Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ὕμνοι

Συμεὼν ὁ Νέος Θεολόγος

Η ενσάρκωση του Λόγου, η θεογνωσία και τα πνευματικά χαρίσματα

Η διαφοροποίηση της ζωντανής πίστης από τη νεκρή γνώση, ο σκοπός του θανάτου και η σοφή κατανομή των πνευματικών δωρεών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 16 από 17

Περὶ θεολογίας. Καὶ ὅτι τῷ μὴ ἀλλοιωθέντι τῇ τοῦ ἁγίου πνεύματος μετουσίᾳ καὶ γεγονότι θέσει ἐν γνώσει θεῷ διδάσκειν τὰ θεῖα τοὺς ἀνθρώπους οὐκ ἔξεστι. Τίς μου παραμυθήσεται τὸν πόνον τῆς καρδίας; πόνον δ’ εἰπὼν ἐδήλωσα τὸν τοῦ σωτῆρος πόθον, ὁ πόθος δὲ τοῦ πνεύματος ἐνέργεια τυγχάνει, μᾶλλον δ’ αὐτοῦ οὐσιωδῶς ἐστὶν ἡ παρουσία ἐνυποστάτως ἐν ἐμοὶ φῶς ἐντὸς ὁρωμένη· τὸ φῶς δ’ ἀσύγκριτόν ἐστιν, ὅλον ἄφθεγκτον πέλει. τίς με χωρίσει αἰσθητῶν, ὧν ἀπηλλάγην ἅπαξ καὶ ἀπεκρύβην ἐξ αὐτῶν γεγονὼς ἔξω κόσμου; τίς μοι δώσει γαλήνην γε καὶ ἡσυχίαν πάντων, ἵνα τοῦ κάλλους κορεσθῶ καὶ τῆς ἐκείνου θέας; οὗ τὸ ἀκατανόητον ἀναφλέγει τὸν πόθον, ὁπόσον δὲ καταληπτόν, ἐνυπόστατος πόθος· ἀγάπη γὰρ οὐκ ὄνομα, ἀλλὰ οὐσία θεία μεταληπτὴ καὶ ἄληπτος, θεϊκὴ δέ γε πάντως· τὸ μεθεκτὸν καταληπτόν, τούτου τὸ πλεῖον οὔπω.

διὰ τοῦτο οὖν εἶπόν σοι καταληπτὸν τὸν πόθον καὶ ἐνυπόστατον αὐτόν, ὡς μεθεκτὸν ληπτόν τε· πᾶν γὰρ ληπτὸν καὶ μεθεκτὸν οὐσία πάντως πέλει ἐνυποστάτως μεθεκτή, ὡσαύτως καὶ ληπτή τε· τὸ γὰρ ἀνούσιον οὐδὲν καὶ λέγεται καὶ ἔστιν, ἡ θεία δὲ καὶ ἄκτιστος, ὑπερούσιος φύσις, ὡς τῆς οὐσίας τῶν κτιστῶν ὑπερέχουσα πάντων καλεῖται ὑπερούσιος, πλὴν ἐνούσιος πέλει καὶ ἐνυπόστατός ἐστιν ὑπὲρ οὐσίαν πᾶσαν καὶ πρὸς ὑπόστασιν κτιστὴν ἀσύγκριτός γε πάντῃ νοεῖται· ἔστιν ὅλη γὰρ ἀπερίγραπτος φύσει· τὸ μὴ περιγραφόμενον ὑπόστασιν πῶς εἴπῃς; τὸ δ’ ἀνυπόστατον οὐδέν, καὶ πῶς μεταληπτόν μοι; εἰ δ’ ἀπιστεῖς, τὸν Παῦλόν σοι μαρτυροῦντα παρέξω καὶ τὰ ἀμφότερα πιστὰ εἶναί σοι βεβαιοῦντα· ὅταν γὰρ λέγῃ τὸν Χριστὸν ἐντὸς ἔχειν λαλοῦντα καὶ πνεύματι φθεγγόμενον αὐτὸν τῷ παναγίῳ, μεταληπτόν, περιγραπτὸν εἶναι λέγει τὸ θεῖον, ἀπεριγράπτως ἐν αὐτῷ συμπαρὸν καὶ ἀλήπτως· ὅταν δὲ φῶς ἀπρόσιτον οἰκοῦντα παρεισάγῃ καὶ μαρτυρῇ μηδέποτε ὑπ’ ἀνθρώπου ὀφθῆναι, τότε τὸ ἀπερίγραπτον καὶ ἄληπτον ἐμφαίνει· ὃ γὰρ οὐδεὶς ἑώρακε πώποτε τῶν ἀνθρώπων, πῶς ἢ μετέλαβεν αὐτοῦ ἢ προσέψαυσεν ὅλως;

