Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ὕμνοι

Συμεὼν ὁ Νέος Θεολόγος

Κατάλογος υποθέσεων των θείων ύμνων

Ο πίνακας των περιεχομένων και η θεματολογία των πρώτων πενήντα οκτώ ύμνων του έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 1 από 17

Τῶν θείων ὕμνων οἱ ἔρωτες τοῦ ἁγίου καὶ μεγάλου πατρὸς ἡμῶν Συμεὼν τοῦ νέου ἐν θεολόγοις καὶ πρεσβυτέρου γεγονότος καὶ ἡγουμένου τῆς μονῆς τοῦ ἁγίου Μάμαντος πίναξ αʹ Περὶ θείας ἐλλάμψεως καὶ φωτισμοῦ πνεύματος ἁγίου. Καὶ ὅτι εἷς τόπος, ὁ θεός, ἐν ᾧ μετὰ πότμον τὴν ἀνάπαυσιν πάντες οἱ ἅγιοι ἔχουσι. Καὶ ὅτι ὁ τοῦ θεοῦ ἐκπίπτων ἐν ἑτέρῳ τόπῳ οὐχ ἕξει τὴν ἀνάπαυσιν ἐν τῇ μελλούσῃ ζωῇ. βʹ Τίς ἡ ἐπὶ τῷ πατρὶ τούτῳ γενομένη ἀλλοίωσις, καὶ πῶς καθαρθεὶς εἰς ἄκρον ἡνώθη θεῷ, καὶ οἷος ἐξ οἵου ἐγένετο, οἱ πρὸς θεὸν ἐρωτικοὶ αὐτοῦ λόγοι δηλοῦσιν ἐντεῦθεν· ὃς καὶ θεολογῶν λέγει πρὸς τὸ τέλος περὶ ἀγγέλων. γʹ Τίς ὁ μοναχὸς καὶ τίς ἡ αὐτοῦ ἐργασία καὶ εἰς οἷον ὕψος οὗτος ὁ θεῖος πατὴρ θεωρίας ἀνῆλθεν. δʹ Διδασκαλία εἰς μοναχοὺς ἀποταξαμένους ἄρτι κόσμῳ καὶ τοῖς ἐν κόσμῳ· καὶ περὶ τοῦ ὁποίαν τις ὀφείλει πίστιν πρὸς τὸν ἴδιον ἔχειν πατέρα. εʹ Ἀλφάβητος κατὰ στοιχεῖον διπλοῦς προτρέπων καὶ ὁδηγῶν εἰς τελειότητα βίου ἀναδραμεῖν τὸν ἄρτι ἀπὸ τοῦ κόσμου ἀναχωρήσαντα. ϛʹ Τετράστιχα τοῦ αὐτοῦ τὸν πρὸς θεὸν αὐτοῦ ἐντεῦθεν δεικνύοντα ἔρωτα. ζʹ Ἔντευξις εἰς θεόν. Καὶ ὅπως θεῷ συναπτόμενος καὶ δόξαν θεοῦ ὁρῶν ἐν ἑαυτῷ ἐνεργοῦσαν ἐξεπλήττετο. ηʹ Τίσι θεὸς ἐμφανίζεται καὶ τίνες ἐν ἕξει γίνονται τοῦ καλοῦ διὰ τῆς τῶν ἐντολῶν ἐργασίας.

θʹ Ὅτι ὁ τοῦ ἁγίου πνεύματος μέτοχος γεγονὼς ὑπὸ τοῦ φωτὸς καὶ τῆς δυνάμεως αὐτοῦ ἁρπαζόμενος ἐπάνω πάντων φέρεται τῶν παθῶν μὴ βλαπτόμενος τῷ πλησιασμῷ ὑπ’ αὐτῶν. ιʹ Ὅτι ὁ θάνατος καὶ τῶν στερεωτέρων τῇ λύπῃ καθάπτεται. ιαʹ Ὅπως ὡράθη αὐτῷ θεὸς ὡς Στεφάνῳ καὶ Παύλῳ τοῖς ἀποστόλοις, ἐνταῦθα ὁ πατὴρ ἐκπληττόμενος διηγεῖται. ιβʹ Περὶ τοῦ ἑνὸς κατὰ πάντα τῆς τρισυποστάτου θεότητος θεολογία.

