Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κεφάλαια θεολογικά

Συμεὼν ὁ Νέος Θεολόγος

Θεογνωσία, πνευματική καθοδήγηση και θεωρία του ακτίστου φωτός

Αναφορά στις προϋποθέσεις για την επίγνωση του Θεού, τον ρόλο του πνευματικού πατέρα, την αξία της ταπείνωσης και της ακτημοσύνης, καθώς και την εμπειρία του θείου φωτός μέσω των δακρύων και της καθάρσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 1 από 11

Τοῦ ὁσίου πατρὸς ἡμῶν Συμεὼν τοῦ νέου Θεολόγου, ἡγουμένου μονῆς τοῦ ἁγίου Μάμαντος τῆς Ξηροκέρκου, κεφάλαια πρακτικὰ καὶ θεολογικὰ ρʹ. αʹ Θεὸς τοῖς μὲν σωματικῶς ὁρῶσιν οὐδαμοῦ ἐστιν, ἀόρατος γάρ, τοῖς δὲ πνευματικῶς νοοῦσι πανταχοῦ ἐστι, πάρεστι γάρ· ἐν γὰρ τῷ παντὶ καὶ ἐκτὸς τοῦ παντός ἐστιν, ἐν τούτῳ καὶ ἐγγύς ἐστι τοῖς φοβουμένοις αὐτὸν καὶ μακρὰν ἀπὸ ἁμαρτωλῶν ὁ σωτηρία αὐτοῦ.

βʹ Μνήμη Χριστοῦ φωτίζει τὸν νοῦν καὶ δαίμονας ἐκδιώκει· τὸ δὲ φῶς τῆς ἁγίας Τριάδος φαῖνον ἐν καθαρᾷ καρδίᾳ παντὸς ἀφιστᾷ τοῦ κόσμου καὶ τὸν μέτοχον αὐτοῦ ἀπ’ ἐντεῦθεν ἤδη ἐμφορεῖσθαι ποιεῖ τῆς μελλούσης δόξης, καθόσον ἀνθρώπῳ χωρητὸν τῷ ὑπὸ τῆς ἄνωθεν χάριτος ἐνεργουμένῳ, κρυπτομένῳ δὲ εἰσέτι τῷ παραπετάσματι τῆς σαρκός.

γʹ Εἰ οὐδὲν ἕτερον μετὰ τὴν παρέλευσιν τῶν ὁρωμένων εἰ μὴ μόνος ὁ Θεός ἐστι, καὶ ἔστι καὶ ἔσεται, πάντως οἱ τῆς αὐτοῦ χάριτος ἐν τῷ κόσμῳ τούτῳ πλουσίως μετέχοντες, εἰ καὶ τῇ γῇ πάρεισιν, ἀλλὰ τὸ πλεῖστον ἤδη τῷ μέλλοντι αἰῶνι συνήφθησαν, οἳ καὶ στένουσί πως τῇ σκιᾷ καὶ τῷ ἐφολκίῳ βαρούμενοι.

δʹ Ὁ Κύριος οὐ τοὺς ἁπλῶς διδάσκοντας μακαρίζει ἀλλὰ τοὺς πρότερον διὰ τῆς τῶν ἐντολῶν ἐργασίας ἀναβλέψαι ἀξιωθέντας καὶ θεασαμένους ἐν ἑαυτοῖς τὸ φωτίζον φῶς τοῦ Πνεύματος ἀστράπτον καὶ δι’ αὐτοῦ γνόντας ἐν ἀληθινῇ τούτου ὁράσει καὶ γνώσει καὶ ἐνεργείᾳ τὰ περὶ ὧν εἰπεῖν καὶ ἄλλους διδάξαι· χρὴ οὖν οὕτω πρῶτον, ὡς εἴρηται, ἀναχθῆναι τοὺς διδάσκειν ἐπιχειροῦντας, ἵνα μὴ περὶ ὧν οὐκ ἐπίστανται λέγοντες τοὺς πειθομένους αὐτοῖς καὶ ἑαυτοὺς πλανήσαντες ἀπολέσωσιν.

εʹ Ὁ μὴ φοβούμενος τὸν Θεὸν οὐ πιστεύει ὅτι ἔστι Θεός, ἄφρων γάρ ἐστιν· ὁ δὲ τοῦτο πιστεύων φοβεῖται αὐτόν, φοβούμενος δὲ τηρεῖ τὰς αὐτοῦ ἐντολάς· ὁ δὲ φοβεῖσθαι λέγων τὸν Θεόν, μὴ φυλάσσων δὲ τὰς ἐντολὰς αὐτοῦ, ψεύστης ἐστὶ καὶ ὁ φόβος τοῦ Θεοῦ οὐκ ἔστιν ἐν αὐτῷ· «οὗ γάρ» φησί «φόβος, ἐντολῶν τήρησις» τούτου δὲ μὴ ὄντος ἐν ἡμῖν μηδὲ τῆς φυλακῆς τῶν θείων ἐντολῶν, οὐδὲν τῶν ἐθνικῶν καὶ ἀπίστων διενηνόχαμεν.

