Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κεφάλαια θεολογικά

Συμεὼν ὁ Νέος Θεολόγος

Το μυστήριο της ενσάρκωσης, η ελεημοσύνη και η τέλεια αγάπη

Ο σκοπός της ενανθρώπησης του Λόγου για την υιοθεσία των πιστών, η αναγκαιότητα της αδιάλειπτης ελεημοσύνης και η ταύτιση του Χριστού με τον κάθε πένητα ως θεμέλιο της αγάπης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 11 από 11

πηʹ Τίς ὁ σκοπὸς τῆς ἐνσάρκου οἰκονομίας τοῦ Θεοῦ Λόγου, ὁ ἐν πάσῃ τῇ θείᾳ γραφῇ ἀνακηρυττόμενος καὶ παρ’ ἡμῶν μὲν ἀναγινωσκόμενος, μὴ ἐπιγινωσκόμενος δέ, ἢ πάντως ἵνα μετεσχηκὼς τῶν ἡμετέρων κοινωνοὺς τῶν ἐκείνου ποιήσῃ ἡμᾶς· ὁ γὰρ Υἱὸς τοῦ Θεοῦ διὰ τοῦτο υἱὸς τοῦ ἀνθρώπου ἐγένετο, ἵνα υἱοὺς Θεοῦ ποιήσῃ τοὺς ἀνθρώπους ἡμᾶς, εἰς ὅπερ ἐστὶ κατὰ φύσιν ἐκεῖνος ἀνάγων κατὰ χάριν τὸ γένος ἡμῶν, γεννῶν ἡμᾶς ἄνωθεν ἐν Πνεύματι ἁγίῳ καὶ εὐθὺς εἰσάγων ἡμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, μᾶλλον δὲ ἐντὸς ἡμῶν ταύτην ἔχειν ἡμῖν χαριζόμενος, ὡς μὴ ἐν ἐλπίσιν εἶναι τοῦ εἰσελθεῖν ἡμᾶς ἐν αὐτῇ ἀλλ’ ἐν κατασχέσει ταύτης ὄντας βοᾶν· «Ἡμῶν δὲ ἡ ζωὴ κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ».

πθʹ Τὸ αὐτεξούσιον καὶ αὐτοπροαίρετον ἡμῶν οὐκ ἀφαιρεῖται τὸ βάπτισμα, ἀλλ’ ἐλευθερίαν ἡμῖν χαρίζεται τοῦ μηκέτι καὶ ἄκοντας ἡμᾶς τυραννεῖσθαι ὑπὸ τοῦ διαβόλου. Ἐφ’ ἡμῖν δέ ἐστι μετὰ τὸ βάπτισμα ἢ ταῖς ἐντολαῖς αὐτοθελῶς ἐμμένειν τοῦ εἰς ὃν ἐβαπτίσθημεν δεσπότου Χριστοῦ καὶ τῇ ὁδῷ πορεύεσθαι τῶν προσταγμάτων αὐτοῦ ἢ ἐκκλίνειν τῆς εὐθείας ταύτης ὁδοῦ καὶ πρὸς τὸν ἀντίπαλον καὶ ἐχθρὸν ἡμῶν διάβολον διὰ τῶν πονηρῶν πράξεων παλινδρομεῖν.

