Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ὕμνοι

Συμεὼν ὁ Νέος Θεολόγος

Προετοιμασία για τη θεία κοινωνία και εξομολογητικοί ύμνοι

Προσευχητικοί ύμνοι, θρήνος για την πνευματική νέκρωση και προσέγγιση των αχράντων μυστηρίων με συντριβή καρδιάς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 11 από 17

Δι’ ὧν ἐξομολογούμενος ἐν τῷ παρόντι γράφει λόγῳ, δείκνυσι τὸ βάθος τῆς ἑαυτοῦ ταπεινώσεως καὶ προϊὼν διδάσκει αὐτὴν τὸν εἰς μέτρον ἐλάσαντα τελειότητος καὶ ἀξιωθέντα τοιούτων ἐν θεολογίᾳ ἀποκαλύψεων, Παῦλον τὸν θεῖον κἀν τούτῳ μιμούμενος, ἁμαρτωλὸν ἑαυτὸν ἀποκαλοῦντα καὶ ἀνάξιον τοῦ καλεῖσθαι ἀπόστολον.

Δίδου μοι, Χριστέ, καταφιλεῖν σοὺς πόδας· δίδου μοι τὰς σὰς κατασπάζεσθαι χεῖρας· χεῖρας τὰς ἐμὲ λόγῳ παραγαγούσας, χεῖρας τὰς πάντα κτισάσας ἀκαμάτως· δίδου μοι τούτων ἐμφορεῖσθαι ἀπλήστως· δίδου μοι βλέπειν τὸ πρόσωπόν σου, λόγε, καὶ ἀπολαύειν τοῦ ἀπορρήτου κάλλους καὶ κατανοεῖν καὶ τρυφᾶν σου τῆς θέας· θέας ἀρρήτου, θέας τῆς ἀθεάτου, θέας τῆς φρικτῆς· ὅμως δίδου μοι λέγειν τὰς ἐνεργείας αὐτῆς, οὐ τὴν οὐσίαν· ὑπὲρ φύσιν γάρ, ὑπὲρ οὐσίαν πᾶσαν ᾖς ὅλος αὐτὸς ὁ θεός μου καὶ κτίστης, ἡ δὲ ἀπαυγὴ τῆς δόξης σου τῆς θείας φῶς ἁπλοῦν ἡμῖν, φῶς γλυκὺ καθορᾶται, φῶς ἀποκαλύπτεται, φῶς συνενοῦται ὅλον, ὡς οἶμαι, ὅλοις ἡμῖν σοῖς δούλοις· φῶς πνευματικῶς βλεπόμενον μακρόθεν, φῶς ἐντὸς ἡμῶν εὑρισκόμενον αἴφνης· φῶς ὡσεὶ ὕδωρ βρύον, ὡς πῦρ τε φλέγον τῆς ἧσπερ πάντως καθάψεται καρδίας· ἐξ οὗπερ ἔγνων προληφθεῖσαν, σωτήρ μου, τὴν ταλαίπωρον καὶ ταπεινὴν ψυχήν μου καὶ φλεγομένην καὶ κατακαιομένην· πῦρ προσλαβὸν γὰρ φρυγανώδους οὐσίας πῶς οὐ φλέξειε, πῶς ἂν οὐ καταναλώσῃ, πῶς οὐκ ἐμποιήσειεν ἀφύκτους πόνους; ὅμως ἀνάψαν (δός μοι τοῦ λέγειν, σῶτερ·) ἄφραστον εἶδος κάλλους ὡραιοτάτου δείκνυσι καὶ τέρπει με καὶ πόθου φλόγα ἄστεκτον ἐργάζεται, καὶ πῶς ὑποίσω, πῶς ὑπενέγκω, πῶς ὅλως δὲ βαστάσω ἢ πῶς ἐξείπω τὸ μέγα θαῦμα τοῦτο τὸ γινόμενον ἐν ἐμοὶ τῷ ἀσώτῳ;

οὐ γὰρ σιωπᾶν ὑποφέρω, θεέ μου, καὶ λήθης βυθοῖς συγκαλύπτειν τὰ ἔργα, ἃ ἐποίησας καὶ ποιεῖς καθ’ ἑκάστην μετὰ τῶν θερμῶς ἀεί σε ἐκζητούντων καὶ μετανοίᾳ πρὸς σὲ καταφευγόντων, ἵνα μὴ κἀγὼ ὡς τὸ τάλαντον κρύψας δοῦλος πονηρὸς κατακριθῶ δικαίως· ἀλλ’ ἐκκαλύπτων ταῦτα τοῖς πᾶσι λέγω, καὶ τὰ περὶ σοῦ καὶ τῆς σῆς εὐσπλαγχνίας γραφῇ παραδίδωμι καὶ διηγοῦμαι ταῖς μετέπειτα γενεαῖς, ὦ θεέ μου, ὅπως μαθόντες τὸ πολὺ ἔλεός σου, ὃ ἐνεδείξω εἰς ἐμὲ καὶ δεικνύεις τὸν πρὶν ἄσωτον, τὸν ἀκάθαρτον μόνον, τὸν ὑπὲρ πάντας πλέον ἐξαμαρτόντα, μηδεὶς διστάσῃ, ἀλλὰ μᾶλλον ποθήσῃ, μὴ δειλιάσῃ, ἀλλὰ χαίρων προσέλθῃ, μηδὲ φοβηθῇ, ἀλλὰ μᾶλλον θαρρήσῃ, πέλαγος ὁρῶν τῆς σῆς φιλανθρωπίας καὶ προσδράμῃ τε καὶ προσπέσῃ καὶ κλαύσῃ, καὶ τῶν πταισμάτων ἀπολήψεται λύσιν λέγων ἐν αὑτῷ ὡς ἀληθῶς, θεέ μου· εἰ τὸν πάγκακον καὶ παμπόνηρον τοῦτον καὶ πανάσωτον ἠλέησεν ὁ κτίστης ὑπὲρ ἅπαντας ἀνθρώπους ἁμαρτόντα, πῶς οὐκ ἂν ἐμὲ μειζόνως ἐλεήσῃ τὸν φειδομένως ποσῶς ἐξαμαρτόντα καὶ τὰς ἐντολὰς οὐ πάσας παραβάντα;

ἵν’ οὖν εἰδῶσι καὶ πλῆθος τῶν κακῶν μου, ὧδε λέξοιμι· (οὐ πάντα πάντως, λόγε· ἀναρίθμητα καὶ γὰρ ὑπὲρ ἀστέρας, ὑπὲρ σταγόνας ὑετοῦ καὶ θαλάσσης ψάμμον, κυμάτων πλῆθος κυμαινομένων, ἀλλ’ ἅπερ βίβλος φέρει τοῦ συνειδότος, καὶ ἀποθῆκαι μνήμης ἐμπεριέχουσι· τὰ δ’ ἄλλα μόνος ἀριθμεῖν αὐτὸς οἶδας·) γέγονα φονεύς, ἀκούσατε οἱ πάντες, ἵνα κλαύσητε συμπαθῶς, τὸν δὲ τρόπον εἴασα λόγου παραιτούμενος μῆκος· γέγονα, οἴμοι, καὶ μοιχὸς τῇ καρδίᾳ καὶ σοδομίτης ἔργῳ καὶ προαιρέσει· γέγονα πόρνος, μάγος καὶ παιδοφθόρος· ἐπίορκος ὀμότης καὶ πλεονέκτης· κλέπτης ψεύστης τε ἀναιδής, ἅρπαξ, φεῦ μοι· λοίδορος, μισάδελφος, φθονερὸς πάνυ φιλάργυρός τε ἰταμός τε, καὶ πάσης ἄλλης κακίας εἶδος διεπραξάμην· ναί, πιστεύσατε, ἀληθῶς λέγω ταῦτα καὶ οὐ πλάσματι οὐδὲ σεσοφισμένως. τίς οὖν ἀκούσας ταῦτα οὐκ ἐκπλαγείη, οὐ θαυμάσειε τὴν σὴν μακροθυμίαν, ὦ φιλάνθρωπε, οὐ θαμβηθῇ καὶ λέξει· πῶς οὐ διέστη γῆ φυγοῦσα, τοῦ φέρειν ἐπὶ τοῦ νώτου μὴ στέγουσα τὸν τάλαν, καὶ ζῶντα τοῦτον κατήγαγεν εἰς ᾅδην; σκηπτὸς ἄνωθεν πῶς δὲ οὐ κατηνέχθη καὶ ἀνάλωσε τὸν παραβάτην τοῦτον; πῶς δὲ οὐρανὸς οὐ συνέπεσεν ἅμα καὶ συνεσβέσθη ἥλιος καὶ τὰ ἄστρα ἐπὶ τῷ οὕτως καταπεφρονηκότι;

