Ἔργον
Συμεὼν ὁ Νέος Θεολόγος – Ὕμνοι
Η μυστική θεωρία και η ενοίκηση του Τριαδικού Θεού
Η αποταγή του κόσμου, η αληθινή έννοια του μοναχισμού και η ακατάληπτη ενοίκηση του θείου πυρός στην καθαρή ψυχή.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η μυστική θεωρία και η ενοίκηση του Τριαδικού Θεού
Η αποταγή του κόσμου, η αληθινή έννοια του μοναχισμού και η ακατάληπτη ενοίκηση του θείου πυρός στην καθαρή ψυχή.
Ὁποῖον δεῖ εἶναι τὸν μοναχόν· καὶ τίς ἡ ἐργασία καὶ τίς ἡ τούτου προκοπὴ καὶ ἀνάβασις. Ἀπέργασαι παλάτιον τὸν τῆς ψυχῆς σου οἶκον εἰς κατοικίαν τῷ Χριστῷ καὶ βασιλεῖ τῶν ὅλων δακρύων ταῖς ῥανίσι σου, ὀλολυγμοῖς καὶ θρήνοις, καὶ τῶν γονάτων κάμψεσι καὶ στεναγμῶν τῷ πλήθει, εἰ ἀληθῶς, ὦ μοναχέ, μονάζων εἶναι θέλεις, καὶ τότε οὐ μονάζων ᾗς· τῷ βασιλεῖ συνῇς γὰρ καὶ ᾖς μονάζων καθ’ ἡμᾶς ὡς ἐξ ἡμῶν ὑπάρχων καὶ χωρισθεὶς κόσμου παντὸς (τοῦτο μονάζων πάντως), τῷ δὲ θεῷ καὶ βασιλεῖ ἑνωθείς, οὐ μονάζων, ἀλλὰ ἁγίων γέγονας συναρίθμιος πάντων, ἀγγέλων ὁμοδίαιτος καὶ σύνοικος δικαίων καὶ πάντων τῶν ἐν οὐρανῷ συγκληρονόμος ὄντως. πῶς οὖν μονάζων ὁ ἐκεῖ τὸ πολίτευμα ἔχων, ἔνθα ἐστὶν ὁμήγυρις μαρτύρων καὶ ὁσίων, ἔνθα χορὸς τῶν προφητῶν καὶ θείων ἀποστόλων, ἔνθα ἡ ἀναρίθμητος πληθὺς ἡ τῶν δικαίων, ἱεραρχῶν, πατριαρχῶν καὶ τῶν λοιπῶν ἁγίων; ὁ δὲ καὶ ἔχων τὸν Χριστὸν ἐν ἑαυτῷ οἰκοῦντα πῶς μόνος εἶναι λέγεσθαι δύναται, εἴπατέ μοι; τῷ γὰρ Χριστῷ μου σύνεστιν ὁ πατὴρ καὶ τὸ πνεῦμα, καὶ πῶς μονάζων ὁ τρισὶ συνημμένος ὡς ἑνί;
οὐκ ἔστι μόνος ὁ θεῷ ἑνωθείς, κἂν μονάζῃ, κἂν ἐν ἐρήμῳ κάθηται, κἂν ἐν σπηλαίῳ ἔστιν· εἰ δὲ μὴ τοῦτον εὕρηκεν, εἰ δὲ μὴ τοῦτον ἔγνω, εἰ δὲ μὴ τοῦτον ἔλαβεν ὅλον τὸν σαρκωθέντα θεὸν λόγον, οὐ γέγονε μοναχός, οἴμοι, ὅλως· ὅθεν καὶ μόνος ἐστὶ τοῦ θεοῦ κεχωρισμένος οὗτος· ἀλλὰ καὶ ὁ καθεὶς ἡμῶν ἐσμὲν κεχωρισμένοι ἀνθρώπων ἄλλων πάντως γε, καὶ ὀρφανοὶ δὲ ἅπαντες μεμονωμένοι ὦμεν, εἰ καὶ δοκοῦμεν ἕνωσιν τῇ συνοικήσει ἔχειν καὶ μετ’ ἀλλήλων μίγνυσθαι τῇ τῶν πολλῶν συνάξει· ψυχῇ γὰρ καὶ τῷ σώματι ἐσμὲν κεχωρισμένοι, ὅπερ καὶ εἶναι ἀληθὲς ὁ θάνατος δεικνύει ἀποχωρίζων ἕκαστον συγγενῶν τε καὶ φίλων καὶ λήθην πάντων ἐμποιῶν τῶν νῦν ἀγαπωμένων. οὕτω καὶ νὺξ καὶ ὕπνος τε καὶ πράξεις αἱ ἐν βίῳ τὴν ἕνωσιν τὴν τῶν πολλῶν ὡς εἰκὸς διαλύει, ὁ δὲ ποιήσας οὐρανὸν δι’ ἀρετῆς τὴν κέλλαν τὴν ἑαυτοῦ καὶ ἐν αὐτῇ καθήμενος τὸν κτίστην τοῦ οὐρανοῦ τε καὶ τῆς γῆς κατανοεῖ καὶ βλέπει καὶ προσκυνεῖ καὶ σύνεστιν ἀεὶ φωτὶ ἀδύτῳ, φωτὶ τῷ ἀνεσπέρῳ τε, φωτὶ τῷ ἀπροσίτῳ, οὗ οὐδαμῶς χωρίζεται, οὐ μακρύνεται ὅλως, οὐκ ἐν ἡμέρᾳ ἢ νυκτί, οὐκ ἐν τροφῇ ἢ πόσει, ἀλλ’ οὐδ’ ἐν ὕπνῳ ἢ ὁδῷ ἢ μεταβάσει τόπου, ἀλλ’ ὥσπερ ζῶν οὕτω θανών, μᾶλλον δὲ τρανοτέρως, ὅλως ἐκείνῳ σύνεστι τῇ ψυχῇ αἰωνίως. πῶς γὰρ καὶ χωρισθήσεται ἡ νύμφη τοῦ νυμφίου, ἢ ὁ ἀνὴρ τῆς γυναικός, ᾗ συνηρμόσθη ἅπαξ;
ὁ νομοθέτης, λέγε μοι, τὸν νόμον οὐ φυλάξει ὁ εἰρηκώς· καὶ ἔσονται οἱ δύο εἰς μίαν σάρκα; πῶς οὐ γενήσεται αὐτὸς σὺν αὐτῇ πνεῦμα ὅλως; ἐν τῷ ἀνδρὶ γὰρ ἡ γυνή, ἐν γυναικὶ ἀνὴρ δέ· καὶ ἡ ψυχὴ ἐν τῷ θεῷ, καὶ θεὸς ἐν ψυχῇ δὲ ἑνοῦται καὶ γνωρίζεται ἐν τοῖς ἁγίοις πᾶσιν. οὕτως ἑνοῦνται τῷ θεῷ οἱ διὰ μετανοίας τὰς ἑαυτῶν καθαίροντες ψυχὰς ἐν κόσμῳ τῷδε, καὶ μοναχοὶ καθίστανται τῶν ἄλλων ὄντες δίχα· οἳ νοῦν Χριστοῦ λαμβάνουσιν, ὅπερ καὶ στόμα ἔστι καὶ γλῶσσα ὄντως ἀψευδής, μεθ’ ἧς προσομιλοῦσι πατρὶ τῷ παντοκράτορι, μεθ’ ἧς ἀεὶ βοῶσιν· ὦ πάτερ, ὦ παμβασιλεῦ, ὦ κτίστα τῶν ἁπάντων· τούτων ἡ κέλλα οὐρανός, ἥλιος δὲ ἐκεῖνοι, καὶ τὸ φῶς ἔστιν ἐν αὐτοῖς τὸ ἄδυτον καὶ θεῖον, ὃ καὶ φωτίζει ἅπαντα ἐρχόμενον ἐν κόσμῳ ἄνθρωπον καὶ γενόμενον ἐκ πνεύματος ἁγίου.
νὺξ οὖν οὐκ ἔστιν ἐν αὐτοῖς· πῶς εἰπεῖν σοι οὐκ ἔχω· φρίττω γὰρ ταῦτα γράφων σοι καὶ ἐννοῶν δὲ τρέμω, ἀλλὰ διδάσκω σε τὸ πῶς ζῶσι καὶ ποίω τρόπῳ οἱ τῷ θεῷ δουλεύοντες κἀκεῖνον ἀντὶ πάντων μόνον ἐπιζητήσαντες, μόνον καὶ εὑρηκότες, μόνον καὶ ἀγαπήσαντες, μόνῳ καὶ ἑνωθέντες, καὶ γεγονότες μοναχοὶ ὡς μετὰ μόνου μόνοι, εἰ καὶ ἐν δήμῳ παμπληθεῖ εἰσὶν ἀπειλημμένοι· οὗτοι γὰρ ὄντως μοναχοὶ καὶ μονάζοντες μόνοι, οἱ μετὰ μόνου τοῦ θεοῦ καὶ ἐν θεῷ δὲ μόνοι· γυμνοὶ καὶ ἐνθυμήσεων καὶ λογισμῶν παντοίων, μόνον ὁρῶντες τὸν θεὸν ἐν νοῒ ἀνεννοίῳ ἐμπεπηγμένῳ ἐν φωτί, ὥσπερ ἐν τοίχῳ βέλος, ἢ ὡς ἀστὴρ ἐν οὐρανῷ, ἢ πῶς εἰπεῖν οὐκ ἔχω· ὅμως ὡς ἄλλον φωτεινὸν νυμφῶνα κατοικοῦσι τὰς κέλλας καὶ ἐν οὐρανῷ νομίζουσι διάγειν, ἢ ἀληθῶς διάγουσι· βλέπε μὴ ἀπιστήσῃς· οὐ γάρ εἰσιν ἐπὶ τῆς γῆς, εἰ καὶ τῇ γῇ κρατοῦνται, ἀλλ’ ἐν φωτὶ διάγουσι τοῦ μέλλοντος αἰῶνος, ᾧ κατοικοῦσιν ἄγγελοι, ἐφ’ ᾧ περιπατοῦσιν, ὑφ’ οὗπερ διαρπάζονται ἀρχαὶ καὶ ἐξουσίαι, θρόνοι καὶ κυριότητες πᾶσαι ἐνδυναμοῦνται· εἰ γὰρ καὶ ἐπαναπαύεται θεὸς ἐν τοῖς ἁγίοις, ἀλλ’ ἐν θεῷ οἱ ἅγιοι ζῶσί τε καὶ κινοῦνται, βαδίζοντες ἐν τῷ φωτί, ὥσπερ ἐπὶ ἐδάφους· ὢ θαύματος· ὡς ἄγγελοι καὶ ὡς υἱοὶ ὑψίστου ἔσονται μετὰ θάνατον θεοὶ θεῷ συνόντες, τῷ φύσει ὄντι οἱ αὐτῷ θέσει ὁμοιωθέντες.
