Οὕτω δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐπικαλούμενοι λέγομεν· «Τὸ Πνεῦμα τὸ ἅγιον τὸ ἐκ τοῦ Πατρὸς ἀφράστως ἐκπορευόμενον καὶ δι’ Υἱοῦ ἡμῖν ἐπιφοιτῶν τοῖς πιστοῖς, Πνεῦμα ζωῆς καὶ συνέσεως, Πνεῦμα ἁγιωσύνης καὶ τελειότητος, Πνεῦμα τὸ ἀγαθόν, τὸ σοφόν, τὸ φιλάνθρωπον, τὸ ἡδύ, τὸ ἔνδοξον, τὸ τρέφον ὁμοῦ καὶ ποτίζον, τὸ ἐλεοῦν, τὸ φωτίζον, τὸ δυναμοῦν, Πνεῦμα θεῖον ὑπομονῆς, Πνεῦμα χαρᾶς μεταδοτικόν, εὐφροσύνης, σωφροσύνης, σοφίας, γνώσεως, πραότητος, ἀμνησικακίας, ἀμεριμνίας τῶν κάτω, θεωρίας τῶν ἄνω, διωκτήριον ἀκηδίας, ἀμελείας ἀπελατήριον, περιεργίας καὶ πονηρίας φυγαδευτήριον, Πνεῦμα μυστηρίων δηλωτικόν, ἀρραβὼν οὐρανῶν βασιλείας, προφητείας πηγή, διδασκαλίας κρατήρ, ἁμαρτίας ἀναιρετικόν, μετανοίας θύρα, τὴν εἴσοδον τοῖς ἀγωνιζομένοις ὑποδεικνύον οἷα δὴ θυρωρός, Πνεῦμα ἀγάπης, εἰρήνης, πίστεως, ἐγκρατείας, Πνεῦμα πόθου καὶ πόθον ἐμποιοῦν, ἐλθὲ καὶ ἐνσκήνωσον καὶ μεῖνον ἐν ἡμῖν ἀχωρίστως, ἀδιαιρέτως, ἁγιάζον καὶ μεταποιοῦν καὶ φωτίζον ἡμῶν τὰς καρδίας, ὡς ὁμοούσιον καὶ ὁμότιμον τῷ Υἱῷ καὶ τῷ Πατρὶ καὶ ὡς θεοὺς τοὺς ὑποδεχομένους σε ἐργαζόμενον καὶ πᾶσαν μὲν ἁμαρτίαν ἐξαφανίζον, πᾶσαν δὲ ἀρετὴν συνεισφέρον τῇ εἰσόδῳ σου, οὐκ ἔξωθεν ταῦτα συνεπαγόμενον, ἀλλ’ αὐτὸ ἐκεῖνο ὑπάρχον πᾶν ὁτιοῦν καὶ ἔστιν ἀγαθόν· ἐν οἷς γὰρ ἐγκατοικήσεις, ἔχουσιν οὐσιωδῶς ἐν ἑαυτοῖς τὸ πᾶν ἀγαθόν.»