ὢ τῆς σῆς αὖθις ἀνοχῆς, εἴπῃ, σῶτερ, καὶ τῆς ἀγαθότητος καὶ τοῦ ἐλέους· ὄντως γάρ εἰσιν ὑπὲρ συγγνώμην πᾶσαν αἱ πράξεις αὗται τοῦ παναθλίου τούτου, ἃς ὁ ἀκούων πᾶς τις ἀναβοήσει· τοῦτον ἡ δίκη ἆρα εἴασε ζῶντα; καὶ πῶς δικαία οὖσα κἂν ὅλως τοῦτον εἶναι κατεδέξατο ἐν γῇ τῶν ζώντων; εἰ δ’ ὑπολάβοι ψευδῆ με ἴσως γράψαι, τούτῳ τὴν συγχώρησιν δὸς ὡς οἰκτίρμων· ἀγνοῶν γὰρ σοῦ τὸ μακρόθυμον, σῶτερ, καὶ τὴν ἄβυσσον τῆς σῆς φιλανθρωπίας καὶ τῶν ἔργων μου τὰ ἄτοπα ἀκούσας τὴν ψῆφον ἐξήνεγκε δικαίως ταύτην· εἰ τοῦτον λέγων ἀνεύθυνον ἡ δίκη καταλέλοιπε, λοιπὸν κρίσις οὐκ ἔστι· σὺ δὲ μάλιστα, ὅτι μέλλεις τοῦ κρῖναι, νῦν μακροθυμεῖς διὰ τοῦτο, θεέ μου· θέλεις γὰρ πάντως τὴν πάντων σωτηρίαν τὴν μετάνοιαν ἐκδεχόμενος τούτων τὴν ἐκ τῶν ἔργων ἀνοχῇ σου δικαίᾳ· δικαίου καὶ γὰρ οὐ τοὺς πίπτοντας παίειν, χεῖρα δὲ μᾶλλον πάντως ὀρέγειν τούτοις, ὅπερ ποιῶν σὺ ὁ καλός μου δεσπότης οὐκ ἐνέλιπες οὐδέ ποτε ἐλλείψεις. ὁ βίος πάλη πάντων ἀνθρώπων πέλει, δοῦλοι δὲ πάντες ἄνθρωποι σοῦ τοῦ κτίστου· ἔχομεν δ’ ὅμως μικροί τε καὶ μεγάλοι ἐχθροὺς ἀσπόνδους ἄρχοντας τοὺς τοῦ σκότους· εἰ μὴ οὗν αὐτὸς ὀρέξεις μᾶλλον χεῖρα, ἀλλ’ αὐτοὺς ἡμῶν κατισχῦσαι ἀφήσεις, ποῦ τὸ δίκαιον, ποῦ τὸ φιλάνθρωπόν σου;

δοῦλοι γὰρ ἡμεῖς γεγόναμεν ἐκείνου ἰδίᾳ γνώμῃ ἰδίᾳ προαιρέσει, αὐτὸς δὲ ἡμᾶς ἐλθὼν ἐξηγοράσω τῷ ἀχράντῳ σου αἵματι καὶ τιμίῳ καὶ τῷ σῷ πατρὶ προσήγαγες, θεέ μου, δῶρον· οὓς ὁρῶν ἐχθρὸς ὅλως οὐ στέγει, οὐχ ὑποφέρει τὸν φθόνον, ὅνπερ ἔχει, ἀλλ’ ὠρύεται καθ’ ἡμῶν, ὥσπερ λέων, καὶ περιπατῶν καὶ βρύχων τοὺς ὀδόντας ἀπηνῶς ζητεῖ, ὅντινα καταπίῃ. τοὺς οὖν ὑπ’ αὐτοῦ θηρὸς τοῦ ἀνημέρου τιτρωσκομένους καὶ πληγὰς δεχομένους, καὶ τραυματίας, ὦ Χριστέ μου, κειμένους οὐκ ἐλεήσεις, οὐ συμπαθήσεις μᾶλλον καὶ τὴν ὑγείαν τὴν τούτων ἀναμείνῃς, ἀλλ’ ἐπιπλήξεις, ἀλλὰ συντρίψεις ὅλως, καὶ θανατώσεις τοὺς τοιούτους τελείως; δίκαιον καὶ γάρ, ναί, κἀγὼ τοῦτο λέγω, ὅτι ἄκοντες οὐ κατέχονται οὗτοι, ἀλλὰ ἑκόντες ἑαυτοὺς προδιδοῦσιν. ὅμως πανοῦργος σοφιστής τε κακίας ὁ ἀνήμερος καὶ ποικίλος θὴρ οὗτος· προσποιεῖται οὖν τὰ τῶν φίλων ὡς φίλος, ὅλον με ζητῶν συλλαβεῖν καὶ θηρεῦσαι· τὴν ὁρωμένην ζωὴν ὑποδεικνύς μοι τῆς νοουμένης ζωῆς ἀποστερεῖ με· τῇ αἰσθήσει κλέπτει με τῶν νῦν παρόντων καὶ τῶν μελλόντων ὑποσυλᾷ τὸν πλοῦτον· ἄλλο τῇ ἔξω φαίνεται θεωρίᾳ, ἄλλο δέ ἐστι τὸ κρυπτόμενον, σῶτερ· εἰ δὲ ἄνθρωποι τοῦτο μεμαθηκότες δόλους σχηματίζονται τῇ ὑποκρίσει, τί ὁ κακίας εὑρετὴς οὐ ποιήσει; πῶς οὐ πλανήσει, καὶ μάλιστα τοὺς νέους;