ϛʹ Ἡ πίστις καὶ ὁ τοῦ Θεοῦ φόβος καὶ ἡ τήρησις τῶν αὐτοῦ ἐντολῶν κατὰ ἀναλογίαν τῆς καθάρσεως τοὺς μισθοὺς προξενεῖ· καθόσον γὰρ καθαιρόμεθα κατὰ τοσοῦτον εἰς ἀγάπην Θεοῦ ἀπὸ τοῦ φοβεῖσθαι αὐτὸν ἀναγόμεθα καὶ οἱονεὶ μεταβαίνομεν ἀπὸ τοῦ φόβου κατὰ προκοπὴν ἐπὶ τὸ ἀγαπᾶν τὸν Θεὸν καὶ τηνικαῦτα ἀκούομεν πρὸς αὐτοῦ· «Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με». Καὶ οὕτω προστιθῶμεν ἐπὶ τοῖς ἀγῶσιν ἀγῶνας, ἵνα τὴν ἀγάπην ἀπὸ τῶν ἔργων ἐπιδειξώμεθα.

Τούτου δὲ γενομένου, αὐτὸς ὡς ὑπέσχετο ἡμᾶς ἀγαπᾷ· αὐτοῦ δὲ ἡμᾶς ἀγαπῶντος, καὶ ὁ Πατὴρ αὐτοῦ ὡσαύτως ἡμᾶς ἀγαπᾷ, προοδοποιοῦντος τοῦ Πνεύματος δηλαδὴ καὶ τὴν οἰκίαν προευτρεπίζοντος ὡς ἐν μιᾷ συνόδῳ τῶν ὑποστάσεων μονὴν γίνεσθαι ἡμᾶς Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος.

ζʹ Ἡ γνωστῶς καὶ εὐαισθήτως γινομένη ἐνοίκησις τῆς τρισυποστάτου θεότητος ἐν τοῖς τελείοις οὐ πλήρωσις πόθου ἐστίν, ἀλλὰ μᾶλλον ἀρχὴ καὶ αἰτία σφοδροτέρου καὶ μείζονος πόθου. Ἔκτοτε γὰρ οὐκ ἐᾷ τὸν ὑποδεξάμενον αὐτὴν ἠρεμεῖν, ἀλλ’ ὡς ὑπὸ πυρὸς ἀεὶ ἐκκαιόμενον καὶ πυρούμενον ἐπαίρεσθαι εἰς φλόγα πόθου θειοτέρου ποιεῖ.

Κατάληψιν γὰρ καὶ τέλος τοῦ ποθουμένου εὑρεῖν ὁ νοῦς μὴ δυνάμενος οὐδὲ μέτρον τῷ πόθῳ καὶ τῇ ἀγάπῃ δύναται δοῦναι, ἀλλὰ τῷ ἀτελέστῳ τέλει φθάσαι καὶ καταλαβεῖν βιαζόμενος ἀτέλεστον ἀεὶ τὸν πόθον καὶ ἀπλήρωτον τὴν ἀγάπην ἐν ἑαυτῷ περιφέρει.

ηʹ Ὁ εἰς τοῦτο τὸ πέρας ἐλθὼν οὐ δοκεῖ εὑρηκέναι ἀρχὴν πόθου ἢ ἀγάπης ἐν ἑαυτῷ τοῦ Θεοῦ, ἀλλ’ ὡς μὴ ἀγαπῶν τὸν Θεὸν διάκειται, τὸ πλήρωμα τῆς ἀγάπης μὴ καταλαβεῖν δυνηθείς· ὅθεν καὶ ὡς ἔσχατον ἡγούμενος ἑαυτὸν πάντων τῶν φοβουμένων τὸν Θεόν, ἀνάξιον ἑαυτὸν ἡγεῖται ἀπὸ ψυχῆς καὶ τῆς μετὰ τῶν πιστῶν σωτηρίας. θʹ «Πάντα δυνατὰ τῷ πιστεύοντι». Ἡ γὰρ πίστις ἀντὶ δικαιοσύνης λογίζεται. «Τέλος γὰρ νόμου Χριστός».

Ἡ δὲ εἰς αὐτὸν πίστις δικαιοῖ καὶ τελειοῖ τὸν πιστεύοντα, ὡς ἀντὶ ἔργων νόμου λογιζομένης τῆς εἰς Χριστὸν πίστεως, ἥτις διὰ τῶν ἐντολῶν τοῦ εὐαγγελίου βεβαιουμένη καὶ δεικνυμένη, ζωῆς αἰωνίου τῆς ἐν αὐτῷ τῷ Χριστῷ μετόχους τοὺς πιστοὺς ἀπεργάζεται.

ιʹ Πίστις ἐστὶ τὸ διὰ Χριστὸν ὑπὲρ τῆς αὐτοῦ ἐντολῆς ἀποθανεῖν καὶ τὸν θάνατον τοῦτον ζωῆς πρόξενον εἶναι πιστεύειν, τὴν πτωχείαν ὡς πλοῦτον λογίζεσθαι, τὴν εὐτέλειαν καὶ ἐξουδένωσιν ὡς δόξαν τῷ ὄντι καὶ περιφάνειαν, καὶ ἐν τῷ μηδὲν ἔχειν τὰ πάντα κατέχειν πιστεύειν μᾶλλον δὲ κεκτῆσθαι «τὸν ἀνεξιχνίαστον πλοῦτον τῆς ἐπιγνώσεως τοῦ Χριστοῦ» καὶ πηλὸν ἢ καπνὸν ἅπαντα τὰ ὁρώμενα καθορᾶν.