Καὶ δι’ ὧν τῇ ταπεινώσει χρώμενος λέγει περὶ ἑαυτοῦ, τῶν δοκούντων εἶναί τι ἐντρέπει τὴν οἴησιν. ιγʹ Προτροπὴ εἰς μετάνοιαν. Καὶ πῶς τὸ θέλημα τῆς σαρκὸς τῷ θελήματι τοῦ πνεύματος ἑνωθὲν θεοειδῆ τὸν ἄνθρωπον ἀπεργάζεται. ιδʹ Εὐχαριστία πρὸς θεὸν τῶν δωρεῶν ἕνεκα, ὧν παρ’ αὐτοῦ ἠξιώθη.

Καὶ ὅτι φρικτὸν καὶ ἀγγέλοις τὸ τῆς ἱερωσύνης καὶ ἡγουμενείας ἀξίωμα. ιεʹ Ὅπως βλέπων τὴν δόξαν τοῦ θεοῦ ἐνηργεῖτο ὑπὸ τοῦ παναγίου πνεύματος. Καὶ ὅτι τὸ θεῖον ἐντὸς καὶ ἐκτός ἐστι τοῦ παντός, ἀλλὰ καὶ ληπτόν τε καὶ ἄληπτον τοῖς ἀξίοις. Καὶ ὅτι οἶκος Δαβὶδ ἡμεῖς ἐσμεν. Καὶ ὅτι εἰς πολλὰ γινόμενος ὁ Χριστὸς καὶ θεὸς ἡμῶν μέλη εἷς ἐστι καὶ ὁ αὐτός, μένων ἀμέριστός τε καὶ ἀναλλοίωτος. ιϛʹ Ὅτι ποθεινόν τε καὶ ἐπιθυμητὸν κατὰ φύσιν μόνον τὸ θεῖον, οὗ ὁ μετέχων πάντων ἐν μετοχῇ γέγονε τῶν καλῶν. ιζʹ Ὅτι ὁ φόβος γεννᾷ τὴν ἀγάπην, ἡ δὲ ἀγάπη ἐκριζοῖ τὸν φόβον ἀπὸ τῆς ψυχῆς καὶ μένει μόνη ἐν αὐτῇ, πνεῦμα θεῖον οὖσα καὶ ἅγιον. ιηʹ Διδασκαλία σὺν θεολογίᾳ περὶ τῶν ἐνεργειῶν τῆς ἁγίας ἀγάπης, ἤγουν αὐτοῦ τοῦ φωτὸς τοῦ ἁγίου πνεύματος. ιθʹ Διδασκαλία σὺν θεολογίᾳ, ἐν ᾗ καὶ περὶ ἱερωσύνης ἅμα καὶ ἀπαθοῦς θεωρίας. κʹ Εὐχαριστία καὶ ἐξομολόγησις σὺν θεολογίᾳ. Καὶ περὶ δωρεᾶς καὶ μετουσίας πνεύματος ἁγίου. καʹ Ἐπιστολὴ πρὸς μοναχὸν ἐρωτήσαντα· πῶς χωρίζεις τὸν υἱὸν ἀπὸ τοῦ πατρός, ἐπινοίᾳ ἢ πράγματι; ἐν ᾗ πλοῦτον εὑρήσεις θεολογίας ἀνατρεπούσης τὴν αὐτοῦ βλασφημίαν. κβʹ Εὐχαριστία σὺν θεολογίᾳ. Καὶ περὶ ὧν ἡ θεία χάρις τοῦ πνεύματος διὰ τῶν ἐνεργειῶν ὀνομάζεται. κγʹ Περὶ τῆς ἀκαταλήπτου καὶ ἀπεριγράπτου θεότητος ἀκριβὴς θεολογία.