πῶς οὐκ ἀπατήσει δὲ ἀκάκους ὄντας, ὅλως ἀπείρους, ὅλως ἀπανουργεύτους, ὁ προαιρέσει καὶ Σατᾶν καὶ πανοῦργος καὶ πάντα δόλον εὐμηχάνως εὑρίσκων; ὅμως ἅπαντας ἀπατᾷ καὶ τιτρώσκει, οὐδεὶς τὰς τούτου ὑπεξέφυγε χεῖρας, οὐδὲ τῶν αὐτοῦ βελῶν καὶ τοῦ ἐν τούτοις ἰοῦ ἄγευστος καὶ ἄτρωτος διῆλθε. πάντες ἐξημάρτομεν καὶ ὑστεροῦμεν δόξης σου, Χριστέ, τῆς ἀρρήτου καὶ θείας καὶ δωρεάν σε δυσωποῦμεν τοῦ σῶσαι καὶ δικαιῶσαι χάριτι καὶ ἐλέει, ὃ ἐξέχεας ἐπ’ ἐμὲ νῦν πλουσίως, περὶ οὗ λέγειν καὶ γράφειν οὐκ ὀκνήσω· πῶς γὰρ δυναίμην σιωπῇ ὑποφέρειν τὰ γινόμενα καθ’ ὥραν, ὦ θεέ μου, καὶ πραττόμενα ἐν ἐμοὶ τῷ ἀθλίῳ; ἄφραστα καὶ γὰρ εἰσὶν ἐν ἀληθείᾳ, ἀκατάληπτα, ὑπὲρ νοῦν, ὑπὲρ λόγον· καὶ πῶς ἐξείπω ταῦτα ἢ πῶς ἐκφράσω; ἀλλ’ οὖν μὴ φέρων σιωπᾶν ἄρτι λέξω· θεὸς ἄναρχος, ἄκτιστος μόνος πέλεις, ἐν υἱῷ καὶ πνεύματι τριὰς ἁγία· ἀκατάληπτος, ἀπρόσιτος ὑπάρχεις κτίστης ὁρωμένης τε καὶ νοουμένης κτίσεως καὶ κύριος σὺ καὶ δεσπότης, ὑπεράνω τε τῶν οὐρανῶν καὶ πάντων τῶν ἐν οὐρανῷ· τοῦ οὐρανοῦ τυγχάνεις μόνος ποιητής, μόνος ἐξουσιάζων, μόνος τὰ πάντα φέρων προστάγματί σου καὶ θελήματι συνέχων πάντα μόνῳ.

ἔχεις περὶ σὲ μυριάδας ἀγγέλων ἀρχαγγέλων τε χιλίας χιλιάδας, θρόνους, κυριότητας ἀναριθμήτους· ἔχεις δυνάμεις, Χερουβὶμ Σεραφίμ τε πολυόμματα, ἀρχὰς καὶ ἐξουσίας καὶ πλείους ἄλλους λειτουργούς τε καὶ φίλους· ἔχεις τὴν δόξαν ὑπερδεδοξασμένην, ὥστε μὴ τολμᾶν ἀδεῶς ἀτενίσαι τινὰς ἐκ τούτων πρὸς αὐτήν, ὦ θεέ μου, μηδὲ δύνασθαι φαινομένην ἐνέγκαι τοῦ προσώπου σου τὴν ἀστράπτουσαν αἴγλην. πῶς γὰρ ἰσχύσει τὸ ποίημα τὸν κτίστην ὅλον κατιδεῖν, ὅλον κατανοῆσαι;

οὐδαμῶς οἶμαι δυνατὸν εἶναι τοῦτο· ἀλλ’ ὁ ποιητὴς καθ’ ὅσον ἂν ἐθέλῃ, φαίνεται καὶ βλέπεται, παρ’ ὧν ἐθέλει· καὶ γινώσκεται καὶ γινώσκει τὸ κτίσμα· καὶ καθορᾶται καὶ καθορᾷ τοσοῦτον, ὅσον δώσειεν ὁ ποιητὴς τοῦ βλέπειν· εἰ γὰρ παρὰ σοῦ παρήχθησαν, θεέ μου, ἔχουσιν ἐκ σοῦ τὸ εἶναι καὶ τὸ βλέπειν καὶ τὸ δύνασθαι λειτουργεῖν σοι ἀμέμπτως· ἀλλ’ οὖν ἄνω σὺ ὑπὲρ ἀρχὰς ἁπάσας, αὗται δὲ πάλιν περὶ σὲ τὸν θεόν μου, ἡμεῖς δὲ κάτω ἐν κατωτάτῳ λάκκῳ (λάκκον οὐ λέγω τὸν ὁρώμενον κόσμον, ἀλλὰ τὸ σκότος τῆς ἁμαρτίας ὄντως), λάκκῳ πονηρῷ, λάκκῳ ζεζοφωμένῳ, λάκκῳ καὶ τάφῳ δεινῶς ἐν κατωτάτῳ, ὅνπερ ἥλιος οὐ πέφυκε φωτίζειν· ἔξω γάρ ἐστι τοῦ ὁρωμένου κόσμου καὶ τοῦ μέλλοντος ἡ νὺξ τῆς ἁμαρτίας, καὶ τοὺς ἐν αὐτῇ ἐμπίπτοντας ἀφρόνως νῦν τε κατέχει καὶ θανόντας ὡσαύτως ἕξει δεσμίους εἰς αἰῶνας αἰώνων· ὧν ἐγὼ πρῶτος, ὦ Χριστέ μου, ὑπάρχω, ὁ καὶ συσχεθεὶς καὶ καταχθεὶς ἐν ταύτῃ, καὶ ἐν πυθμένι αὐτῆς τῷ κατωτάτῳ εὑρεθεὶς ἐβόησα· ἐλέησόν με· ἐν ἐπιγνώσει γεγονὼς τῶν κακῶν μου.

ἔγνων γὰρ τὸ ποῦ δι’ αὐτῶν κατηνέχθην, οὗ χάριν καὶ ἔκλαυσα, δακρύων ὄμβρους ἐξ ὀφθαλμῶν μου κατήγαγον ἐμπόνως· μετενόησα ἐξ ὅλης μου καρδίας καὶ ἐκέκραξα φωναῖς ταῖς ἀλαλήτοις, καὶ ἐπήκουσας ἐκ τοῦ ἀφάτου ὕψους τοῦ ἐν πυθμένι κειμένου κατωτάτῳ σκότους ἀπείρου, ἀτελοῦς ἐν τῷ τέλει· καὶ τὰς περὶ σὲ καταλιπὼν δυνάμεις ἀντιπαρελθὼν τὰ ὁρώμενα πάντα κατῆλθες ἐκεῖ, ἐν ᾧ κείμενος ἤμην· ἔλαμψας εὐθύς, ἐδίωξας τὸ σκότος, ἤγειράς με σὺ ἐμπνεύσει σου τῇ θείᾳ, ἔστησας εἰς πόδας με τῶν ἐντολῶν σου, ἔθελξας τῷ κάλλει σου καὶ τῇ ἀγάπῃ ἔτρωσας, ἠλλοίωσας ὅλον με ὅλον· εἶδόν σου τὸ πρόσωπον καὶ ἐφοβήθην, καίτοι εὐμενές, εὐπρόσιτόν μοι ὤφθη· ἡ δὲ ὡραιότης σου ἐξέστησέ με καὶ ἐξέπληξεν, ὦ τριάς, ὁ θεός μου· εἷς γὰρ χαρακτὴρ τῶν τριῶν ἐν ἑκάστῳ, καὶ τὰ τρία ἓν πρόσωπον, ὁ θεός μου, ὃς καὶ καλεῖται πνεῦμα, θεὸς τῶν πάντων· σὺ οὖν ἐμφανισθεὶς ἐμοὶ τῷ παναθλίῳ, πῶς οὐκ ἔμελλον ἐγὼ φρῖξαι καὶ δῦναι καὶ κατώτερον, οὗ ἤμην, γεγονέναι καὶ σκεπασθῆναι πάλιν ὑπὸ τοῦ σκότους, ἵν’ ἀποκρυβῶ σὲ τὸν ἄστεκτον πᾶσιν; †ἀλλὰ τοῦτο μὲν ἔπραττον ἐκ δειλίας ἐγώ,† σὺ δέ, θεέ μου, μᾶλλον περιεπλέκου, μᾶλλον κατησπάζου με, μᾶλλον ἐνηγκαλίζου ἔνδον τοῦ κόλπου τῆς δόξης σου, θεέ μου, ἔνδον τοῦ κρασπέδου σου τῶν ἱματίων εἰσάγων ὅλον καὶ σκέπων με φωτί σου καὶ ἀμνημονεῖν ποιῶν τῶν ὁρωμένων καὶ τῶν κατεχόντων με δεινῶν τὸ πρώην· ὢ μυστηρίων βάθος· ὢ ὕψος δόξης· ὢ ἀνάβασις· ὢ θέωσις· ὢ πλοῦτος· ὢ λαμπρότης ἄφραστος τῶν λεγομένων· τίς καταλαβεῖν ἐκ τῶν λόγων ἰσχύσει ἢ τὸ μέγεθος κατανοῆσαι τῆς δόξης;

