶν οὐκ ἀρχόντων ἀλλ’ ὑπὸ πολλῶν κυριευομένων· οὐ μέγα τι τοὺς τοιούτους ἡγεῖται καὶ ὑψηλόν, οὐδὲ προξένους οἴεται εἶναι αὐτοὺς πλείονος δόξης τοῖς πλησιάζουσιν αὐτοῖς, οὐδέ τινος οὐδαμῶς ἑτέρου τῶν ἐπιφανῶν καὶ λαμπρῶν ἀνθρώποις ἐπιθυμήσει, ὡς οὐδὲ ἀπὸ πλούτου εἰς πενίαν τις κατελθεῖν ἢ ἀπὸ ἀρχῆς καὶ ἐξουσίας μεγίστης καὶ περιβλέπτου ἀξιώματος εἰς ἀδοξίαν ἐσχάτην καὶ ἀτιμίαν καταπεσεῖν.