Καὶ ὅτι ἀπερίγραπτος οὖσα ἡ θεία φύσις οὔτε ἐντὸς οὔτε ἐκτός ἐστι τοῦ παντός, ἀλλὰ καὶ ἐντὸς καὶ ἐκτός ἐστιν ὡς τῶν ὅλων αἰτία. Καὶ ὅτι μόνον κατὰ νοῦν τῷ ἀνθρώπῳ ληπτὸν ἀλήπτως τὸ θεῖον, ὡς τοῖς ὀφθαλμοῖς αἱ τοῦ ἡλίου ἀκτῖνες. κδʹ Δι’ ὧν ἐξομολογούμενος ἐν τῷ παρόντι γράφει λόγῳ, δείκνυσι τὸ βάθος τῆς ἑαυτοῦ ταπεινώσεως καὶ προϊὼν διδάσκει αὐτὴν τὸν εἰς μέτρον ἐλάσαντα τελειότητος καὶ ἀξιωθέντα τοιούτων ἐν θεολογίᾳ ἀποκαλύψεων, Παῦλον τὸν θεῖον κἀν τούτῳ μιμούμενος, ἁμαρτωλὸν ἑαυτὸν ἀποκαλοῦντα καὶ ἀνάξιον τοῦ καλεῖσθαι ἀπόστολον. κεʹ Περὶ τῆς γενομένης θεωρίας αὐτῷ τοῦ θείου φωτός. Καὶ ὅπως τὸ θεῖον φῶς οὐ καταλαμβάνεται ὑπὸ σκότους· ἐν οἷς καὶ διὰ τὴν ὑπερβολὴν τῶν ἀποκαλύψεων ἐκπληττόμενος μέμνηται τῆς ἀνθρωπίνης ἀσθενείας καὶ ἑαυτὸν κατακρίνει. κϛʹ Ὅτι ὁ ἐν ἀγνωσίᾳ θεοῦ ἔτι ζῶν νεκρός ἐστι μέσον τῶν ζώντων ἐν γνώσει θεοῦ. Καὶ ὅτι τοῖς ἀναξίως τῶν μυστηρίων μεταλαμβάνουσιν ἄληπτον τὸ θεῖον σῶμα καὶ αἷμα τοῦ κυρίου Ἰησοῦ Χριστοῦ γίνεται. κζʹ Ὁποῖον δεῖ εἶναι τὸν μοναχόν· καὶ τίς ἡ ἐργασία καὶ τίς ἡ τούτου προκοπὴ καὶ ἀνάβασις. κηʹ Περὶ νοητῆς ἀποκαλύψεως τῶν ἐνεργειῶν τοῦ θείου φωτὸς καὶ ἐργασίας νοερᾶς τε καὶ θείας τῆς ἐναρέτου ζωῆς. κθʹ Ὅτι μόνοις ἐκείνοις καταφανῆ τὰ τῶν θείων πραγμάτων, οἷς διὰ τῆς μετουσίας τοῦ ἁγίου πνεύματος ὅλοις ὅλος ἡνώθη θεός.

λʹ Ὅτι ταῖς καθαρθείσαις ψυχαῖς διὰ δακρύων καὶ μετανοίας προσψαῦσαν τὸ θεῖον τοῦ πνεύματος πῦρ δράσσεται αὐτῶν καὶ πλέον καθαίρει φωτίζον τὰ ὑπὸ τῆς ἁμαρτίας ἐσκοτισμένα μέρη αὐτῶν, καὶ τὰ τραύματα ἐξιώμενον εἰς τελείαν φέρει συνούλωσιν, ὡς τῷ θείῳ κάλλει ὑπεραστράπτειν αὐτάς. λαʹ Περὶ θεολογίας. Καὶ ὅτι ἀνεξερεύνητος ἡ θεία φύσις καὶ πάντῃ τοῖς ἀνθρώποις ἀκατανόητος. λβʹ Ὅτι οἱ ἔνδοξοι τῆς γῆς καὶ σοβαροὶ τῷ πλούτῳ περὶ τὴν σκιὰν τῶν ὁρωμένων πλανῶνται, οἱ δέ γε τῶν παρόντων καταφρονήσαντες ἐν ἀπλανεῖ μεθέξει τοῦ θείου γίνονται πνεύματος. λγʹ Περὶ θεολογίας. Καὶ ὅτι οἱ τὸ κατ’ εἰκόνα φυλάξαντες τὰς πονηρὰς δυνάμεις τοῦ ἄρχοντος τοῦ σκότους καταπατοῦσιν, οἱ δ’ ἄλλοι, οἷς ἐμπαθὴς ὁ βίος, ὑπ’ αὐτοῦ κρατοῦνται καὶ βασιλεύονται. λδʹ Ὅτι ἡ τοῦ παναγίου πνεύματος ἕνωσις πρὸς κεκαθαρμένας ψυχὰς ἐν αἰσθήσει τρανῇ, ἤγουν ἐν ἐπιγνώσει γίνεται· καὶ ἐν αἷς ἂν γένηται, φωτοειδεῖς ὁμοίας ἑαυτοῦ καὶ φῶς αὐτὰς ἀπεργάζεται. λεʹ Ὅτι πάντες οἱ ἅγιοι ἐλλαμπόμενοι αὐγάζονται καὶ τὴν δόξαν τοῦ θεοῦ καθορῶσιν, ὡς θεμιτὸν ἀνθρωπίνῃ φύσει θεὸν ὁρᾶν. λϛʹ Εὐχαριστία ὑπὲρ τῆς ἐξορίας καὶ τῶν θλίψεων, ὧν ὑπέστη ἐν τῷ κατ’ αὐτὸν διωγμῷ. λζʹ Δέησις καὶ προσευχὴ τοῦ αὐτοῦ πρὸς θεὸν τῆς ἐκείνου ἕνεκα βοηθείας. ληʹ Περὶ θεολογίας. Καὶ ὅτι ὁ νοῦς τῆς ὕλης τῶν παθῶν καθαρθεὶς ἀΰλως τὸν ἄϋλον καὶ ἀόρατον καθορᾷ.