πάντως ἐρεῖς μοι οὐδαμῶς, εἰ μὴ φιλονεικοίης· ὅταν δὲ πάλιν εἴπῃ σοι, ὁ θεὸς ὁ ἐκ σκότους φῶς λάμψαι πάλαι προειπών, ὃς ἔλαμψεν ἐντός μου, ποῖόν σοι ἄλλον παριστᾷ θεόν, εἰπέ, νοῆσαι, εἰ μὴ ἐκεῖνον τὸν τὸ φῶς τὸ ἄστεκτον οἰκοῦντα, καὶ ὃν οὐδέπω οὐδαμῶς οὐδεὶς ἀνθρώπων εἶδεν; αὐτὸς γὰρ ὑπερούσιος, ἄκτιστος ὢν τὸ πρόσθεν σάρκα τε ἀνελάβετο καὶ κτιστός μοι ὡράθη, ὅλον θεώσας με αὐτὸς τὸν προσληφθέντα ξένως. οὕτω πιστεύεις, λέγε μοι, καὶ πάντως οὐ διστάζεις; εἰ οὖν θεὸς γενόμενος ἄνθρωπος, ὡς πιστεύεις, τὸν ἄνθρωπον ἐθέωσεν ἐμὲ τὸν προσληφθέντα, θέσει θεὸς γενόμενος τὸν φύσει θεὸν βλέπω, ἐκεῖνον, ὃν οὐδείς ποτε ἀνθρώπων ἠδυνήθη ἰδεῖν, ἀλλ’ οὐδὲ δύναται ὅλως τοῦ κατιδέσθαι. τὸν θεὸν οὖν οἱ δεξάμενοι τῆς πίστεως τοῖς ἔργοις καὶ θεοὶ χρηματίσαντες πνεύματι γεννηθέντες, αὐτὸν ἐκεῖνον βλέπουσι τὸν ἑαυτῶν πατέρα τὸν ἐνοικοῦντα τῷ φωτὶ ἀεὶ τῷ ἀπροσίτῳ· ἔνοικον ἔχοντες αὐτοὶ ἐν ἑαυτοῖς οἰκοῦντα, οἰκοῦσιν αὐτοί γ’ ἐν αὐτῷ τῷ πάμπαν ἀπροσίτῳ.

