Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Θεολογικοί λόγοι

Συμεὼν ὁ Νέος Θεολόγος

Το ακατάληπτο του Τριαδικού Θεού και η δωρεά της θεογνωσίας

Η αδυναμία της κτιστής φύσης να κατανοήσει τα θεία μυστήρια μέσω της λογικής, η καταδίκη της αυθάδους έρευνας και η αποκάλυψη της αλήθειας αποκλειστικά διά του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 2 από 8

Τοιγαροῦν εἷς Θεὸς ἡ Τριάς, ἄφραστος, ἄναρχος, ἄκτιστος, ἀκατάληπτος, ἀμέριστος, μήτε νοηθῆναι παρ’ ἡμῶν μήτε ῥηθῆναι δυναμένη. Ἵνα δὲ μὴ τῇ μακρᾷ σιωπῇ λήθην Θεοῦ παντελῆ νοσήσωμεν καὶ ὡς ἄθεοί τινες ἐν τῷ κόσμῳ διάξωμεν, συνεχωρήθη ἡμῖν κατὰ τὸ ἐγχωροῦν τῇ ἀνθρωπίνῃ φύσει λαλεῖν τὰ περὶ Θεοῦ καὶ τῶν θείων, καθὼς ἀπὸ τῶν θείων ἀποστόλων καὶ τῶν θεοπνεύστων πατέρων ἡμῶν ἐδιδάχθημεν, ὡς ἂν συνεχῆ τὴν περὶ αὐτοῦ μνήμην ἀναλαμβάνοντες δοξάζωμεν τὴν αὐτοῦ ἀγαθότητα καὶ τὴν περὶ ἡμᾶς φιλάνθρωπον οἰκονομίαν αὐτοῦ. Ἡμεῖς δέ, οἱ γῆ καὶ σποδός, ὥσπερ ἑαυτοὺς οἱονεὶ ἀγνοήσαντες εἰς ἀμετρίαν ἐπεκτεινόμενοι, τὰ ἀγγέλοις καὶ πάσαις ταῖς οὐρανίαις δυνάμεσιν ἀκατάληπτα καὶ ἀνέκφορα ἐξερευνᾶν καὶ πολυπραγμονεῖν, νοεῖν τε καὶ ἐπινοεῖν καὶ ἀναπλάττειν οὐ φρίττομεν, ἀλλ’ ὡς ἄπιστοί τινες καὶ πάντῃ τῶν τοῦ Χριστοῦ μυστηρίων ἀμύητοι οὕτω καὶ φρονοῦμεν καὶ ἀφειδῶς λαλοῦμεν ἀναισχύντῳ ψυχῇ τὰ περὶ Θεοῦ.

Εἰπὲ οὖν μοι, ὦ οὗτος, ὁ τὰ τῆς θείας φύσεως μὴ φειδόμενος ἐρευνᾶν· πιστεύεις ὅτι ἐστὶ Θεὸς τρισυπόστατος, ἄναρχος, ἄκτιστος, ἀκατάληπτος, ἀνεξιχνίαστος, ἀόρατος, μήτε νῷ καταληπτός, μήτε λόγῳ ῥητός, καὶ ὅτι ἦν ἀεὶ ὁ αὐτός, μήτε ἀρχὴν ἡμερῶν, μήτε χρόνων ἢ αἰώνων ποτὲ ἐσχηκώς, ἀλλὰ ἀεὶ ὤν; Ναί, φησίν. Εἰ οὖν τοῦτο πιστεύεις ὅτι ἦν, ὥσπερ καὶ ἦν, μόνος Θεὸς ἡ ἁγία Τριάς, ὅτε δὲ ἠβουλήθη, τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε καὶ τὰς οὐρανίους πάσας δυνάμεις ἐποίησεν, εἶτα καὶ τὸν ἄνθρωπον τούτων ἁπάντων ἐποίησεν ἔσχατον, καὶ οὐδέν ἐστιν ἢ τῶν ἐν τῷ οὐρανῷ ἢ τῶν ἐπὶ τῆς γῆς ἢ τῶν ἐν τοῖς καταχθονίοις ὃ μὴ παρήχθη καὶ γέγονεν ἐξ οὐκ ὄντων, μόνος δὲ ὁ τούτων ποιητὴς καὶ κτίστης Θεὸς ἄκτιστος, ἄναρχος, καὶ ἀεὶ ὢν καὶ πρὸ πάντων ὤν, τί καὶ αὐτὸς οὐ σιωπῇ καὶ φόβῳ τὸν δημιουργὸν προσκυνεῖς, καθὰ πᾶσαι τῶν οὐρανῶν αἱ δυνάμεις, ἀλλὰ τὸ ἑαυτὸν ἀφεὶς ἐπισκέπτεσθαι, τὴν ἀκατάληπτον αὐτοῦ φύσιν τολμηρᾷ καὶ αὐθάδει περιεργάζῃ ψυχῇ; Οὐ φρίττεις μή που σκηπτὸς ἄνωθεν κατελθὼν παρανάλωμά σε ποιήσει πυρός;