τούτῳ νυνὶ δὲ λείπονται μόνῳ, ὅτι κρατοῦνται τῷ σώματι καὶ σκέπονται καὶ καλύπτονται, οἴμοι, ὡς δέσμιοι ἐν φυλακῇ τὸν ἥλιον ὁρῶντες καὶ τὰς ἀκτῖνας τὰς αὐτοῦ δι’ ὀπῆς εἰσιούσας, καὶ μὴ δυνάμενοι αὐτὸν ὅλον κατανοῆσαι ἢ κατιδεῖν τῆς φυλακῆς ἔξωθεν γεγονότες ἢ παρακύψαντες τρανῶς ἀπιδεῖν εἰς ἀέρα· καὶ τοῦτο ἔστιν, ὃ αὐτοὺς ἀνιᾷ, ὅτι ὅλον οὐ καθορῶσι τὸν Χριστόν, εἰ καὶ ὅλον ὁρῶσιν, οὐδὲ δεσμῶν ἰσχύουσι τοῦ σώματος ἐκδῦναι, εἰ καὶ παθῶν ἀνέθησαν καὶ πάσης προσπαθείας, ἀλλὰ κρατοῦνται ὑφ’ ἑνὸς τῶν πολλῶν ἀνεθέντες· ὁ γὰρ ὑπάρχων ἐν δεσμοῖς πολλοῖς συνδεδεμένος οὐδὲ ἐλπίζει τῶν πολλῶν τὴν λύσιν εὑρηκέναι· ὁ δὲ τὰ πλεῖστα τῶν δεσμῶν δυνηθεὶς διακόψαι, κρατούμενος δὲ ὑφ’ ἑνός, πλέον ἀλγεῖ τῶν ἄλλων καὶ ἐπισπεύδει καὶ αὐτοῦ ἀεὶ ζητεῖ τὴν λύσιν, ὅπως ἐλεύθερος φανῇ, ὅπως βαδίσῃ χαίρων, ὅπως ἀπέλθῃ ἐν σπουδῇ, πρὸς ὃν τὸν πόθον εἶχε, δι’ ὃν καὶ τὴν ἀπόλυσιν τοῦ δεσμοῦ ἐπεζήτει. ἐκεῖνον τοίνυν ἅπαντες ζητήσωμεν, τὸν μόνον δυνάμενον ἐκ τῶν δεσμῶν ἡμᾶς ἐλευθερῶσαι· ἐκεῖνον καὶ ποθήσωμεν· ἐκεῖνον, οὗ τὸ κάλλος πᾶσαν ἐκπλήττει ἔννοιαν, πᾶσαν ἐκπλήττει φρένα, πᾶσαν τιτρώσκει τε ψυχὴν καὶ πτεροῖ πρὸς ἀγάπην καὶ συγκολλᾷ καὶ συνενοῖ τῷ θεῷ ἀεννάως.
ναί, ἀδελφοί μου, δράμετε ταῖς πράξεσι πρὸς τοῦτον· ναί, φίλοι, διανάστητε· ναί, μὴ ἀπολειφθῆτε· ναί, μὴ λαλεῖτε καθ’ ἡμῶν ἑαυτοὺς ἀπατῶντες, μὴ λέγετε ἀδύνατον λαβεῖν τὸ θεῖον πνεῦμα· μὴ λέγετε χωρὶς αὐτοῦ δυνατὸν τὸ σωθῆναι· μὴ οὖν ἀγνώστως τούτου λέγετέ τινα μετέχειν μὴ λέγετε, ὅτι θεὸς οὐχ ὁρᾶται ἀνθρώποις· μὴ λέγετε, οἱ ἄνθρωποι φῶς θεῖον οὐχ ὁρῶσιν, ἢ ὅτι καὶ ἀδύνατον ἐν τοῖς παροῦσι χρόνοις· οὐδέποτε ἀδύνατον τοῦτο τυγχάνει, φίλοι, ἀλλὰ καὶ λίαν δυνατὸν τοῖς θέλουσιν ὑπάρχει· πλὴν ὅσοις βίος κάθαρσιν τὴν τῶν παθῶν παρέσχε καὶ καθαρὸν εἰργάσατο τῆς διανοίας ὄμμα, τοῖς δ’ ἄλλοις ὄντως τύφλωσις, ἁμαρτημάτων ῥύπος, ὃ καὶ ἐνταῦθα καὶ ἐκεῖ θείου φωτὸς στερήσει καὶ (μὴ πλανᾶσθε†) τῷ πυρὶ καὶ σκότει παραπέμψει. ἴδετε, φίλοι, ποταπὸς ὡραῖος ὁ δεσπότης· ναί, μὴ καμμύσητε τὸν νοῦν πρὸς τὴν γῆν ἀφορῶντες, ναί, μὴ φροντίσι τῶν ἐν γῇ πραγμάτων καὶ χρημάτων ἐπιθυμίᾳ δόξης τε κρατηθῆτε καὶ τοῦτον ἐγκαταλείψετε, τὸ φῶς ζωῆς τῆς αἰωνίου. ναί, φίλοι, δεῦτε μετ’ ἐμοῦ συνεπάρθητε δή μοι, οὐ σώματι, ἀλλὰ νοῒ καὶ ψυχῇ καὶ καρδίᾳ, ἐν ταπεινώσει κράζοντες πρὸς τὸν καλὸν δεσπότην, τὸν φιλοικτίρμονα θεόν, τὸν φιλάνθρωπον μόνον, καὶ πάντως εἰσακούσεται, καὶ πάντως ἐλεήσει, καὶ πάντως ἀποκαλυφθῇ, καὶ πάντως ἐμφανίσει καὶ φῶς ἡμῖν τὸ ἑαυτοῦ φαιδρὸν καθυποδείξει. τί κατοκνεῖτε ταπεινοί;
τὶ καταρραθυμεῖτε; τί προτιμᾶσθε ἄνεσιν τοῦ σώματος καὶ δόξαν τὴν ἄτιμον καὶ ἄδοξον, τὴν κενὴν καὶ ματαίαν; τί λέγετε ἀμέριμνον τὸν ἐνάρετον βίον; οὐκ ἔστιν οὕτως, ἀδελφοί, οὐκ ἔστι, μὴ πλανᾶσθε· ἀλλ’ ὡς οἱ βίον ἔχοντες καὶ γυναῖκα καὶ τέκνα καὶ πλούτου ἐφιέμενοι καὶ δόξης τῆς προσκαίρου σπουδάζουσι καὶ τρέχουσι τὸ δοκοῦν ἐκπληρῶσαι, οὕτω καὶ πᾶς μετανοῶν, καὶ πᾶς θεῷ δουλεύων ὀφείλει σπεύδειν καὶ ἀεὶ ἐμμέριμνος ὑπάρχειν, ὅπως εὐπρόσδεκτος αὐτοῦ ἡ μετάνοια ἔσται καὶ ἡ δουλεία γένηται εὐάρεστος, τελεία· καὶ τότε ὅλως τῷ θεῷ οἰκειωθεὶς ἐκ τούτων ὅλος ἑνοῦται καὶ αὐτὸν κατὰ πρόσωπον βλέπει καὶ παρρησίαν πρὸς αὐτὸν ἀναλόγως λαμβάνει, καθ’ ὅσον σπεύδει τὸ αὐτοῦ θέλημα ἐκπληρῶσαι· ὅπερ ἀξιωθείημεν καὶ ἡμεῖς τοῦ ποιῆσαι καὶ τοῦ ἐλέους μετασχεῖν μετὰ πάντων ἁγίων, νῦν μὲν καθ’ ὅσον ἐφικτὸν ἐν τῷ αἰῶνι τούτῳ, ἐκεῖ δὲ ὅλον τὸν Χριστόν, ὅλον τὸ θεῖον πνεῦμα ἐν τῷ πατρὶ ληψόμεθα εἰς αἰῶνας αἰώνων· ἀμήν.
Περὶ νοητῆς ἀποκαλύψεως τῶν ἐνεργειῶν τοῦ θείου φωτὸς καὶ ἐργασίας νοερᾶς τε καὶ θείας τῆς ἐναρέτου ζωῆς. Ἐάσατε τῇ κέλλῃ με μόνον ἐγκεκλεισμένον· ἄφετέ με μετὰ θεοῦ τοῦ μόνου φιλανθρώπου· ἀπόστητε, μακρύνατε, ἐάσατέ με μόνον ἀποθανεῖν ἐνώπιον θεοῦ τοῦ πλάσαντός με· μηδεὶς τῇ θύρᾳ κρούσειε· μηδεὶς φωνὴν ἀφήσῃ· μηδεὶς ἐπισκεψάτω με τῶν συγγενῶν ἢ φίλων· μηδείς μου τὴν διάνοιαν ἑλκύσας ἀποσπάσῃ τῆς θεωρίας τοῦ καλοῦ καὶ ὡραίου δεσπότου· μηδείς μοι βρῶμα δώσειε, μὴ πόμα μοι κομίσῃ· ἀρκέσει γάρ μοι τὸ θανεῖν ἔμπροσθεν τοῦ θεοῦ μου, θεοῦ τοῦ ἐλεήμονος, θεοῦ τοῦ φιλανθρώπου, τοῦ κατελθόντος ἐπὶ γῆς ἁμαρτωλοὺς καλέσαι καὶ σὺν αὐτῷ εἰς τὴν ζωὴν εἰσαγαγεῖν τὴν θείαν. οὐ θέλω ἔτι κατιδεῖν τὸ φῶς τοῦ κόσμου τούτου οὐδὲ αὐτὸν τὸν ἥλιον οὐδὲ τὰ ἐν τῷ κόσμῳ· βλέπω γὰρ τὸν δεσπότην μου, βλέπω τὸν βασιλέα, βλέπω τὸν ὄντως ὄντα φῶς καὶ παντὸς φωτὸς κτίστην· βλέπω πηγὴν παντὸς καλοῦ, βλέπω αἰτίαν πάντων, βλέπω ἀρχὴν τὴν ἄναρχον, ἐξ ἧς παρήχθη πάντα, δι’ ἧς ζωοῦνται καὶ τροφῆς ἅπαντα ἐμπιπλῶνται· τούτου γὰρ τῷ βουλήματι γίνονται καὶ ὁρῶνται καὶ τούτου τῷ θελήματι ἐκλείπουσι τὰ πάντα. πῶς οὖν αὐτὸν καταλιπὼν ἐξέλθω μου τῆς κέλλης;