ιαʹ Ἡ εἰς Χριστὸν πίστις ἐστὶ τὸ μὴ μόνον καταφρονῆσαι τῶν ἐν τῷ βίῳ τερπνῶν, ἀλλὰ καὶ τὸ καρτερῆσαι καὶ ὑπομεῖναι πάντα πειρασμὸν ἐπερχόμενον ἐν λύπαις καὶ θλίψεσι καὶ συμφοραῖς, ἕως ἂν θελήσῃ καὶ ἐπισκέψηται ἡμᾶς ὁ Θεός. «Ὑπομένων γάρ, φησίν, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι».

ιβʹ Οἱ τοὺς ἑαυτῶν γονεῖς ἔν τινι προτιμῶντες τῆς τοῦ Θεοῦ ἐντολῆς πίστιν οὐ κέκτηνται πρὸς Χριστόν· πάντως γὰρ ὑπὸ τῆς ἰδίας κρίνονται συνειδήσεως, εἴ γε καὶ συνείδησιν ζῶσαν ἔχουσι περὶ τῆς ἀπιστίας αὐτῶν· πιστῶν γὰρ τοῦτό ἐστι τὸ ἐν μηδενὶ μηδαμῶς τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παραβαίνειν τὴν ἐντολήν.

ιγʹ Πίστις ἡ εἰς Θεὸν ἐπιθυμίαν καλῶν ἔτεκε καὶ φόβον κολάσεων· ἡ δὲ τῶν κρειττόνων ἐπιθυμία καὶ ὁ φόβος τῶν κολάσεων τήρησιν ἐντολῶν ἀκριβῆ κατειργάσαντο, ἡ δὲ ἀκριβὴς τῶν ἐντολῶν τήρησις τὴν ἰδίαν τοὺς ἀνθρώπους ἐκδιδάσκει ἀσθένειαν, ἡ δὲ κατανόησις τῆς ἀληθοῦς ἀσθενείας ἡμῶν θανάτου μνήμην ἐγέννησεν· ὁ δὲ σύνοικον ταύτην κτησάμενος αὐτὸς μαθεῖν ἐμπόνως ζητήσει ὁποῖα ἔσται αὐτῷ τὰ μετὰ τὴν ἔξοδον τοῦ βίου τούτου καὶ ἀναχώρησιν· ὁ δὲ ἀεὶ περὶ τῶν μελλόντων γνῶναι σπουδάζων πρῶτον πάντων ἑαυτὸν ἀποστερῆσαι τῶν παρόντων ὀφείλει· ὁ γὰρ ἐν τούτοις καὶ μέχρις εὐτελοῦς τινος ὑπὸ προσπαθείας κρατούμενος ἐκείνων τὴν γνῶσιν τελείαν οὐ δύναται κτήσασθαι.

Εἰ δὲ καὶ ταύτης γεύσεται κατ’ οἰκονομίαν τινὰ τοῦ Θεοῦ, εἰ μὴ τάχιον ἐάσει τὰ ὑφ’ ὧν καὶ ἐν οἷς κρατεῖται κατὰ προσπάθειαν καὶ ὅλος τῆς τοιαύτης γένηται γνώσεως, μηδὲν ἕτερον ταύτης ἔξωθεν ἐννοεῖν ἑκουσίως καταδεχόμενος, καὶ αὕτη ἣν δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ.

ιδʹ Ἡ ἀποταγὴ τοῦ κόσμου καὶ παντελὴς ἀναχώρησις, ξενιτείαν ἀναλαβομένη πάντων τῶν ἐν βίῳ ὑλῶν καὶ ἠθῶν καὶ γνωμῶν καὶ προσώπων καὶ ἄρνησιν σώματος καὶ θελήματος, μεγάλης ὠφελείας πρόξενος γίνεται τῷ οὕτω θερμῶς ἀποταξαμένῳ ἐν βραχεῖ τῷ καιρῷ.

ιεʹ Ὁ φεύγων τὸν κόσμον, ὅρα μηδαμῶς δῷς σὴν ψυχὴν εἰς παράκλησιν κατ’ ἀρχάς, ἐν αὐτῷ τὰς οἰκήσεις ποιούμενος, εἰ καὶ πάντες σε τοῦτο ποιεῖν συγγενεῖς καὶ φίλοι καταναγκάζουσι. Τοῦτο γὰρ αὐτοῖς οἱ δαίμονες ὑποβάλλουσιν, ὅπως τὴν θέρμην ἀποσβέσωσι τῆς καρδίας σου· εἰ γὰρ καὶ μὴ τελείως ἐμποδίσαι σου τὴν πρόθεσιν δυνηθῶσιν, ἀλλά γε χαυνοτέραν ταύτην πάντως καὶ ἀσθενῆ ἀπεργάσονται.

ιϛʹ Ὅταν πρὸς πάντα τὰ τοῦ βίου ἡδέα εὑρεθῇς ἀνδρεῖος καὶ ἀπαράκλητος, τότε εἰς συμπάθειαν δῆθεν οἱ δαίμονες τοὺς συγγενεῖς μεταστρέψαντες, κλαίειν ποιοῦσι καὶ θρηνεῖν διὰ σὲ πρὸ προσώπου σου. Καὶ τοῦτο ἀληθὲς εἶναι γνώσῃ, ὅταν σὺ μὲν ἄτρεπτος καὶ ἐν ταύτῃ ἐμμείνῃς τῇ προσβολῇ, ἐκείνους δὲ εἰς μανίαν τὴν κατὰ σοῦ καὶ μῖσος αἴφνης ἐξαφθέντας ἴδῃς καὶ ὡς ἐχθρόν σε ἀποστρεφομένους καὶ ὁρᾶν οὐκ ἐθέλοντας.