Εἰ γὰρ ἄκτιστος, ἄναρχος, καὶ ἀεὶ καὶ πρὸ πάντων ἦν ἡ τρισυπόστατος μονὰς ὁ Θεός, πάντα δέ, εἴτε ὁρατά, εἴτε ἀόρατα, εἴτε ἐνσώματα, εἴτε ἀσώματα, εἴτε γινωσκόμενα παρ’ ἡμῶν, εἴτε ἀγνοούμενα, διὰ τῆς ὁμοουσίου καὶ ἀδιαιρέτου Τριάδος τῆς μιᾶς παρήχθη θεότητος, πῶς, εἰπέ, τὰ παραχθέντα τὸν παραγαγόντα καὶ τὰ γεγονότα τὸν ἀεὶ ὄντα, τὰ κτιστὰ τὸν ἄκτιστον, καὶ τὸν ἄναρχον τὰ ὕστερον παρ’ ἐκείνου λαβόντα τὴν ὕπαρξιν, ἐπιγνῶναι τὸ οἷος καὶ ὅσος καὶ ὅπως ἐγεννήθη ὅλως δυνήσονται; Οὐδαμῶς, εἰ μὴ ὅσον πάντως ὁ ποιητὴς αὐτὸς τῶν ποιηθέντων ἑκάστῳ, ὥσπερ δὴ πνοὴν καὶ ζωήν, ψυχήν τε καὶ νοῦν καὶ λόγον χαρίζεται, οὕτω καὶ τὴν περὶ αὐτοῦ γνῶσιν φιλανθρώπως καθ’ ὅσον συμφέρει δωρήσεται.

Ἄλλως δὲ πῶς εἴποις ἄρα τὸ ποιηθὲν ἐκ Θεοῦ τὸν ἑαυτοῦ ποιητὴν ἐπιγνῶναι; Ἀμήχανον ἑτέρως τοῦτο γενέσθαι καὶ πᾶσι πάντῃ ἀδύνατον. Ἀλλὰ γὰρ καὶ τὸ μέτρον τῆς γνώσεως κατὰ τὸ μέτρον τῆς πίστεως ἡμῖν τοῖς πιστεύουσιν εἰς αὐτὸν δέδωκεν, ὡς ἂν ἡ γνῶσις τὴν δίχα γνώσεως πίστιν ἐπιβεβαιώσῃ καὶ βεβαιωθῇ διὰ τῆς γνώσεως ὁ τὸν λόγον κατηχηθεὶς καὶ πιστεύσας ὅτι ἐστὶ Θεός, εἰς ὃν διὰ τοῦ λόγου τῆς διδασκαλίας ἐπίστευσεν. Ταύτην οὖν διὰ ποικίλων καὶ πολυτρόπων σημείων λαμβάνουσιν οἱ πιστοί, δι’ αἰνιγμάτων, δι’ ἐσόπτρων, διὰ μυστικῶν καὶ ἀνεκφράστων ἐνεργειῶν, διὰ θείων ἀποκαλύψεων, δι’ ἐλλάμψεων ἀμυδρῶν, διὰ θεωρίας τῶν λόγων τῆς κτίσεως, καὶ ἑτέρων πολλῶν ἐξ ὧν καθ’ ἑκάστην αὔξει ἡ πίστις τῶν τοιούτων καὶ εἰς ἀγάπην Θεοῦ ἄνεισιν. Οὐ μόνον δέ· ἀλλὰ γὰρ καὶ πληροφορεῖ αὐτοὺς ὁ Θεός, ὥσπερ τοὺς ἀποστόλους, διὰ τῆς ἀποστολῆς καὶ παρουσίας τοῦ ἁγίου Πνεύματος· καὶ φωτίζονται τελεώτερον καὶ διδάσκονται διὰ τοῦ φωτός, ὡς ἄρρητος καὶ ἀνέκφραστος, ἄκτιστος καὶ αἰώνιος καὶ ἀΐδιος καὶ ἀκατάληπτός ἐστιν ὁ Θεός.