τοῦτο πίστις ἡ ἀληθής, τοῦτο θεοῦ τὸ ἔργον· τοῦτο σφραγὶς χριστιανῶν, τοῦτο μέθεξις θεία· τοῦτό ἐστιν ἡ μετοχὴ καὶ ἀρραβὼν ὁ θεῖος, τοῦτο ὑπάρχει ἡ ζωή, τοῦτο ἡ βασιλεία· τοῦτο τὸ ἔνδυμά ἐστιν, ὁ χιτὼν τοῦ κυρίου, ὅνπερ οἱ βαπτιζόμενοι ἐπενδύονται πίστει, οὐχὶ ἀγνοίᾳ λέγω σοι οὐδὲ ἀναισθησίᾳ, ἀλλὰ διὰ τῆς πίστεως ἐν αἰσθήσει καὶ γνώσει, ἵνα μὴ λέγῃς, τὸν Χριστὸν ἐνδεδύσθαι πιστεύω· οὐ λέγω· τοῦτο πίστευε, ἀλλὰ πίστεως ἔργον καὶ πίστεως βεβαίωσιν καὶ πίστεως σφραγῖδα καὶ πίστεως τελείωσιν ἀναμφίβολον ἔχε ἐκ τοῦ ἐνδύσασθαι Χριστὸν ἐν αἰσθήσει καὶ γνώσει ἐκλάμποντα, ἀστράπτοντα θεότητος τῇ δόξῃ, καὶ τρανοτάτῳ ἐν φωτὶ ὅλον σε ἀλλοιοῦντα, ἀναλλοιώτως μένοντα διπλοῦν ἐξ ἑκατέρων· θέσει θεόν, τῇ φύσει δὲ ἄνθρωπον ὅλον ὄντα, τοιοῦτος δὲ γενόμενος ὅλος, καθώς σοι εἶπον, τότε ἐλθὲ καὶ σὺν ἡμῖν στῆθι, ὦ ἀδελφέ μου, ἐπ’ ὄρους θείας γνώσεως θείας τε θεωρίας καὶ ἀκουσόμεθα ὁμοῦ πατρικῆς φωνῆς· οἴμοι, ὁπόσον ἀπολείπομεν τῆς θεϊκῆς ἀξίας, ὁπόσον δὲ ἀπέχομεν ζωῆς τῆς αἰωνίου· ὅσον ἀπέχει οὐρανὸς τῶν γῆς καταχθονίων καὶ τῶν ἐκεῖσε δυστυχῶς πάλαι κεκρατημένων, τοσοῦτον ἢ καὶ πλέον γε ἀπέχομεν οἱ πάντες ὄντως ἀξίας τοῦ θεοῦ καὶ θείας θεωρίας, κἂν σὺν ἐκείνῳ κατοικεῖν λέγωμεν παραδόξως καὶ τὸν οἰκοῦντα ἐν φωτὶ τῷ ἀπροσίτῳ ἔχειν ἐν ἑαυτοῖς καὶ μένοντα καὶ κατοικοῦντα ὅλον· καὶ θέλομεν καθήμενοι ἐν τοῖς καταχθονίοις φιλοσοφεῖν τὰ ὑπὲρ γῆν καὶ τὰ ἐν οὐρανῷ γε καὶ οὐρανῶν ὑπέρτερα, ὡς ἀκριβῶς εἰδότες, καὶ διηγεῖσθαι ἅπασι καὶ γνωστικοὶ καλεῖσθαι θεολόγοι τε ἀκριβεῖς καὶ μύσται τῶν ἀρρήτων, ὅπερ καὶ ἔνδειγμά ἐστι πάντως ἀναισθησίας· ὁ γεννηθεὶς γὰρ δυστυχῶς ἐν τοῖς καταχθονίοις καὶ σκότος ὅλως κατοικῶν τοῦ ἐνεστῶτος κόσμου φῶς τε μὴ θεασάμενος τοῦ μέλλοντος αἰῶνος, ὃ πάντως ἔλαμψεν ἐν γῇ καὶ ἀεννάως λάμπει, καὶ λέγων τὰ ἐν οὐρανῷ καὶ φρονεῖν καὶ εἰδέναι βλέπειν τε πάντα τὰ ἐκεῖ καὶ τοὺς ἄλλους διδάσκειν, οὐχὶ ἀναίσθητός ἐστι καὶ πλέον ἆρα τούτου;

ὡς γὰρ τυφλὸς φιλονεικῶν τοὺς βλέποντας καὶ λέγων· τὸ νόμισμα χαλκοῦν ἐστιν, ἡ σφραγὶς ἄλλου πέλει, τὰ ἐν αὐτῷ δὲ γράμματα δηλοῖ τάδε καὶ τάδε, ὄντως παράδοξόν ἐστι τοῖς ἀκούουσι τέρας καὶ τὸ νόμισμα βλέπουσι χρυσοῦν εὔρυζον πάνυ καὶ τὴν σφραγῖδα ἀληθῆ τοῦ βασιλέως οὖσαν, ἀπαραποίητον αὐτοῦ δεικνῦσαν τὴν εἰκόνα, καὶ τὴν γραφὴν τὸ ὄνομα δηλοῦσαν τὸ ἐκείνου, οὕτω γε πάσχοντες ἡμεῖς οὐ δοκοῦμέν τι πάσχειν οὐδ’ αἰσχυνόμεθά τινα ἢ αὐτοὺς τοὺς ἁγίους καὶ τοὺς ἀγγέλους ἄνωθεν τὰ καθ’ ἡμᾶς ὁρῶντας, ἀλλὰ πληροῦται εἰς ἡμᾶς ὁ λόγος τοῦ κυρίου ὁ λέγων, ὅτι βλέποντες οὐ βλέπουσι, καὶ αὖθις· ἀκούοντες τὰ ψυχικὰ ὦτα βύουσι μᾶλλον καὶ οὐδαμῶς ἀκούουσι τοῦ πνεύματος τοὺς λόγους.

