Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κεφάλαια θεολογικά

Συμεὼν ὁ Νέος Θεολόγος

Υπακοή, εξαγόρευση λογισμών και επιλογή πνευματικού διδασκάλου

Πρακτικές οδηγίες για την αποφυγή της κενοδοξίας, την ορθή επιλογή απαθούς καθοδηγητή, την τέλεια υπακοή και την πλήρη αποκάλυψη των λογισμών ως βάση της πνευματικής προκοπής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 2 από 11

μδʹ Καθάπερ ἡ φλὸξ τοῦ πυρὸς εἰς ὕψος ἀεὶ αἴρεται, ὡς ἐὰν στρέψῃς τὴν ὕλην ἀφ’ ἧς ἀνάπτεται, οὕτω καὶ ἡ τοῦ κενοδόξου καρδία ταπεινωθῆναι οὐ δύναται, ἀλλ’ ὡς ἐὰν εἴπῃς αὐτῷ τὰ τῆς ὠφελείας αὐτοῦ, μᾶλλον καὶ μᾶλλον ἐπαίρεται· ἐλεγχόμενος γὰρ ἢ καὶ νουθετούμενος, ἀντιλέγει σφοδρῶς, ἐπαινούμενος ἢ καὶ παρακαλούμενος, ἀνυψοῦται κακῶς.

μεʹ Ἄνθρωπος μεμελετηκὼς ἀντιλέγειν ἑαυτῷ δίστομός ἐστι μάχαιρα, ἀναιρῶν ἀγνώστως τὴν ἰδίαν ψυχὴν καὶ τῆς αἰωνίου ζωῆς ἀλλότριον αὐτὴν ἐργαζόμενος. μϛʹ Ὁ ἀντιλέγων ὅμοιός ἐστι τῷ ἑκουσίως ἔκδοτον ἑαυτὸν ποιοῦντι τοῖς ὑπεναντίοις τοῦ βασιλέως ἐχθροῖς.

Ἡ γὰρ ἀντιλογία ἁρπάγιόν ἐστι, δέλεαρ ἔχον τὴν δικαιολογίαν, δι’ ἧς ἀπατώμενοι, τὸ ἄγκιστρον καταπίνομεν τῆς ἁμαρτίας, ὑφ’ οὗ καὶ ἁρπάζεσθαι εἴωθεν, ὡς ἀπὸ τῆς γλώττης καὶ τοῦ λαιμοῦ, ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας ἡ ἀθλία ψυχὴ καὶ ποτὲ μὲν εἰς ὕψος ὑπερηφανίας ἀνάγεσθαι, ποτὲ δὲ εἰς χάος ἀβύσσου ἁμαρτίας καταποντίζεσθαι καὶ μετὰ τῶν ἐξ οὐρανοῦ ἐκπεπτωκότων καταδικάζεσθαι.

μζʹ Ὁ ἀτιμαζόμενος ἢ ὑβριζόμενος καὶ σφόδρα ἀλγῶν τὴν καρδίαν γινωσκέτω ἐκ τούτου ὅτι τὸν παλαιὸν ὄφιν περιφέρει ἐγκόλπιον. Εἰ μὲν οὖν μετὰ σιωπῆς ὑπομείνῃ ἢ μετὰ πολλῆς ἀποκριθήσεται ταπεινώσεως, ἀσθενῆ τοῦτον καὶ ἐκλελυμένον εἰργάσατο. Εἰ δὲ μετὰ πικρίας ἀντείπῃ ἢ καὶ λαλήσῃ μετὰ θρασύτητος, δέδωκεν ἰσχὺν τῷ ὄφει τὸν ἰὸν ἐκχέαι ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ ἀνημέρως τὰ ἐντὸς αὐτοῦ κατεσθίειν, ὡς ἐντεῦθεν καθεκάστην ἐνδυναμούμενον αὐτὸν κατάβρωμα ποιεῖσθαι τὴν ἐπ’ ἀγαθοῖς διόρθωσιν καὶ ἰσχὺν τῆς ἀθλίας τούτου ψυχῆς, καὶ ζῆν μὲν αὐτὸν ἔκτοτε τῇ ἁμαρτίᾳ, νεκρὸν δὲ παντελῶς εἶναι τῇ δικαιοσύνῃ.