ιζʹ Τὴν παρὰ τῶν γονέων καὶ ἀδελφῶν καὶ φίλων σου θλῖψιν ὁρῶν διὰ σὲ γινομένην, γέλα ἐπὶ τῷ ὑποβάλλοντι ταῦτα ποικίλως κατὰ σοῦ γίνεσθαι δαίμονι· καὶ μετὰ φόβου καὶ σπουδῆς πολλῆς ὑποχώρησον καὶ τὸν Θεὸν ἐκτενῶς ἐκδυσώπει τοῦ τάχιον εἰς λιμένα καλοῦ πατρὸς καταντῆσαί σε, ἐν ᾧ τὴν ψυχήν σου κεκοπωμένην καὶ πεφορτισμένην ὑπάρχουσαν αὐτὸς ἀναπαύσει· πολλὰ γὰρ ἔχει τὸ πέλαγος τοῦ βίου πρόξενα κινδύνων καὶ ἀπωλείας ἐσχάτης.

ιηʹ Ὁ μισῆσαι θέλων τὸν κόσμον ἀγάπην ἐκ βαθέων ψυχῆς ἔχειν ὀφείλει πρὸς τὸν Θεὸν καὶ μνήμην τούτου ἀένναον· οὐδὲν γὰρ ἕτερον ὡς ταῦτα μετὰ χαρᾶς πάντα καταλιμπάνειν ποιεῖ καὶ σκυβάλων δίκην αὐτὰ ἀποστρέφεσθαι.

ιθʹ Μὴ θέλε δι’ εὐλόγους αἰτίας ἢ μᾶλλον ἀλόγους τῷ κόσμῳ προσμεῖναι τὸ σύνολον, ἀλλ’ ὅτε κληθῇς, συντόμως ὑπάκουσον· ἐν οὐδενὶ γὰρ ἑτέρῳ οὕτω Θεὸς ὡς ἐν ταχυτῆτι ἡμῶν ἐπευφραίνεται, ἐπειδὴ καὶ κρεῖσσον ὑπακοὴ σύντομος μετὰ πενίας ἢ βραδυτὴς μετὰ πλήθους χρημάτων.

κʹ Εἰ ὁ κόσμος καὶ τὰ ἐν τῷ κόσμῳ πάντα παρέρχονται, ὁ δὲ Θεὸς μόνος ἀΐδιός ἐστι καὶ ἀθάνατος, χαίρετε ὅσοι δι’ αὐτὸν τὰ φθαρτὰ κατελείψατε· φθαρτὰ δέ εἰσιν οὐ μόνον πλοῦτος καὶ χρήματα, ἀλλὰ καὶ πᾶσα ἡδονὴ καὶ ἀπόλαυσις ἁμαρτίας φθορά ἐστι· μόναι δὲ αἱ τοῦ Θεοῦ ἐντολαὶ φῶς εἰσι καὶ ζωὴ καὶ τοῦτο παρὰ πάντων καλοῦνται.

καʹ Εἰ φλόγα ἔλαβες, ἀδελφέ, καὶ δραμὼν παρεγένου ἐν κοινοβίῳ ἢ πνευματικῷ πατρὶ διὰ τοῦτο, κἂν προτρέπῃ παρ’ αὐτοῦ ἢ παρὰ τῶν συνασκουμένων σοι ἀδελφῶν λουτροῖς ἢ βρώμασιν ἢ ἄλλαις θεραπείαις σωματικαῖς χρήσασθαι ἀναπαύσεως χάριν, τοῦτο μὴ καταδέξῃ, ἀλλ’ ἀεὶ παρεσκευασμένος ἔσο πρὸς νηστείαν, πρὸς κακοπάθειαν, πρὸς ἐγκράτειαν ἀκροτάτην, ἵνα, εἰ μὲν παρὰ τοῦ σοῦ ἐν Κυρίω πατρὸς προτραπῇς μετασχεῖν παρακλήσεως, εὑρεθῇς ἐκείνῳ μὲν ὑπήκοος, τὸ δὲ ἴδιόν σου μηδὲ ἐν τούτῳ ποιῶν ἐκ προαιρέσεως θέλημα· εἰ δὲ μή, μετὰ χαρᾶς ὑπομενεῖς ἅπερ ἑκουσίως ποιῆσαι ἠθέλησας ψυχικῶς ὠφελούμενος. Τοῦτο γὰρ φυλάττων, ἔσῃ διὰ παντὸς ἐπὶ πᾶσιν ὡς νηστεύων καὶ ἐγκρατευόμενος καὶ τὸ ἴδιον ἀποταξάμενος παντάπασι θέλημα· οὐ μὴν δὲ ἀλλὰ καὶ τὴν ἐνοῦσαν ἐν τῇ καρδίᾳ σου φλόγα ἄσβεστον διατηρήσεις, τὴν πάντων καταφρονεῖν σε βιάζουσαν.