ἄφετέ με, θρηνήσομαι καὶ κλαύσομαι ἡμέρας καὶ νύκτας, ἃς ἀπώλεσα ὁρῶν τὸν κόσμον τοῦτον, ὁρῶν τοῦτον τὸν ἥλιον, ὁρῶν τὸ φῶς τοῦ κόσμου τὸ αἰσθητὸν καὶ σκοτεινόν, ὃ ψυχὴν οὐ φωτίζει, οὗ καὶ τυφλοὶ τοὺς ὀφθαλμοὺς δίχα ἐν κόσμῳ ζῶσι καὶ μεταστάντες ἔσονται τῶν νῦν βλεπόντων ἶσοι· ἐν ᾧ κἀγὼ πλανώμενος ὅλος ἐνευφραινόμην, ὅλως δὲ εἶναι ἕτερον φῶς οὐκ ἐλογιζόμην, ὃ καὶ ζωή, ὡς εἴρηται, ὑπάρχει καὶ αἰτία τοῦ εἶναι, ὅ τι καὶ ἐστὶν ἢ γενήσεται ὅλως· καὶ ἤμην ὥσπερ ἄθεος ἀγνοῶν τὸν θεόν μου· νυνὶ δὲ ὡς εὐδόκησεν ἀρρήτῳ εὐσπλαγχνίᾳ ὀφθῆναι τῷ ἀθλίῳ μοι καὶ ἀποκαλυφθῆναι, εἶδον καὶ ἔγνων ἀληθῶς θεὸν τῶν πάντων εἶναι, θεόν, ὃν οὐδεὶς τῶν ἐν τῷ κόσμῳ εἶδεν ἀνθρώπων· ἔξω τοῦ κόσμου γάρ ἐστιν, ἔξω φωτὸς καὶ σκότους, ἔξω ἀέρος καὶ νοὸς καὶ αἰσθήσεως πάσης· διὸ καὶ ὑπὲρ αἴσθησιν κατιδὼν ἐγενόμην. οἱ οὖν ὑπὸ τὴν αἴσθησιν ὄντες ἐάσατέ με μὴ κέλλαν μόνον κλεῖσαί τε καὶ ἔνδοθεν καθίσαι, ἀλλὰ καὶ λάκκον ὑπὸ γῆν ὀρύξαντα κρυβῆναι· κἀκεῖ διάγων ἔσομαι ἔξω παντὸς τοῦ κόσμου καὶ βλέπων τὸν ἀθάνατον δεσπότην μου καὶ κτίστην πόθῳ θανεῖν αἱρήσομαι εἰδώς, ὡς οὐ θανοῦμαι· τί οὖν μοι προσεγένετο ὄφελος ἐκ τοῦ κόσμου; τί δὲ καὶ νῦν κερδαίνουσιν οἱ ὄντες ἐν τῷ κόσμῳ;
ὄντως οὐδέν, ἀλλὰ γυμνοὶ ἐνοικήσουσι τάφοις καὶ ἀναστήσονται γυμνοὶ καὶ κριθήσονται πάντες, ὅτι ζωὴν τὴν ἀληθῆ, ὅτι τὸ φῶς τοῦ κόσμου, Χριστὸν λέγω, ἐάσαντες ἠγάπησαν τὸ σκότος, καὶ ἐν αὐτῷ περιπατεῖν ᾑρετίσαντο πάντες οἱ μὴ τὸ φῶς δεξάμενοι τὸ λάμψαν ἐν τῷ κόσμῳ, ὅπερ ὁ κόσμος οὐ χωρεῖ οὐδὲ ἰδεῖν ἰσχύει. διὸ ἐγκαταλείψατε καὶ ἄφετέ με μόνον, παρακαλῶ, τοῦ κλαύσασθαι καὶ ἐκζητῆσαι τοῦτον, πλουσίως τοῦ δοθῆναί μοι καὶ ἀφθόνως ὀφθῆναι· οὐ μόνον καθορᾶται γάρ, οὐ μόνον θεωρεῖται, ἀλλὰ καὶ μεταδίδοται καὶ κατοικεῖ καὶ μένει καὶ ἔστιν ὥσπερ θησαυρὸς ἐν κόλπῳ κεκρυμμένος, ὃν ὁ βαστάζων ἥδεται καὶ βλέπων τοῦτον χαίρει, δοκεῖ καὶ πάντας καθορᾶν αὐτὸν ἐγκεκρυμμένον· ἀλλ’ οὐχ ὁρᾶται ἅπασιν, οὐ ψηλαφᾶται ὅλως, οὐ κλέπτης τοῦτον δύναται συλῆσαι, οὐ λῃστής τε ἁρπάσαι, εἰ καὶ κτείνειε τὸν βαστάζοντα τοῦτον· ἂν ἀφελέσθαι βουληθῇ, εἰς μάτην κοπιάσει ἀνερευνῶν μαρσίππιον, ἀνερευνῶν χιτῶνας, τὴν ζώνην λύων ἀσφαλῶς, ἀναζητῶν ἐκεῖνον· κἂν τὴν κοιλίαν τέμνειε, κἂν σπλάγχνα ψηλαφήσῃ, εὑρεῖν ἐκεῖνον ἢ λαβεῖν ὅλως οὐκ ἐξισχύσει. ἔστι καὶ γὰρ ἀόρατος, ἀκράτητος χερσί γε καὶ ἀψηλάφητος ὁμοῦ ψηλαφώμενος ὅλως, κρατεῖται δ’ ὅμως ἐν χερσὶ καὶ τότε τῶν ἀξίων (τῶν δ’ ἀναξίων, ἄπαγε), κεῖται καὶ ἐν παλάμῃ· τὸ τί, ὢ θαῦμα, τὸ οὐ τί· ὄνομα γὰρ οὐκ ἔχει.
ἐκπλαγεὶς οὖν καὶ κατασχεῖν αὐτὸ ἐπιθυμήσας, σφίγξας τὴν χεῖρα ἔδοξα κρατῆσαί τε καὶ ἔχειν· ἀλλὰ διέδρα μηδαμῶς κατασχεθὲν χειρί μου, καὶ λυπηθεὶς ἀνέῳξα τὴν πυγμὴν τῆς χειρός μου καὶ εἶδον πάλιν ἐν αὐτῇ, ὅπερ πρώην ἑώρων· ὢ θαῦμα ἀνεκλάλητον· ὢ μυστηρίου ξένου· τί μάτην ταραττόμεθα; τί πλανώμεθα πάντες; τί πρὸς τὸ φῶς κεχήναμεν τὸ ἀναίσθητον τοῦτο οἱ ἐν αἰσθήσει νοερῷ τετιμημένοι λόγῳ; τί πρὸς τὰς ὕλας βλέπομεν τὰς φθειρομένας ταύτας ἄϋλον ἔχοντες ψυχὴν καὶ ἀθάνατον ὅλην; τί δὲ ταῦτα θαυμάζομεν ὅλως ἀναισθητοῦντες καὶ προτιμῶμεν ὡς τυφλοὶ τὸ βαρὺ τοῦ σιδήρου καὶ μάζης τούτου μέγεθος ὑπὲρ μικρὸν χρυσίον ἢ μαργαρίτην τίμιον, ὡς ἀτίμητον χρῆμα, καὶ οὐ ζητοῦμεν τὸν μικρὸν τοῦ σινάπεως κόκκον, ὃ τιμιώτερόν ἐστι πάντων τῶν ὁρωμένων, μεῖζον τῶν ἀοράτων τε πραγμάτων καὶ κτισμάτων; τί οὐ διδοῦμεν ἅπαντα καὶ λαμβάνομεν τοῦτον; τί δὲ καὶ ζῆν βουλόμεθα μὴ κεκτημένοι τοῦτον;
κρεῖσσον θανεῖν, πιστεύσατε, πολλάκις, εἰ οἷόν τε, καὶ μόνον τοῦτον κτήσασθαι, τὸν μικρὸν λέγω κόκκον· οὐαὶ γὰρ τοῖς μὴ ἔχουσιν αὐτὸν πεφυτευμένον ἐν κόλπῳ τῆς ψυχῆς αὐτῶν· λιμώξουσι σφοδρῶς γάρ· οὐαὶ τοῖς μὴ βλαστήσαντα αὐτὸν θεασαμένοις, †ὅτι γυμνοὶ στήσονται† ὡς δένδρα φύλλων δίχα· οὐαὶ τοῖς μὴ πιστεύουσι τῷ λόγῳ τοῦ κυρίου, ὡς τοῦτον δένδρον γίνεσθαι καὶ κλάδους ἀποπέμπειν, καὶ ἐκζητοῦσιν ἐν σπουδῇ καὶ νοὸς τῇ τηρήσει τὴν καθ’ ἡμέραν αὔξησιν τοῦ μικροῦ τούτου κόκκου, ὅτι ζημιωθήσονται τούτου τὴν ἐργασίαν ὡς δοῦλος ὁ τὸ τάλαντον κατορύξας ἀφρόνως· ὧν εἷς ὑπάρχω δὴ κἀγὼ ἀμελῶν καθ’ ἑκάστην. ἀλλ’ ὦ τριὰς ἀμέριστε, ὦ μονὰς ἀσυγχύτως· ὦ φῶς τὸ τρισυπόστατον, πάτερ, υἱὲ καὶ πνεῦμα· ὦ τῆς ἀρχῆς ἡ ἄναρχος ἀρχὴ καὶ ἐξουσία· ὦ φῶς ἀκατονόμαστον ὡς ἀνώνυμον πάντῃ· ὦ πολυώνυμον αὖθις ὡς ἐνεργοῦν τὰ πάντα· ὦ δόξα μία καὶ ἀρχή, κράτος καὶ βασιλεία· ὦ φῶς ὡς ἓν καὶ θέλημα, γνώμη, βουλὴ ἰσχύς τε· ἐλέησον, οἰκτείρησον ἐμὲ τὸν τεθλιμμένον· πῶς γὰρ ἵνα μὴ θλίβωμαι, πῶς ἵνα μὴ λυπῶμαι τοσαύτης σου χρηστότητος, ἐλέους σου τοσούτου καταφρονῶν καὶ ῥαθυμῶν, ὁ ἀγνώμων καὶ τάλας, καὶ χαύνως πορευόμενος ὁδῷ τῶν ἐντολῶν σου;
ἀλλὰ καὶ νῦν σπλαγχνίσθητι, καὶ νῦν ἐλέησόν με καὶ θέρμην τῆς καρδίας μου ἐξάναψον, Χριστέ μου, ἣν ἔσβεσεν ἡ ἄνεσις σαρκός μου τῆς ἀθλίας, ὕπνος καὶ κόρος τῆς γαστρὸς καὶ οἴνου πολλοῦ πόσις· ταῦτα καὶ φλόγα ἔσβεσαν εἰς ἅπαν τῆς ψυχῆς μου καὶ τὴν πηγὴν ἐξήραναν, τὴν βρύσιν τῶν δακρύων· καὶ γὰρ ἡ θέρμη πῦρ γεννᾷ, τὸ δὲ πῦρ αὖθις θέρμην, καὶ ἐξ ἀμφοῖν ἀνάπτεται φλόξ, πηγὴ τῶν δακρύων· ἡ φλὸξ βλυστάνει νάματα, τὰ νάματα δὲ φλόγα, ἐν οἷς ἀδολεσχία με ἀνήγαγε τῶν θείων, μελέτη σου τῶν ἐντολῶν αὖθις καὶ προσταγμάτων ἡ τήρησις μετάνοιαν ὡς συνεργὸν λαβοῦσαι, καὶ ἔστησαν ἐν μέσῳ με τῶν ὄντων καὶ μελλόντων· ὅθεν ἐκ τῶν ὁρωμένων τε γεγονὼς αἴφνης ἔξω εἰς φόβον περιέπεσον βλέπων, ὅθεν ἐρρύσθην· τὰ μέλλοντα μακρόθεν δὲ ὄντα πάντως ἑώρων, κἀκεῖνα μοι καταλαβεῖν ποθοῦντι πῦρ ἀνήφθη τοῦ πόθου καὶ κατὰ μικρὸν φλὸξ ἀρρήτως ὡράθη, ἐν τῷ νοΐ μου πρότερον ὕστερον δ’ ἐν καρδίᾳ, καὶ ἔβλυζε τὰ δάκρυα ἡ φλὸξ τοῦ θείου πόθου καὶ ἄφθεγκτον τὸν γλυκασμὸν σὺν αὐτοῖς μοι παρεῖχεν.