μηʹ Ἐὰν ἀποτάξασθαι βουληθῇς καὶ τὴν εὐαγγελικὴν πολιτείαν ἐκδιδαχθῆναι, μὴ ἀπείρῳ μηδὲ ἐμπαθεῖ διδασκάλῳ ἑαυτὸν ἐκδῷς, ἵνα μὴ ἀντὶ εὐαγγελικῆς διαβολικὴν πολιτείαν ἐκδιδαχθῇς, ἐπειδὴ καλῶν μὲν διδασκάλων καλὰ τὰ μαθήματα, κακῶν δὲ κακὰ καὶ σπερμάτων πονηρῶν πάντως πονηρὰ τὰ γεώργια.

μθʹ Εὐχαῖς καὶ δάκρυσι τὸν Θεὸν καθικέτευσον πέμψαι σοι ὁδηγὸν ἀπαθῆ τε καὶ ἅγιον· ἐρεύνα δὲ καὶ αὐτὸς τὰς θείας γραφάς, μάλιστα τὰς τῶν ἁγίων πατέρων πρακτικὰς συγγραφάς, ἵνα ταύταις ἀντιπαρατιθεὶς τὰ παρὰ τοῦ διδασκάλου καὶ προεστῶτός σοι διδασκόμενα, ὡς ἐν κατόπτρῳ βλέπειν δύνασαι ταῦτα καὶ καταμανθάνειν, καὶ τὰ μὲν συνᾴδοντα ταῖς θείαις γραφαῖς ἐγκολποῦσθαι καὶ κατέχειν τῇ διανοίᾳ, τὰ δὲ νόθα καὶ ἀλλότρια διακρίνειν καὶ ἀποπέμπεσθαι, ἵνα μὴ πλανηθῇς. Πολλοὶ γάρ, ἴσθι, πλάνοι καὶ ψευδοδιδάσκαλοι ἐν ταῖς ἡμέραις ταύταις γεγόνασιν.

νʹ Πᾶς ὁ μὴ βλέπων, ἄλλους δὲ ὁδηγεῖν ὑπισχνούμενος, πλάνος ἐστὶ καὶ τοὺς ἑπομένους αὐτῷ εἰς βόθρον ἀπωλείας ἐντίθησι κατὰ τὴν τοῦ Κυρίου φωνήν· «Τυφλὸς τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται».

ναʹ Ὁ τυφλὸς πρὸς τὸ ἓν τυφλὸς ὅλως πρὸς πάντα ἐστίν, ὁ δὲ βλέπων ἐν τῷ ἑνὶ ἐν θεωρίᾳ τῶν πάντων ἐστί· τῆς θεωρίας τε πάντων ἀπέχεται, καὶ ἐν τῇ θεωρίᾳ τῶν πάντων γίνεται, καὶ τῶν θεωρουμένων ἔξω ἐστίν· ἐν τῷ ἑνὶ οὗτος ὢν τὰ πάντα ὁρᾷ, καὶ ἐν πᾶσιν ὢν οὐδὲν τῶν πάντων ὁρᾷ.

νβʹ Ὁ βλέπων ἐν τῷ ἑνὶ διὰ τοῦ ἑνὸς καὶ ἑαυτὸν καὶ πάντας καὶ ἅπαντα καθορᾷ, καὶ κεκρυμμένος ὢν ἐν αὐτῷ, οὐδὲν τῶν πάντων ὁρᾷ. νγʹ Ὁ μὴ τὴν εἰκόνα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἐπουρανίου, ἀνθρώπου τε καὶ Θεοῦ ἐν τῷ λογικῷ καὶ νοερῷ ἀνθρώπῳ εὐαισθήτως καὶ γνωστῶς ἐνδυσάμενος, αἷμα μόνον ἐστὶν ἔτι καὶ σάρξ, πνευματικῆς δόξης αἴσθησιν μὴ δυνάμενος διὰ τοῦ λόγου λαβεῖν, καθάπερ καὶ οἱ ἐκ γενετῆς τυφλοὶ τὸ τοῦ ἡλίου φῶς διὰ λόγου μόνον γνῶναι οὐ δύνανται.

νδʹ Ὁ ἀκούων οὕτως καὶ βλέπων καὶ αἰσθανόμενος οἶδε τῶν λεγομένων τὴν δύναμιν, ὡς ἤδη τὴν εἰκόνα φορέσας τοῦ ἐπουρανίου καὶ εἰς ἄνδρα τέλειον ἀνελθὼν τοῦ πληρώματος τοῦ Χριστοῦ· καὶ ὁ οὕτως ἔχων δύναται καὶ καλῶς ὁδηγεῖν ἐν τῇ ὁδῷ τῶν τοῦ Θεοῦ ἐντολῶν τὸ ποίμνιον τοῦ Χριστοῦ. Ὁ δὲ μὴ εἰδὼς καὶ ἄλλως ἔχων πρόδηλός ἐστιν ὅτι οὐδὲ τὰ αἰσθητήρια τῆς ψυχῆς τετρανωμένα καὶ ὑγιῆ ἐπιφέρεται, ᾧ καὶ μᾶλλον καλῶς ἕξει τὸ ἄγεσθαι ἢ τὸ ἄγειν ἐπικινδύνως.