ὃς γὰρ οὐκ εἶδεν, ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὐκ ἤκουσεν, ἃ οὖς οὐκ ἠκηκόει καὶ εἰς καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, πῶς τῷ γράφοντι περὶ αὐτῶν πιστεύσει; εἰ δὲ καὶ πιστεύσειε, πῶς διὰ λόγου ἰδεῖν ἰσχύσει, ἃ ὀφθαλμὸς οὐκ εἶδε; πῶς δὲ ἀξίως δι’ ἀκοῆς χωρήσει, ἃ οὐκ ἤκουσεν οὖς ποτὲ τῶν ἀνθρώπων, ἵνα καὶ καλῶς περὶ αὐτῶν νοήσῃ ἐν περινοίᾳ δυνηθῇ τε γενέσθαι, ὧν ἀμήχανον τοῖς ὁρῶσι τὸ κάλλος καὶ τὸ εἶδός τε ἀνείδεον ὑπάρχει καὶ ἀκατανόητον ἐστὶ τοῖς πᾶσιν, οἷσπερ ὁρᾶται; ἵνα σοι πάλιν εἴπω· πῶς λογισμῷ ταῦτά τις ἀναπλάττων οὐκ ἂν ἐκπέσοι τῆς ἀληθείας πόρρω καὶ πλανηθῇ πλάσματι καὶ φαντασίαις εἰκόνας ψευδεῖς συλλογισμῶν οἰκείων οἰκείου νοὸς ἀνιστορῶν καὶ βλέπων;

ὥσπερ γὰρ ᾅδην καὶ τὰς ἐκεῖ κολάσεις ἕκαστος φαντάζεται, ὡς ἂν ἐθέλοι, πλὴν οὖν, ὡς εἰσίν, οὐδεὶς τῶν πάντων οἶδεν, οὕτως μοι νόει, τὰ ἀγαθὰ ἐκεῖνα τὰ ἐν οὐρανοῖς ἀκατάληπτα πᾶσι καὶ ἀθέατα, μόνοις γνωστὰ δὲ ταῦτα καὶ θεωρητά, οἷς θεὸς ἐκκαλύψει κατὰ τὸ μέτρον τῆς ἀξίας ἑκάστου, μέτρον πίστεως, ἐλπίδος καὶ ἀγάπης, μέτρον φυλακῆς τῶν ἐντολῶν κυρίου, μέτρον ἄλλο δὲ πνευματικῆς πτωχείας, μέτρον τέλειον, οὐ μικρὸν οὐδὲ μέγα· ταῦτα γὰρ μισεῖ ὁ θεὸς οὐκ ἀδίκως, ἀλλὰ δικαίως, ὡς οὐ δίκαια πάντως· τὸ μὲν γὰρ μικρὸν λείπεται τοῦ δικαίου ἐν ἀμελείᾳ ἢ καὶ καταφρονήσει μένον ἄχρηστον εὐλόγως καὶ δικαίως, τὸ δὲ οὐ μικρόν, ἀλλὰ μέγα τυγχάνον, εἰς ἀπόνοιαν φέρει τὸν κεκτημένον καὶ πάντας ἄλλους βλάπτει τούτῳ χρωμένους. δίκαιον μέτρον ταπεινώσεως ἔστι τὸ μήτε πάντῃ αὑτοῦ ἀπογινώσκειν μήτε οἴεσθαι εἶναί τινα ἐν κόσμῳ χείρον’ ἑαυτοῦ ἐν πράξεσιν ἀτόποις· κλαίειν τε ἀεὶ καὶ θρηνεῖν διὰ τοῦτο, καὶ καταφρονεῖν πάντων τῶν ὁρωμένων· τοῦτο γάρ ἐστι τεκμήριον τοῦ πένθους τοῦ κατὰ θεὸν ἐκ ψυχῆς γινομένου. εἰ δ’ ἀντέχεταί τινος τῶν ὁρωμένων, οὔπω ἑαυτὸν ἔγνωκεν ἐν αἰσθήσει οὐδὲ φόβον ἔλαβεν ἐν τῇ καρδίᾳ κρίσεως θείας καὶ πυρὸς αἰωνίου οὐδ’ ἐκτήσατο ταπείνωσιν τελείαν, καὶ διὰ τοῦτο ἐκπίπτει καὶ τῆς θέας καὶ τῆς δωρεᾶς τῶν ἀγαθῶν ἐκείνων, ὧνπερ ὀφθαλμὸς οὐδεὶς ἀνθρώπων εἶδεν.

σπεύσωμεν πάντες ταπείνωσιν εὑρέσθαι, τὴν ἀνώνυμον τῶν ψυχῶν ἡμῶν χάριν, ἥτις οὐκ ἔχει ὄνομα, τῇ δὲ πείρᾳ ἐνώνυμος γίνεται τοῖς κεκτημένοις. πρᾶος ὁ Χριστός, ταπεινὸς τῇ καρδίᾳ· ἔνοικον τοῦτον ὁ κτησάμενος ἔγνω, ὅτι δι’ αὐτοῦ τὴν ταπείνωσιν ἔχει, μᾶλλον δὲ αὐτὸς ἡ ταπείνωσις ἔστι. ψυχὴ ζητοῦσα δόξαν ἐκ τῶν ἀνθρώπων ταύτην τὴν ταπείνωσιν ὅλως οὐκ ἔγνω· ὁ δὲ οἴησιν κἂν ποσῶς κεκτημένος πῶς ἐντὸς αὐτοῦ τὴν ταπείνωσιν ἕξει; οὐδαμῶς ὄντως· οἴμοι τῷ παναθλίῳ, τῷ κενοδόξῳ καὶ κατεπαιρομένῳ καὶ μηδὲ μίαν ἀρετὴν κεκτημένῳ καὶ ἀναισθήτως πάσας παρερχομένῳ τὰς ἡμέρας μου ἐν τῷ παρόντι βίῳ. τίς μὴ κλαύσῃ με; τίς μὴ σφοδρῶς πενθήσῃ, ὅτι ἔφυγον κόσμον καὶ τὰ ἐν κόσμῳ καὶ τῇ αἰσθήσει κόσμου οὐκ ἐχωρίσθην; τὸ τῶν μοναχῶν περιβέβλημαι σχῆμα καὶ ὡς κοσμικὸς ἀγαπῶ τὰ ἐν κόσμῳ, δόξαν πλοῦτόν τε καὶ ἡδονὰς καὶ τέρψεις· ἐπὶ τῶν ὤμων τὸν σταυρὸν Χριστοῦ φέρω καὶ ὑποφέρειν τὰ τοῦ σταυροῦ ὀνείδη ὅλως ἀπαναίνομαι, ὅλως οὐ θέλω, ἀλλὰ ἐνδόξοις ἐμαυτὸν παρενείρω καὶ σὺν ἐκείνοις τὸ δοξάζεσθαι θέλω· ὢ τῆς συμφορᾶς, ὢ τῆς ἀναισθησίας, διπλῆς ὑπάρχω ἄξιος καταδίκης· πταίσας γὰρ πολλὰ πρότερον ἐν τῷ βίῳ ἐπηγγειλάμην καλῶς μετανοῆσαι, νῦν ἐφάνην δὲ παραβάτης ἀγνώμων πάντων τῶν καλῶν, ὧν μοι θεὸς παρέσχε, καὶ τῶν συνθηκῶν ἀρνητὴς ἀπεδείχθην καὶ ἀνάξιος πάσης φιλανθρωπίας.