θαρρήσας οὖν ἐν ἐμαυτῷ, ὡς οὐ σβέννυται ὅλως, καλῶς καὶ γὰρ ἐκκαίεται, εἶπον, καὶ ῥαθυμήσας ὕπνῳ καὶ κόρῳ τῆς γαστρὸς ἐδουλώθην ἀφρόνως· ὑποχαλάσας οἴνῳ τε πλειόνως ἐχρησάμην, οὐ μεθυσθεὶς πλὴν κορεσθείς, καὶ εὐθὺς ἀπεσβέσθη τὸ θαῦμα τοῦτο τὸ φρικτόν, ὁ ἐγκάρδιος πόθος· ἡ φλὸξ ἡ μέχρις οὐρανοῦ φθάνουσα καὶ ἐντός μου ἐκκαιομένη μὲν σφοδρῶς, οὐ κατακαίουσα δὲ τὴν ἐν τοῖς σπλάγχνοις οὖσάν μου οὐσίαν τὴν χορτώδη, ἀλλ’ ὅλην, ὢ τοῦ θαύματος, εἰς φλόγα μετεποίει, καὶ χόρτος ψαύων τοῦ πυρὸς οὐκ ἐκαίετο ὅλως, μᾶλλον δὲ πῦρ ἐν ἑαυτῷ περιλαμβάνον χόρτον ἡνοῦτο καὶ ἀνάλωτον αὐτὸν ὅλον ἐτήρει· ὢ θείου δύναμις πυρός· ὢ ἐνεργείας ξένης· ὁ λύων πέτρας καὶ βουνοὺς ἀπὸ μόνου τοῦ φόβου, καὶ ἀπὸ τοῦ προσώπου σου, ὦ Χριστέ, ὁ θεός μου, πῶς χόρτῳ ἀναμίγνυσαι θείᾳ ὅλως οὐσίᾳ, φωτὶ ὅλως ἀστέκτῳ ὁ ἐνοικῶν θεός μου; πῶς μένων ἀναλλοίωτος, ἀπρόσιτος εἰς ἅπαν, φυλάττεις ἀκατάφλεκτον τοῦ χόρτου τὴν οὐσίαν, καὶ ἀναλλοίωτον τηρῶν ἀλλοιοῖς ὅλον τοῦτον, καὶ μένων χόρτος ἔστι φῶς, οὐχὶ τὸ φῶς δὲ χόρτος, ἀλλὰ τῷ χόρτῳ σὺ τὸ φῶς ἀσυγχύτως ἑνοῦσαι, καὶ χόρτος γίνεται ὡς φῶς, μεταβληθεὶς ἀτρέπτως;
οὐ φέρω σου τὰ θαύματα τῇ σιωπῇ καλύπτειν, οὐ δύναμαι τοῦ μὴ λαλεῖν τὴν σὴν οἰκονομίαν, ἢν μετ’ ἐμοῦ ἐποίησας τοῦ ἀσώτου καὶ πόρνου, καὶ τῆς φιλανθρωπίας σου τὸν ἀκένωτον πλοῦτον μὴ διηγεῖσθαι ἅπασιν οὐ στέγω, λυτρωτά μου· βούλομαι γὰρ τὸν σύμπαντα κόσμον λαβεῖν ἐκ τούτου καὶ μὴ κενὸν τούτου τινὰ ὅλως καταλειφθῆναι· πλὴν πρῶτον, ὦ παμβασιλεῦ, ἐν ἐμοὶ πάλιν λάμψον· ἐνοίκησον καὶ φώτισον τὴν ταπεινὴν ψυχήν μου· δεῖξον θεότητος τῆς σῆς τρανῶς τὸ πρόσωπόν μοι καὶ ἀοράτως ὅλος μοι φάνηθι, ὦ θεέ μου· οὐδ’ ὅλως γὰρ ὁρᾶσαί μοι, ὅλος δὲ φαίνεσαί μοι· ἄληπτος ὢν ὅλος ληπτὸς θέλεις καὶ γίνεσαί μοι, ἀχώρητος ὢν τῷ παντὶ μικρὸς οὖν ὄντως γίνῃ καὶ ἐν χερσί μου οἱονεὶ καὶ ἐν τοῖς χείλεσί μου ὥσπερ μαζὸς φωτοειδὴς καὶ γλυκασμὸς ὁρᾶσαι ἀστράπτων καὶ στρεφόμενος· ὢ μυστηρίων ξένων· δός μοι σαυτὸν οὕτω καὶ νῦν, ὅπως ἐμφορηθῶ σου, ὅπως καταφιλήσω σου καὶ κατασπάσομαί σου τὴν δόξαν τὴν ἀπόρρητον, τὸ φῶς τοῦ σοῦ προσώπου καὶ ἐμπλησθῶ καὶ μεταδῶ τότε τοῖς ἄλλοις πᾶσι, καὶ μεταστὰς ἔλθω πρὸς σὲ ὅλος δεδοξασμένος, ἐκ τοῦ φωτός σου φῶς κἀγὼ γεγονὼς παραστῶ σοι· καὶ τότε τούτων τῶν πολλῶν κακῶν ἀμεριμνήσω, φόβου ἀπαλλαγήσομαι τοῦ μὴ πάλιν τραπῆναι.
ναί, τοῦτο δός μοι, δέσποτα, ναί, τοῦτο χάρισαί μοι, ὁ τἆλλα πάντα δωρεὰν δούς μοι τῷ ἀναξίῳ· τούτου γὰρ χρεία μάλιστα, τοῦτο τὸ πᾶν καὶ ἔστιν· εἰ γὰρ καὶ νῦν ὁρᾶσαί μοι, εἰ γὰρ καὶ νῦν σπλαγχνίζῃ εἰ γὰρ καὶ νῦν φωτίζεις με καὶ μυστικῶς διδάσκεις καὶ σκέπεις καὶ φυλάττεις με τῇ κραταιᾷ χειρί σου καὶ συμπάρει καὶ δαίμονας τρέπεις καὶ ἀφανίζεις καὶ πάντα ὑποτάσσεις μοι καὶ πάντα μοι παρέχεις καὶ ἐμπιπλᾷς τῶν ἀγαθῶν ἁπάντων, ὦ θεέ μου· ἀλλὰ οὐδέν μοι ὄφελος τούτων, εἰ μή μοι δώσεις ἀνεπαισχύντως παρελθεῖν τοῦ θανάτου τὰς πύλας· εἰ μὴ ὁ ἄρχων ἔλθοιε τοῦ σκότους καὶ τὴν δόξαν ἴδοι συνοῦσάν μοι τὴν σὴν καὶ αἰσχυνθῇ εἰς ἅπαν ὁ σκοτεινὸς καταφλεχθεὶς ἀπροσίτῳ φωτί σου, καὶ αἱ δυνάμεις ἅπασαι σὺν αὐτῷ ἐναντίαι τραπήσονται σημείωσιν σῆς σφραγῖδος ἰδοῦσαι, κἀγὼ δὲ διελεύσομαι θαρρῶν τῇ χάριτί σου ἀτρέμας ὅλος καὶ πρὸς σὲ ἐγγίσω καὶ προσπέσω, τί μοι τῶν νῦν τὸ ὄφελος ἐν ἐμοὶ γινομένων; ὄντως οὐδέν, ἀλλὰ τὸ πῦρ ἀνάψουσί μοι πλέον· ὁ γὰρ ἐλπίζων ἀγαθῶν καὶ αἰωνίου δόξης ἐν μετοχῇ ὑπάρχειν με καὶ δοῦλόν σου καὶ φίλον, εἰ στερηθῶ πάντων ὁμοῦ καὶ σοῦ αὐτοῦ, Χριστέ μου, πῶς οὐχὶ χείρων ἔσται μοι τῶν ἀπίστων ἡ θλῖψις, τῶν μὴ ἐπεγνωκότων σε, τῶν μὴ τὸ φῶς σου λάμψαν ἰδόντων καὶ γλυκύτητος τῆς σῆς ἐμφορηθέντων;
εἰ δὲ τυχεῖν μοι γένηται τῶν ἀρραβώνων τούτων, τὰ τέλη καὶ τὰ ἔπαθλα ἀπολήψεσθαι, σῶτερ, ἃ ἐπηγγείλω τοῖς εἰς σέ, Χριστέ, πεπιστευκόσι, τότε κἀγὼ μακάριος ἔσομαι καὶ αἰνέσω σὲ τὸν πατέρα καὶ υἱὸν καὶ τὸ ἅγιον πνεῦμα, θεὸν τὸν ἕνα ἀληθῶς εἰς αἰῶνας αἰώνων· ἀμήν.