νεʹ Ὁ τῷ διδασκάλῳ καὶ ὁδηγῷ αὐτοῦ ὡς Θεῷ ἀτενίζων ἀντιλέγειν οὐ δύναται. Εἰ δὲ οἴεται καὶ λέγει ἀμφότερα ἔχειν, ἴστω, πεπλάνηται· ὁποίαν γὰρ οἱ τοῦ Θεοῦ πρὸς τὸν Θεὸν ἔχουσι τὴν διάθεσιν ἀγνοεῖ. νϛʹ Ὁ πιστεύων ἐν τῇ χειρὶ τοῦ ποιμένος αὐτοῦ τὴν ἑαυτοῦ ὑπάρχειν ζωὴν καὶ τὸν θάνατον οὐκ ἀντείποι ποτέ· ἡ δὲ τούτων ἄγνοια ἀντιλογίαν γεννᾷ, τὴν πρόξενον τοῦ νοητοῦ καὶ αἰωνίου θανάτου.

νζʹ Πρὸ τοῦ λαβεῖν τὴν ἀπόφασιν τὸν κατάδικον, τόπος δίδοται ἀπολογίας αὐτῷ λαλεῖν τῷ δικαστῇ περὶ ὧν ἔπραξεν· μετὰ δέ γε τὴν τῶν πρακτέων φανέρωσιν καὶ τὴν τοῦ δικαστοῦ ἀπόφασιν, οὐδὲν ἢ μικρὸν ἢ μέγα τοῖς βασανίζουσιν ἀντιλέγει.

νηʹ Πρὸ τοῦ εἰσελθεῖν εἰς τοῦτο τὸ δικαστήριον τὸν μοναχὸν καὶ φανερῶσαι αὐτοῦ τὰ ἐγκάρδια, ἴσως ἀντιλέγειν ἔξεστιν αὐτῷ, τὰ μὲν κατὰ ἄγνοιαν τὰ δὲ καὶ ὡς οἰομένῳ κρύπτειν τὰ ἑαυτοῦ. Μετὰ δὲ τὴν τῶν λογισμῶν ἀποκάλυψιν καὶ εἰλικρινῆ ἐξαγόρευσιν οὐκ ἔξεστιν ἀντιλέγειν τῷ μετὰ Θεὸν δικαστῇ καὶ ἐξουσιαστῇ αὐτοῦ μέχρι θανάτου ποτέ.

Ὁ γὰρ μοναχὸς ἐν τούτῳ κατ’ ἀρχὰς εἰσελθὼν τῷ δικαστηρίῳ καὶ ἀπογυμνώσας τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ πέπεισται ἐκ προοιμίων, εἴ γε καὶ ὁπωσοῦν γνῶσιν κέκτηται, ὅτι μυρίων ὑπάρχει θανάτων ἄξιος, καὶ διὰ τῆς ὑπακοῆς αὐτοῦ καὶ τῆς ταπεινώσεως πάσης τιμωρίας καὶ κολάσεως λυτρωθῆναι πιστεύει, εἰ ὡς ἀληθῶς ἄρα τοῦ μυστηρίου τὸν τρόπον ἐπίσταται.

νθʹ Ὁ ἀνεξάλειπτα ταῦτα φυλάττων ἐν τῇ ἑαυτοῦ διανοίᾳ τὴν καρδίαν οὐδέποτε κινηθήσεται, παιδευόμενος ἢ νουθετούμενος ἢ ἐλεγχόμενος, ἐπειδὴ ὁ ἐμπίπτων τοῖς τοιούτοις κακοῖς, λέγω δὴ τῇ ἀντιλογίᾳ καὶ ἀπιστίᾳ τῇ πρὸς τὸν πνευματικὸν πατέρα αὐτοῦ καὶ διδάσκαλον, εἰς πέταυρον καὶ βυθὸν ᾅδου ἔτι ζῶν ἐλεεινῶς καταφέρεται καὶ οἶκος τοῦ Σατανᾶ καὶ πάσης αὐτοῦ τῆς ἀκαθάρτου δυνάμεως γίνεται, ὡς ἀπειθείας καὶ ἀπωλείας υἱός.

