Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Θεολογικοί λόγοι

Συμεὼν ὁ Νέος Θεολόγος

Πρώτος Θεολογικός Λόγος: Η αχρονία και ισοτιμία των προσώπων της Αγίας Τριάδος

Απόρριψη των απόψεων περί χρονικής ή ιεραρχικής προτεραιότητας του Πατρός έναντι του Υιού και αγιογραφική θεμελίωση της συναιδιότητας της τρισυπόστατης θεότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 1 από 8

ΒΙΒΛΟΣ ΤΩΝ ΘΕΟΛΟΓΙΚΩΝ ΘΕΟΛΟΓΙΚΟΣ ΠΡΩΤΟΣ Καὶ κατὰ τῶν τιθεμένων τὸ πρῶτον ἐπὶ τοῦ Πατρός. Τὸ περὶ Θεοῦ λέγειν ἢ φθέγγεσθαι καὶ τὰ κατ’ αὐτὸν ἐρευνᾶν καὶ τὰ ἀνέκφορα ποιεῖν ἔκφορα καὶ τὰ πᾶσιν ἀκατάληπτα ὡς καταληπτὰ ὑπεμφαίνειν τολμηρᾶς ἂν εἴη καὶ αὐθαδοῦς ψυχῆς ἔνδειγμα. Καὶ τοῦτο πάσχουσιν οὐχ ὅσοι ἀφ’ ἑαυτῶν τι λέγειν τολμῶσι μόνον περὶ Θεοῦ, ἀλλὰ καὶ ὅσοι τὰ πρὸς αἱρετικοὺς πάλαι λαληθέντα παρὰ τῶν θεσπεσίων θεολόγων καὶ γραφῇ παραδοθέντα ἀποστηθίζουσί τε καὶ πολυπραγμονοῦσιν, οὐχ ἵνα πνευματικήν τινα ὠφέλειαν καρπώσωνται, ἀλλ’ ἵνα θαυμάζωνται παρὰ τῶν ἀκουόντων ἐν πότοις καὶ συνεδρίοις καὶ θεολόγοι ἐπιφημίζωνται· ὃ καὶ μᾶλλον λυπεῖ με καὶ ἐν ἀδημονίᾳ ποεῖ, ἐννοοῦντα τὸ φρικτὸν τοῦ ἐγχειρήματος καὶ τὸ τοῖς τολμητίαις ἀποκείμενον κρῖμα. Οἷα δέ φασι τῶν θείων κατατολμῶντες! Κατὰ τοῦτο, φησί, μόνον μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ, καθ’ ὃ αἴτιός ἐστι τῆς ὑπάρξεως τοῦ Υἱοῦ. Καὶ ἡ ἀνθυποφορά· μείζονα τοῦ Υἱοῦ τὸν Πατέρα πῶς φῄς; Ὅτι δή, φησί, μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ—λέγω δὲ ἀντὶ τοῦ πρῶτος—· ἐκ τοῦ Πατρὸς γάρ. Ταῦτα τῆς καινῆς κενοφωνίας αὐτῶν καὶ ἀσυνέτου θεολογίας, τὴν αἰτίαν δι’ ἣν ταῦτα πρὸς τῶν θεολόγων ἐλέχθησαν πρὸς αἱρετικοὺς ἀγνοούντων· τὴν γὰρ δύναμιν τῶν γεγραμμένων νοῆσαι μὴ ἱκανῶς ἔχοντες, κενεμβατοῦσιν καὶ ἃ λέγουσιν ὡς βέβαια καὶ ἀληθῆ καὶ οὕτως ἔχοντα διαβεβαιοῦνται.

Πρὸς οὓς εἰκότως οὐκ ἀφ’ ἑαυτῶν, ἀλλ’ ἐκ τοῦ διδάσκοντος ἄνθρωπον γνῶσιν μυσταγωγούμενοι, τῷ ὑπηχοῦντι ἄνωθεν πειθόμενοι Πνεύματι, εἴπωμεν ὧδε.

Εἰ ἀδιαίρετος ἦν, ὦ οὗτοι, καὶ ἔστι καὶ ἔσται ἀεὶ ἡ παναγία Τριάς, ἡ τὸ πᾶν ἐκ τοῦ μὴ ὄντος παραγαγοῦσα, τίς ἐδίδαξε, τίς ἐνενόησε μέτρα καὶ βαθμούς, πρῶτον καὶ δεύτερον, μεῖζον καὶ ἔλαττον ἐν αὐτῇ; Τίς τοῖς ἀθεάτοις καὶ ἀγνώστοις καὶ πάντῃ ἀνερμηνεύτοις καὶ ἀκατανοήτοις ταῦτα ἐξέθετο;