Ὅτι μόνοις ἐκείνοις καταφανῆ τὰ τῶν θείων πραγμάτων, οἷς διὰ τῆς μετουσίας τοῦ ἁγίου πνεύματος ὅλος ὅλοις ἡνώθη θεός. Πόθεν ἔρχῃ, πῶς εἰσέρχῃ, ἔνδοθεν τῆς κέλλης λέγω, πάντοθεν ἠσφαλισμένης; ξένον γὰρ καὶ τοῦτο ἔστιν, ὑπὲρ λόγον ὑπὲρ νοῦν τε· τὸ δ’ ἐντός μου γίνεσθαί σε ὅλον αἴφνης καὶ ἐκλάμπειν καὶ φωτοειδῆ ὁρᾶσθαι ὡς ὁλόφωτον σελήνην, τοῦτο ἄνουν, ἄφωνόν με ἀπεργάζεται, θεέ μου· οἶδα, ὅτι σὺ ὑπάρχεις ὁ ἐλθών, ἵνα φωτίσῃς τοὺς ἐν σκότει καθημένους, καὶ ἐξίσταμαι καὶ ἔξω γίνομαι φρενῶν καὶ λόγων, ὅτι βλέπω θαῦμα ξένον πᾶσαν κτίσιν, πᾶσαν φύσιν, πάντα λόγον ὑπερβαῖνον· ὅμως ἄρτι πᾶσι λέξω, ἃ χαρίζῃ μοι λαλῆσαι· ὦ ἀνθρώπων ἅπαν γένος, βασιλέων καὶ ἀρχόντων, πλούσιοί τε πένητές τε, μοναχοὶ καὶ κοσμικοί τε, πᾶσα γλῶσσα γηγενῶν με νῦν ἀκούσατε λαλοῦντα, μέγεθος φιλανθρωπίας τοῦ θεοῦ διηγούμενον· ἥμαρτον αὐτῷ ὡς ἄλλος ἄνθρωπος οὐδεὶς ἐν κόσμῳ· μή με ταπεινώσει ταῦτα ὑπολάβῃ τις τοῦ λέγειν· ἀληθείᾳ ἥμαρτον γὰρ ὑπὲρ ἅπαντας ἀνθρώπους· πᾶσαν πρᾶξιν ἁμαρτίας, ἵνα συνελών σοι εἴπω, καὶ κακίας εἰργασάμην, πλὴν ἐκάλεσέ με, οἶδα, καὶ ὑπήκουσα εὐθέως· ποῦ δὲ κεκληκέναι τοῦτον ὑπενόησας εἰπεῖν με; μὴ πρὸς δόξαν τὴν τοῦ κόσμου ἢ τρυφάς με ἢ ἀνέσεις; ἀλλὰ μὴ πρὸς πλοῦτον ὅλως ἢ φιλίαν με ἀρχόντων ἢ πρὸς ἄλλο τι τῶν ὧδε ἐν τῷ βίῳ ὁρωμένων;
ἄπαγε τῆς βλασφημίας· πρὸς μετάνοιαν δὲ εἶπον ὅτι κέκληκέ με μᾶλλον, καὶ εὐθέως τῷ καλοῦντι ἠκολούθησα δεσπότῃ. τρέχοντι οὖν κατέτρεχον· φεύγοντι αὖ ἐδίωκον ὡς τὸν λαγωὸν ὁ κύων· μακρυνθέντος ἀπ’ ἐμοῦ δὲ καὶ κρυβέντος τοῦ σωτῆρος, οὐκ ἀπήλπιζον ἔγωγε, οὐδ’ ὡς ἀπολέσας τοῦτον ἐστρεφόμην εἰς τοὐπίσω, ἀλλ’ ἐν ᾧ εὑρέθην τόπῳ καθεζόμενος ἐθρήνουν· ἔκλαιον καὶ ἀντεκάλουν τὸν κρυβέντα μοι δεσπότην. οὕτως οὖν κυλινδουμένῳ καὶ βοῶντι μοι ὡρᾶτο ἔγγιστά μου πλησιάσας· τοῦτον βλέπων ἀνεπήδων, ὥρμων δράξασθαι αὐτοῦ δέ· ἔφευγεν ἐκεῖνος τάχος, ἔτρεχον ἐγὼ εὐτόνως· ἐδρασσόμην οὖν πολλάκις τοῦ κρασπέδου τούτου φθάνων· ἵστατο μικρὸν ἐκεῖνος, ἔχαιρον ἐγὼ μεγάλως, καὶ ἀφίπτατο, καὶ πάλιν κατεδίωκον· καὶ οὕτως ἀπιόντος ἐρχομένου, κρυπτομένου φαινομένου, οὐκ ἐστράφην εἰς τοὐπίσω· οὐ κατώκνησα οὐδ’ ὅλως, οὐκ ἐνέδωκα τοῦ τρέχειν οὐδ’ ὡς πλάνον ἡγησάμην ἢ πειράζοντά με ὅλως· ἀλλὰ πάσῃ μου ἰσχύϊ, ἀλλὰ πάσῃ μου δυνάμει μὴ ὁρώμενον ἐζήτουν· τὰς ὁδοὺς περιεσκόπουν καὶ φραγμούς, τὸ ποῦ φανεῖται· ἐπληρούμην τε δακρύων καὶ τοὺς πάντας ἐπηρώτων, τούς ποτε αὐτὸν ἰδόντας· τίνας δὲ ὑπολαμβάνεις λέγειν με, ὅτι ἠρώτων; τοὺς σοφοὺς τοῦ κόσμου τούτου ἢ τοὺς γνωστικούς με οἴῃ;
οὐμενοῦν, ἀλλὰ προφήτας, ἀποστόλους καὶ πατέρας τοὺς σοφοὺς ἐν ἀληθείᾳ, τοὺς αὐτὴν ἐκείνην ὅλην τὴν σοφίαν κεκτημένους· ὃς ἐστὶν αὐτὸς ἐκεῖνος ὁ Χριστὸς θεοῦ σοφία· τούτους οὖν μετὰ δακρύων καὶ σφοδροῦ καρδίας πόνου ἐπηρώτων τοῦ εἰπεῖν μοι, ποῦ ποτε αὐτὸν κατεῖδον ἢ ἐν ποίῳ τοῦτον τόπῳ εἴτε πῶς καὶ ποίῳ τρόπῳ· καὶ λεγόντων μοι ἐκείνων ἔτρεχον δυνάμει πάσῃ· οὐκ ἐκάθευδον οὐδ’ ὅλως, ἀλλ’ ἐβίαζον ἐμαυτόν· ὅθεν βλέπων μου τὸν πόθον καθωρᾶτο μοι μετρίως, ὅνπερ βλέπων, ὡς προεῖπον, κατεδίωκον εὐτόνως· ὡς οὖν εἶδέ με τὰ πάντα εἰς οὐδὲν ἡγησάμενον, ἀλλὰ πάντα τὰ ἐν κόσμῳ, σὺν αὐτῷ τῷ κόσμῳ λέγω, καὶ τοὺς ἐν τῷ κόσμῳ πάντας ὡς μὴ ὄντας ἐν αἰσθήσει λογιζόμενον ἐκ ψυχῆς, καὶ τοῦ κόσμου χωρισθέντα τῇ τοιαύτῃ διαθέσει, ὅλος ὅλῳ μοι ὡράθη, ὅλος ὅλῳ μοι ἡνώθη ὁ τοῦ κόσμου πέλων ἔξω καὶ τὸν κόσμον περιφέρων μετὰ τῶν ἐν κόσμῳ πάντων καὶ χειρὶ συνέχων μόνῃ ὁρατὰ σὺν ἀοράτοις· οὗτος οὖν, ἀκούσατέ μου, συναντήσας εὕρατό με· πόθεν πῶς ἐλθὼν οὐκ οἶδα· πῶς γὰρ ἔμελλον εἰδέναι, πόθεν ἦλθεν, ὃν ἀνθρώπων οὐδεὶς πώποτε οὐκ εἶδεν οὔτε ἔγνω ποῦ ὑπάρχει, ποῦ ποιμαίνει, ποῦ κοιτάζει;
ὅλως γὰρ οὐ καθορᾶται, ὅλως οὐ κατανοεῖται, ἐνοικεῖ δὲ ἀπροσίτῳ ἐν φωτὶ καὶ φῶς ὑπάρχει τρισυπόστατον ἀφράστως, ἐν ἀπεριγράπτοις χώροις ἀπερίγραπτος θεός μου· εἷς πατήρ, υἱὸς ὡσαύτως σὺν τῷ πνεύματι τῷ θείῳ· ἓν τὰ τρία, καὶ τὰ τρία εἷς θεὸς ἀνερμηνεύτως· λόγος γὰρ οὐκ ἐξισχύει τὰ ἀνέκφραστα ἐκφράσαι οὐδὲ νοῦς σαφῶς νοῆσαι· τὰ γὰρ ἐν ἡμῖν σοι μόλις ἐξειπεῖν ποσῶς ἰσχύω, ἑρμηνεῦσαι δέ σοι ταῦτα οὔτ’ ἐγὼ οὔτε τις ἄλλος τοῦτο ὅλως ἐξισχύσει. πῶς θεὸς τῶν πάντων ἔξω τῇ οὐσίᾳ καὶ τῇ φύσει, τῇ δυνάμει καὶ τῇ δόξῃ, πανταχοῦ δὲ πῶς κ’ ἐν πᾶσι; κατ’ ἐξαίρετον δὲ τούτων ἐνοικεῖ ἐν τοῖς ἁγίοις καὶ σκηνοῖ γνωστῶς ἐν τούτοις καὶ οὐσιωδῶς ὁ πάμπαν ὑπερούσιος ὑπάρχων· πῶς συνέχεται ἐν σπλάγχνοις ὁ συνέχων πᾶσαν κτίσιν; πῶς δὲ λάμπει ἐν καρδίᾳ τῇ σαρκίνῃ καὶ παχείᾳ; πῶς καὶ ἔνδον ταύτης ἔστι, πῶς καὶ ἔξω πέλει πάντων καὶ πληροῖ αὐτὸς τὰ πάντα; ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ λάμπει καὶ οὐ καθορᾶται· ταῦτα πάντα νοῦς, εἰπέ μοι, ὁ ἀνθρώπινος νοήσει ἢ εἰπεῖν σοι ἐξισχύσει;
οὐμενοῦν, οὐκ ἄγγελός σοι, οὐκ ἀρχάγγελος ἐξείποι οὐδὲ παραστῆσαι ταῦτα διὰ λόγου δυνηθείη· ταῦτα οὖν θεοῦ τὸ πνεῦμα θεῖον ὂν μόνον γινώσκει καὶ ἐπίσταται ὡς μόνον συμφυὲς καὶ σύνθρονόν τε καὶ συνάναρχον ὑπάρχον τῷ υἱῷ καὶ τῷ πατρὶ δέ· οἷς οὖν λάμψει τοῦτο αὖθις, οἷς καὶ συναφθῇ πλουσίως, πάντα δείκνυσιν ἀφράστως, ἔργῳ σοι τὰ πάντα λέγω· ὥσπερ γὰρ τυφλὸς εἰ βλέψει, βλέπει μὲν τὸ φῶς ἐν πρώτοις, ἔπειτα καὶ πᾶσαν κτίσιν τὴν ἐν τῷ φωτὶ (ὢ θαῦμα), οὕτως ὁ λαμφθεὶς τῷ θείῳ πνεύματι ψυχὴν εὐθέως τοῦ φωτὸς ἐν μετουσίᾳ γίνεται καὶ φῶς θεᾶται, φῶς θεοῦ θεόν τε πάντως, ὃς καὶ δείκνυσι τὰ πάντα, μᾶλλον δὲ ὅσα κελεύει, ὅσα βούλεται καὶ θέλει· οὓς φωτίσει τῇ ἐλλάμψει, τούτοις δίδωσι τὸ βλέπειν τὰ ἐν τῷ φωτὶ τῷ θείῳ· ἀναλόγως τῆς ἀγάπης, φυλακῆς τῶν ἐντολῶν δὲ φωτιζόμενοι ὁρῶσι καὶ μυοῦνται ἀποκρύφων μυστηρίων θείων βάθος· ὥσπερ εἴ τις ἐν οἰκίᾳ σκοτεινῇ κρατῶν εἰσέλθοι ἐν χειρὶ αὐτοῦ λαμπάδα, ἢ προάγοντος ἑτέρου καὶ κατέχοντος τὸν λύχνον αὐτὸς καθορᾷ τὰ ἔνδον τῆς οἰκίας ὄντα, οὕτως ὁ λαμπόμενος ἀκτῖσι νοητοῦ φαιδρῶς ἡλίου βλέπει τὰ τοῖς ἄλλοις πᾶσιν ἀγνοούμενα καὶ λέγει· πλὴν οὐ πάντα, ἀλλὰ ὅσα λόγῳ φράσαι δυνηθείη· τίς γὰρ πώποτε δηλῶσαι τὰ ἐκεῖσε ἐξισχύσει, οἷα, ὅσα ποταπά τε, ἀκατάληπτά τε ὄντα καὶ ἀόρατα τοῖς πᾶσιν;
