Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κεφάλαια θεολογικά

Συμεὼν ὁ Νέος Θεολόγος

Πνευματικός αγώνας κατά των παθών και των δαιμονικών επιθέσεων

Η αντιμετώπιση της ακηδίας, της δειλίας και της οιήσεως. Περιγραφή του εσωτερικού πολέμου κατά τη νύχτα και η μετάβαση του νου από την κυριαρχία των παθών στην αληθινή ησυχία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 3 από 11

ξγʹ Ὁ πολὺς καὶ ἄκαιρος συντριμμὸς τῆς καρδίας σκοτίζει καὶ θολοῖ τὴν διάνοιαν, καὶ τὴν μὲν καθαρὰν εὐχὴν καὶ ταπείνωσιν ἀπὸ τῆς ψυχῆς ἐξαφανίζει, πόνον δὲ καρδιακὸν ἐμποιεῖ, ἐντεῦθεν δὲ σκληρότητα καὶ πώρωσιν ἄπειρον· διὰ δὲ τούτων τὴν ἀπόγνωσιν τοῖς πνευματικοῖς οἱ δαίμονες πραγματεύονται.

ξδʹ Ὁπηνίκα σοι ταῦτα ὑπαντήσωσι, μοναχέ, εὕρῃς δὲ ζῆλον καὶ πόθον τελειότητος ἐν τῇ ψυχῇ σου πολύν, ὡς ἐπιθυμεῖν σε πᾶσαν μὲν ἐντολὴν πληρῶσαι τοῦ Θεοῦ καὶ μηδὲ μέχρις ἀργοῦ λόγου παραπίπτειν καὶ ἁμαρτάνειν, μηδενὸς δὲ τῶν πάλαι ἀπολειφθῆναι ἁγίων κατὰ πρᾶξιν καὶ γνῶσιν καὶ θεωρίαν, ὁρᾷς δὲ σαυτὸν κωλυόμενον παρὰ τοῦ ὑποσπείροντος τὰ τῆς ἀθυμίας ζιζάνια μὴ ἐλάσαι εἰς τοσοῦτον ὕψος τῆς ἁγιωσύνης ἐν τῷ ὑποβάλλειν αὐτὸν ἐν σοὶ λογισμοὺς καὶ λέγειν· «Ἀδύνατόν σοι μέσον τοῦ κόσμου σωθῆναι καὶ φυλάξαι πάσας τὰς ἐντολὰς ἀνελλιπῶς τοῦ Θεοῦ», τότε σὺ ἐν μιᾷ καθίσας κατὰ μόνας γωνίᾳ, σύστειλον σεαυτὸν καὶ ἐπισύναξόν σου τὸν λογισμὸν καὶ δὸς ἀγαθὴν βουλὴν τῇ σῇ ψυχῇ καὶ εἰπέ· «Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν ὅτι ἐξομολογήσομαι αὐτῷ. Σωτήριον γὰρ τοῦ προσώπου μου οὐχὶ τὰ ἔργα μου, ἀλλ’ ὁ Θεός μού ἐστι». Τίς γὰρ ἐξ ἔργων νόμου δικαιωθήσεται; Οὐ δικαιωθήσεται γὰρ ἐνώπιόν σου πᾶς ζῶν. Ἀλλ’ ἐκ πίστεως τῆς εἰς αὐτὸν τὸν Θεόν μου ἐλπίζω σωθῆναι διὰ τῆς ἀφάτου αὐτοῦ εὐσπλαγχνίας δωρεάν. «Ὕπαγε ὀπίσω μου, Σατανᾶ», Κυρίῳ τῷ Θεῷ μου προσκυνῶ καὶ αὐτῷ ἐκ νεότητός μου λατρεύω, τῷ δυναμένῳ με σῶσαι ἐν μόνῳ τῷ ἐλέει αὐτοῦ. Ἀπόστηθι οὖν ἀπ’ ἐμοῦ· «ὁ Θεὸς ὁ ποιήσας με κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν αὐτοῦ καταργήσει σε.»