ἀλλ’, ὦ θεέ μου, ὦ πανοικτίρμον μόνε, σπεῦσον, πρόφθασον, ἐπίστρεψόν με πάλιν πρὸς μετάνοιαν, πρὸς δάκρυα, πρὸς πένθος, ἵνα λούσωμαι καὶ καθαρθῶ καὶ ἴδω λάμψασαν τρανῶς ἐν ἐμοὶ τὴν σὴν δόξαν· ἥν μοι χάρισαι νῦν καὶ εἰς τοὺς αἰῶνας δοξάζοντί σε φωναῖς ἀκαταπαύστοις τὸν τῶν αἰώνων ποιητὴν καὶ δεσπότην.

Περὶ τῆς γενομένης θεωρίας αὐτῷ τοῦ θείου φωτός. Καὶ ὅπως τὸ θεῖον φῶς οὐ καταλαμβάνεται ὑπὸ σκότους· ἐν οἷς καὶ διὰ τὴν ὑπερβολὴν τῶν ἀποκαλύψεων ἐκπληττόμενος μέμνηται τῆς ἀνθρωπίνης ἀσθενείας καὶ ἑαυτὸν κατακρίνει. Πῶς διαγράψω, δέσποτα, προσώπου σου τὴν θέαν, πῶς εἴπω τὴν ἀνέκφραστον θεωρίαν τοῦ κάλλους; πῶς ὃν ὁ κόσμος οὐ χωρεῖ γλώσσης φθογγὴ χωρήσει, πῶς τις ἐκφράσαι δυνηθῇ τὴν σὴν φιλανθρωπίαν; καθήμενος γὰρ ἐν φωτὶ λαμπάδος μοι φαινούσης καὶ φωτιζούσης τῆς νυκτὸς τὸν ζόφον καὶ τὸ σκότος ἐδόκουν εἶναι ἐν φωτὶ προσέχων ἀναγνώσει, λέξεις τε οἷα ἐρευνῶν καὶ σκοπῶν τὰς συντάξεις.

ὡς οὖν ὑπῆρχον, δέσποτα, ἀδολεσχῶν ἐν τούτοις, αἴφνης ἐφάνης ἄνωθεν πολὺ μείζων ἡλίου καὶ ἔλαμψας ἐξ οὐρανῶν μέχρις ἐμῆς καρδίας, τὰ δ’ ἄλλα πάντα ὡς βαθὺ σκότος εἶναι ἑώρων, στῦλος δὲ μέσον φωτεινὸς ὅλον τεμὼν ἀέρα διῆκεν ἐκ τῶν οὐρανῶν ἕως ἐμοῦ τοῦ τάλα· εὐθὺς ἐπελαθόμην δὲ φωτὸς τοῦ λυχνιαίου, οἰκίας ἠμνημόνησα ὅτι ἐντὸς ὑπάρχω, ἐν τῷ δοκεῖν ἀέρι δὲ τοῦ σκότους ἐκαθήμην, πλὴν καὶ τοῦ σώματος αὐτοῦ λήθην ἔσχον εἰς ἅπαν· ἐλάλουν σοι καὶ νῦν λαλῶ ἐκ βάθους μου καρδίας· ἐλέησόν με, δέσποτα, ἐλέησόν με, μόνε, τὸν μηδαμῶς μηδέποτε δουλεύσαντά σοι, σῶτερ, ἀλλά σε παροργίζοντα ἐκ νέας ἡλικίας· πᾶσαν μετῆλθον σαρκικὴν καὶ ψυχικὴν κακίαν καὶ ἁμαρτίας ἔπραξα ἀμετρήτους ἀτόπους ὑπὲρ ἀνθρώπους ἅπαντας, ὑπὲρ ἄλογα πάντα, ἑρπετὰ καὶ θηρία τε πάντα ὑπερνικήσας. εἰς ἐμὲ οὖν τὸ ἔλεος χρεία ἐνδείξασθαί σε τὸν καὶ ἐξαμαρτήσαντα ὑπὲρ πάντας ἀφρόνως· μὴ χρῄζειν γὰρ ἐλάλησας σὺ αὐτὸς ἰατρείας τοὺς ὑγιαίνοντας, Χριστέ, ἀλλὰ τοὺς ἀσθενοῦντας.

διὸ ὡς ἀσθενοῦντά με πολλὰ καὶ ἀμελοῦντα, οὕτως πολὺ τὸ ἔλεος ἐπίχεέ μοι, λόγε· ἀλλ’ ὢ φωτὸς γαυρίαμα· ἀλλ’ ὢ πυρὸς κινήσεις· ἀλλ’ ὢ φλογὸς περιδρομαὶ ἐν ἐμοὶ τῷ ἀθλίῳ παρὰ τῆς σῆς καὶ παρὰ σοῦ ἐνεργούμεναι δόξης· δόξαν δ’ ἐγὼ τὸ πνεῦμά σου ἐπίσταμαι καὶ λέγω τὸ ἅγιον, τὸ συμφυὲς καὶ ὁμότιμον, λόγε· ὁμογενές, ὁμόδοξον, ὁμοούσιον μόνον τῷ σῷ πατρὶ καὶ σοί, Χριστέ, ὦ θεὲ τῶν ἁπάντων. σοὶ προσκυνῶν εὐχαριστῶ, ὅτι ἠξίωσάς με κἂν ποσῶς ἐπιγνῶναί σου θεότητος τὸ κράτος· εὐχαριστῶ, ὅτι αὐτὸς καθημένῳ ἐν σκότει ἀπεκαλύφθης μοι, ἔλαμψας, ἰδεῖν ἠξίωσάς με τὸ φῶς τὸ τοῦ προσώπου σου τὸ ἄστεκτον τοῖς πᾶσιν· ἔμεινα καθεζόμενος ἐν σκότει μέσον, οἶδα· μέσον δὲ τούτου ὄντι μοι κεκαλυμμένῳ σκότει ἐφάνης φῶς, ἐφώτισας ὅλον ὅλῳ φωτί με, καὶ γέγονα φῶς ἐν νυκτὶ μέσον σκότους τυγχάνων. οὔτε τὸ σκότος τὸ σὸν φῶς κατέλαβεν εἰς ἅπαν οὔτε τὸ φῶς ἐδίωξε τὸ ὁρώμενον σκότος, ἀλλ’ ἀναμὶξ ἀσύγχυτα, πάντῃ μεμερισμένα, μακρὰν ἀλλήλων, ὡς εἰκός, οὐ κεκραμένα ὅλως, πλὴν ἐν ταὐτῷ τὰ σύμπαντα πληροῦσιν, ὡς νομίζω. οὕτως εἰμὶ ἐν τῷ φωτὶ μέσον τυγχάνων σκότους, οὕτως ἐν σκότει πάλιν δὲ μέσον φωτὸς διάγων. ἰδοὺ καὶ μέσον ἐν φωτί, ἰδοὺ καὶ μέσον σκότους· καὶ λέγω· τίς ἐν σκότει μοι φῶς εὑρεῖν μέσον δώσει, ὃ οὐ χωρεῖ εἰσδέξασθαι; πῶς γὰρ χωρήσει σκότος φῶς ἐντὸς καὶ μὴ φεύξεται, ἀλλὰ μενεῖ ἐν μέσῳ φωτὸς τὸ σκότος;