καὶ γὰρ ὠσὶν ἀκούουσι σωματικῶς σαρκίνοις, ὦτα πνευματικὰ καρδίας δὲ κεκαλυμμένα ἔχουσι καὶ οὐ δύνανται ὅλως θεοῦ ἀκούειν· οὐδαμῶς γὰρ ἰσχύουσιν ἀφ’ ἑαυτῶν διᾶραι κάλυμμα τῆς ἐπάρσεως καὶ τῆς ἀναισθησίας· αὐτοὶ γὰρ τοῦτο ἑαυτοῖς ἐπέθεντο θελήσει καὶ βούλονται καλύπτεσθαι ὀφθαλμούς τε καὶ ὦτα, καὶ διὰ τοῦτο οἴονται καὶ βλέπειν καὶ ἀκούειν· εἰ δέ γέ τις ἐρεῖ αὐτοῖς· ἀκούσατέ μου, τέκνα, καὶ ἄρατε τὸ κάλυμμα ἐκ τῆς ὑμῶν καρδίας, καὶ πρὸς αὐτὰ τὰ ῥήματα ἀγριαίνουσιν, ὅτι μὴ πατέρας ἐκάλεσεν, ἀλλὰ τέκνα προσεῖπε, καὶ μῖσος μᾶλλον πρὸς αὐτὸν ἐκ τῶν λόγων προσκτῶνται καὶ συνιδεῖν οὐ δύνανται τὸ προσὸν αὐτοῖς πάθος, μᾶλλον δὲ πάθη τὰ τὸν νοῦν σκοτίζοντα καὶ φρένας καὶ τοῦ θεοῦ χωρίζοντα τοὺς προληφθέντας ἤδη· οἳ δοῦλοι τῆς οἰήσεως καὶ ὑπερηφανίας θελήσει χρηματίσαντες καὶ αἰχμαλωτισθέντες τὸ θέλημα τὸ ἴδιον ἀεὶ ἀποπληροῦσιν· οὗτοι ἀφέντες νόμους τοῦ θεοῦ ἑαυτοῖς εἰσι νόμος, καὶ οὐ θεῷ, ἀλλ’ ἑαυτοῖς λατρεύουσιν (ὢ τόλμης) ἀντὶ τῆς δόξης τοῦ θεοῦ τὴν ἰδίαν ζητοῦντες καὶ στῆσαι ταύτην σπεύδοντες πᾶσιν ἔργοις καὶ τρόποις.

δόξα οὖν πέλει τοῦ Χριστοῦ ὁ σταυρὸς καὶ τὰ πάθη, ἃ καθυπέστη δι’ ἡμᾶς, ἵνα ἡμᾶς δοξάσῃ· ταῦτα δ’ οὐ βούλονται παθεῖν, ὡς ἔπαθεν ἐκεῖνος, καὶ παραιτοῦνται μέτοχοι δόξης θεοῦ γενέσθαι τῷ παραιτεῖσθαι τὸ παθεῖν ὡς ἔπαθεν ἐκεῖνος· καὶ θέλουσιν, οἴμοι, τιμὴν μᾶλλον τὴν ἐξ ἀνθρώπων καὶ χωρισμὸν ἀπὸ θεοῦ ἑκουσίως αἱροῦνται. ἀλλ’, ὦ Χριστέ μου, λύτρωσαι τοὺς εἰς σὲ πεποιθότας κενοδοξίας μιαρᾶς καὶ ὑπερηφανίας καὶ συμμετόχους ποίησον παθῶν σου καὶ τῆς δόξης καὶ καταξίωσον ἡμᾶς ἀχωρίστους σου εἶναι νῦν τε καὶ εἰς τοὺς μέλλοντας αἰῶνας τῶν αἰώνων· ἀμήν.

Κατὰ διάλεκτον θεοῦ καὶ τοῦ πατρὸς τῶν λόγων ὁ λόγος. Καὶ ὅπως ὑπὸ τοῦ ἁγίου πνεύματος ἐλλαμπόμενος ὁ θεῖος οὗτος πατὴρ ὡμίλει θεῷ καὶ ὑπ’ ἐκείνου ἐμυσταγωγεῖτο τὰ θεῖά τε καὶ ἀνθρώπινα. Ἴδε μου, Χριστέ, τὴν θλῖψιν, ἴδε μου τὴν ἀθυμίαν· ἴδε τὴν ἀδυναμίαν, ἴδε μου καὶ τὴν πτωχείαν· ἴδε τὴν ἀσθένειάν μου καὶ οἰκτείρησόν με, λόγε· λάμψον μοι καὶ νῦν ὡς πάλαι καὶ καταύγασον ψυχήν μου· φώτισον τοὺς ὀφθαλμούς μου τοῦ ὁρᾶν σε φῶς τοῦ κόσμου, τὴν χαράν, τὴν εὐφροσύνην, τὴν ζωὴν τὴν αἰωνίαν, τὴν τῶν ἀγγέλων τρυφήν, βασιλείαν οὐρανῶν τε καὶ παράδεισόν σε ὄντα, στέφανόν τε τῶν δικαίων καὶ κριτὴν καὶ βασιλέα. τί τὸ πρόσωπόν σου κρύπτεις; τί χωρίζῃ μου, θεέ μου, ὃς οὐ θέλεις χωρισθῆναι πώποτε τῶν σὲ φιλούντων; τί με φεύγεις, τί με καίεις, τί με τέμνεις καὶ συντρίβεις;