ξεʹ Ὁ Θεὸς ἐξ ἡμῶν οὐδὲν ἕτερον ἐπιζητεῖ τῶν ἀνθρώπων ἀλλ’ ἢ τὸ μὴ ἁμαρτάνειν, καὶ μόνον· τοῦτο δὲ οὐκ ἔστιν ἔργον νόμου ἀλλὰ φυλακὴ ἀπαράβατος τῆς εἰκόνος καὶ τοῦ ἄνωθεν ἀξιώματος, ἐν οἷς, κατὰ φύσιν ἑστῶτες καὶ τὸν χιτῶνα φοροῦντες λελαμπρυσμένον τοῦ Πνεύματος, ἐν τῷ Θεῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, θέσει θεοὶ καὶ υἱοὶ Θεοῦ χρηματίζοντες, ἐν τῷ φωτὶ τῆς γνώσεως τοῦ Θεοῦ σημειούμενοι.

ξϛʹ Ἀκηδία καὶ βάρος τοῦ σώματος, ἐξ ὀκνηρίας καὶ ἀμελείας προσγενόμενα τῇ ψυχῇ, τοῦ συνήθους ἀφιστῶσι κανόνος καὶ σκότωσιν τῇ διανοίᾳ προξενοῦσι καὶ ἀθυμίαν, ὡς ἐντεῦθεν δειλίας καὶ βλασφημίας λογισμοὺς ἐπιπολάζειν ἐν τῇ καρδίᾳ καὶ μηδὲ ἐν τῷ συνήθει τόπῳ τῆς προσευχῆς εἰσελθεῖν τὸν ὑπὸ τοῦ δαίμονος τῆς ἀκηδίας πειραζόμενον δύνασθαι, ἀλλὰ καὶ ὀκνεῖν αὐτὸν καὶ κατὰ τοῦ ποιητοῦ τῶν ἁπάντων ἐνθυμεῖσθαι παράλογα. Γνοὺς οὖν τὴν αἰτίαν καὶ πόθεν σοι ταῦτα ἐπῆλθον, σπουδαίως εἴσελθε εἰς τὸν συνήθη τόπον τῆς προσευχῆς σου, καὶ τῷ φιλανθρώπῳ θεῷ προσπεσὼν δεήθητι μετὰ στεναγμοῦ καὶ δακρύων ἐν ὀδύνῃ καρδίας σου τὴν ἀπαλλαγὴν τοῦ βάρους τῆς ἀκηδίας καὶ τῶν πονηρῶν λογισμῶν, καὶ δοθήσεταί σοι ἐμπόνως κρούοντι καὶ ἐπιμένοντι ἡ τούτων ἐν τάχει ἐλευθερία.

ξζʹ Ὁ καθαρὰν τὴν καρδίαν κτησάμενος, οὗτος δειλίαν ἐνίκησεν· ὁ δὲ ἀκμὴν καθαιρόμενος, ποτὲ μὲν βάλλει αὐτὴν ποτὲ δὲ βάλλεται ὑπ’ αὐτῆς· ὁ δὲ μηδόλως ἀγωνιζόμενος, ἢ παντελῶς ἀναισθητεῖ καὶ ἐν τῷ φίλος εἶναι παθῶν καὶ δαιμόνων, ὃς πρὸς τῇ κενοδοξίᾳ καὶ οἴησιν νοσεῖ δοκῶν εἶναί τι μηδὲν ὤν, ἢ δειλίας δοῦλος ὑπάρχει καὶ ὑποχείριος, τρέμων ὡς τῷ φρονήματι νήπιος, καὶ φοβούμενος φόβον ἐκεῖ ἔνθα φόβος οὐκ ἔστιν οὐδὲ δειλία τοῖς φοβουμένοις τὸν Κύριον.

