Εἰπὲ οὖν μοι, ὦ οὗτος, ὁ τὰ τῆς θείας φύσεως μὴ φειδόμενος ἐρευνᾶν· πιστεύεις ὅτι ἐστὶ Θεὸς τρισυπόστατος, ἄναρχος, ἄκτιστος, ἀκατάληπτος, ἀνεξιχνίαστος, ἀόρατος, μήτε νῷ καταληπτός, μήτε λόγῳ ῥητός, καὶ ὅτι ἦν ἀεὶ ὁ αὐτός, μήτε ἀρχὴν ἡμερῶν, μήτε χρόνων ἢ αἰώνων ποτὲ ἐσχηκώς, ἀλλὰ ἀεὶ ὤν; Ναί, φησίν. Εἰ οὖν τοῦτο πιστεύεις ὅτι ἦν, ὥσπερ καὶ ἦν, μόνος Θεὸς ἡ ἁγία Τριάς, ὅτε δὲ ἠβουλήθη, τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε καὶ τὰς οὐρανίους πάσας δυνάμεις ἐποίησεν, εἶτα καὶ τὸν ἄνθρωπον τούτων ἁπάντων ἐποίησεν ἔσχατον, καὶ οὐδέν ἐστιν ἢ τῶν ἐν τῷ οὐρανῷ ἢ τῶν ἐπὶ τῆς γῆς ἢ τῶν ἐν τοῖς καταχθονίοις ὃ μὴ παρήχθη καὶ γέγονεν ἐξ οὐκ ὄντων, μόνος δὲ ὁ τούτων ποιητὴς καὶ κτίστης Θεὸς ἄκτιστος, ἄναρχος, καὶ ἀεὶ ὢν καὶ πρὸ πάντων ὤν, τί καὶ αὐτὸς οὐ σιωπῇ καὶ φόβῳ τὸν δημιουργὸν προσκυνεῖς, καθὰ πᾶσαι τῶν οὐρανῶν αἱ δυνάμεις, ἀλλὰ τὸ ἑαυτὸν ἀφεὶς ἐπισκέπτεσθαι, τὴν ἀκατάληπτον αὐτοῦ φύσιν τολμηρᾷ καὶ αὐθάδει περιεργάζῃ ψυχῇ; Οὐ φρίττεις μή που σκηπτὸς ἄνωθεν κατελθὼν παρανάλωμά σε ποιήσει πυρός;