ϟʹ Οἱ μετὰ τὸ βάπτισμα τοῖς τοῦ πονηροῦ θελήμασιν εἴκοντες καὶ τὰ ἐκείνῳ βεβουλευμένα διαπραττόμενοι ἑαυτοὺς τῆς ἁγίας τοῦ βαπτίσματος μήτρας ἀπαλλοτριοῦσι, κατὰ τὸ ὑπὸ τοῦ Δαβὶδ εἰρημένον. Οὐδὲ γὰρ ἀλλοιοῦται ἡμῶν ἕκαστος ἢ τῆς καθὸ ἔκτισται μεθίσταται φύσεως, ἀλλὰ ἀγαθὸς κτισθεὶς ὑπὸ τοῦ Θεοῦ, κακὸν γὰρ ὁ Θεὸς οὐκ ἐποίησεν, ἄτρεπτος τῇ φύσει καθὸ ἔκτισται καὶ τῇ οὐσίᾳ ὤν, οἷα ἐξ ἑκουσίου γνώμης προαιρεῖται καὶ θέλει, ταῦτα καὶ πράττει εἴτε ἀγαθὰ εἴτε φαῦλα· ὥσπερ γὰρ τὴν μάχαιραν κἂν ἐπὶ κακῷ τις αὐτὴν κἂν ἐπὶ καλῷ χρήσηται, τῆς ἰδίας ἐκείνη οὐ μεθίσταται φύσεως ἀλλὰ μένει σίδηρος ὤν, οὕτω καὶ ὁ ἄνθρωπος ἐνεργεῖ μὲν καὶ πράττει, ὡς εἴρηται, ἅπερ βούλεται, τῆς δὲ οἰκείας οὐκ ἐξίσταται φύσεως.

ϟαʹ Οὐ τὸ ἕνα ἐλεῆσαι σῴζει ἀλλὰ τὸ ἑνὸς καταφρονῆσαι τῷ πυρὶ παραπέμπει. Τὸ γὰρ «ἐπείνασα καὶ ἐδίψησα» οὐ πρὸς τὸ ἅπαξ εἴρηται πάντως, οὐδὲ τὸ ἐν μιᾷ ἡμέρᾳ ἀλλὰ τὸ διὰ βίου παντὸς δηλοῖ· οὕτω καὶ τὸ τραφῆναι Χριστόν, ποτισθῆναί τε καὶ ἐνδυθῆναι καὶ εἴ τι ἕτερον τούτοις συνέπεται, οὐ πρὸς ἅπαξ ἀλλὰ διὰ παντὸς καὶ ἐν πᾶσιν ὑπὸ τῶν αὐτοῦ δούλων ταῦτα δέχεσθαι ὁ Κύριος καὶ Θεὸς ἡμῶν ὡμολόγησεν.

ϟβʹ Τὸν ἀμερίστως μεριζόμενον καὶ αὐτὸν ὅλον ὄντα ἑνὶ ἑκάστῳ τῶν πενομένων, πῶς τινες εἰς ἕνα πένητα περικλείουσιν; ὑπόθου οὖν ἑκατὸν εἶναι πένητας ὡς ἕνα Χριστόν, οὐδὲ γὰρ μεμέρισται ὅλως ὁ Χριστός. Ὁ γοῦν τοῖς ἐνενήκοντα ἐννέα δοὺς ἀνὰ ὀβολόν, τὸν δὲ ἕνα ὑβρίσας ἢ τύψας ἢ ἐκπέμψας κενόν, τίνι ἄρα ταῦτα πεποίηκεν ἢ πάντως τῷ εἰπόντι καὶ ἀεὶ λέγοντι καὶ εἰπεῖν μέλλοντι· «Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε»;

ϟγʹ Ὁ τοῖς ἑκατὸν δοὺς ἐλεημοσύνην, δυνάμενος δὲ καὶ ἑτέροις δοῦναι, ποτίσαι τε καὶ θρέψαι, πολλοὺς παρακαλοῦντας αὐτὸν καὶ βοῶντας ἀποπεμψάμενος, ὡς μὴ θρέψας Χριστὸν κριθήσεται πρὸς αὐτοῦ, ἐπειδὴ καὶ ἐν ἐκείνοις πᾶσιν αὐτός ἐστιν ὁ καὶ ἐφ’ ἑνὶ ἑκάστῳ τῶν ἐλαχίστων τρεφόμενος πρὸς ἡμῶν.

ϟδʹ Ὁ πᾶσι μὲν πάντα τὰ πρὸς χρείαν σήμερον παρασχών, αὔριον δὲ δυνάμενος τοῦτο ποιῆσαι, ἀμελήσει τινῶν ἀδελφῶν καὶ λιμῷ καὶ δίψῃ καὶ ψύχει ἐάσει διαφθαρῆναι αὐτούς, αὐτὸν παρεῖδεν ἀποθανεῖν καὶ αὐτοῦ κατεφρόνησε τοῦ εἰπόντος· «Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων ἐμοὶ ἐποιήσατε».