ξηʹ Ὁ φοβούμενος τὸν Θεὸν δαιμόνων ὁρμὰς οὐ φοβεῖται οὐδὲ τὰς ἀσθενεῖς ἐφόδους αὐτῶν ἀλλ’ οὐδὲ ἀνθρώπων πονηρῶν ἀπειλάς· ὥσπερ δέ τις φλὸξ ἢ φλέγον πῦρ ὅλος ὤν, ἐν ἀδύτοις τόποις καὶ ἀφεγγέσι νυκτὸς καὶ ἡμέρας περιϊών, φυγαδεύει τοὺς δαίμονας, φεύγοντας μᾶλλον αὐτὸν ἤπερ αὐτοὺς ἐκεῖνος, μὴ ἐμπρησθῆναι ὑπὸ τῆς ἐκπεμπομένης ἐξ αὐτοῦ φλογοειδοῦς ἀκτῖνος τοῦ θείου πυρός.

ξθʹ Ὃς τῷ φόβῳ τοῦ Θεοῦ στοιχεῖ, οὗτος μέσον ἀνδρῶν ἀναστρεφόμενος πονηρῶν οὐ φοβεῖται, τὸν φόβον αὐτοῦ ἔνδοθεν ἔχων καὶ φέρων τὸ ἀκαταμάχητον ὅπλον τῆς πίστεως, μεθ’ ἧς ἰσχύει καὶ δύναται πάντα δρᾶν, καὶ αὐτὰ τὰ δοκοῦντα τοῖς πολλοῖς δυσχερῆ καὶ ἀδύνατα· ἀλλ’ ὥσπερ τις γίγας ἐν μέσῳ πιθήκων ἢ λέων βρυχώμενος ἐν μέσῳ κυνῶν καὶ ἀλωπέκων διάγων, πεποιθώς ἐστιν ἐπὶ Κύριον καὶ τῷ στερρῷ τοῦ φρονήματος καταπλήττει αὐτοὺς καὶ ἐκδηματοῖ τὰς φρένας αὐτῶν, ὡς ῥάβδον σιδηρᾶν τὸν ἐν σοφίᾳ λόγον ἐπιφερόμενος.

οʹ Μὴ θαυμάσῃς ἐὰν ὑπὸ δειλίας κυριευόμενος πάντα φοβούμενος τρέμῃς· ἔτι γὰρ ἀτελὴς εἶ καὶ ἀνίσχυρος καὶ ὥσπερ νήπιον τὰ μορμολύκεια δέδοικας· ἡ γὰρ δειλία πάθος ἐστὶ νηπιῶδες καὶ καταγέλαστον κενοδόξου ψυχῆς.

Πρὸς τοῦτον οὖν τὸν δαίμονα μὴ θέλε λόγους λέγειν ἢ ἀντιρρήσεις ποιεῖσθαι· τῆς γὰρ ψυχῆς τρεμούσης καὶ κλονουμένης, οὐκ ὠφελήσουσι λόγοι· ἀφεὶς δὲ τούτους, ὅση σοι δύναμις τὸν λογισμόν σου ταπείνωσον καὶ θᾶττον γνώσεις ἠφανισμένην δειλίαν.

οαʹ Ὑπὸ ἀκηδίας ποτέ τις κατασχεθείς, χαῦνον τὸν νοῦν καὶ σκοτεινὸν ἔσχε καὶ ἔκλυτον αὐτοῦ τὴν ψυχήν, ὡς μικρὸν ἐκ τούτου τὸ πένθος ἐκλεῖψαι ἀπὸ τῆς καρδίας αὐτοῦ καὶ τὴν φλόγα ἐν αὐτῷ σβεσθῆναι τοῦ Πνεύματος καὶ πάντα τὸν οἶκον τοῦ σώματος αὐτοῦ πλησθῆναι καπνοῦ· οὐ μὴν ἀλλὰ γὰρ καὶ νάρκωσις μελῶν ἐν αὐτῷ γενομένη, ἐξ ὀκνηρίας εἰς ὕπνον ἄμετρον κατεφέρετο, ὡς ἐξ ἀνάγκης ἐλλείπειν αὐτῷ καὶ τὴν συνήθη ἀκολουθίαν. Πρὸς ταῦτα δὲ δι’ ἐγκρατείας ἀνθιστάμενος καὶ ἀγρυπνίας, ὡς τὸν ὕπνον ἐνίκησε, θᾶττον ἡ καρδία αὐτοῦ ἐξ οἰήσεως ἐσκληρύνετο, καὶ πένθους ἐκλείποντος, ἡ δειλία αὐτῷ ὑπεισήρχετο.