ἀνειδέων γὰρ τὸ εἶδος, τὴν ποσότητα ἀπόσων, κάλλος ἀκατανοήτων τίς νοήσει, πῶς μετρήσει, πῶς εἰπεῖν ὅλως ἰσχύσει; τῶν ἀμόρφων τὰς μορφὰς δὲ πῶς τῷ λόγῳ διαγράψει; πάντως οὐδαμῶς, ἐρεῖς μοι· ἀλλ’ ἐκεῖνοι μόνοι ταῦτα ἴσασιν οἱ καθορῶντες· διὸ μὴ λόγοις ἀλλ’ ἔργοις σπεύσωμεν τοῦ ἐκζητῆσαι, ἰδεῖν τε καὶ διδαχθῆναι θείων μυστηρίων πλοῦτον, ὃν δωρεῖται ὁ δεσπότης τοῖς ἐμπόνως ἐκζητοῦσι καὶ παντὸς τοῦ κόσμου λήθην καὶ τῶν ἐν αὐτῷ πραγμάτων ἐναργῶς προσκτησαμένοις· ὁ γὰρ ἐκζητῶν ἐκεῖνα ὁλοψύχῳ προαιρέσει πῶς οὐχὶ τῶν τῇδε πάντων ἀληθῶς ἀμνημονήσει καὶ γυμνὸν τὸν νοῦν ἐκ τούτων κτήσεται καὶ πάντων ἔξω εὑρεθήσεται εὐθέως μόνος; ὃν ἰδὼν ὁ μόνος θεὸς μόνον δι’ ἐκεῖνον γεγονότα καὶ τὸν κόσμον ἀρνησάμενον καὶ πάντα τὰ τοῦ κόσμου, μόνος μόνον εὑρηκὼς ἑνοῦται τούτῳ· ὢ φρικτῆς οἰκονομίας· ὢ χρηστότητος ἀρρήτου· τὰ δ’ ἐντεῦθεν μὴ ἐρώτα, μὴ ἐρεύνα, μὴ ἐκζήτει· εἰ γὰρ πλῆθος τῶν ἀστέρων ἢ ὅλως ὑετοῦ σταγόνας εἴτε ψάμμον ἀριθμῆσαι, ἀλλὰ καὶ λοιπῶν κτισμάτων τὰ μεγέθη τε καὶ κάλλη ἢ τὰς φύσεις καὶ τὰς θέσεις ἢ τὰς τούτων τε αἰτίας, ὡς εἰσίν, οὐδεὶς ἰσχύσει ἢ εἰπεῖν ἢ ἐννοῆσαι, πῶς τοῦ κτίστου δυνηθείη ἐξειπεῖν τὴν εὐσπλαγχνίαν, ἣν ἐνδείκνυται, μεθ’ ὧνπερ ἑνωθῇ ψυχῶν ἁγίων;
πάντως γὰρ θεοῖ κἀκείνας τῇ ἑνώσει τῇ οἰκείᾳ· θεωθείσης ψυχῆς τοίνυν ὁ βουλόμενος τοῦ λέγειν τρόπους ταύτης ἢ τὴν φύσιν, τὴν διάθεσιν, τὴν γνώμην, ἢ τὰ κατ’ αὐτήν σοι πάντα διηγεῖσθαι, ὡς οὐκ οἶδε, ποταπός σοι διὰ λόγου παραστῆσαι ὁ θεός ἐστι πειρᾶται. ἀλλ’ οὐκ ἔξεστι τοιαῦτα ἐκζητεῖν τοὺς ἐν τῷ κόσμῳ ἢ τοὺς κατὰ σάρκα ζῶντας, ἀλλὰ πίστει μόνῃ ταῦτα δεχομένους ἐκμιμεῖσθαι βίους τῶν ἁγίων πάντων δάκρυσι καὶ μετανοίᾳ καὶ λοιπῇ σκληραγωγίᾳ, πειρασμῶν ὑπομονῇ τε τρέχειν, ὅπως ἔξω κόσμου γένωνται, ὡς εἴρηταί μοι, καὶ εὑρήσουσιν, ὡς εἶπον, ἅπαντα ἀπαραλείπτως, ἐκπλαγήσονται δ’ εὑρόντες καὶ θαυμάσονται κἀμοῦ δὲ τοῦ ἀθλίου ὑπερεύξονται, ἵνα τούτων μὴ ἐκπέσω, ἀλλ’ αὐτῶν ἐκείνων τύχω, ὧνπερ καὶ τυχεῖν ἐπόθουν καὶ ποθῶ καὶ πόθῳ πόθον ἀμαυρῶ καὶ ἀπαμβλύνω. ἤκουσάς ποτε τοιοῦτον;
πόθος γὰρ πόθον ἀνάπτει καὶ τὸ πῦρ τρέφει τὴν φλόγα· ἐν ἐμοὶ δ’ οὐκ ἔστιν οὕτως, ἀλλὰ (πῶς, εἰπεῖν οὐκ ἔχω) ἔρωτος τὸ ὑπερβάλλον σβέννυσι τὸν ἔρωτά μου· οὐκ ἐρῶ γὰρ ὅσον θέλω, καὶ λογίζομαι μηδ’ ὅλως ἔρωτα θεοῦ κεκτῆσθαι· ἐκζητῶν δὲ ἀκορέστως τοῦ ἐρᾶν με, ὅσον θέλω, προσαπόλλω καὶ ὃν εἶχον ἔρωτα θεοῦ, ὢ θαῦμα, ὥσπερ θησαυρὸν ὁ ἔχων καὶ φιλάργυρος τυγχάνων, ὅτι μὴ τὰ πάντα ἔχει, οὐ δοκεῖ τι ὅλως ἔχειν, κἂν πολὺ χρυσίον ἔχῃ, οὕτω δὴ δοκῶ πανθάνειν ὁ ταλαίπωρος ἐν τούτῳ, ὅτι μὴ ποθῶ ὡς θέλω μηδὲ ὅσον πάντως θέλω, οὐ δοκῶ ποθεῖν κἂν ὅλως. τὸ ποθεῖν οὖν ὅσον θέλω ὑπὲρ πόθον πόθος ἔστι, καὶ βιάζω μου τὴν φύσιν ὑπὲρ φύσιν ἀγαπῆσαι· ἀσθενοῦσα δὲ ἡ φύσις καὶ αὐτῆς ἀποστερεῖται ἧσπερ κέκτηται ἰσχύος, καὶ νεκροῦται παραδόξως ζῶν ὁ ἔρως τότε μᾶλλον· ζῇ γὰρ ἐν ἐμοὶ καὶ θάλλει. πῶς σοι εἴπω, ὅτι θάλλει; ἀπορῶ παραδειγμάτων· τοῦτο μόνον δέ σοι φράσω, ὅτι λόγῳ τὰ τοιάδε πᾶς ἀδυνατεῖ ἐκφράζειν· δῴη ἅπασιν ὁ μόνος θεὸς ὢν καὶ τῶν τοιούτων ἀγαθῶν ὑπάρχων ὄντως παροχεὺς τοῖς ἐκζητοῦσι μετανοίᾳ τὰ τοιαῦτα, τοῖς πενθοῦσι καὶ θρηνοῦσι καὶ καλῶς καθαιρομένοις ἀπολαῦσαι τῶν τοιούτων ἐν μεθέξει γενομένοις ἀπ’ ἐντεῦθεν ἐν αἰσθήσει καὶ συνεκδημῆσαι τούτοις καὶ ἐν τούτοις καταπαῦσαι καὶ ζωῆς ἐπαπολαῦσαι αἰωνίου καὶ τῆς δόξης κοινωνοὺς τῆς ἀπορρήτου διὰ τούτων εὑρεθῆναι· ἀμήν.
Ὅτι ταῖς καθαρθείσαις ψυχαῖς διὰ δακρύων καὶ μετανοίας προσψαῦσαν τὸ θεῖον τοῦ πνεύματος πῦρ δράσσεται αὐτῶν καὶ πλέον καθαίρει φωτίζον τὰ ὑπὸ τῆς ἁμαρτίας ἐσκοτισμένα μέρη αὐτῶν, καὶ τὰ τραύματα ἐξιώμενον εἰς τελείαν φέρει συνούλωσιν, ὡς τῷ θείῳ κάλλει ὑπεραστράπτειν αὐτάς. Ἔστι πῦρ τὸ θεῖον ὄντως, ὅπερ εἶπεν ὁ δεσπότης, ὅτι ἦλθεν, ἵνα βάλῃ (ἐπὶ ποίαν γῆν, εἰπέ μοι;) ἐπὶ τοὺς ἀνθρώπους πάντως τοὺς τὰ γήϊνα φρονοῦντας, ὅπερ ἤθελε καὶ θέλει τοῦ ἀνάπτεσθαι ἐν πᾶσιν. ἄκουσον καὶ γνῶθι, τέκνον, θείων μυστηρίων βάθος. τὸ οὖν πῦρ τοῦτο τὸ θεῖον, ποταπὸν εἶναι λογίζῃ; ἆρα ὁρατὸν ἢ κτιστὸν ἢ ληπτὸν ὑπολαμβάνεις; οὐμενοῦν· καὶ γὰρ ὑπάρχεις ἐν μυήσει τοῦ τοιούτου καὶ ἐπίστασαι βεβαίως ἄληπτον αὐτὸ ὑπάρχειν, ἄκτιστον, ἀόρατόν γε ἄναρχόν τε καὶ ἄϋλον ἀναλλοίωτον εἰς ἅπαν, ἀπερίγραπτον ὡσαύτως, ἄσβεστον, ἀθάνατον, ἀπερίληπτον πάντῃ, ἔξω πάντων τῶν κτισμάτων τῶν ἐνύλων καὶ ἀΰλων, ὁρατῶν καὶ ἀοράτων, ἀσωμάτων καὶ ἐνσάρκων, ἐπιγείων, οὐρανίων· τούτων πάντων ἔστιν ἔξω κατὰ φύσιν, κατ’ οὐσίαν, ναὶ δή, καὶ κατ’ ἐξουσίαν. τοῦτο οὖν ἐν ποίᾳ ὕλῃ ἐμβληθήσεται, εἰπέ μοι;
ἐν ψυχαῖς ἐχούσαις ἄρα ἔλαιον δαψιλεστάτως καὶ πρὸ τούτου καὶ σὺν τούτῳ πίστιν ἔργα τε τὴν πίστιν βεβαιοῦντα κεκτημέναις· ταύταις ὡσεὶ λύχνῳ πλήρει καὶ ἐλαίου καὶ στυππείου πῦρ ἐμβάλλει ὁ δεσπότης, ὃ ὁ κόσμος οὐ κατεῖδεν οὐδὲ κατιδεῖν ἰσχύει· κόσμον λέγω τοὺς ἐν κόσμῳ καὶ τὰ κοσμικὰ φρονοῦντας. ὥσπερ ἅπτει δὲ ὁ λύχνος, ἐν τοῖς αἰσθητοῖς σοι λέγω, ὅταν τῷ πυρὶ προσψαύσῃ, οὕτω καὶ πνευματικῶς μοι νόει λέγειν ταῖς ψυχαῖς προσψαύειν καὶ ἀνάπτειν πῦρ τὸ θεῖον. πρὶν προσψαύσῃ, πῶς ἀνάψει; πρὶν βληθῇ δέ, πῶς προσψαύσει; ὄντως οὐδαμῶς οὐδ’ ὅλως. ὅταν δὲ ὁ λύχνος ἅπτῃ καὶ τρανῶς φωτίζῃ πάντας, εἰ τὸ ἔλαιον ἐκλείψει, οὐ σβεσθήσεται ὁ λύχνος;
θέα μοι καὶ ἄλλο μεῖζον, ὃ φοβεῖ με πλέον πάντων· φαίνοντά μου λύχνον μέγα ἐν ἐλαίου δαψιλείᾳ ἀφθονίᾳ τε στυππείου μῦς ἐλθὼν ἢ ἕτερόν τι ἢ κατέστρεψε τὸν λύχνον ἢ κατὰ μικρὸν ἐκλεῖξαν ἔπιέ τε τὸ ἔλαιον ἔφαγέ τε τὸ στυππεῖον καὶ τὴν λαμπάδα ἔσβεσε· τοῦτο δ’ ἔτι θαυμαστότερον, ὅτι τὸ στυππεῖον ὅλον, ὅπερ θρυαλλὶς καλεῖται, ἐμπεσὸν ἐν τῷ ἐλαίῳ, σβέννυται τὸ πῦρ εὐθέως, καὶ ὑπάρχει μοι ὁ λύχνος σκοτεινός, ὅλως μὴ φαίνων· λύχνον νόει τὴν ψυχήν μου, ἔλαιον τὰς ἀρετὰς δέ, τὸν δὲ νοῦν μου θρυαλλίδα, ἐν αὐτῷ δὲ πῦρ τὸ θεῖον φαῖνον καὶ καταφωτίζον τὴν ψυχὴν ὁμοῦ καὶ οἶκον ὅλον ὅλου σώματός μου καὶ τοὺς ἐν τῷ οἴκῳ πάντας λογισμοὺς καὶ ἐνθυμήσεις· οὕτω φαίνοντος δὲ τούτου, ἐὰν φθόνος παρεμπέσῃ ἢ μνησικακίας πάθος ἢ φιλοδοξίας ἔρως ἢ ἄλλη τις ἐπιθυμία ἡδονῆς τινος ἢ πάθους καὶ τὸν λύχνον καταστρέψῃ, ἤγουν πρόθεσιν ψυχῆς μου, ἢ τὸ ἔλαιον ἐκλείξῃ, τὸ τῶν ἀρετῶν σοι λέγω, ἢ καὶ ἄλλως θρυαλλίδα ὄντα μου τὸν νοῦν, ὡς εἶπον, καὶ ἐν ἑαυτῷ τὸ θεῖον ἔχοντα φῶς λάμπον μέγα καταφάγῃ πονηραῖς ἐννοίαις τοῦτο ἢ καὶ ὅλον ἀπορρίψῃ ἔνδοθεν ἐν τῷ ἐλαίῳ, ἤγουν ἐν τῷ ἐνθυμεῖσθαι ἀρετῶν αὐτοῦ τὰς πράξεις, καὶ εἰς οἴησιν ἐντεῦθεν ἐμπεσὼν ἐκτυφλωθείη, καὶ τὸν λύχνον μου ἐκ τούτων ἢ τυχὸν τινὸς ἐξ ἄλλου εἰ συμβῇ ἀποσβεσθῆναι, ποῦ τὸ πῦρ ὑπάρχειν τότε ἢ τί γίνεσθαι εἴπῃς μοι;