Κβʹ Ὅταν πάντα τὰ παρ’ ἑαυτῶν οἱ δαίμονες πράξωσι καὶ τὸν κατὰ Θεὸν ἡμῶν σκοπὸν μεταστῆσαι οὐ δυνηθῶσιν ἢ ἐμποδίσαι, τότε τοῖς τὴν εὐλάβειαν ὑποκρινομένοις ὑπεισέρχονται καὶ δι’ αὐτῶν τοὺς ἀγωνιζομένους ἐμποδίζειν πειρῶνται. Καὶ πρῶτον μέν, ὡς ἐξ ἀγάπης δῆθεν καὶ συμπαθείας κινούμενοι, εἰς σωματικὰς ἀναπαύσεις χωρεῖν παραινοῦσιν αὐτοῖς, ἵνα μὴ καὶ τὸ σῶμα ἀδυνατήσῃ, φησί, καὶ εἰς ἀκηδίαν ἐμπέσητε. Ἔπειτα εἰς συντυχίας ἀνωφελεῖς ἐκκαλούμενοι, τὰς ἡμέρας ἐν ταύταις προσαναλίσκειν αὐτοὺς ποιοῦσιν. Εἰ μέν τις ὑπακούσας τῶν σπουδαίων ὁμοιωθῇ αὐτοῖς, στρέφονται καὶ ἐπεγγελῶσι τὴν αὐτοῦ ἀπώλειαν· εἰ δὲ μὴ ὑπαχθῇ τοῖς αὐτῶν λόγοις ἀλλὰ τηρεῖ ἑαυτὸν ξένον ἐκ πάντων καὶ σύννουν καὶ ἀπαρρησίαστον, κινοῦνται εἰς φθόνον καὶ πάντα ποιοῦσι καὶ πράττουσιν ἕως οὗ καὶ τῆς μονῆς αὐτὸν ἐκδιώξωσιν· οὐ φέρει γὰρ κενοδοξία ἄτιμος ἐπαινουμένην ταπείνωσιν ὁρᾶν ἀπεναντίας αὐτῆς.

κγʹ Ἄγχεται κενόδοξος ταπεινόφρονα ὁρῶν προχέοντα δάκρυα καὶ δισσῶς ὠφελούμενον, Θεὸν ἵλεω δι’ αὐτῶν ἐργαζόμενον καὶ ἀνθρώπους εἰς ἔπαινον ἐπισπώμενον ἀβουλήτως. κδʹ Ἀφ’ οὗ σεαυτὸν ὅλον τῷ πνευματικῷ σου ἀναθῇ πατρί, ἴσθι ὡς ξένος εἶ ἐπὶ πᾶσιν οἷς ἔξωθεν ἐπιφέρῃ, ἀνθρωπίνοις λέγω πράγμασί τε καὶ χρήμασιν· οὗ χωρὶς μηδὲν ἐν αὐτοῖς πρᾶξαι ἢ ποιῆσαι θελήσῃς, ἀλλὰ μηδὲ μικρὸν ἢ μέγα αἰτήσῃ πρᾶγμα αὐτῷ ἐᾶσαί σοι, εἰ μή τοι αὐτὸς τῇ οἰκείᾳ γνώμῃ, ἢ προστάξῃ λαβεῖν ἢ αὐτὸς ἐκεῖνος αὐτοχείρως παρέξῃ σοι.

κεʹ Μὴ δῷς ἄνευ τοῦ κατὰ Θεὸν πατρός σου ἐλεημοσύνην ἐξ ὧν χρημάτων εἰσήνεγκας, ἀλλὰ μηδὲ διὰ μεσίτου σου λαβεῖν τινα ἐξ αὐτῶν παρ’ ἐκείνου θελήσῃς. Κρεῖττον γὰρ πτωχὸν καὶ ξένον εἶναί τε καὶ ἀκούειν σε ἢ σκορπίζειν χρήματα καὶ διδόναι τοῖς πένησι, εἰσαγωγικὸν ὄντα· πίστεως δὲ ἀκραιφνοῦς τὸ πάντα ὡς ἐν χειρὶ Θεοῦ τῇ τοῦ πνευματικοῦ πατρὸς ἀναθέσθαι βουλήσει.

κϛʹ Μὴ δὴ λαβεῖν ὕδατος αἰτήσῃ ποτόν, εἰ καὶ συμβῇ σε φλέγεσθαι, μέχρις ἂν οἴκοθεν κινηθεὶς ὁ πνευματικός σου πατὴρ προτρέψηται. Ἄγχε γὰρ σεαυτὸν καὶ βιάζου ἐν πᾶσι, πείθων καὶ λέγων τῷ λογισμῷ· «Εἰ θέλει ὁ Θεός»· καὶ εἰ ᾖς ἄξιος τοῦ πιεῖν, ἀποκαλύπτει πάντως τῷ πνευματικῷ σου πατρὶ καὶ λέγει σοι· «Πίε» καὶ τηνικαῦτα πίεσαι μετὰ καθαροῦ συνειδότος, εἰ καὶ παρὰ τὸν καιρὸν ἡ ὥρα ἐστίν.

κζʹ Ὁ πεῖραν ἐσχηκὼς πνευματικῆς ὠφελείας καὶ ἀνόθευτον πίστιν κτησάμενος, μάρτυρα τῆς ἀληθείας τὸν Θεὸν προβαλλόμενος εἶπεν· «Ἐθέμην τοιοῦτον ἐν ἐμαυτῷ λογισμὸν ὡς μήτε φαγεῖν μήτε πιεῖν αἰτήσασθαί ποτε τῷ πατρί μου ἢ πάρεξ αὐτοῦ μεταλαβεῖν τινος τὸ καθόλου, ἕως ἂν ὁ Θεὸς πληροφορήσῃ αὐτὸν καὶ προστάξῃ μοι· καὶ οὕτως ἔχων οὐδέποτε, φησί, τοῦ σκοποῦ μου ἀπέτυχον.»