Ὡς δὲ πάλιν ᾔσθετο ταύτην οὖσαν ἐν αὐτῷ, ἀωρὶ τῆς κέλλης αὐτοῦ ἔξω ἐγένετο καὶ εἰς ζοφώδη τόπον καὶ σκοτεινὸν ἀπελθών, στάς τε ἐν αὐτῷ καὶ τὰς χεῖρας εἰς οὐρανοὺς ἀνατείνας καὶ τὸ σημεῖον τοῦ σταυροῦ ἐν ἑαυτῷ ἐκτυπώσας, ὄμμα τε ψυχῆς πρὸς Θεὸν ἀνατείνας, ὡς μικρὸν ἐταπείνωσε τὸν λογισμόν, εὐθὺς ὁ τῆς δειλίας ἐξ αὐτοῦ δαίμων ἀπέστη μικρόν. Ὁ δὲ κραταιότερος αὐτοῦ ὁ δεινὸς τῆς κενοδοξίας ἐχθρὸς ὑπέκλεπτε τούτου τὸν λογισμόν, κατασπᾶσαι βουλόμενος αὐτὸν καὶ αὖθις τῷ τῆς δειλίας δαίμονι παραδοῦναι· ὅπερ κατανοήσας, τεθαύμακε καὶ τὸν Θεὸν ἐδυσώπει θερμῶς ῥύσασθαι τὴν ψυχὴν αὐτοῦ ἐκ τῶν τοιούτων παγίδων τοῦ διαβόλου.

οβʹ Πολλὴ καὶ πᾶσιν, οἶμαι, δυσνόητος ἡ τούτων συμπλοκὴ καὶ κακία καὶ μέθοδος τῶν δαιμόνων ὑπάρχει. Ἔγνων γὰρ τὸν τῆς δειλίας δαίμονα τῷ τῆς ἀκηδίας συνερχόμενον καὶ συγκροτοῦντα, καὶ τοῦτον ἐκείνῳ βοηθοῦντα καὶ συναιρόμενον, καὶ τὸν μὲν πρῶτον φόβον ἐν τῇ ψυχῇ μετὰ σκληρότητος ἐμποιοῦντα, τὸν ἕτερον δὲ σκότωσιν καὶ πάρεσιν ἔτι τε πώρωσιν ψυχῆς τε καὶ νοὸς καὶ ἀπόγνωσιν ἐργαζόμενον. Δοκίμιον δὲ τοῖς ἀγωνιζομένοις ἡ ἀκηδία, πρόξενος αὐτοῖς ταπεινώσεως γινομένη.

ογʹ Τοῖς προκόψασιν ἐν εὐχῇ ἢ καὶ ἐπιμελουμένοις εὐχῆς ὁ τῆς ἀκηδίας μάλιστα δαίμων ὡς ἐπὶ τὸ πλεῖστον πολεμεῖν εἴωθεν. Οὐδεὶς γὰρ ἕτερος τῶν ἄλλων δαιμόνων κατὰ τῶν τοιούτων ἰσχύει, εἴτε κατὰ οἰκονομικὴν παραχώρησιν τούτου κατ’ αὐτῶν ἰσχύσαντος, εἴτε καὶ ἐκ τῶν τοῦ σώματος ἀνωμαλιῶν τὴν καθ’ ἡμῶν λαβόντος ἰσχύν, ὥς γε πείθομαι μᾶλλον. Τὸ δὲ λεγόμενόν ἐστι τοιοῦτον· πολλὰ φαγὼν καὶ τὸν στόμαχον βαρηθεὶς καὶ εἰς κόρον ὑπνώσας, ἐκυρίευσε τοῦ νοός μου τὸ πάθος καὶ ἡττήθην· εἶτα πάλιν ὑπὲρ τὸ μέτρον ἐγκρατευσάμενος, τὸν νοῦν μου σκοτεινὸν καὶ δυσκίνητον εἰργασάμην καὶ αὖθις εἰς τὸ αὐτὸ περιέπεσα πάθος. Ἔστι δ’ ὅτε καὶ ἐκ τῆς τοῦ ἀέρος κράσεως, οὐκ οἶδ’ ὅπως εἴπω, καὶ τῆς ἀχλυώδους παχύτητος τοῦ νοτιαίου ἀνέμου ταῦτα συμβαίνειν τοῖς ἀγωνιζομένοις.

