Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Θεολογικοί λόγοι

Συμεὼν ὁ Νέος Θεολόγος

Ο Θεός ως άκτιστο φως και η ανθρώπινη μετοχή

Η θεώρηση του Θεού και των θείων ενεργειών ως ακτίστου φωτός, η οντολογική διαφορά θείων και ανθρωπίνων ιδιωμάτων, και η κοινωνία με τα θεία αγαθά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 8 από 8

Ἵνα δὲ εἰδῇς καὶ τὰ τῆς θείας φύσεως ἴδια, πῶς ὁ Θεὸς καὶ τὰ περὶ Θεὸν καὶ τὰ ἀπὸ Θεοῦ καὶ τὰ ἐν τῷ Θεῷ πάντα ἓν φῶς ἐστιν, ἐν ἑκάστῃ τῶν ὑποστάσεων προσκυνούμενον καὶ ἐν πᾶσι τοῖς ἰδιώμασιν αὐτοῦ καὶ χαρίσμασι καθορώμενον, καὶ οὕτω σε ταῦτα μυσταγωγήσομεν. «Ὁ Θεὸς φῶς ἐστι» καὶ φῶς ἄπειρόν τε καὶ ἀκατάληπτον· τὰ γὰρ περὶ αὐτὸν φῶς εἰσιν ἑνούμενά τε καὶ διαιρούμενα τοῖς προσώποις ἀδιαιρέτως καὶ—ἵνα καθ’ ἕν σοι τὰ ἀδιαίρετα διαιρῶν εἴπω —ὁ Πατὴρ φῶς ἐστιν, ὁ Υἱὸς φῶς ἐστι, τὸ Πνεῦμα τὸ ἅγιον φῶς· ἓν ταῦτα φῶς ἁπλοῦν, ἀσύνθετον, ἄχρονον, συναΐδιον, ὁμότιμον καὶ ὁμόδοξον.

Πρὸς τούτοις καὶ τὰ ἐξ αὐτοῦ πάντα φῶς εἰσιν ὡς ἐκ φωτὸς ἡμῖν χορηγούμενα· ἡ ζωὴ φῶς, ἡ ἀθανασία φῶς, ἡ πηγὴ τῆς ζωῆς φῶς, τὸ ὕδωρ τὸ ζῶν φῶς, ἡ ἀγάπη, ἡ εἰρήνη, ἡ ἀλήθεια, ἡ θύρα τῆς βασιλείας τῶν οὐρανῶν, αὐτὴ φῶς ἡ βασιλεία τῶν οὐρανῶν· ὁ νυμφὼν φῶς, ἡ παστάς, ὁ παράδεισος, ἡ τοῦ παραδείσου τρυφή, ἡ γῆ τῶν πραέων, οἱ στέφανοι τῆς ζωῆς, αὐτὰ τὰ τῶν ἁγίων ἐνδύματα φῶς· ὁ Χριστὸς ὁ Ἰησοῦς, ὁ σωτὴρ καὶ βασιλεὺς τοῦ παντός, φῶς· ὁ ἄρτος τῆς ἀχράντου σαρκὸς αὐτοῦ φῶς, τὸ ποτήριον τοῦ τιμίου αὐτοῦ αἵματος φῶς, ἡ ἀνάστασις αὐτοῦ φῶς, τὸ πρόσωπον αὐτοῦ φῶς· ἡ χείρ, ὁ δάκτυλος, τὸ στόμα αὐτοῦ φῶς, οἱ ὀφθαλμοὶ αὐτοῦ φῶς· ὁ Κύριος φῶς, ἡ φωνὴ αὐτοῦ ὡς ἐκ φωτὸς φῶς, ὁ Παράκλητος φῶς· ὁ μαργαρίτης, ὁ κόκκος τοῦ σινάπεως, ἡ ἄμπελος ἡ ἀληθινή, ἡ ζύμη, ἡ ἐλπίς, ἡ πίστις φῶς.

Ταῦτα τοιγαροῦν καὶ ἕτερα τούτων, ὅσα ἂν διὰ προφητῶν καὶ ἀποστόλων ἀκούεις λεγόμενα περὶ τῆς ἀνεκφράστου καὶ ὑπερουσίου θεότητος, αὐτὴν οὐσιωδῶς τὰ πάντα εἶναί μοι νόει τὴν μίαν ὑπεράρχιον ἀρχήν, τὴν ἐν μονάδι τριαδικοῦ προσκυνουμένην φωτός. Εἷς γὰρ Θεὸς ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, φῶς ὢν ἀπρόσιτόν τε καὶ προαιώνιον, ὃ καὶ πολυώνυμον ὑπάρχον καλεῖται πάντα τὰ εἰρημένα καὶ τούτων ἕτερα πλείονα· καὶ οὐ μόνον ταῦτα καλεῖται, ἀλλὰ καὶ ἐνεργεῖ, ὡς παρὰ τῶν ἐξ αὐτῆς τῆς πείρας διδαχθέντων καὶ τῇ θεωρίᾳ πιστωθέντων καὶ βεβαιωθέντων περὶ τῶν προσόντων καλῶν τῷ ὑπεραγάθῳ Θεῷ ἔμαθον. Καὶ ἵνα πρὸς τοῖς εἰρημένοις καὶ ἕτερά σοι φῶτα Θεοῦ παραδηλώσω τινά, ἡ ἀγαθότης αὐτοῦ φῶς· τὸ ἔλεος αὐτοῦ, ἡ εὐσπλαγχνία, ὁ ἀσπασμὸς αὐτοῦ φῶς, ἡ χρηστότης αὐτοῦ φῶς· ἡ ῥάβδος, ἡ βακτηρία καὶ ἡ παράκλησις αὐτοῦ φῶς.