ὢ φρικτοῦ θαύματος ὁρωμένου διττῶς διττοῖς τοῖς ὀφθαλμοῖς, σώματος καὶ ψυχῆς τε. ἄκουε, ἄρτι τὰ φρικτὰ διττοῦ θεοῦ σοι λέγω καὶ ὡς πρὸς ἄνθρωπον διττὸν ἐμὲ γεγενημένα· ἀνέλαβε τὴν σάρκα μου καὶ δέδωκέ μοι πνεῦμα, καὶ γέγονα κἀγὼ θεὸς τῇ χάριτι τῇ θείᾳ, θέσει υἱὸς πλὴν τοῦ θεοῦ· ὢ ἀξίας, ὢ δόξης· ὡς ἄνθρωπος λυπούμενος ἐμαυτὸν ταλανίζω καὶ τὴν ἐμὴν ἀσθένειαν κατανοῶ καὶ στένω καὶ ζῆν ὅλως ἀνάξιος ὑπάρχω, ὡς εὖ οἶδα· ἐκείνου δὲ τῇ χάριτι θαρρῶν, κατανοῶν τε τὸ κάλλος, ὅ μοι δέδωκεν, ἐπιτέρπομαι βλέπων. ὡς μὲν οὖν ἄνθρωπος οἶδα μηδὲν ὁρᾶν τῶν θείων, καὶ ἀοράτων παντελῶς εἰμὶ κεχωρισμένος, τῇ δὲ υἱοθεσίᾳ με θεὸν γεγενημένον καὶ καθορῶ καὶ κοινωνὸς γίνομαι τῶν ἀψαύστων. ὡς ἄνθρωπος οὐδὲν ἔχω τῶν ὑψηλῶν καὶ θείων, ὡς δὲ θεοῦ χρηστότητι νυνὶ ἠλεημένος ἔχω Χριστὸν τὸν κύριον, τὸν πάντων εὐεργέτην. διὸ καὶ πάλιν, δέσποτα, δεόμενος προσπίπτω· μὴ ἀποτύχω τῶν ἐν σοὶ ἐλπίδων μου μηδ’ ὅλως διαγωγῆς τε καὶ τιμῆς, δόξης καὶ βασιλείας, ἀλλ’ ὥσπερ νῦν ὁρᾶσθαί μοι κατηξίωσας, σῶτερ, οὕτω καὶ μετὰ θάνατον παράσχου μοι σὲ βλέπειν· οὐ λέγω πόσον, εὔσπλαγχνε, ἀλλ’ εὐμενῶς, εὐσπλάγχνως, ἱλέῳ σου τῷ ὄμματι, ὡς καὶ νῦν καθορᾷς με καὶ τῆς χαρᾶς σου ἐμπιπλᾷς καὶ γλυκύτητος θείας.

ναί, ποιητὰ καὶ πλάστα μου, σκέπασόν με χειρί σου καὶ μὴ ἐγκαταλίπῃς με, ναί, μὴ μνησικακήσῃς· ἀγνωμοσύνην μου πολλήν, δέσποτα, μὴ σταθμήσῃς, ἀλλὰ ἀξίωσον κἀμὲ φωτί σου μέχρι τέλους καὶ τῇ ὁδῷ τῶν ἐντολῶν ἀόκνως πορευθῆναι καὶ ἐν αὐτῷ σου τῷ φωτὶ τῶν χειρῶν, πανοικτίρμον, παραθεῖναι τὸ πνεῦμά μου, λυτρούμενος ἐχθρῶν με, σκότους, πυρός, κολάσεων τῶν αἰωνίων, λόγε· ναί, ὁ πολὺς ἐν οἰκτιρμοῖς, ἄφατος ἐν ἐλέει, ἀξίωσον εἰς χεῖράς σου παραδοῦναι ψυχήν μου, καθὼς καὶ νῦν ἐν τῇ χειρὶ τῇ σῇ, σῶτερ, τυγχάνω. μὴ οὖν παρεμποδίσῃ μου τὴν ὁδὸν ἁμαρτία· μὴ περικόψῃ, μὴ τῆς σῆς ἀποσπάσῃ χειρός με, ἀλλ’ αἰσχυνθήτω ὁ δεινὸς ἄρχων καὶ ψυχοφθόρος ἐντὸς παλάμης, δέσποτα, τῆς σῆς ὄντα με βλέπων, καθὰ καὶ νῦν οὐδὲ τολμᾷ πλησίον μου γενέσθαι ὁρῶν ὑπὸ τῆς χάριτος τῆς σῆς σκεπόμενόν με. μὴ κατακρίνῃς με, Χριστέ, μὴ εἰς ᾅδην ἀπώσῃ, μὴ καταγάγῃς εἰς βυθὸν θανάτου τὴν ψυχήν μου, ὅτι τολμῶ τὸ ὄνομα τὸ σὸν κατονομάζειν ὁ ῥυπαρός, ὁ μιαρὸς καὶ βέβηλος εἰς ἅπαν, μὴ χάνῃ γῆ καὶ καταπίῃ με, λόγε, τὸν παραβάτην, τὸν μηδὲ ζῆν μηδὲ λαλεῖν ὅλως ἄξιον ὄντα, μὴ πῦρ κατέλθῃ ἐπ’ ἐμὲ καὶ ἐκλείξῃ με ἄφνω, ὡς μὴ κύριε ἐλέησον εἰπεῖν συγχωρηθέντα· μὴ ὁ πολὺς ἐν οἰκτιρμοῖς, ὁ φιλάνθρωπος φύσει, μὴ εἰσελθεῖν θελήσειας μετ’ ἐμοῦ τοῦ κριθῆναι· τί γὰρ καὶ ὅλως φθέγξομαι ὑπάρχων ἁμαρτία; τί οὖν καὶ εἴποιμι ποσῶς ὁ κατακεκριμένος;

