Τοῦτο τοιγαροῦν ὁμολογοῦντες πιστεύομεν καὶ πᾶσιν ἄλλοις οἷς οὐ τολμηρὸν τὰ περὶ Θεοῦ λέγειν καὶ ἐρευνᾶν διαμαρτυρόμεθα ὅτι ἐστὶ Θεὸς τρισυπόστατος, Πατὴρ Υἱὸς καὶ ἅγιον Πνεῦμα, ἡ ἁγία Τριάς, εἰς ἣν βεβαπτίσμεθα· ὃ ἐκ τῶν εἰς ἡμᾶς γεγενημένων ἐνεργειῶν καὶ χαρισμάτων τοῦ Πνεύματος καὶ ἐξ αὐτῶν τῶν ἱερῶν θεσμῶν τε καὶ εὐαγγελίων ἐβεβαιώθημεν. Πῶς δὲ Τριὰς ἢ πότε ἢ ὁποία καὶ ποδαπή, ἡ οὖσα κτίστις τῶν ὅλων, οἱ κτισθέντες οὐκ ἴσμεν ἡμεῖς. Εἰ δὲ οὐκ ἴσμεν, ὥσπερ οὐδὲ οἴδαμεν, πόσων ἐσμὲν σκηπτῶν ἄξιοι, περὶ ὧν οὐκ οἴδαμεν λέγοντες; Τὸ γὰρ μὴ ὂν τῶν γεγενημένων ἁπάντων μηδέν, μήτε τῶν ὁρωμένων, μήτε τῶν ἀοράτων, πῶς εἰδέναι δυνάμεθα, ἡμεῖς οἱ ὁρατοὶ καὶ κτιστοί, οἱ φθαρτοί, οἱ αἰσθητοί, οἱ τυφλοὶ καὶ ἀφώτιστοι; Καὶ ταῦτα, ὥσπερ τεῖχος μέσον ἡμῶν καὶ Θεοῦ τῶν ἁμαρτιῶν ἡμῶν προκειμένων καὶ διειργόντων ἡμᾶς ἀπ’ αὐτοῦ, ὃ εἰ μὴ διὰ μετανοίας ἀνέλωμεν ἢ καὶ ὑπερβῶμεν, οὐ μόνον οὐ γνῶναι Θεὸν δυνηθῶμεν, ἀλλ’ οὐδ’ ὅτι ἄνθρωποί ἐσμεν εἰσόμεθα. Τοῦ γὰρ φραγμοῦ ἱσταμένου καὶ χωρίζοντος ἡμᾶς ἀπὸ τοῦ φωτός, πῶς ἐν σκότει διάγοντες ἑαυτοὺς καταμαθεῖν ἰσχύσομεν, ἢ ὁποῖοί ἐσμεν καὶ ποδαποί, ἢ ποῦ καὶ πόθεν φερόμεθα, ἢ ποῦ ἀπαγόμεθα καὶ τίνες ἐσμὲν ἐν ἀληθείᾳ ἐπιγνωσόμεθα; Εἰ δὲ ἡμᾶς αὐτοὺς ἀγνοοῦμεν, πολλῷ μᾶλλον τὸν ὄντα ἀσυγκρίτως ὑπὲρ ἡμᾶς;