Τὰ γὰρ ἀεὶ ἡνωμένα καὶ ἀεὶ ὡσαύτως ὄντα, ἀλλήλων πρῶτα εἶναι οὐ δύνανται. Εἰ δὲ πρῶτον βούλει σὺ τὸν Πατέρα εἰπεῖν τοῦ Υἱοῦ, ὡς ἐξ αὐτοῦ γεννηθέντος, καὶ κατὰ τοῦτο μᾶλλον καὶ μείζονα, λέγω σοι κἀγὼ πρῶτον εἶναι τοῦ Πατρὸς τὸν Υἱόν· εἰ μὴ γὰρ οὗτος ἐγεννήθη, οὐκ ἂν πατὴρ ὁ Πατὴρ ὠνομάζετο. Εἰ δὲ προτάσσεις ὅλως τοῦ Υἱοῦ τὸν Πατέρα καὶ πρῶτον αὐτὸν ὡς αἴτιον τῆς τοῦ Υἱοῦ γεννήσεως ὀνομάζεις, καὶ τὸ εἶναι τοῦ Υἱοῦ αἴτιον ἀποβάλλομαι.

Ὑπόνοιαν γὰρ παρέχεις ὅτι οὐκ ἦν ὁ Υἱὸς πρὸ τοῦ γεννηθῆναι καὶ θέλων ἐγεννήθη ἢ μὴ θέλων, καὶ θέλοντος τοῦ Πατρὸς ἢ μὴ θέλοντος, καὶ ἔγνω ὅτι ἐγεννήθη καὶ πῶς ἢ οὐδαμῶς. Ὁρᾷς εἰς ὅσας ἀτοπίας, ἵνα μὴ λέγω βλασφημίας, ἐκ τῶν τοιούτων ἐμπίπτομεν συζητήσεων. Ἢ τοίνυν τὸ πρῶτον λέγειν τοῦ Υἱοῦ τὸν Πατέρα ἀπόδραθι, καὶ τηνικαῦτα τὸ αἴτιον λέγειν σε τὸν Πατέρα δεξόμεθα· ἢ τοῦτό σου λέγοντος, τὸν λόγον οἰκονομοῦντες ἐν κρίσει, τό γε νῦν ἔχον καὶ αὐτὸ παραιτούμεθα· τὰ γὰρ ἀεί, ὥσπερ εἴρηται, ἡνωμένα καὶ ἀεὶ ὡσαύτως ὄντα ἀλλήλων αἴτια εἶναι οὐ δύνανται. Μὴ δὴ ἐννοήσῃς προϋπάρξαι ποτὲ τοῦ Υἱοῦ τὸν Πατέρα καὶ οὔτε πρῶτον οὔτε μείζονα καλέσεις αὐτὸν τοῦ Υἱοῦ· τὸ γὰρ προϋπάρξαν πρῶτον ἂν κληθήσεται τοῦ ἐξ αὐτοῦ γεννηθέντος ἢ προελθόντος ἢ ποιηθέντος, ὁ δὲ μήτε προών, μήτε ποτὲ γεγονὼς ἢ γενόμενος πρῶτος τοῦ συναϊδίου καὶ συνανάρχου Υἱοῦ, ἀλλ’ ὅλος ὢν ἐν ὅλῳ τῷ ὁμοτίμῳ Υἱῷ, ὡς καὶ ὁ Υἱὸς ἐν ὅλῳ τῷ ὁμοουσίῳ Πατρί, πῶς πρῶτος τοῦ συναϊδίου κληθήσεται;

Εἰ δὲ αἴτιον λέγεις τοῦ Υἱοῦ τὸν Πατέρα, φημὶ κἀγώ, εἰ μή που ὑπόνοιαν ἐμποιεῖς ὅτι ἦν ποτε ὁ Θεὸς μόνος, ὅτε οὐκ ἦν ὁ Υἱός, καὶ ὅτι ἐγέννησεν αὐτὸν ὕστερον αἴτιος γενόμενος τῆς αὐτοῦ ὑπάρξεως, ὅπερ σε πόρρω τοῦ Θεοῦ καὶ τῆς ἀληθείας ἀπάγει, ὡς ἀσεβοῦντα, καὶ μετὰ τῶν λεγόντων ἀσεβῶν τὸν Υἱὸν ὑπὸ τοῦ Πατρὸς γεγενῆσθαι ποιεῖ· τοῦτο γὰρ καὶ τὸ μόνον ἐννοῆσαι πάσης ἀθεότητος καὶ ἀσεβείας ἐστίν.