Πᾶσαν γὰρ γνῶσιν καὶ ἐπίγνωσιν καὶ πάντα λόγον σοφίας καὶ λόγον γνώσεως μυστικωτέρας, πρὸς δὲ καὶ θαυμάτων ἐνέργειαν καὶ προφητείας χάριν καὶ γένη γλωσσῶν καὶ ἑρμηνείαν γλωσσῶν, ἀντιλήψεις τε καὶ κυβερνήσεις πόλεων καὶ λαοῦ, καὶ ἐπίγνωσιν τῶν μελλόντων ἀγαθῶν, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπίτευξιν, υἱοθεσίαν τε καὶ αὐτὸ τὸ ἐνδεδύσθαι Χριστὸν καὶ τὸ εἰδέναι τὰ μυστήρια Χριστοῦ καὶ τὸ γνῶναι τὸ περὶ ἡμᾶς τῆς οἰκονομίας αὐτοῦ μυστήριον καὶ ἁπαξαπλῶς πάντα, ὅσα μὲν οἱ ἄπιστοι ἀγνοοῦσιν, ἡμεῖς δέ, οἱ καταξιωθέντες εἶναι πιστοί, εἰδέναι καὶ φρονεῖν καὶ λέγειν δυνάμεθα, διὰ μόνου τοῦ Πνεύματος ἐκδιδάσκονται.

Ἐκ τούτων οὖν καὶ τῶν τοιούτων πληροφορούμεθα καὶ βεβαιούμεθα ὅτι αὐτός ἐστιν ὁ τὰ πάντα ποιήσας Θεός, ὁ καὶ παραγαγὼν ἡμᾶς χοῦν λαβὼν ἀπὸ τῆς γῆς, ὁ νοῦν καὶ λόγον καὶ ψυχὴν νοερὰν ἡμῖν χαρισάμενος, ὁ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν αὐτοῦ ποιήσας ἡμᾶς καὶ τὸ σκότος τῆς ἀγνωσίας ἀποδιώξας ἡμῶν· καὶ αὐτός ἐστιν ὁ τὰ ὑπὲρ ἡμᾶς ἐκ τῶν καθ’ ἡμᾶς ἀμυδρῶς πως καταξιώσας ὡς ἐν σκιᾷ ὑποδεῖξαι ἡμῖν ἀφ’ ὧν καὶ ἐμάθομεν, δι’ ὧν καὶ ὁρῶμεν, παρ’ ὧν καὶ πιστεύομεν, ὅτι ὥσπερ τὸν νοῦν τὸν ἡμέτερον καὶ τὴν ψυχὴν καὶ αὐτὸν ἡμῶν τὸν ἐνδιάθετον λόγον ἐν τῇ πλάσει τοῦ σώματος ἡμῶν ἅμα παρήγαγε, —τὸ γὰρ εἰπεῖν ὅτι «ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνεῦμα ζωῆς καὶ ἐγένετο αὐτῷ εἰς ψυχὴν ζῶσαν» δείκνυσιν ὅτι συνυπῆρχε τῇ ψυχῇ ὁ νοῦς ἡμῶν καὶ ὁ λόγος, μὴ προϋπάρξαντος ἑνὸς ἐξ αὐτῶν μηδὲ προϋποστάντος, ὡς ἒν ὄντων ἅμα τῶν τριῶν καὶ εἰς ἓν πνεῦμα ζωῆς δοθέντων ἡμῖν—ὥσπερ οὖν ἐν τούτοις οὐ προϋπῆρξεν ἓν οὐδὲ προϋπέστη τοῦ ἑτέρου τὸ ἕτερον, μιᾶς οὐσίας ὄντων καὶ φύσεως, οὕτως οὐδὲ ἐν τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ καὶ ὁμοτίμῳ Τριάδι προϋπῆρξε τοῦ ἑτέρου τὸ ἕτερον. Οὐδὲ γὰρ ἔσχε ποτὲ ὁ ποιητὴς τῆς εἰκόνος Θεός, τρισυπόστατος ὤν, προϋποστὰν τῶν τριῶν ἕν, ἀλλ’ ἅμα τὰ τρία ἓν ὁ Θεὸς καὶ τὸ ἓν ὡσαύτως ἀεὶ τρία.