οδʹ Ἀκηδία θάνατος ψυχῆς καὶ νοός ἐστι. Ταύτην εἰ παρεχώρησεν ὁ Θεὸς καθ’ ἡμῶν ἐνεργῆσαι κατὰ τὴν δύναμιν αὐτῆς, οὐδεὶς ἂν ἐσώθη τῶν ἀγωνιζομένων ποτέ. Ἡμέτερον δὲ ὅμως ἐστὶ τὸ ἀντιστῆναι αὐτῇ κατὰ τὸ ἐνὸν τῆς δυνάμεως, Θεοῦ δὲ τὸ καὶ μυστικῶς ἡμᾶς διεγείρειν καὶ φανερῶς νικητὰς ἀποδεῖξαι αὐτῆς. Ἀδύνατον δέ τινα θανόντα ἀναστῆναι δίχα βοηθείας τοῦ ἐκ νεκρῶν ἑαυτὸν ἀναστήσαντος.

οεʹ Ὁπηνίκα εἰς οἴησιν κλαπεὶς ὁ νοῦς ἐν αὐτῇ ἐμβαθύνῃ καὶ εἶναί τι ἐναγωνίως ἔχων καθ’ ἑαυτὸν ὑπολάβῃ, τηνικαῦτα ἡ ἀοράτως αὐτὸν φωτίζουσα χάρις ἀφίσταται, καὶ βραχὺ κενὸν καταλείψασα, εὐθὺς ἐλέγχεται αὐτοῦ ἡ ἀσθένεια, ὥσπερ ἀγρίων κυνῶν ἐπιδραμόντων αὐτῷ τῶν παθῶν καὶ καταπιεῖν ζητούντων αὐτόν· οὗ καὶ ἐξαπορουμένου, μὴ ἔχοντος δὲ ποῦ φυγεῖν καὶ σωθῆναι, πρὸς τὸν δυνάμενον σῶσαι αὐτὸν καταφεύγει διὰ ταπεινώσεως Κύριον.