οἶδας, ὅτι ἀγαπῶ σε καὶ ἀπὸ ψυχῆς ζητῶ σε· ἀποκάλυψον, ὡς εἶπας, καὶ ἐμφάνισον σαυτόν μοι· οἶδα γὰρ ἀληθινόν σε, ἔγνωκα, ὡς ἀψευδὴς εἶ καὶ φιλεῖς τοὺς σὲ φιλοῦντας καὶ προσομιλεῖς ὡς φίλοις· οὐ σκιᾷ οὐδὲ ἐμφάσει οὐδ’ ὡς νοῦς νοῒ ἑτέρῳ, ἀλλ’ ὡς λόγος ὢν ἀρχῆθεν, ἐνυπόστατος ζωή τε, ἐκ πατρὸς γεγεννημένος καὶ αὐτῷ συνηνωμένος καὶ συνόμιλος ἀφράστως· οὕτως οὓς αὐτὸς γεννήσεις πνεύματί σου τῷ ἁγίῳ καὶ υἱούς σου ἀποδείξεις, μᾶλλον μὲν οὖν ἀδελφούς σου καὶ θεοῦ υἱοὺς πατρός σου, τούτοις καὶ συνομιλεῖς τε καὶ αὐτοὺς ὁρῶν ὁρᾶσαι ὑπ’ αὐτῶν ἐκείνων πάλιν. δεῖξον οὖν τὴν εὐσπλαγχνίαν, δεῖξον τὴν φιλανθρωπίαν καὶ τὸ ἔλεός σου, σῶτερ, ὃ ἐξέχεας πλουσίως ἐπὶ πᾶσαν ὄντως σάρκα τὴν εἰς σὲ πεπιστευκυῖαν, καὶ διάνοιξόν μοι πύλας τοῦ νυμφῶνός σου, θεέ μου· ναί, μὴ κλείσῃς μοι τὴν θύραν τοῦ φωτός σου, ὦ Χριστέ μου· τί τοῖς λόγοις με βιάζειν, ὦ υἱὲ ἀνθρώπου, οἴει; τί δὲ καὶ ἀφρόνως λέγεις κρύπτειν με τὸ πρόσωπόν μου, τί δὲ θύρας μοι καὶ πύλας ὅλως κλείειν ὑποπτεύεις, τί δὲ καὶ χωρίζεσθαί σου πώποτε ὑπολαμβάνεις, τί δὲ φλέγειν σε καὶ καίειν καὶ συντρίβειν ὅλως εἶπας;

οὐκ ὀρθοί γε σοῦ οἱ λόγοι, οὐδ’ ἡ γνῶσις ὀρθὴ αὕτη, ἄκουε δὲ μᾶλλον λόγους, οὓς ἐγώ σε μέλλω λέγειν· ἤμην φῶς καὶ πρὸ τοῦ κτίσαι τὰ ὁρώμενά σοι πάντα· πανταχοῦ εἰμι καὶ ἤμην καὶ τὴν πᾶσαν κτίσας κτίσιν· πανταχοῦ εἰμι κ’ ἐν πᾶσιν (ἄκουσον σοφίας λόγους, σύνες μυστηρίων βάθος), πλὴν οὐδὲν τῶν πάντων ἤμην, οὐδὲ πάντως μετὰ πάντων οὐδ’ ἐντὸς τῶν πάντων ἤμην, οὐδενὶ δὲ συνημμένος, ἀλλὰ μετὰ πάντων ἤμην· μηδὲν οὖν τῶν πάντων πέλων, ἐν τοῖς πᾶσιν ὢν οὐκ ἤμην, μέσον δὲ τῶν ὁρωμένων, τῶν ἐμψύχων καὶ ἀψύχων, ἀναισθήτων αἰσθητῶν τε, τῶν ἐμοῦ κεχωρισμένων καὶ μηδ’ ὅλως με εἰδότων, ἔπλασα τὸν χοῦν εἰς σῶμα ἐνεφύσησα ψυχήν τε οὐκ ἐκ τῆς ἐμῆς οὐσίας, ἀλλ’ ἐκ τῆς ἐμῆς ἰσχύος· νόει ἅπερ σε διδάσκω. εἶπον οὖν, τῇ δυνάμει μου ἐνεφύσησα ψυχήν σοι λογικὴν καὶ νοεράν τε, ἥτις ὥσπερ εἰς οἰκίαν εἰσελθοῦσα συνεδέθη καὶ ὡς ὄργανον λαβοῦσα ἓν ἐξ ἀμφοτέρων ὤφθη, ζῷόν σοι λέγω λογικόν, ἄνθρωπος διπλοῦς ἐκ δύο φύσεων ἀνεκλαλήτως, σώματος τοῦ ὁρωμένου, ἀναισθήτου καὶ ἀλόγου καὶ ψυχῆς τῆς ἀοράτου κατὰ τὴν ἐμὴν εἰκόνα λογικῆς τε καὶ νοερᾶς, (ξένον θαῦμα) μέσον πάντων, τῶν κτισμάτων μέσον, λέγω· ποίων ἆρα τῶν κτισμάτων;