ξʹ Παρακαλῶ σε τὸν τῆς ὑπακοῆς ταῦτα στρέφειν συνεχῶς ἐν τῇ διανοίᾳ σου καὶ πάσῃ σπουδῇ ἀγωνίσασθαι τοῦ μὴ κατελθεῖν ἐν τοῖς εἰρημένοις τοῦ ᾅδου κακοῖς, ἀλλ’ οὕτω δέεσθαι τοῦ Θεοῦ θερμῶς καθ’ ἑκάστην καὶ λέγειν· «Θεὲ καὶ Κύριε τῶν ἁπάντων, ὁ πάσης πνοῆς καὶ ψυχῆς ἔχων τὴν ἐξουσίαν, ὁ μόνος ἰάσασθαί με δυνάμενος, ἐπάκουσόν μου τῆς δεήσεως τοῦ ταλαιπώρου· καὶ τὸν ἐν ἐμοὶ ἐμφωλεύοντα δράκοντα τῇ τοῦ παναγίου σου Πνεύματος ἐπιφοιτήσει θανατώσας ἀφάνισον· κἀμὲ πτωχὸν καὶ γυμνὸν πάσης ὑπάρχοντα ἀρετῆς τοῖς τοῦ ἁγίου μου πατρὸς ποσὶ μετὰ δακρύων προσπεσεῖν ἀξίωσον καὶ τὴν ἁγίαν αὐτοῦ ψυχὴν εἰς συμπάθειαν τοῦ ἐλεῆσαί με ἕλκυσον. Καὶ δῷς, Κύριε, ταπείνωσιν τῇ καρδίᾳ μου καὶ λογισμοὺς πρέποντας ἁμαρτωλῷ συνθεμένῳ σοι μετανοεῖν, καὶ μὴ εἰς τέλος ἐγκαταλείψῃς ψυχὴν ἅπαξ συνταξαμένην καὶ ὁμολογήσασαν καὶ ἀντὶ παντὸς τοῦ κόσμου ἐκλεξαμένην καὶ προτιμησαμένην σε. Οἶδας γάρ, Κύριε, ὅτι θέλω σωθῆναι, εἰ καὶ ἡ πονηρά μου συνήθεια ἐμπόδιόν μου καθίσταται· ἀλλὰ δυνατά σοι, Δέσποτα, πάντα ὅσα παρὰ ἀνθρώποις ἀδύνατα.»

ξαʹ Οἱ καλὸν τὸν θεμέλιον τῆς πίστεως καὶ ἐλπίδος ἐν τῇ αὐλῇ καταβαλόντες τῆς εὐσεβείας μετὰ φόβου καὶ τρόμου, καὶ ἐπὶ τὴν πέτραν τῆς ὑπακοῆς τῶν πνευματικῶν πατέρων τοὺς πόδας ἀσαλεύτους ἐρείσαντες, καὶ ὡς ἐκ Θεοῦ στόματος τὰ παρ’ ἐκείνων ἐντελλόμενα ἀκούοντες, καὶ τῷ θεμελίῳ τούτῳ τῆς ὑπακοῆς ἀδιστάκτως ἐποικοδομοῦντες αὐτὰ ἐν ταπεινώσει ψυχῆς, εὐθὺς κατορθοῦσι, καὶ κατορθοῦται αὐτοῖς τὸ μέγα τοῦτο καὶ πρῶτον κατόρθωμα, τὸ ἑαυτοὺς ἀπαρνήσασθαι. Τὸ γὰρ πληροῦν ἀλλότριον θέλημα καὶ μὴ τὸ ἑαυτοῦ, οὐ μόνον ἀπάρνησιν τῆς ἰδίας ψυχῆς, ἀλλὰ καὶ νέκρωσιν τὴν πρὸς τὸν κόσμον ἅπαντα ἐμποιεῖ.

ξβʹ Τῷ τῷ ἑαυτοῦ πατρὶ ἀντιλέγοντι συγχαίρουσι δαίμονες, τῷ δὲ μέχρι ταπεινουμένῳ θανάτου θαυμάζουσιν ἄγγελοι· ἔργον γὰρ τοῦ Θεοῦ ὁ τοιοῦτος ἐργάζεται, ἐξομοιούμενος τῷ Υἱῷ τοῦ Θεοῦ, τῷ τὴν ὑπακοὴν πεπληρωκότι τῷ ἰδίῳ πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.