παραμένειν ἐν τῷ λύχνῳ ἢ χωρίζεσθαι τοῦ λύχνου; ὢ ἀγνοίας, ὢ μανίας· πῶς ἐνδέχεται τὸν λύχνον δίχα τοῦ πυρὸς ἐξάπτειν, ἢ τὸ πῦρ τῆς ὕλης ἄνευ παραμένειν ἐν τῷ λύχνῳ;
πάντοτε τὸ πῦρ τῆς ὕλης δράσσεσθαι ποθεῖ καὶ θέλει· ἀλλ’ ἡμῶν ὑπάρχει πάντως τὸ προευτρεπίσαι ταύτην καὶ παρέξαι εὐπροθύμως ἑαυτοὺς ἡμᾶς ὡς λύχνους ἐν ἐλαίῳ καὶ παντοίαις ἀρεταῖς κεκοσμημένους, τοῦ νοὸς δὲ θρυαλλίδα εὐθυβόλως προβαλέσθαι, ἵνα τῷ πυρὶ προσψαύσῃ καὶ κατὰ μικρὸν ἀνάψῃ οὕτω τε συμπαραμένῃ τοῖς αὐτὸ προσκτησαμένοις· ἄλλως γὰρ (μηδεὶς πλανάσθω), οὐχ ὁρᾶται, οὐ κρατεῖται, οὐ συνέχεται κἂν ὅλως· ἔστι γάρ, καθάπερ εἶπον, ἔξω τῶν κτισμάτων πάντων, γίνεται ληπτὸν δ’ ἀλήπτως τῇ ἑνώσει τῇ ἀρρήτῳ καὶ περιγραπτὸν ὡσαύτως ἐν ἀπεριγράπτῳ τρόπῳ· ταῦτα δὲ μὴ λόγοις ὅλως μηδὲ ἐπινοίαις ζήτει, ἀλλὰ πῦρ λαβεῖν ἐξαίτει, ὃ διδάσκει καὶ δεικνύει ἐναργῶς τοῖς κεκτημένοις ταῦτα πάντα καὶ τὰ τούτων μυστικώτερα ἀφράστως· μυστικώτερα δὲ τούτων ἄκουσον, εἰ βούλει, τέκνον· ὅταν λάμψῃ, καθὼς εἶπον, καὶ τὸ σμῆνος ἐκδιώξῃ τῶν παθῶν καὶ ἐκκαθάρῃ σοῦ τὸν οἶκον τῆς ψυχῆς, τότε μίγνυται αὐτῇ ἀμίκτως καὶ ἑνοῦται ἀπορρήτως, ἐνουσίως τῇ οὐσίᾳ ταύτης ὅλον ὅλῃ πάντως καὶ κατὰ μικρὸν λαμπρύνει ἐκπυροῖ τε καὶ φωτίζει, καὶ (τὸ πῶς εἰπεῖν οὐκ ἔχω) γίνονται εἰς ἓν τὰ δύο· ἡ ψυχὴ μετὰ τοῦ κτίστου, καὶ ἐν τῇ ψυχῇ ὁ κτίστης μόνος μετὰ μόνης ὅλος ὁ συνέχων πᾶσαν κτίσιν ἐν τῇ ἑαυτοῦ παλάμῃ· μὴ διστάσῃς, οὗτος ὅλος σὺν πατρὶ καὶ τῷ πνεύματι ἐν μιᾷ ψυχῇ χωρεῖται καὶ ψυχὴν ἐντὸς ἐκείνου ὅλην συμπεριλαμβάνει.
νόει, βλέπε, σκόπει ταῦτα· τὸ γὰρ ἄστεκτόν σοι εἶπον καὶ ἀπρόσιτον ἀγγέλοις φῶς ἐντὸς ψυχὴν κατέχειν, ἐν ψυχῇ οἰκεῖν δὲ αὖθις καὶ μὴ φλέγειν ταύτην ὅλως. ἔγνως βάθος μυστηρίου; ὁ μικρὸς ἐν ὁρωμένοις ἄνθρωπος, σκιὰ καὶ κόνις, ἔχει τὸν θεὸν ἐν μέσῳ ὅλον, οὗ ἐν τῷ δακτύλῳ ἀποκρέμαται ἡ κτίσις· καὶ τὸ εἶναι πᾶς τις ἔχει, καὶ τὸ ζῆν καὶ τὸ κινεῖσθαι νοῦς ἅπας, ψυχὴ καὶ λόγος λογικῶν ἔχει ἐκ τούτου, ἀλλὰ καὶ ἀλόγων πνεῦμα καὶ πάντων ὡσαύτως ζῴων νοερῶν καὶ αἰσθητῶν τε τὸ εἶναι ἐντεῦθεν ἔχει. τοῦτον ἔχων, ὅστις ἕξει, καὶ ἐντὸς αὐτοῦ βαστάζων καὶ ὁρῶν αὐτοῦ τὸ κάλλος πῶς ὑποίσει πόθου φλόγα, πῶς ἐνέγκῃ πῦρ ἀγάπης; πῶς θερμὸν οὐκ ἀποστάξει δάκρυον ἐκ τῆς καρδίας; πῶς τὰ θαύματα ἐξείποι, πῶς δὲ ταῦτα ἀριθμήσει, ἅπερ ἐν αὐτῷ τελοῦνται; πῶς καὶ σιωπήσει ὅλως βιαζόμενος τοῦ λέγειν; βλέπει γὰρ αὑτὸν ἐν ἅδῃ, τοῦ φωτὸς τῇ λάμψει λέγω· οὐδεὶς γὰρ ἄλλος ἑαυτὸν τῶν ἐκεῖ καθεζομένων πρὸ τοῦ λάμψαι φῶς τὸ θεῖον ἑαυτὸν ἐπιγινώσκει.
ἀλλ’ εἰσὶν ἐν ἀγνωσίᾳ τοῦ ἐν ᾧ κρατοῦνται ζόφου καὶ φθορᾶς καὶ τοῦ θανάτου· ὅμως βλέπει, ἔνθα λάμπει, ἡ ψυχὴ ἐκείνη λέγω, καὶ νοεῖ, ὅτι ἐν σκότει ὅλη ἦν τῷ δεινοτάτῳ καὶ φρουρᾷ ἀσφαλεστάτῃ βαθυτάτης ἀγνωσίας· τότε βλέπει, ἔνθα κεῖται, ἔνθα ἔστι καθειργμένη, ὅλον βόρβορον τὸν τόπον, ἀκαθάρτων, ἰοβόλων ἑρπετῶν μεμεστωμένον, ἑαυτὴν δὲ δεδεμένην καὶ δεσμοῖς κατεσφιγμένην χεῖρας ἅμα τε καὶ πόδας, καὶ αὐχμῶσαν καὶ ῥυπῶσαν, τετραυματισμένην ἅμα δήγμασι τῶν ἑρπετῶν καὶ τὰς σάρκας οἰδαινούσας ἑαυτῆς φέρουσαν ἅμα μετὰ πλήθους γε σκωλήκων· ταῦτα βλέπων πῶς οὐ φρίξει; πῶς οὐ κλαύσει, πῶς οὐ κράξει καὶ θερμῶς μετανοήσει καὶ αἰτήσεται ῥυσθῆναι τῶν δεσμῶν τῶν δεινοτάτων;
ὄντως πᾶς ὁ ταῦτα βλέπων καὶ στενάξει καὶ θρηνήσει καὶ συνέπεσθαι θελήσει †τῷ τὸ φῶς ἐκλάμψαντι Χριστῷ†· ταῦτα οὖν ποιῶν, ὡς εἶπον, καὶ τῷ λάμψαντι προσπίπτων (θέα μοι καλῶς ἃ λέξω) ἅπτεται χερσὶν ὁ λάμψας τῶν δεσμῶν μου καὶ τραυμάτων· ἔνθα δὲ ἡ χεὶρ προσψαύσει ἢ δακτύλῳ προσεγγίσει, λύονται δεσμὰ εὐθέως, σκώληκες ἀπονεκροῦνται, πίπτουσι τὰ τραύματα δέ, συνεκπίπτει τούτοις ῥύπος καὶ κηλὶς μικρὰ σαρκός μου· γίνεται συνούλωσίς γε ἀθρόως ἐπὶ τοσοῦτον, ὡς οὐλὴν μὴ καθορᾶσθαι ὅλως ἐν ἐκείνῳ τόπῳ, ἀπαστράπτοντα δὲ μᾶλλον ὅμοιον χειρὸς τῆς θείας ἀπεργάζεται τὸν τόπον· θαῦμα ξένον γε· ἡ σάρξ μου, τῆς ψυχῆς λέγω οὐσίαν, ναὶ δή, καὶ τοῦ σώματός μου, δόξης θείας μετασχόντα αἴγλην ἀπαστράπτει θείαν. καθορῶν τοῦτο ἐν μέρει τελεσθὲν τοῦ σώματός μου πῶς τὸ ὅλον οὐ ποθήσω σῶμά μου καὶ ἱκετεύσω τῶν κακῶν ἀπαλλαγῆναι καὶ ὑγείας, οἵας εἶπον, δόξης τε τυχεῖν ὡσαύτως; ὅμως οὕτως μου ποιοῦντος, μᾶλλον δὲ καὶ θερμοτέρως, καὶ καταπληττομένου μου ἀναλόγως τῶν θαυμάτων χεῖρα τὴν αὐτοῦ δεσπότης ὁ καλὸς μετακινήσας τὰ λοιπὰ τοῦ σώματός μου περιέρχεται καὶ βλέπω ταῦτα, ᾧ προέφην τρόπῳ, καθαιρόμενα καὶ δόξαν ἐνδυόμενα τὴν θείαν. καθαρθέντος οὖν αὐτίκα καὶ δεσμῶν ἀπαλλαγέντος δίδωσί μοι χεῖρα θείαν, ἀνιστᾷ με τοῦ βορβόρου, ὅλος περιπλέκεταί με, ἐπιπίπτει τῷ τραχήλῳ (οἴμοι, πῶς ὑποίσω ταῦτα;)
καὶ καταφιλεῖ συχνῶς με· ἐκλυθέντα δέ με ὅλον καὶ ἰσχὺν ἀποβαλόντα (φεῦ μοι, πῶς χαράξω ταῦτα;) αἴρει με ἐπὶ τῶν ὤμων (ὢ ἀγάπη, ὢ χρηστότης) καὶ ἐξάγει με τοῦ ᾅδου, τοῦ τε χώρου καὶ τοῦ ζόφου, καὶ εἰσάγει με εἰς ἄλλον, εἴτε κόσμον ἢ ἀέρα ὅλως ἐξειπεῖν οὐκ ἔχω· τοῦτο οἶδα, ὅτι φῶς με καὶ βαστάζει καὶ συνέχει καὶ πρὸς φῶς εἰσάγει μέγα, οὗ τὸ μέγα θεῖον θαῦμα οὐδὲ ἄγγελοι ἐκφράσαι †ἢ εἰπεῖν ἐξισχύσουσιν ἀλλήλοις κἂν ὅλως, ὥς γε δοκῶ†. γενομένῳ μοι δ’ ἐκεῖσε ἄλλα μοι δεικνύει πάλιν, τὰ ἐν τῷ φωτί σοι λέγω, μᾶλλον τὰ ἐκ τοῦ φωτὸς δέ· τὴν ἀνάπλασιν τὴν ξένην δίδωσι κατανοεῖν μοι, ἣν αὐτὸς ἀνέπλασέ με καὶ φθορᾶς ἀπήλλαξέ με καὶ θανάτου ἐν αἰσθήσει ὅλον ἠλευθέρωσέ με καὶ ζωὴν ἀθάνατόν μοι ἐδωρήσατο καὶ κόσμου τοῦ φθαρτοῦ καὶ τῶν τοῦ κόσμου πάντων ἀπεχώρισέ με καὶ στολὴν ἐνέδυσέ με ἄϋλον φωτοειδῆ τε, ὑποδήματα ὡσαύτως καὶ δακτύλιον καὶ στέφος ἄφθαρτα ἀΐδιά τε, ἅπαντα ξένα τῶν ὧδε· ἐποίησέ με ἀναφῆ, ἀψηλάφητον, ὢ θαῦμα, καὶ ἀόρατον ὁμοίως συνημμένον ἀοράτοις.