Εἰ δὲ καὶ ἐν ἡμῖν τὰ πλείονα τούτων ἢ καὶ πάντα προσεῖναι λέγονται, ἀλλ’ ἡμῖν μὲν ὡς ἀνθρώποις, ἐκείνῳ δὲ ταῦτα πρόσεστιν ὡς Θεῷ. Καί, ἵνα μὴ κατοκνήσω καθ’ ἕν σοι ταῦτα πάλιν εἰπεῖν, Πατὴρ ὀνομάζεται ὁ Θεός, πατέρες καλοῦνται καὶ τῶν ἀνθρώπων οἱ πλείονες· Υἱὸς Θεοῦ ὁ Χριστὸς καὶ Θεός, υἱοὶ πάλιν ἀνθρώπων ἡμεῖς· Πνεῦμα Θεοῦ τὸ πανάγιον Πνεῦμα, πνεύματα λέγονται καὶ ἡμῶν αἱ ψυχαί· ζωὴ ὁ Θεός, ζῆν λεγόμεθα καὶ ἡμεῖς· ἀγάπη ὁ Θεός, ἀγάπην ἔχουσιν εἰς ἀλλήλους καὶ οἱ λίαν ἁμαρτωλοί.

Τί οὖν; Τὴν τῶν ἀνθρώπων ἀγάπην καλέσεις Θεόν; Ἄπαγε τῆς βλασφημίας! Ἀλλ’ εἰρήνην τὴν εἰς ἀλλήλους ἐν τῷ μὴ διαμάχεσθαι ἢ ἀμφιβάλλειν περί τινος, τοῦτο εἴποις εἶναι «εἰρήνην τὴν ὑπερέχουσαν πάντα νοῦν»; Οὔμενουν.

Ἀλλὰ ἀλήθειαν Θεοῦ τὸ μὴ εἰπεῖν σε λόγον ψευδῆ πρός τινα; Οὐδαμῶς. Ὥσπερ γὰρ λόγοι μὲν ἀνθρώπων ῥευστοὶ καὶ διακενεῖς, ὁ δὲ τοῦ Θεοῦ Λόγος ζῶν τέ ἐστι καὶ ἐνυπόστατος καὶ ἐνεργής, Θεὸς ἀληθής, οὕτω δὴ καὶ ἡ ἀλήθεια, ὁ Θεός, ὑπὲρ ἔννοιαν καὶ ὑπὲρ λόγον ἀνθρώπων ἐστίν· ἄτρεπτος, ἄρρευστος, ἐνυπόστατός τε ὑπάρχει καὶ ζῶν.

Οὕτω τοιγαροῦν οὔτε τὸ ὕδωρ τὸ παρ’ ἡμῖν ὡς τὸ ὕδωρ ἐκεῖνο τὸ ζῶν, οὔτε ὁ ἄρτος ὁ παρ’ ἡμῖν ὡς ἐκεῖνος ὁ ἄρτος ἐστίν, ἀλλὰ καθάπερ ἄνωθεν εἴρηται, ἅπαντα φῶς ἐκεῖνα καὶ φῶς ἓν ὁ Θεός, οὗ μετασχών τις τῇ μετοχῇ ἐκείνου μέτοχος ἀμφοῖν γίνεται πάντων ὧν εἴπομεν ἀγαθῶν. Γίνεται δὲ καὶ πρᾶος καὶ ταπεινός· ταῦτα δὲ πάλιν φῶς σὺν τοῖς εἰρημένοις εἰσί, μᾶλλον δὲ σὺν τῷ φωτὶ ἔχει καὶ ταῦτα ὁ ἔχων ἐκεῖνο τὸ φῶς.

Ἀλλὰ γὰρ συνάμα τούτοις καὶ ἐγρήγορσις λέγεται ὁ Θεός, ὡς διεγείρων πρὸς τὰ καλὰ τὴν ψυχὴν τοῦ ἀνθρώπου ἐφ’ ἣν κατοικεῖ, ὃς αὐτῇ γίνεται πᾶν ἀγαθόν· καὶ οὐχ ὑστερεῖται, ἔνοικον ἔχουσα τὸν Θεὸν ἡ τοιαύτη, παντὸς ἀγαθοῦ, ἀλλ’ ἐμπίπλαται καὶ περισσεύει ἀεὶ ἐν πᾶσι τοῖς ἀπορρήτοις ἐκείνοις ἀγαθοῖς τοῦ Θεοῦ, συνδιαιτωμένη καὶ συνευφραινομένη ταῖς τάξεσι τῶν οὐρανίων δυνάμεων, ὧν γένοιτο καὶ πάντας ἡμᾶς ἐπιτυχεῖν καὶ ἐν ἀπολαύσει τούτων πλουσίᾳ γενέσθαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.