οϛʹ Ὁ ἔξω γεγονὼς τοῦ κόσμου παντὸς ὡς ἐν ἐρήμῳ ἀβάτῳ καὶ μεστῇ θηρίων ὄντα κατανοεῖ ἑαυτόν. Ὅθεν φόβῳ ἀρρήτῳ καὶ τρόμῳ ἀνεκδιηγήτῳ συνεχόμενος, βοᾷ πρὸς τὸν Θεόν, ὡς μὲν Ἰωνᾶς, ἐκ τοῦ κήτους καὶ τῆς θαλάσσης τοῦ βίου, ὡς δὲ Δανιήλ, ἐκ τοῦ λάκκου τῶν ἀγρίων παθῶν καὶ λεόντων, ὡς δὲ οἱ τρεῖς παῖδες, ἐκ τῆς καμίνου τοῦ ἐμφύτου τῆς ἐπιθυμίας πυρὸς τῆς καιομένης, ὡς δὲ Μανασσῆς, ἐκ τοῦ χαλκουργήματος τοῦ πηλίνου τούτου καὶ θνητοῦ σώματος. Οὗ καὶ εἰσακούων ὁ Κύριος, ῥύεται αὐτὸν ἐκ τοῦ βυθοῦ τῆς ἀγνοίας καὶ τῆς φιλίας τοῦ κόσμου, καθάπερ τὸν προφήτην ἐκ τοῦ κήτους ἐκεῖνον, τοῦ μηκέτι παλινοστῆσαι πρὸς ταῦτα· ῥύεται αὐτὸν ἐκ τοῦ λάκκου τῶν πονηρῶν λογισμῶν τῆς ἐπιθυμίας, τῶν ἁρπαζόντων καὶ κατεσθιόντων τὰς τῶν ἀνθρώπων ψυχάς, ὡς τὸν Δανιήλ· ἀπὸ τῶν ἐμπαθῶν προλήψεων τοῦ πυρός, τοῦ καταφλέγοντος καὶ λυμαινομένου αὐτοῦ τὴν ψυχὴν καὶ πρὸς πράξεις ἀτόπους βίᾳ συνωθοῦντος καὶ ἕλκοντος, φυλάττει αὐτὸν ἀκατάφλεκτον, τῷ ἁγίῳ Πνεύματι δροσίζων αὐτοῦ τὴν ψυχήν, ὡς τοὺς Ἰσραηλίτας ἐκείνους· καὶ ἀπὸ τῆς γεώδους ταύτης καὶ βαρείας καὶ ἐμπαθεστάτης σαρκὸς ἀταπείνωτον διατηρήσας καὶ ἄπτωτον, υἱὸν φωτὸς καὶ ἡμέρας αὐτὸν ἀπεργάζεται καὶ τῆς ἀθανασίας ἔνθεν ἤδη ἀπογεύει αὐτόν.

οζʹ Ψυχὴ ἡ σχετικῶς οἰκοῦσα ἐν τῇ ταπεινώσει ταύτῃ τοῦ σώματος, καὶ τῶν ἡδονῶν τούτου ἀντιποιουμένη καὶ τῆς δόξης τῶν ἀνθρώπων ἀντεχομένη, ἢ τούτων μὲν ἀλογήσασα αἰσθανομένη δὲ τοῦ ἀέρος τούτου τῆς εὐθυμίας, πρὸς πᾶσαν ἀρετὴν καὶ ἐντολὴν Θεοῦ ἀκίνητος ὑπάρχει παντάπασι καὶ ἀπρόθυμος, ὡς καταβαρουμένη καὶ πεδουμένη δεινῶς ὑπὸ τῶν εἰρημένων κακῶν. Ἐπὰν δέ, διεγερθεῖσα πόνοις κακοπαθείας καὶ δάκρυσι μετανοίας, τὸ βάρος ἀφ’ ἑαυτῆς ἀποσείσηται τῆς σαρκὸς καὶ τὴν ἅλμην τοῦ γεώδους φρονήματος τοῖς νάμασιν ἀποκλύσηται τῶν δακρύων καὶ ὑπεράνω τῆς ταπεινώσεως γένηται τῶν ὁρωμένων καὶ φωτὸς ἀπολαύσῃ καθαροῦ καὶ ἐλευθερίας ἀξιωθῇ τῶν τυραννούντων παθῶν, αὐτίκα προφητικῶς καὶ αὐτὴ βοᾷ πρὸς Θεόν· «Διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην, ὅπως ἂν ψάλλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ.» οηʹ Τρεῖς μὲν ἡ θεία γραφὴ τόπους, ἐν οἷς ἐμφιλοχωρεῖν ὁ νοῦς εἴωθεν, ὑποσημαίνεται. Ἐγὼ δὲ δύο μᾶλλον εἶναί φημι, οὐκ ἐναντία τῇ γραφῇ δογματίζων, μὴ γένοιτο, ἀλλὰ τῆς ἀρχῆς καὶ τοῦ τέλους τὸ μέσον οὐκ ἀριθμῶν· οἷόν τι λέγω, ὁ ἐκ πόλεως εἰς πόλιν καὶ ἀπὸ χώρας εἰς ἑτέραν μεταβὰς χώραν, οὐχὶ καὶ τὴν ὁδὸν αὐτὴν ἣν ὥδευσε χώραν ἢ πόλιν καλέσειεν, εἰ καὶ πολλά τινα καὶ θαυμαστὰ κατ’ αὐτὴν θεάσεται πράγματα.