κηʹ Ὁ πίστιν κτησάμενος ἐναργῆ πρὸς τὸν κατὰ Θεὸν πατέρα αὐτοῦ, βλέπων αὐτόν, αὐτὸν βλέπειν λογίζεται τὸν Χριστόν· καὶ συνὼν ἢ ἀκολουθῶν αὐτῷ, Χριστῷ συνεῖναι καὶ ἀκολουθεῖν βεβαίως πιστεύει. Ὁ τοιοῦτος οὐκ ἐπιθυμήσει ἑτέρῳ τινὶ ὁμιλῆσαί ποτε, οὐ προτιμήσει τι τῶν τοῦ κόσμου πραγμάτων ὑπὲρ τὴν ἐκείνου μνήμην ὁμοῦ καὶ ἀγάπην.

Τί γὰρ καὶ μεῖζον ἢ ὠφελιμώτερον ἐν τῇ παρούσῃ καὶ ἐν τῇ μελλούσῃ ζωῇ τοῦ συνεῖναι Χριστῷ; Τί δὲ καὶ ὡραιότερον ἢ γλυκύτερον τῆς θέας αὐτοῦ; Εἰ δὲ καὶ ὁμιλίας ἀξιοῦται τῆς παρ’ αὐτοῦ, πάντως ζωὴν τὴν αἰώνιον ἐκ ταύτης ἀρύεται.

κθʹ Ὁ ἐκ διαθέσεως τοὺς λοιδοροῦντας ἢ ἀδικοῦντας ἢ μισοῦντας καὶ ἀποστεροῦντας αὐτὸν ἀγαπῶν καὶ ὑπὲρ τούτων εὐχόμενος, εἰς προκοπὴν ἐν ὀλίγῳ μεγάλην ἀνέρχεται. Ἐν αἰσθήσει γὰρ καρδίας τοῦτο γινόμενον εἰς ἄβυσσον ταπεινώσεως καὶ εἰς δακρύων πηγὰς τὸ λογιζόμενον καταφέρει, ἐν οἷς καταποντίζεται τὸ τριμερὲς τῆς ψυχῆς· ἀνάγει δὲ εἰς οὐρανὸν ἀπαθείας τὸν νοῦν καὶ θεωρητικὸν ἀπεργάζεται καὶ τῇ γεύσει τῆς ἐκεῖθεν χρηστότητος πάντα σκύβαλα τὰ τοῦ παρόντος βίου ἡγεῖσθαι ποιεῖ καὶ αὐτὴν δὲ τὴν τροφὴν καὶ τὴν πόσιν μὴ ἐνηδόνως ἢ συχνοτέρως προσίεσθαι.

λʹ Πίστιν ἐναργῆ ἔδειξεν ὁ καὶ τὸν τόπον, ἐν ᾧ ὁ ὁδηγὸς καὶ πατὴρ αὐτοῦ ἵσταται, ὡς ἅγιον εὐλαβούμενος καὶ τὸν κονιορτὸν τῶν ποδῶν αὐτοῦ χερσὶ λαμβάνων ζεόντως καὶ ἐπιχέων τῇ ἑαυτοῦ κεφαλῇ καὶ τῇ καρδίᾳ προσαλείφων, ὡς ἴαμα τῶν τούτου παθῶν καὶ τῶν ἁμαρτημάτων καθαρτικόν, ἐκείνῳ δὲ αὐτῷ μὴ προσεγγίσαι τολμῶν μηδὲ ἁπλῶς προσψαῦσαί τινος τῶν αὐτοῦ χιτώνων ἢ σκεπασμάτων ἄνευ τῆς ἐκείνου προστάξεως· καὶ μεταχειριζόμενός τι τῶν ἐκείνου, μετὰ φόβου καὶ μετὰ αἰδοῦς τοῦτο ποιεῖ, ἀνάξιον ἑαυτὸν κρίνων μὴ μόνον τῆς τούτων θέας καὶ λειτουργίας, ἀλλὰ καὶ τῆς ἐν τῇ κέλλῃ αὐτοῦ διαγωγῆς.

λαʹ Πολλοὶ μὲν τῷ βίῳ τούτῳ καὶ τοῖς τοῦ βίου πράγμασιν ἀποτάσσονται, ὀλίγοι δὲ καὶ τοῖς θελήμασιν ἑαυτῶν· περὶ ὧν καὶ ὁ θεῖος λόγος καλῶς ἀποφαίνεται· «Πολλοὶ μὲν κλητοί» λέγων «ὀλίγοι δὲ ἐκλεκτοί». λβʹ Ὅταν μετὰ πάσης κάθῃ ἐπὶ τραπέζης τῆς ἀδελφότητος καὶ νοερῶς σοι σκιὰ τὰ πάντα τοῖς ὀφθαλμοῖς ὑπογράφωνται καὶ τοῦ ἡδέος τῶν βρωμάτων οὐκ ἐπαισθάνῃ, ἀλλ’ ὅλην ἔχεις τὴν ψυχὴν τῷ θαύματι ἔκπληκτον καὶ τοῖς δάκρυσιν ἔμπλεων, τότε γίνωσκε τὴν τοῦ Θεοῦ σοι χάριν οὕτω ταῦτα ὑποδεικνύειν διὰ τὴν ἐκ τοῦ φόβου πολλήν σου ταπείνωσιν, ὅπως ἰδὼν τὰ ποιήματα τοῦ Θεοῦ καὶ διδαχθεὶς τῶν αἰσθητῶν τὴν ἀδράνειαν, εἰς ἀγάπην τῶν νοητῶν μετεγκεντρίσῃς τὸν φόβον σου. Καὶ αὕτη ἐστὶν ἡ πνευματικὴ γνῶσις, ἣν καὶ λεγομένην ἀκούεις, ἥτις μέσον τοῦ φόβου καὶ τῆς ἀγάπης εὑρίσκεται καὶ ἀπὸ τούτου εἰς ταύτην διαβιβάζει ἀνεπαισθήτως καὶ ἀκινδύνως τὸν ἄνθρωπον.