λθʹ Ὅτι ὁ πόθος καὶ ἡ πρὸς θεὸν ἀγάπη ὑπερβαίνει πᾶσαν ἀγάπην καὶ πάντα πόθον ἀνθρώπινον· βαφεὶς δὲ ὁ νοῦς τῶν καθαιρομένων ἐν τῷ φωτὶ τοῦ θεοῦ ὅλος θεοῦται καὶ νοῦς ἐκεῖθεν χρηματίζει Χριστοῦ. μʹ Ὁμολογία τῆς χάριτος τῶν τοῦ θεοῦ δωρεῶν. Καὶ ὅπως ὁ ταῦτα γράφων πατὴρ ὑπὸ τοῦ ἁγίου ἐνηργεῖτο πνεύματος. Καὶ διδασκαλία ὑπὸ θεοῦ, τὸ τί δεῖ ποιοῦντά τινα τῆς τῶν σωζομένων σωτηρίας τυχεῖν. μαʹ Εὐχαριστία πρὸς θεὸν ὑπὲρ τῶν παρ’ αὐτοῦ γεγονότων εὐεργεσιῶν.

Καὶ αἴτησις τοῦ μαθεῖν, τίνος χάριν οἱ τέλειοι γεγονότες ὑπὸ τῶν δαιμόνων παραχωροῦνται πειράζεσθαι. Καὶ περὶ τῶν ἀποτασσομένων τῷ κόσμῳ διδασκαλία καὶ ὑποτύπωσις ῥηθεῖσα παρὰ θεοῦ. μβʹ Ὅτι οἱ τῷ θεῷ ἀπ’ ἐντεῦθεν ἤδη διὰ τῆς τοῦ ἁγίου πνεύματος μετουσίας ἑνωθέντες, ἐκδημοῦντες τοῦ βίου εἰς αἰῶνας αὐτῷ ἐκεῖθεν συνέσονται· εἰ δ’ οὖν, ἀλλὰ τὸ ἀνάπαλιν τοῖς ἄλλως ἔχουσιν ἐνταῦθα τότε γενήσεται. μγʹ Ὅτι κρεῖσσον τὸ καλῶς ποιμαίνεσθαι ἢ τοὺς μὴ βουλομένους ποιμαίνειν· οὐδὲν γὰρ ἔσται κέρδος τῷ ἄλλους μὲν σπουδάζοντι σῶσαι, ἑαυτὸν δὲ διὰ τῆς ἐκείνων ἀπολέσαντι προστασίας. μδʹ Τί ἐστι τὸ κατ’ εἰκόνα καὶ πῶς εἰκότως νοεῖται ὡς τοῦ πρωτοτύπου εἰκὼν ὁ ἄνθρωπος. Καὶ ὅτι ὁ τοὺς ἐχθροὺς ὡς εὐεργέτας φιλῶν μιμητής ἐστι τοῦ θεοῦ· πνεύματος δὲ ἁγίου ἐντεῦθεν μέτοχος γεγονὼς θέσει θεὸς καὶ χάριτι γίνεται μόνοις ἐκείνοις γνωριζόμενος, τοῖς ὑπὸ τοῦ ἁγίου πνεύματος ἐνεργουμένοις. μεʹ Περὶ θεολογίας ἀκριβεστάτης. Καὶ ὅτι ὁ μὴ ὁρῶν τὸ φῶς τῆς τοῦ θεοῦ δόξης χείρων τυγχάνει τυφλῶν. μϛʹ Ἐξομολόγησις εὐχῇ συνημμένη. Καὶ περὶ συναφείας πνεύματος ἁγίου καὶ ἀπαθείας. μζʹ Περὶ νοητοῦ παραδείσου τηλαυγὴς θεωρία καὶ περὶ τοῦ ἐν αὐτῷ ξύλου ζωῆς. μηʹ Ὅτι δόξα καὶ τιμὴ παντὶ ἀνθρώπῳ ἐστὶν ὑβριζομένῳ καὶ πάσχοντι κακῶς διὰ θεοῦ ἐντολὴν ἡ ὑπὲρ αὐτῆς τῆς ἐντολῆς τοῦ θεοῦ ἀτιμία.