ὁ ἐκ κοιλίας μου μητρὸς ἀμέτρητά σοι πταίσας καὶ μέχρι νῦν ἀναισθητῶν πρὸς σὴν μακροθυμίαν· ὁ μυριάκις εἰς βυθὸν κατενεχθεὶς τοῦ ᾅδου κἀκεῖθεν ἀγαθότητι ἀνελκυσθείς σου θείᾳ· ὁ μέλη καὶ τὰς σάρκας μου ψυχῆς καὶ σώματός τε καταρρυπώσας ὡς οὐδεὶς ἄλλος τῶν ἐν τῷ βίῳ· ὁ μανικὸς τῶν ἡδονῶν †ἐραστὴς ἀναίσχυντος† καὶ πονηρὸς καὶ δόλιος τῇ ψυχικῇ κακίᾳ· ὁ μίαν σου ὅλως, Χριστέ, ἐντολὴν μὴ φυλάξας τί σοι ἀπολογήσομαι; τί δέ σε καὶ προσείπω; ποίᾳ ψυχῇ βαστάσω σου ἐλέγχους, ὦ θεέ μου; εἰ ἀνομίας τὰς ἐμὰς καὶ τὰς πράξεις γυμνώσεις, ὦ βασιλεῦ ἀθάνατε, μὴ δείξῃς πᾶσι ταύτας, ὅτι καὶ φρίττω ἐννοῶν ἔργα νεότητός μου· τὸ δὲ εἰπεῖν φρίκης μεστόν, ἀνάπλεων αἰσχύνης· εἰ γὰρ ταῦτα θελήσειας ἐκκαλύψαι τοῖς πᾶσι, χεῖρον πάσης κολάσεως ἡ ἐντροπή μου ἔσται. τίς γὰρ τὰς ἀσελγείας μου, τίς δὲ τὰς ἀσωτίας, τίς τοὺς βεβήλους ἀσπασμούς, τίς τὰς αἰσχράς μου πράξεις, ἐν αἷς καὶ νῦν μολύνομαι ταύτας ἐν νῷ λαμβάνων, ἰδὼν οὐκ ἐκπλαγήσεται, ἰδὼν ὅλως οὐ φρίξει, ἰδὼν οὐ κράξει καὶ εὐθὺς ἀποστραφῇ τὰς ὄψεις καὶ ἆρον, εἴποι, δέσποτα, τὸν παμβέβηλον τοῦτον, χεῖρας δεθῆναι πρόσταξον καὶ πόδας τοῦ ἀθλίου καὶ ἐμβληθῆναι εἰς τὸ πῦρ τὸ ζοφῶδες ἐν τάχει, μὴ καθορᾶται παρ’ ἡμῶν τῶν σῶν γνησίων δούλων;

ὄντως ἀξίως, δέσποτα, ὄντως δικαίως τοῦτο κἀκεῖνοι πάντες φθέγξονται καὶ σὺ αὐτὸς ποιήσεις· καὶ εἰς τὸ πῦρ βληθήσομαι ὁ ἄσωτος καὶ πόρνος. ἀλλ’ ὁ ἀσώτους κατελθὼν καὶ πόρνους σὺ τοῦ σῶσαι μὴ καταισχύνῃς με, Χριστέ, ἐν ἡμέρᾳ τῆς δίκης, ὅτε τὰ πρόβατα τὰ σὰ ἐκ δεξιῶν σου στήσεις κἀμὲ καὶ τὰ ἐρίφια ἐκ τῶν ἀριστερῶν σου· ἀλλὰ τὸ φῶς τὸ ἄχραντον, τὸ φῶς τοῦ σοῦ προσώπου τὰ ἔργα καλυψάτω μου καὶ γύμνωσιν ψυχῆς μου καὶ στολισάτω με φαιδρῶς, ἵνα ἐν παρρησίᾳ ἀνεπαισχύντως δεξιοῖς καταλεγῶ προβάτοις καὶ σὺν αὐτοῖς δοξάζω σε εἰς αἰῶνας αἰώνων· ἀμήν.

Ὅτι ὁ ἐν ἀγνωσίᾳ θεοῦ ἔτι ζῶν νεκρός ἐστι μέσον τῶν ζώντων ἐν γνώσει θεοῦ. Καὶ ὅτι τοῖς ἀναξίως τῶν μυστηρίων μεταλαμβάνουσιν ἄληπτον τὸ θεῖον σῶμα καὶ αἷμα τοῦ Χριστοῦ γίνεται. Νῦν ἐν τοῖς ζῶσιν ὡς νεκρός, ὦ δέσποτα, ὑπάρχω, καὶ ἐν νεκροῖς ὡς ζῶν εἰμι, ἄθλιος ὑπὲρ πάντας ἀνθρώπους τοὺς ἐπὶ τῆς γῆς, οὓς ἔκτισας, θεέ μου· τὸ γὰρ νεκρὸν ὑπάρχειν με ἐν τοῖς κατὰ σὲ ζῶσι τῶν μὴ κτισθέντων χείρω με ἀποδείκνυσι πάντως, τὸ δ’ ἐν νεκροῖς τὴν ἄλογον ζωὴν ζῆν ὡς τὰ κτήνη τῶν μὴ εἰδότων σε θεὸν ὅμοιον ὄντως πέλει. πῶς γὰρ οὐκ ἔστιν ὅμοιον, πῶς δὲ οὐκ ἔστιν ἶσον, εἰ καὶ δοκῶ εἰδέναι σε, εἰ καὶ δοκῶ πιστεύειν, εἰ καὶ δοκῶ σὲ ἀνυμνεῖν καὶ σὲ ἐπικαλεῖσθαι;

καὶ γὰρ λαλεῖ τὸ στόμα μου λόγους, οὓς ἐδιδάχθην, καὶ ὕμνους ᾄδω καὶ εὐχάς, ἃς ἐγγράφως οἱ πάλαι τὸ πνεῦμά σου τὸ ἅγιον ἐξέθεντο λαβόντες, καὶ λέγων ταῦτα καὶ δοκῶν μέγα τι πεπραχέναι ἀναισθητῶ καὶ ἀγνοῶ, ὅτι ὥσπερ οἱ παῖδες μανθάνοντες οὐκ ἴσασι τὴν δύναμιν τῶν λόγων, οὕτως κἀγὼ ταῖς προσευχαῖς καὶ ψαλμοῖς τε καὶ ὕμνοις ἐγκαρτερῶν, καὶ ἀνυμνῶν σὲ τὸν εὔσπλαγχνον μόνον τῆς σῆς δόξης καὶ τοῦ φωτὸς αἴσθησιν οὐ λαμβάνω· καὶ ὥσπερ οἱ αἱρετικοὶ οἱ πολλὰ ἐκμαθόντες ἐδόκουν τοῦ εἰδέναι σε, ἐδόκουν σε γινώσκειν, ἐδόκουν οἱ πανάθλιοι καὶ βλέπειν σε, θεέ μου, οὕτω κἀγὼ πολλὰς εὐχὰς καὶ πολλὰς ψαλμῳδίας λαλῶν ἐν μόνῃ γλώσσῃ μου, ἴσως δὲ καὶ καρδίᾳ, ἐκ τούτων τὸ τῆς πίστεως ἄκρον ἔχειν νομίζω, ἐκ τούτων τὴν ἐπίγνωσιν πᾶσαν τῆς ἀληθείας οἴομαι τὸ καταλαβεῖν καὶ μηδὲν πλέον χρῄζειν, ἐκ τούτων καὶ τὸ βλέπειν σε τὸ φῶς τοῦ κόσμου, σῶτερ, ἐκ τούτων καὶ κατέχειν σε καὶ συνεῖναί μοι λέγω, καὶ συμμετέχειν φύσεως τῆς θείας σου νομίζω, καὶ κατ’ ἐμοῦ παραβολὰς ἐφευρίσκω καὶ λόγους ἀνερευνῶν ἐκ τῆς γραφῆς προβάλλομαι καὶ λέγω· ὁ κύριος τοὺς τρώγοντας εἶπεν αὐτοῦ τὴν σάρκα καὶ τοὺς τὸ αἷμα πίνοντας ἐν αὐτῷ καταμένειν, ἀλλὰ καὶ κατοικεῖν αὐτὸς ἐν αὐτοῖς ὁ δεσπότης.