ϟεʹ Ἐκ τούτων ἓν ἔστι γνῶναι ὅπως ἰδιοποιεῖται ὁ Κύριος πάντα τὰ τῶν πενήτων καὶ ἀδελφῶν ἡμῶν, πρὸς μὲν τοὺς δικαίους λέγων· «Ἐμοὶ ἐποιήσατε», πρὸς δὲ τοὺς ἐξ ἀριστερῶν· «Ἐμοὶ οὐκ ἐποιήσατε». Οὐ γὰρ τοὺς ἐλεηθέντας μόνον παρ’ ἡμῶν ὁρᾷ οὐδὲ τοὺς ἀδικηθέντας ἢ πλεονεκτηθέντας καὶ μυρία ἕτερα παθόντας δεινά, ἀλλὰ καὶ τοὺς παροφθέντας, ὡς ἀρκοῦν τοῦτο εἰς καταδίκην ἡμῶν· οὐ γὰρ ἐκείνους ἀλλ’ αὐτὸν παρορῶμεν τὸν τὰ ἐκείνων ἅπαντα ἰδιοποιούμενον Ἰησοῦν τὸν Χριστόν.

ϟϛʹ Ἐν τούτῳ τὸ ἑκάστου πένητος πρόσωπον ἀναλαβεῖν κατεδέξατο καὶ παντὶ πένητι ἑαυτὸν ἐξωμοίωσεν ἵνα μηδεὶς τῶν εἰς αὐτὸν πιστευόντων τοῦ ἀδελφοῦ αὐτοῦ κατεπαίρηται, ἀλλ’ ἕκαστος, βλέπων τὸν ἀδελφὸν αὐτοῦ καὶ τὸν πλησίον ὡς τὸν Θεὸν αὐτοῦ, ἐλάχιστον ἑαυτὸν οὐχὶ τοῦ ἀδελφοῦ ἀλλὰ τοῦ πεποιηκότος αὐτὸν λογίζοιτο καὶ ὡς αὐτὸν ὑποδέχοιτο καὶ τιμᾷ, καὶ πάντα κενοῖ τὰ ὑπάρχοντα πρὸς θεραπείαν αὐτοῦ, ὡς ὁ Χριστὸς καὶ Θεὸς ἐκένωσε τὸ ἴδιον αἷμα διὰ τὴν σωτηρίαν ἡμῶν.

ϟζʹ Ὁ τὸν πλησίον ἔχειν ὡς ἑαυτὸν κελευσθεὶς οὐ μίαν πάντως ἡμέραν ἀλλὰ διὰ βίου παντὸς τοῦτον ἔχειν οὕτως ὀφείλει· καὶ ὁ παντὶ τῷ αἰτοῦντι διδόναι προσταττόμενος τοῦτο ποιεῖν προστάττεται ἐν πάσῃ τῇ ζωῇ αὐτοῦ, καὶ ὁ θέλων ἵνα ποιῶσιν εἰς αὐτὸν ἄλλοι ἃ βούλεται ἀγαθά, ταῦτα καὶ αὐτὸς ποιεῖν ἄλλοις ἀπαιτηθήσεται.

ϟηʹ Ὥσπερ οὖν ὁ ἔχων τὸν πλησίον ὡς ἑαυτὸν οὐδὲν πλέον ἔχειν τοῦ πλησίον ἀνέχεται, ἐὰν δὲ ἔχῃ καὶ μὴ μεταδίδωσιν ἀφθόνως, ἕως ἂν καὶ αὐτὸς πτωχὸς γένηται καὶ τοῖς πλησίον αὐτοῦ ἐξομοιωθῇ, τῆς ἐντολῆς τοῦ Δεσπότου ἐκπληρωτὴς οὐχ εὑρίσκεται, οὐδὲ ὁ τοῖς αἰτοῦσι πᾶσι διδόναι θέλων, ἐὰν μέχρις ὀβολοῦ ἢ κλάσματος ἄρτου κεκτημένος, ἀποστρέψῃ τινὰ τῶν αἰτούντων αὐτόν, οὐδὲ ὁ μὴ ποιῶν τῷ πλησίον ὅσα θέλει ἵνα ἕτερος ποιῇ πρὸς αὐτόν, οὕτω καὶ ὁ πάντα μὲν πένητα καὶ ἐλάχιστον θρέψας, ποτίσας, ἐνδύσας καὶ τὰ ἄλλα πάντα εἰς αὐτοὺς ἐργασάμενος, ἑνὸς δὲ μόνου καταφρονήσας καὶ αὐτὸν παριδών, ὡς Χριστὸν τὸν Θεὸν πεινῶντα καὶ διψῶντα παριδὼν καὶ αὐτὸς λογισθήσεται.