οὕτως οὖν με καὶ τοιοῦτον ἐργασάμενος ὁ κτίστης ἐν σκηνῇ εἰσήγαγέ με αἰσθητῇ, σωματικῇ γε καὶ ἐνέκλεισεν ἐν ταύτῃ καὶ κατησφαλίσατό με, καὶ καταγαγὼν δ’ ἐν κόσμῳ αἰσθητῷ καὶ ὁρατῷ τε πάλιν ἔθετο βιοῦν με καὶ συνεῖναι τοῖς ἐν σκότει τὸν ἀπαλλαγέντα σκότους· καὶ καθεῖρχθαι μετ’ ἐκείνων, τῶν ἐν τῷ βορβόρῳ λέγω, μᾶλλον δὲ διδάσκειν τούτους εἰς ἐπίγνωσίν τε ἄγειν, ὧν περίκεινται τραυμάτων καὶ ὧν δεσμῶν κατέχονται, ἐντειλάμενος ἀπῆλθεν. ἐγκαταλειφθεὶς οὖν μόνος, ἐν τῷ πρώην σκότει λέγω, οὐκ ἠρκέσθην, οἷσπερ εἶπον ὅτι ἐδωρήσατό μοι ἀγαθοῖς ἀνεκλαλήτοις, ὅλον με ἀνακαινίσας, ὅλον με ἀθανατίσας, ὅλον με θεοποιήσας καὶ Χριστὸν ἀποτελέσας· ἀλλ’ ἡ στέρησις ἐκείνου λήθην πάντων ἐνεποίει τῶν καλῶν, ὧν εἶπον, τούτων, καὶ ἐδόκουν ἐστερῆσθαι· διὰ τοῦτο ὡς τοῖς πρώην ἐμπαγεὶς κακοῖς ἠχθόμην καὶ καθήμενος ἐν μέσῳ τῆς σκηνῆς ὥσπερ ἐν θήβῃ ἢ ἐν πίθῳ κεκλεισμένος ἔκλαιον, ἐθρήνουν σφόδρα ἔξωθεν ὅλως μὴ βλέπων· ἐξεζήτουν γὰρ ἐκεῖνον, ἐκεῖνον ὅνπερ ἐπόθουν, οὗ ἠράσθην, οὗ τῷ κάλλει ὡραιότητος ἐτρώθην· ἐφλεγόμην, ἐκαιόμην, ὅλος ἐνεπυριζόμην.
οὕτως οὖν διάγοντά με, οὕτω καὶ δακρύοντά με ἐκτηκόμενόν τε ἅμα καὶ δεινῶς με μαστιζόμενον καὶ βοῶντα κατωδύνως, τῆς κραυγῆς μου ἐπακούσας, ἀπὸ ἀνεικάστου ὕψους διακύψας καὶ ἰδών με κατηλέησε καὶ αὖθις κατιδεῖν ἠξίωσέ με τὸν ἀόρατον τοῖς πᾶσιν, ὅσον ἐφικτὸν ἀνθρώπῳ· ὃν ἰδὼν ἐξεθαμβήθην ἐν οἰκίᾳ καθειργμένος καὶ ἐν πίθῳ κεκλεισμένος καὶ τοῦ σκότους ὢν ἐν μέσῳ, οὐρανοῦ καὶ γῆς σοι λέγω· αἰσθητῶς κἀγὼ γὰρ σκότος, ἐπεὶ ἅπαντας ἀνθρώπους καὶ τὰς τούτων διανοίας αἰσθητοῖς συγκεκραμένας ἐν τούτοις ὄντας ταῦτα συγκαλύπτουσι βαρέως· ὅμως ὢν ἐν τούτοις εἶδον τὸν προόντα, καθὼς εἶπον, καὶ νῦν ὄντα πάντων ἔξω νοερῶς καὶ ἐθαύμασα, ἐξέστην, ἐφοβήθην καὶ ἐχάρην· καὶ κατανοῶν τὸ θαῦμα, πῶς τὸν ἔξω πάντων ὄντα ἔνδον ὢν ἐγὼ τῶν πάντων βλέπω μόνος βλέποντά με, μὴ γινώσκων ποῦ ὑπάρχει, πόσος ἔστι, ποταπὸς δὲ ἢ ὁποῖος, ὃν καὶ βλέπω, ἢ πῶς βλέπω, ἢ τί βλέπω, ὅμως βλέπων ἅπερ εἶδον καὶ θρηνῶ, ὅτι μὴ γνῶναι δύναμαι τὸν τρόπον τοῦτον μηδὲ ὅλως ἐννοῆσαι ἢ ποσῶς κατανοῆσαι, πῶς ὃν βλέπω, πῶς με βλέπει· εἶδον πάλιν τοῦτον ἔνδον τῆς οἰκίας καὶ τοῦ πίθου ὅλον αἴφνης γεγονότα ἑνωθέντα τε ἀφράστως, ἀπορρήτως συναφθέντα καὶ μιγέντα μοι ἀμίκτως, ὡς τὸ πῦρ αὐτῷ σιδήρῳ καὶ τὸ φῶς γε τῷ ὑέλῳ· καὶ ἐποίησεν ὡς πῦρ με καὶ ὡς φῶς ἀπέδειξέ με, καὶ ἐκεῖνο ἐγενόμην, ὅπερ ἔβλεπον πρὸ τούτου καὶ μακρόθεν ἐθεώρουν· καὶ οὐκ οἶδα, πῶς σοι φράσω τὸ παράδοξον τοῦ τρόπου· οὐ γὰρ ἠδυνήθην γνῶναι οὐδὲ νῦν γινώσκω πάντως, πῶς εἰσῆλθε, πῶς ἡνώθη· ἑνωθεὶς δέ, πῶς σοι εἴπω, τίς ἐστιν ὁ ἑνωθείς μοι, τίνι δὲ κἀγὼ ἡνώθην;
φρίττω καὶ φοβοῦμαι, μήπως, ἐὰν εἴπω, ἀπιστήσας περιπέσῃς βλασφημίᾳ ἐξ ἀγνοίας καὶ ψυχήν σου ἀπολέσῃς, ἀδελφέ μου· ὅμως ἓν ἐγὼ κἀκεῖνος ᾧ ἡνώθην γεγονότες, τίνα ἐμαυτὸν καλέσω; ὁ θεὸς διπλοῦς τὴν φύσιν, τὴν ὑπόστασιν εἷς ὤν, διπλοῦν με εἰργάσατο· ἐργασάμενος διπλοῦν δὲ διπλᾶ καὶ ὀνόματα, ὡς ὁρᾷς, παρέσχε μοι· βλέπε τὴν διαίρεσιν· ἄνθρωπός εἰμι τῇ φύσει, θεὸς δὲ τῇ χάριτι· ὅρα, ποίαν χάριν λέγω, ἕνωσιν τὴν μετ’ ἐκείνου αἰσθητῶς καὶ νοερῶς τε, οὐσιωδῶς καὶ πνευματικῶς τε. ἀλλὰ τὴν μὲν νοερὰν ἐξεῖπον ἕνωσίν σοι διαφόρως καὶ ποικίλως, αἰσθητὴν δὲ τὴν τῶν μυστηρίων λέγω· καθαρθεὶς γὰρ μετανοίᾳ καὶ τοῖς τῶν δακρύων ῥείθροις, σώματος τεθεωμένου ὡς θεοῦ μεταλαμβάνων θεὸς κἀγὼ γίνομαι τῇ ἑνώσει τῇ ἀφράστῳ. (ὅρα τὸ μυστήριον·) ἡ ψυχὴ οὖν καὶ τὸ σῶμα, ἵνα ταῦτα πάλιν εἴπω ἐκ πολλῆς περιχαρείας, ἓν ἐν οὐσίαις ταῖς δυσί· ταῦτα οὖν τὰ ἓν καὶ δύο τοῦ Χριστοῦ μεταλαβόντα καὶ τοῦ αἵματος πιόντα ἀμφοτέραις ταῖς οὐσίαις καὶ ταῖς φύσεσιν ὡσαύτως ἑνωθέντα τοῦ θεοῦ μου γίνονται θεὸς μεθέξει ὁμωνύμως τε καλοῦνται τῷ ὀνόματι ἐκείνου, οὗ οὐσιωδῶς μετέσχον· λέγεται οὖν πῦρ ὁ ἄνθραξ, καὶ ὁ σίδηρος ὁ μέλας πυρωθεὶς ὡς πῦρ ὁρᾶται· εἰ τοιοῦτος οὖν ὁρᾶται, καὶ τοιοῦτος ἂν κληθείη· πῦρ ὁρᾶται, πῦρ κληθείη.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.