τῶν ἐνύλων καὶ ἀΰλων· ἔνυλα γὰρ ἅπερ βλέπεις, ἄϋλοι δὲ ἄγγελοί γε· μέσον τούτων οὖν σοι λέγω ζῷον ἄνθρωπος, διπλοῦν δέ· ἐν αἰσθητοῖς μὲν ἄϋλον, ἐν ἀΰλοις αἰσθητὸν δέ· τοῦτον οὖν ὡς αἰσθητὸν μὲν κύριον τῶν ὁρωμένων καὶ δεσπότην εἰργασάμην (δοῦλα, ὡς ὁρᾷς, τὰ πάντα αὐτῷ μόνῳ καθυποτάξας), ὅπως βλέπῃ μου τὰ ἔργα καὶ δοξάζῃ με τὸν κτίστην· ὡς δὲ λογικόν τε ὄντα καὶ νοερῶς καθορῶντα, δέδωκα αὐτὸν ὁρᾶν με καὶ ἐκ τούτου τῶν ἀγγέλων ἐν ἀξίᾳ καθεστάναι· βλέπε, σύνες, τί σοι, εἶπον· ἄνθρωπος διπλοῦς ὑπάρχων ἔβλεπε τοῖς αἰσθητοῖς μὲν ὀφθαλμοῖς τὰ κτίσματά μου, τοῖς νοεροῖς δὲ πρόσωπον ἔβλεπεν ἐμοῦ τοῦ κτίστου, ἐθεώρει μου τὴν δόξαν καὶ ὡμίλει μοι καθ’ ὥραν· ὅτε δὲ τὴν ἐντολήν μου παραβὰς ἀπὸ τοῦ ξύλου ἔφαγεν, ἀπετυφλώθη καὶ ἐγένετο ἐν σκότει τοῦ θανάτου, καθὼς εἶπον, ὅπερ λέγεται κρυβῆναι· τοῦτο γὰρ ἐκεῖνος τότε ὑπενόησεν ἀφρόνως· ποῦ γὰρ εἶχέ με κρυβῆναι ἢ ἐν ποίῳ τόπῳ; λέγε· σὺ δὲ νῦν λογίζῃ χεῖρον, ἀφρονέστερον ἐκείνου, ὅτι κρύπτομαι μὴ θέλων ὁραθῆναί σοι εἰς ἅπαν· εἰ γὰρ μὴ ὁρᾶσθαι θέλω, τί καὶ ἐν σαρκὶ ἐφάνην, τί δὲ καὶ κατῆλθον ὅλως, τί δὲ καὶ ὡράθην πᾶσι;