Ὁ γὰρ ἀπὸ τῆς Αἰγύπτου πρὸς τὴν τῆς ἐπαγγελίας μεταβὰς γῆν καὶ ἐν ταύτῃ κατοικισθείς, πάντων μὲν τῶν ἐν μέσῳ μέμνηται καὶ ταῦτα διηγεῖται τοῖς πᾶσιν· οὐ μέντοι δὲ ἀπὸ πρώτης εἰς δευτέραν, καὶ ἀπὸ δευτέρας εἰς τρίτην πόλιν ἢ χώραν μεταβῆναι λέγει, ἀλλ’ ὥσπερ ἀπὸ δουλείας εἰς ἐλευθερίαν καὶ ἀπὸ σκότους εἰς φῶς καὶ ἀπὸ αἰχμαλωσίας εἰς τὴν τῆς οἰκείας πατρίδος ἀποκατάστασιν. Οὕτω καὶ ἀπὸ ἐμπαθείας εἰς ἀπάθειαν καὶ ἀπὸ τῆς τῶν παθῶν δουλώσεως εἰς τὴν ἐλευθερίαν τοῦ Πνεύματος καὶ ἀπὸ τῆς παρὰ φύσιν προλήψεως, ὅπερ αἰχμαλωσίαν ὁ πνευματικὸς ἀποκαλεῖ νόμος, εἰς τὴν ὑπὲρ φύσιν ἐπάνοδον, ἀπὸ τοῦ βιωτικοῦ πελάγους καὶ κλύδωνος πρὸς τὴν ἔξω τοῦ κόσμου γαληνιαίαν κατάστασιν, ἀπὸ τῆς πικρίας τῶν βιωτικῶν μεριμνῶν τε καὶ θλίψεων εἰς τὴν ἀνεκλάλητον γλυκύτητα καὶ ἀμεριμνίαν γηΐνου παντὸς πράγματος, ἀπὸ τῆς περὶ τὰ πολλὰ ἐπιθυμίας περιστάσεώς τε καὶ τύρβης πρὸς τὸ ἓν μόνον καὶ τὴν ὁλικὴν σχέσιν αὐτοῦ καὶ ἀγάπην, ὁ νοῦς ἡμῶν τῶν ἀνθρώπων μεταβαίνειν εἴωθεν.

οθʹ Ἡ μετάβασις τοῦ νοὸς ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὰ ἀόρατα καὶ ἡ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ ὑπὲρ αἴσθησιν τούτου ἐμφιλοχώρησις λήθην πάντων τῶν ὄπισθεν ἐμποιεῖ. Ταύτην οὖν ἐγὼ ἡσυχίαν ὄντως καὶ ἡσυχίας χῶρον καὶ τόπον ἀποκαλῶ, εἰς ὃν ὁ ἀνελθεῖν ἀξιωθείς, οὐχ ὡς ὁ Μωϋσῆς ἐπὶ τοῦ ὄρους τεσσαράκοντα ἡμέρας καὶ νύκτας τοσαύτας ποιήσας πάλιν ἐκεῖθεν κατενεχθήσεται, ἀλλὰ καλὸν ἐκεῖ εἶναι βεβαιωθεὶς οὐκέτι πρὸς τὰ κάτω καθόλου ἐπιστραφήσεται· οἶκος δὲ τῆς Τριάδος ἐντεῦθεν γενόμενος καὶ αὐτὸς ἐν τῇ Τριάδι, ὡς ἐν αὐτῇ ὢν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐγκατοικήσει, τῆς ἀγάπης δηλονότι κρατούσης αὐτὸν καὶ μὴ ἐώσης πεσεῖν.