τοῦτο οὖν λέγων ὡς ληπτὸν τὸν ἄληπτον κηρύττω, ἐν τῷ ληπτῷ τοῦ σώματος τὸν ἄληπτον ὑπάρχειν, καὶ κρατητὸν καὶ ὁρατὸν τὸν ἀκράτητον πάντῃ· καὶ ἀγνοῶ ὁ δυστυχής, ὅτι ἐν οἷς ἂν θέλῃς, τῷ αἰσθητῷ καὶ κρατητῷ καὶ ὁρατῷ ὑπάρχεις αἰσθητός τε καὶ κρατητὸς καὶ ὁρατὸς ὁ κτίστης· ἐν ἀκαθάρτοις δ’ ὡς ἐγὼ καὶ ἀναξίοις μᾶλλον θεοποιεῖς τὸ αἰσθητὸν σῶμα σοῦ τε καὶ αἷμα καὶ παντελῶς ἀκράτητον ἄληπτόν τε εἰς ἅπαν ἀναλλοιώτως ἀλλοιοῖς, μᾶλλον δ’ ἐν ἀληθείᾳ πνευματικὸν μεταποιεῖς, ἀόρατον· ὡς πάλαι συγκεκλεισμένων τῶν θυρῶν εἰσῆλθες καὶ ἐξῆλθες καὶ ἄφαντος ἐξ ὀφθαλμῶν ἐν τῇ κλάσει τοῦ ἄρτου ἐγένου σὺ τῶν μαθητῶν, οὕτω καὶ νῦν τὸν ἄρτον ἀποτελεῖς καὶ σῶμά σου πνευματικὸν ἐργάζῃ. κἀγὼ δοκῶ κατέχειν σε, κἂν θέλῃς κἂν μὴ θέλῃς, καὶ κοινωνῶν τῆς σῆς σαρκὸς καὶ σοῦ μεταλαμβάνειν νομίζω, καὶ διάκειμαι ὡς ἅγιος, Χριστέ μου, καὶ κληρονόμος τοῦ θεοῦ καὶ σὸς συγκληρονόμος καὶ ἀδελφὸς καὶ μέτοχος δόξης τῆς αἰωνίου. ἐκ τούτου τοίνυν δείκνυμαι ἀναισθητῶν εἰς ἅπαν, ἐκ τούτου πάντως φαίνεται ἀγνοεῖν με, ἃ ψάλλω καὶ ἃ λαλῶ καὶ ἃ ἀεὶ μελετῶ τε καὶ ᾄδω· εἰ γὰρ ὅλως ἐγίνωσκον, εἶχον πάντως εἰδέναι, ὅτι ἀτρέπτως ἄνθρωπος ἐγένου, ὁ θεός μου, ἵνα τὸν προσληφθέντα με ὅλον θεοποιήσῃς, οὐχὶ δὲ ἵνα ἄνθρωπος σὺ παχύτητι μείνῃς καὶ κρατηθῇς ἐν τῇ φθορᾷ ὁ ἀκράτητος πάντῃ, ὁ ἄφθαρτος καὶ ἄληπτος φύσει θεὸς ὑπάρχων.

τοῦτο εἰδώς, ὡς ἄληπτον τὸ σῶμά σου τὸ θεῖον καὶ αἷμά σου τὸ ἅγιον πιστεύω γεγενῆσθαι καὶ πῦρ ὄντως ἀπρόσιτον ἐμοὶ τῷ ἀναξίῳ, φρίκῃ καὶ φόβῳ τρόμῳ τε τούτων ἂν ἐκοινώνουν ἐν δάκρυσι καὶ στεναγμοῖς ἐμαυτὸν προκαθαίρων· νῦν δὲ ἐν σκότει κάθημαι καὶ ἀγνοίᾳ πλανῶμαι ἀναισθησίᾳ παντελεῖ κρατούμενος ὁ τάλας. ἀλλ’ ὅμως ἱκετεύω σε, ὅμως ἐκδυσωπῶ σε προσπίπτων καὶ παρακαλῶν καὶ ζητῶν σου τὸ ἔλεος· ἐπίβλεψον, ὡς πάντοτε, καὶ νῦν, παμβασιλεῦ μου· δεῖξον τὴν εὐσπλαγχνίαν σου, δεῖξον τὸ συμπαθές σου· δεῖξον τὸ ἀμνησίκακον εἰς ἐμὲ τὸν τελώνην, μᾶλλον δὲ τὸν πανάσωτον, τὸν ὑπὲρ πᾶσαν φύσιν ἀλόγων τε καὶ λογικῶν εἰς σὲ ἐξαμαρτόντα· εἰ γὰρ καὶ πάντα πέπραχα ἄνομα ἐν τῷ βίῳ, ἀλλὰ θεόν σε ποιητὴν ὁμολογῶ τῶν πάντων· θεόν, υἱόν σε τοῦ θεοῦ ὁμοούσιον σέβω, τὸν γενηθέντα ἐξ αὐτοῦ πρὸ πάντων τῶν αἰώνων καὶ ἐπ’ ἐσχάτων τῶν καιρῶν ἐξ ἁγίας παρθένου, τῆς θεοτόκου Μαριὰμ γεννηθέντα ὡς βρέφος καὶ γεγονότα ἄνθρωπον· δι’ ἐμέ τε παθόντα καὶ σταυρωθέντα καὶ ταφῇ, σῶτερ, παραδοθέντα· καὶ ἀναστάντα ἐκ νεκρῶν μετὰ τρίτην ἡμέραν· καὶ ἀνελθόντα ἐν σαρκί, ὅθεν οὐκ ἐχωρίσθης.

οὕτως οὖν με πιστεύοντα, οὕτως σε προσκυνοῦντα, καὶ πάλιν σε ἐλπίζοντα ἐλθεῖν καὶ κρῖναι πάντας καὶ ἀποδοῦναι ἑκάστῳ, Χριστέ, τὰ κατ’ ἀξίαν, ἡ πίστις ἀντὶ ἔργων μοι λογισθήτω, θεέ μου, καὶ μὴ ζητήσῃς ἔργα με ὅλως τὰ δικαιοῦντα, ἀλλὰ ἡ πίστις μοι αὕτη ἀντὶ πάντων ἀρκέσει· αὕτη ἀπολογήσεται, αὕτη με δικαιώσει, αὕτη με δείξει κοινωνὸν δόξης σου αἰωνίου· ὁ γὰρ πιστεύων, εἴρηκας, εἰς ἐμέ, ὦ Χριστέ μου, ζήσεται καὶ οὐκ ὄψεται θάνατον εἰς αἰῶνας. εἰ οὖν ἡ πίστις ἡ εἰς σὲ ἀπεγνωσμένους σώζει, ἰδοὺ πιστεύω, σῶσον με λάμψας φῶς σου τὸ θεῖον, καὶ τὴν ἐν σκότει μου ψυχὴν καὶ σκιᾷ τοῦ θανάτου κατεχομένην, δέσποτα, ἐπιφανεὶς φωτίσεις. δὸς δέ μοι καὶ κατάνυξιν, πόμα τὸ ζωηρόν σου, πόμα πιαῖνόν μου σαρκὸς καὶ ψυχῆς τὰς αἰσθήσεις, πόμα εὐφραῖνόν με ἀεὶ καὶ ζωήν μοι παρέχον· οὗ μὴ στερήσῃς με, Χριστέ, τὸν ταπεινὸν καὶ ξένον, τὸν τὰς ἐλπίδας ἐπὶ σὲ πάσας ἀναθέμενον.