λγʹ Οὐκ ἐνδέχεται ἄλλως τὴν εἰς Θεὸν τελείαν ἀγάπην ἀναφαίρετον κτήσασθαί τινα εἰ μὴ κατὰ τὸ μέτρον τῆς πνευματικῆς γνώσεως· αὕτη δὲ κατὰ μικρὸν αὐξάνεται τῇ πρακτικῶς πονούσῃ καθεκάστην ψυχῇ. Τοῦτο γὰρ εἰδὼς καὶ ὁ Ἀπόστολος ἔφη· «Ἀπὸ γὰρ τοῦ μεγέθους καὶ τῆς καλλονῆς τῶν κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται».

λδʹ Μέγεθος οὐρανοῦ καὶ γῆς πλάτος καὶ τῶν ἄλλων ἁπάντων τοὺς λόγους οὐδεὶς ἀξίως καταμαθεῖν δύναται τοῖς αἰσθητοῖς ὀφθαλμοῖς. Τὰ γὰρ ὑπερβαίνοντα καὶ νοῦν καὶ διάνοιαν, πῶς ὀφθαλμοὶ κατανοῆσαι σώματος ἐξισχύσουσι; Μόλις γὰρ καὶ νοῦς καθαρθεὶς λογισμῶν καὶ ἐλευθερωθεὶς τῶν προλήψεων, ἐλέει τε καὶ χάριτι Θεοῦ φωτισθείς, κατὰ τὸ μέτρον τοῦ φωτισμοῦ καὶ τὴν θεωρίαν τῶν ὄντων ἀξίως δυνήσεται κατιδεῖν.

λεʹ Ὥσπερ ἐν νυκτὶ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς ἐν ἐκείνῳ τῷ τόπῳ βλέπομεν μόνον ἔνθα ἂν τοῦ φωτὸς τὸν λύχνον ἀνάψωμεν, ὁ δὲ λοιπὸς ἅπας κόσμος τὸ καθ’ ἡμᾶς νύξ ἐστιν, οὕτω τοῖς ἐν νυκτὶ ἁμαρτημάτων καθεύδουσιν ὁ ἀγαθὸς δεσπότης φῶς μικρὸν γίνεται, Θεὸς ὢν τοῖς πᾶσιν ἀχώρητος, φειδόμενος τῆς ἀσθενείας ἡμῶν. Καὶ τότε αἴφνης ἀναβλέπων ὁ ἄνθρωπος καὶ θεωρῶν τὴν φύσιν τῶν ὄντων, ὡς οὔποτε αὐτὴν ἐθεάσατο, ἐκπλήττεται καὶ ἀνωδύνως αὐτόματα προχέει τὰ δάκρυα, δι’ ὧν καθαίρεται καὶ βαπτίζεται τὸ δεύτερον βάπτισμα, βάπτισμα ἐκεῖνο, ὃ λέγει διὰ τῶν εὐαγγελίων ὁ Κύριος· «Ἐὰν μή τις γεννηθῇ δι’ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». Καὶ πάλιν· «Ἐὰν μή τις γεννηθῇ ἄνωθεν», ἄνωθεν δὲ εἰπών, τὴν ἐκ τοῦ Πνεύματος ᾐνίξατο γέννησιν.

λϛʹ Τὸ πρότερον βάπτισμα ἔχει τὸ ὕδωρ προϋπογράφον τὰ δάκρυα, ἔχει τὸ μύρον τοῦ χρίσματος προσημαῖνον τὸ νοητὸν μύρον τοῦ Πνεύματος. Τὸ δὲ δεύτερον οὐκέτι τύπος τῆς ἀληθείας, ἀλλ’ αὐτή ἐστιν ἡ ἀλήθεια.

λζʹ Οὐ πράξεων μόνον πονηρῶν ἀπέχεσθαι δεῖ ἀλλὰ καὶ λογισμῶν καὶ ἐννοιῶν ἐναντίων χρὴ σπουδάζειν τὸν ἀσκητὴν ἐλεύθερον εἶναι, ἐνδιατρίβειν δὲ ἀεὶ ταῖς ψυχωφελέσι καὶ πνευματικαῖς ἐνθυμήσεσιν, ἵν’ οὕτως ἀμέριμνος ἀπὸ τῶν βιωτικῶν διαμείνῃ.