Καὶ διάλογος πρὸς τὴν ἰδίαν ψυχὴν διδάσκων τὸν ἀκένωτον πλοῦτον τοῦ πνεύματος. μθʹ Ὅτι ἔστιν ὅτε καὶ διὰ τῆς εἰς τὸν πλησίον ἐπιμελείας καὶ διορθώσεως συγκατασπᾶσθαι τὸν διδάσκαλον εἰς τὴν ἐνοῦσαν ἐκείνῳ τοῦ πάθους ἀσθένειαν. νʹ Περὶ θεωρίας θεοῦ καὶ θείων πραγμάτων καὶ πνεύματος ἁγίου παραδόξου ἐνεργείας. Καὶ περὶ τῶν ἰδίων τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος. Καὶ ὅτι ὁ μὴ φθάσας εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν οὐδὲν ὠφεληθήσεται, κἂν ἐκτὸς γένηται τῶν τοῦ ᾅδου κολάσεων. ναʹ Ὅτι τοῦ πνεύματος λάμποντος ἡμῖν τοῦ ἁγίου πάντα τὰ τῶν παθῶν φυγαδεύονται ὡς ὑπὸ τοῦ φωτὸς τὸ σκότος, συστέλλοντος δὲ αὐτοῦ τὰς ἀκτῖνας ὑπὸ τούτων καὶ τῶν πονηρῶν βαλλόμεθα λογισμῶν. νβʹ Περὶ θεολογίας. Καὶ ὅτι τῷ μὴ ἀλλοιωθέντι τῇ τοῦ ἁγίου πνεύματος μετουσίᾳ καὶ γεγονότι θέσει ἐν γνώσει θεῷ διδάσκειν τὰ θεῖα τοὺς ἀνθρώπους οὐκ ἔξεστι. νγʹ Κατὰ διάλεκτον θεοῦ καὶ τοῦ πατρὸς τῶν λόγων ὁ λόγος. Καὶ ὅπως ὑπὸ τοῦ ἁγίου πνεύματος ἐλλαμπόμενος ὁ θεῖος οὗτος πατὴρ ὡμίλει θεῷ καὶ ὑπ’ ἐκείνου ἐμυσταγωγεῖτο τὰ θεῖά τε καὶ ἀνθρώπινα. νδʹ Ὅτι τῶν ἀνθρώπων ἑκάστῳ δέδωκεν ὁ θεὸς προσφυῶς καὶ πρὸς τὸ συμφέρον τὸ χάρισμα διὰ πνεύματος ἁγίου εἰς τὸ ἐνεργεῖν οὐχ ὥσπερ αὐτὸς θέλει, ἀλλ’ ὡς ὑπ’ αὐτοῦ προωρίσθη, εἰς τὸ μὴ κενὸν εἶναι μέσον τῆς ἐκκλησίας αὐτοῦ.

νεʹ Ὅτι τοῖς τὸ ἅγιον φυλάξασι βάπτισμα καθαρὸν παραμένει τὸ πνεῦμα τὸ ἅγιον, ἀπὸ δὲ τῶν μολυνάντων αὐτὸ ἀπανίσταται. νϛʹ Εὐχὴ πρὸς θεὸν ἐπὶ τοῖς γεγονόσιν εἰς αὐτὸν ἱκετήριός τε ὁμοῦ καὶ εὐχαριστήριος. νζʹ Ὅτι ὁ τὸν θεὸν ἐξ ὅλης ποθήσας ψυχῆς μισεῖ τὸν κόσμον. νηʹ Διδασκαλία κοινὴ σὺν ἐλέγχῳ πρὸς πάντας· βασιλεῖς, ἀρχιερεῖς, ἱερεῖς, μονάζοντας, λαϊκούς, ὑπὸ στόματος λαληθεῖσα καὶ λεγομένη θεοῦ.