μὴ ἀγνόει μου τὰς πράξεις μηδὲ τὰς οἰκονομίας· ὁ Ἀδὰμ τυφλωθεὶς πρῶτον, ἐλεγχθεὶς καὶ διδαχθείς τε ὑπ’ ἐμοῦ μετανοῆσαι, οὐκ ἠθέλησεν, ἀλλ’ ὅλως ἀταπείνωτος εὑρέθη, εἶπε δὲ μᾶλλον· ἡ γυνὴ ἥμαρτεν, ἣν δέδωκάς μοι, ὡσανεὶ τῆς ἁμαρτίας αἴτιόν με ἀποφήνας· ὁμοίως πάλιν ἡ γυνὴ ᾐτιάσατο τὸν ὄφιν καὶ οὐδεὶς ἡμαρτηκέναι ὡμολόγησεν οὐδ’ ὅλως· διὰ τοῦτο ἐξεβλήθη τῆς τρυφῆς τοῦ παραδείσου καὶ ἔμεινεν ἐν αἰσθητοῖς μόνοις μετὰ τῶν ἀλόγων ἐκ λογικῶν τε ἄλογος καὶ ἔνυλός γε γενονὼς χωρισθεὶς ἐκ τῶν ἀΰλων· θαῦμα ξένον· ὥσπερ σῶμα γέγονεν ὀμμάτων δίχα ἡ ψυχὴ ἐκτυφλωθεῖσα καὶ θεὸν μὴ καθορῶσα· σῶμα μὲν εἰ τυφλωθείη, ὑπὸ τῆς ψυχῆς κινεῖται, ἡ ψυχὴ δὲ τυφλωθεῖσα, ποίαν κίνησιν εὑρήσει, ζῆν δὲ πῶς ὅλως ἰσχύσει; οὐδαμῶς, ἀλλὰ θανεῖται θάνατον εἰς τὸν αἰῶνα, ὅπερ ἔπαθον, ὡς εἶπον, οἱ πρωτόπλαστοι ἀνοίᾳ καὶ κατῆλθον εἰς τὸν ᾅδην καὶ εἰς φθορὰν κατήχθησαν· οὕσπερ κατελεήσας ἄνωθεν ἐγὼ κατῆλθον· ἀόρατος ὢν πάντῃ πάχους καὶ σαρκὸς μετέσχον καὶ ψυχὴν ἀνελαβόμην· θεὸς ὢν ἀναλλοιώτως ἐγενόμην σὰρξ ὁ λόγος, ἐκ σαρκὸς ἀρχὴν λαβὼν δὲ ἄνθρωπος ὡράθην πᾶσι· διὰ τὶ οὖν ὅλως τοῦτο ἠνεσχόμην τοῦ ποιῆσαι;

ὅτι ἐπὶ τούτῳ πάντως ἔκτισα, καθὼς καὶ εἶπον, τὸν Ἀδάμ, τοῦ καθορᾶν με· ἐπεὶ δὲ ἐτυφλώθη, ἐξ ἐκείνου τε οἱ πάντες τούτου ἀπόγονοι ἅμα, οὐχ ὑπέφερον αὐτὸς μὲν εἶναι ἐν τῇ θείᾳ δόξῃ, παρορᾶν δὲ τυφλωθέντας τῇ τοῦ ὄφεως ἀπάτῃ, οὕσπερ ἔκτισα χερσί μου, ἀλλὰ ὅμοιος ἀνθρώποις ἐγενόμην κατὰ πάντα, αἰσθητὸς τοῖς αἰσθητοῖς γε, καὶ ἡνώθην τούτοις θέλων· βλέπεις, πόσον πόθον ἔχω τοῦ ὁρᾶσθαι παρ’ ἀνθρώπων, ὡς καὶ ἄνθρωπος γενέσθαι θελῆσαι καὶ ὁραθῆναι. πῶς οὖν εἶπας κρύπτεσθαί με ἀπὸ σοῦ καὶ μὴ ὁρᾶσθαι; ὄντως λάμπω, ἀλλ’ οὐ βλέπεις· πρόσεχε τῷ μυστηρίῳ· ἔβλεπε θεότητός μου δόξαν ὁ Ἀδὰμ καὶ ἔζη, παραβὰς δ’ ἀπετυφλώθη καὶ εὐθὺς ἀπενεκρώθη μὴ θελήσας μεταγνῶναι μηδ’ εἰπών· ἡμάρτηκά σοι· διὰ τοῦτο οὖν ἐνδίκως ἀποστρέφειν κατεκρίθη εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη· ὕστερον δὲ τοῦτο πάντως ὡς ἀπόφασις ἐδόθη καὶ τοῖς πᾶσιν ἐλογίσθη ἄφυκτος ὡς τιμωρία· ἀλλ’ οὐκ ἔστι τιμωρία, μᾶλλον δὲ εὐεργεσία· οὐ γὰρ εἴασα συνεῖναι τὸ φθαρτὸν σὺν τῷ ἀφθάρτῳ· χεῖρον ἦν γὰρ τοῦ λυθῆναι τὸ δεδέσθαι αἰωνίως καὶ ἀθάνατον ὑπάρχειν τὸ κακὸν ἐν ἀμφοτέροις· ἡ ψυχὴ γὰρ ἐκπεσοῦσα τῆς ζωῆς γε τῆς ἐνταῦθα, πάλιν τε εἴπερ τὸ σῶμα τὸ φθειρόμενον ὑπῆρχε φέρουσα συνηνωμένον, πῶς οὐκ ἦν θανάτου χεῖρον, χωρισμοῦ ψυχῆς σοι λέγω;