ληʹ Ὥσπερ ὁ ὅλον αὐτοῦ ἀπογυμνώσας τὸ σῶμα, ἐὰν καλύμματί τινι κεκαλυμμένους ἔχῃ τοὺς ὀφθαλμοὺς καὶ μὴ θελήσῃ ἆραι καὶ ἀποσείσασθαι αὐτό, οὐ δύναται ἀπὸ μόνης τῆς γυμνότητος τοῦ λοιποῦ σώματος ἰδεῖν τὸ φῶς, οὕτω καὶ ὁ πάντων τῶν ἄλλων πραγμάτων ὁμοῦ καὶ χρημάτων καταφρονήσας καὶ αὐτῶν ἀπαλλαγεὶς τῶν παθῶν, εἰ μὴ καὶ τῶν βιωτικῶν ἐνθυμήσεων καὶ τῶν πονηρῶν ἐννοιῶν ἐλευθερώσῃ τὸν τῆς ψυχῆς ὀφθαλμόν, οὐκ ὄψεταί ποτε τὸ νοητὸν φῶς, αὐτὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ Θεόν.

λθʹ Ὥσπερ κάλυμμα ἐν ὀφθαλμοῖς ἐπιτεθέν, οὕτω λογισμοὶ κοσμικοὶ καὶ βιωτικαὶ ἐνθυμήσεις ἐν διανοίᾳ ἤγουν ἐν ὀφθαλμῷ ψυχῆς γίνονται. Καθ’ ὅσον οὖν ἐαθῶσι χρόνον, οὐ βλέψομεν· ἐπὰν δὲ ἐξαρθῶσι τῇ τοῦ θανάτου μνήμῃ, τότε τρανῶς ἴδωμεν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον εἰς τὸν ἄνω κόσμον ἐρχόμενον.

μʹ Ὁ ἐκ γενετῆς ὢν τυφλὸς οὐ νοήσει οὐδὲ πιστεύσει τῶν γραφομένων τὴν δύναμιν, ὁ δὲ βλέψαι ποτὲ καταξιωθεὶς συμμαρτυρήσει εἶναι ἀληθῆ τὰ λεγόμενα. μαʹ Ὁ βλέπων τοῖς αἰσθητοῖς ὀφθαλμοῖς οἶδε πότε μὲν νύξ, πότε δὲ ἡμέρα ἐστίν· ὁ δὲ τυφλὸς τὰ ἀμφότερα ἀγνοεῖ. Καὶ ὁ πνευματικῶς ἀναβλέψας καὶ τοῖς νοεροῖς ὁρῶν ὀφθαλμοῖς, θεασάμενος τὸ ἀληθινὸν καὶ ἄδυτον φῶς, ὅταν ἐκ ῥᾳθυμίας εἰς τὴν προτέραν ἀποστραφῇ τύφλωσιν καὶ τοῦ φωτὸς ἀποστερηθῇ, εὐαισθήτως αἰσθάνεται τῆς τούτου στερήσεως καὶ πόθεν αὕτη συνέβη γενέσθαι οὐκ ἀγνοεῖ.

Ὁ δέ γε μένων τυφλὸς ἐκ γενετῆς οὐδὲν τῇ πείρᾳ καὶ τῇ ἐνεργείᾳ περὶ τούτων ἐπίσταται, εἰ μή τι ἐξ ἀκοῆς ἀκούσῃ καὶ μάθῃ περὶ ὧν οὔποτε ἐθεάσατο, καὶ διηγήσεται ἄλλοις ἅπερ ἀκήκοεν, αὐτοῦ καὶ τῶν ἀκουόντων μὴ εἰδότων περὶ ποίων πραγμάτων ἀλλήλοις προσδιαλέγονται.

μβʹ Ἀδύνατον καὶ τὴν σάρκα τῷ κόρῳ τῶν βρωμάτων κατεμπιπλᾶν καὶ πνευματικῶς τῆς νοερᾶς καὶ θείας ἐπαπολαύειν χρηστότητος. Ὅσῳ γὰρ τὴν γαστέρα τις θεραπεύσει, κατὰ τοσοῦτον ἐκείνης ἑαυτὸν ἀποστερήσει· καθόσον δὲ τὸ σῶμα ὑπωπιάσει, ἀναλόγως καὶ τῆς πνευματικῆς τροφῆς τε καὶ παρακλήσεως ἐμπλησθήσεται.

μγʹ Καταλείψωμεν πάντα τὰ ἐπὶ τῆς γῆς, μὴ πλοῦτον μόνον καὶ χρυσὸν καὶ τὰς ἄλλας ὕλας τοῦ βίου, ἀλλὰ καὶ τὴν ἐπιθυμίαν τὴν πρὸς αὐτὰ τέλεον ἀπὸ τῶν ψυχῶν ἡμῶν ἀπελάσωμεν. Μισήσωμεν μὴ τὰς ἡδονὰς μόνον τοῦ σώματος, ἀλλὰ καὶ τὰς ἀλόγους κινήσεις αὐτοῦ, καὶ νεκρῶσαι τοῦτο διὰ πόνων σπουδάσωμεν· διὰ τοῦτο γὰρ ἐνεργοῦνται τὰ τῆς ἐπιθυμίας καὶ εἰς ἔργον ἐξάγονται, καὶ ζῶντος αὐτοῦ, ἀνάγκη πᾶσα νεκρὰν τὴν ψυχὴν ἡμῶν εἶναι καὶ δυσκίνητον πρὸς πᾶσαν Θεοῦ ἐντολὴν ἢ καὶ παντελῶς ἀκίνητον.