Αἴτιον γὰρ τοῦ γεννωμένου υἱοῦ τὸν πατέρα εἶναι ἐπὶ τῆς σωματικῆς γεννήσεως λέγομεν· ἐπὶ δὲ τῆς θείας καὶ ἀνυπάρκτου ὑπάρξεως καὶ ἀγεννήτου γεννήσεως καὶ ἀνυποστάτου ὑποστάσεως καὶ ὑπερουσίου οὐσιώσεως, ἢ τί ἕτερον εἴπω οὐκ οἶδα, ὁ πρῶτον λέγων ἀνάγκη καὶ δεύτερον ὀνομάσαι καὶ τρίτον, ὅπερ ἐν τῇ παναγίᾳ Τριάδι ἔμφασιν ὅλως οὐκ ἔχει λέγεσθαι. Τὸ γὰρ μετρεῖν τὰ ἀμέτρητα καὶ τὰ ἄρρητα λέγειν καὶ τὰ ἄφθεγκτα φθέγγεσθαι ἐπισφαλὲς ὑπάρχει καὶ ἐπικίνδυνον. Τοιγαροῦν καὶ ἐπὶ τῆς ἀρρήτου καὶ θείας τοῦ Θεοῦ Λόγου γεννήσεως αἴτιον μὲν τοῦ Υἱοῦ λέγομεν τὸν Πατέρα, ὡς νοῦν λόγου καὶ πηγὴν ῥεύματος καὶ ῥίζαν τῶν κλάδων αὐτῆς, πρῶτον δὲ οὐδαμῶς, ἵνα μὴ τὸν ἀριθμὸν πλεονάσωμεν, εἰς τρεῖς θεοὺς τὴν ἀδιαίρετον καὶ μίαν θεότητα διαιροῦντες. Οὔτε γὰρ πρῶτον, οὔτε δεύτερον, οὔτε τρίτον, οὐ μεῖζον, οὐκ ἔλασσον ἔστιν ἐννοῆσαι ἢ εἰπεῖν ἐν τῇ ἀδιαιρέτῳ καὶ ἀσυγχύτῳ Τριάδι· ἄφθεγκτα γὰρ πάντῃ καὶ ἄρρητα καὶ ἀκατανόητα τὰ τῆς θείας καὶ ὑπερουσίου φύσεως καὶ ἀνθρωπίνῳ νοῒ ἀκατάληπτα. Εἰ βούλει δὲ καὶ ἄλλως γυμνάσαι τὸν λόγον καὶ μαθεῖν ὡς ἀκατάληπτός ἐστιν ὁ ἐκ τοῦ μὴ ὄντος τὸ πᾶν οὐσιώσας Θεός, κἂν τὸ Πνεῦμα προτάξῃς, εἴ γε καὶ οὕτως θεολογεῖν ἔξεστι, τοῦ Υἱοῦ καὶ τοῦ Πατρός, ὅλην ἐν αὐτῷ εὑρήσεις καὶ τῶν συναϊδίων ὡς ὁμοουσίων τὴν συμφυΐαν. Καὶ ὅρα ὡς ἀκατάληπτα τὰ τῆς θείας φύσεως τοῖς ἀνθρώποις ἡμῖν. «

Πνεῦμα, φησίν, ὁ Θεός» καὶ πάλιν· «Τὸ δὲ πνεῦμα ὁ Κύριός ἐστιν.» Εἰ οὖν πνεῦμα ὁ Θεὸς καὶ τὸ πνεῦμα ὁ Κύριός ἐστι, ποῦ ἡ πατρότης ἐνταῦθα καὶ ἡ υἱότης, ἵνα καὶ πρῶτον καὶ μεῖζόν μοι ἐν τῇ θείᾳ καὶ ἀκαταλήπτῳ φύσει, ὦ σύ, καινὲ θεολόγε, διδῷς καὶ λέγῃς καὶ ἀριθμῇς.