ϟθʹ Φορτικὰ ταῦτα τοῖς πᾶσιν ἴσως φανήσεται, διὸ καὶ δόξουσιν εὔλογα λέγειν ἐν ἑαυτοῖς· «Τίς ἄρα ταῦτα πάντα ποιῆσαι δύναται, ὥστε πάντας θεραπεῦσαι καὶ θρέψαι καὶ μηδόλως τούτων τινὰ παριδεῖν;» Ἀλλ’ ἀκουέτωσαν Παύλου διαρρήδην βοῶντος· «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς κρίναντας τοῦτο ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον».

ρʹ Καθάπερ αἱ περιεκτικαὶ ἐντολαὶ συμπεριέχουσι πάσας ἐν ἑαυταῖς τὰς μερικὰς ἐντολάς, οὕτω καὶ αἱ περιεκτικαὶ ἀρεταὶ τὰς μερικὰς ἐν ἑαυταῖς συμπεριλαμβάνουσιν ἀρετάς. Ὁ γὰρ πωλῶν τὰ ὑπάρχοντα αὐτοῦ ἢ καὶ διασκορπίζων αὐτὰ τοῖς πτωχοῖς καὶ πένης ἐφ’ ἅπαξ γενόμενος πάντα ὑφ’ ἓν τὰ τῶν μερικῶν ἐντολῶν ἐξεπλήρωσεν· οὐκέτι γὰρ χρείαν ἔχει τῷ αἰτοῦντι διδόναι ἢ μὴ ἀποστραφῆναι τὸν θέλοντα δανείσασθαι ἀπ’ αὐτοῦ. Οὕτω καὶ ὁ ἀδιαλείπτως εὐχόμενος ἐν τούτῳ πάντα συνέκλεισε καὶ οὐκέτι ἑπτάκις αἰνεῖν τῆς ἡμέρας τὸν Κύριον ἢ ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας ὑπ’ ἀνάγκην ἐστίν, ὡς ἤδη πάντα πεπληρωκὼς ὅσα ἂν κανονικῶς καὶ ἐν ἀφωρισμένοις καιροῖς καὶ ὥραις εὐχόμεθά τε καὶ ψάλλομεν. Οὕτω καὶ ὁ τὸν διδόντα ἀνθρώποις γνῶσιν Θεὸν γνωστῶς ἐν ἑαυτῷ κτησάμενος, πᾶσαν ἁγίαν διῆλθε γραφὴν καὶ πᾶσαν τὴν ἐκ τῆς ἀναγνώσεως ὠφέλειαν ἐκαρπώσατο καὶ οὐκέτι βιβλίων ἀναγνώσεως δεηθήσεται. Πῶς γάρ; ὁ τὸν ἐμπνεύσαντα τοῖς τὰς θείας γεγραφόσι γραφὰς συνόμιλον κεκτημένος καὶ παρ’ ἐκείνου μυούμενος τὰ τῶν ἀποκεκρυμμένων μυστηρίων ἀπόρρητα, ἀλλὰ βίβλος οὗτος τοῖς ἄλλοις θεόπνευστος ἔσται, καινά τε καὶ παλαιὰ φέρουσα μυστήρια γεγραμμένα δακτύλῳ Θεοῦ ἐν αὐτῷ, ὡς πάντα τελέσας καὶ καταπαύσας ἐν Θεῷ τῇ ἀρχικῇ τελειότητι ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ. τέλος τῶν κεφαλαίων σκεʹ.