Ἰωάννης «Ἐν ἀρχῇ ἦν ὁ Λόγος» ἔφη θεολογῶν, καὶ οὐχ ὁ Πατήρ. Σὺ δέ, καὶ τούτου βαθύτερα ὑπὸ τῆς αὐτοσοφίας Ἰησοῦ μυσταγωγηθείς, δίδως ἡμῖν καὶ τῷ κόσμῳ παντὶ τὸ πρῶτον ἐν τῷ Πατρί, ἵνα καὶ δεύτερον τούτου τὸν Υἱὸν ἀποδείξῃς καὶ τρίτον αὖθις τὸ Πνεῦμα τὸ ἅγιον, κηρύσσων ἡμῖν ὡς ἄλλος τις θεολόγος τοῦ πρώην βαθύτερός τε καὶ τῷ Υἱῷ τοῦ Θεοῦ οἰκειότερος ἕτερον εὐαγγέλιον; Τῆς βλασφημίας! Πῶς, εἰπέ, ὁ τὴν τριθεΐαν ἡμῖν δογματίζων ὑπούλως, οὐκ εἶπεν ἡ θεολόγος φωνή, ὁ ἐπιστήθιος τοῦ Χριστοῦ· «Ἐν ἀρχῇ ἦν ὁ Πατήρ», ἀλλ’ «Ἐν ἀρχῇ ἦν ὁ Λόγος»; Διὰ τί δὲ οὐκ εἶπεν ὁ Υἱός, ἀλλ’ ὁ Λόγος, ἢ ἵνα διδάξῃ ἡμᾶς ὅτι οὔτε Υἱὸς ἀπό τινος ἐγνωρίζετο πρὸ τοῦ κατελθεῖν καὶ σαρκωθῆναι τὸν Θεὸν Λόγον, οὔτε Πατὴρ ὁ Θεός; οὐχ ὅτι οὐκ ἦν ἡ τὰ πάντα παραγαγοῦσα τρισυπόστατος θεότης, ἀλλ’ ὅτι οὔπω ἦν γνωρισθὲν τὸ τῆς οἰκονομίας μυστήριον. Μετὰ γὰρ τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ Λόγου καὶ Πατὴρ ὁ Θεὸς καὶ Πατὴρ ἐγνωρίσθη ἡμῖν τοῖς πιστοῖς καὶ Υἱὸς Θεοῦ ὁ σαρκωθεὶς δι’ ἡμᾶς Θεὸς Λόγος κατὰ τὸ ὑπὸ τοῦ Πατρὸς ἄνωθεν εἰρημένον· φησὶ γάρ· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε.» Καὶ ὁ Υἱός· «Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων» καὶ αὖθις· «Ἐγνώρισά σου τὸ ὄνομα τοῖς ἀνθρώποις» καὶ πάλιν· «Πάτερ, δόξασόν σου τὸν Υἱόν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε» καί· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν».

Εἰ τοίνυν καὶ μετὰ τὴν σάρκωσιν τοῦ Θεοῦ Λόγου ἓν ὁ Υἱὸς καὶ ὁ Πατήρ εἰσι, πολλῷ μᾶλλον πρὸ τῆς σαρκώσεως.

Καὶ σκόπει μοι συνετῶς τῶν ῥημάτων τὴν δύναμιν. Λέγει γάρ· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν» καὶ προέταξεν ἑαυτὸν τοῦ Πατρός. Τί τοῦτο; Ἵνα δείξῃ τὸ ἐν πᾶσιν ἰσότιμον καὶ ὁμόδοξον ἑαυτοῦ μετὰ τοῦ Πατρὸς καὶ ὅτι οὔτε ὁ Πατὴρ πρῶτος, κἂν αἴτιος τοῦ Υἱοῦ, οὔτε δεύτερος ὁ Υἱός, κἂν ἐκ τοῦ Πατρός, οὔτε τρίτον τὸ Πνεῦμα τὸ ἅγιον, κἂν ἐκ τοῦ Πατρὸς ἐκπορεύηται. Εἰ γὰρ ἓν ἐξ ἀρχῆς ἡ Τριὰς καὶ τοῦτο καλεῖται κατὰ τὰς ὑποστάσεις Τριάς, ἄρα τὸ ἓν οὔτε ἑαυτοῦ πρῶτον δύναται εἶναι, οὔτε τῶν σὺν αὐτῷ ὑποστάσεων· οὐδὲ γὰρ προϋπέστη τοῦ ἑτέρου τὸ ἕτερον, ἵνα τὸ προϋποστὰν πρῶτον τοῦ ἐξ αὐτοῦ λάμψαντος γένηται. Μία γὰρ θεότης ἡ μία Τριὰς καὶ τοῦτο διὰ τὰ πρόσωπα, ὥσπερ εἴρηται, καὶ τὰς ὑποστάσεις καλεῖται· ἐπεὶ δὲ μερίζεται μὲν ἀμερίστως, ἥνωται δὲ ἀσυγχύτως, μία καλεῖται Τριὰς ὁ Θεός, μὴ προϋπάρξαντος τούτων ἑνὸς οὐδαμῶς πως, ἢ τοῦ Πατρὸς αὐτοῦ τοῦ Υἱοῦ, ἢ τοῦ Υἱοῦ αὐτοῦ τοῦ Πατρός, ἢ τῶν ἀμφοτέρων τοῦ Πνεύματος, ἵνα καὶ πρῶτον τοῦ ἑτέρου τὸ ἕτερον γένηται· σύνδρομον γὰρ τὴν ἄναρχον ἔσχον ἀρχὴν καὶ συναΐδιον.