δύο οὖν εἰσὶ θάνατοι, σώματός τε καὶ ψυχῆς· ὁ θανὼν ψυχῇ, εἰπέ μοι, καὶ φθαρτὸν ἐκ τούτου σῶμα περιφέρων ἡνωμένον κατ’ ὀλίγον τε γηράσκον καὶ λυόμενον καὶ ῥέον, εἰ μὴ ἔμελλε λυθῆναι τούτου τε καὶ χωρισθῆναι ἡ ψυχή, ἀλλ’ αἰωνίως ἦν συνδεδεμένη τούτῳ, πῶς οὐ χείρων πάσης ἄλλης τιμωρίας τῆς ἐν ᾅδῃ αὕτη ἡ ζωὴ ὑπῆρχε; βλέπε μοι τοὺς ὑπὸ νόσου ἱερᾶς κατεχομένους, πῶς αἱ σάρκες αἱ ἐκείνων φθείρονται καὶ δαπανῶνται, πῶς χειρῶν ποδῶν τε δίχα καὶ ὀμμάτων καὶ χειλέων καὶ ῥινῶν εἰσι καὶ ὤτων, πῶς ἀκίνητοι εἰς ἅπαν, πῶς καὶ ἄλαλοι κωφοί τε, ταῖς ἀλαλήτοις φωναῖς τὸν θεὸν ἐπικαλοῦνται ταύτης τῆς σαρκὸς λυθῆναι· εἰ γὰρ οὕτως εἰς αἰῶνας, ἵνα πάλιν εἴπω, εἶναι ἐκληρώσαντο, οὐ χεῖρον τοῦ θανεῖν τὸ ζῆν ὑπῆρξε;

οὕτως οὖν εὐεργεσία γέγονεν ἡ τιμωρία, μᾶλλον δὲ οὐ τιμωρία, ἀλλ’ οἰκονομία θεία· ὁ γὰρ θάνατος ἀνθρώπων θάνατος πραγμάτων πέλει· θάνατος φροντίδων λύσις θάνατος ἐλευθερία νόσων καὶ παθῶν παντοίων· θάνατος ἁμαρτημάτων ἐκκοπὴ καὶ ἀδικίας· θάνατος ἀπαλλαγή τε τῶν κακῶν τοῦ βίου πάντων, τοῖς βιώσασι καλῶς δὲ πρόξενος χαρᾶς ἀλήκτου καὶ τρυφῆς τῆς ἀϊδίου καὶ φωτὸς τοῦ ἀνεσπέρου· ὅμως πρὸ τοῦ χωρισθῆναι ἐκ τοῦ σώματός σοι λέγω, βλέπε τὰς εὐεργεσίας, βλέπε τὰς οἰκονομίας, μάνθανε τὰς δωρεάς μου· ἐφανέρωσα τῷ κόσμῳ ἐμαυτὸν καὶ τὸν πατέρα καὶ ἐξέχεα πλουσίως τὸ πανάγιόν μου πνεῦμα ἐπὶ πᾶσαν ὄντως σάρκα καὶ τὸ ὄνομά μου πᾶσιν ἀπεκάλυψα ἀνθρώποις, καὶ τοῖς ἔργοις, ὅτι κτίστης καὶ δημιουργὸς ὑπάρχω, ἔδειξα καὶ νῦν δεικνύω πάντα, ἃ ποιῆσαι ἔδει.

Ὅτι τῶν ἀνθρώπων ἑκάστῳ δέδωκεν ὁ θεὸς προσφυῶς καὶ πρὸς τὸ συμφέρον τὸ χάρισμα διὰ πνεύματος ἁγίου εἰς τὸ ἐνεργεῖν οὐχ ὥσπερ αὐτὸς θέλει, ἀλλ’ ὡς ὑπ’ αὐτοῦ προωρίσθη, εἰς τὸ μὴ κενὸν εἶναι μέσον τῆς ἐκκλησίας αὐτοῦ. Τὸ ποίημα τοῦ ποιητοῦ τί ποτ’ ἂν γνοίη δίχα; τὴν γνῶσιν γὰρ ἣν ἔλαβε, πάντως ἀπαιτηθείη, πρᾶξίν τε καὶ ἐνέργειαν δικαίως καὶ πρεπόντως· καὶ γὰρ σκαπάνη, δρέπανον μάχαιρά τε καὶ πρίων, ἀξίνη, ῥάβδος λόγχη τε, φάσγανόν τε καὶ τόξον, βέλος καὶ πάντα τὰ λοιπὰ ἐργαλεῖα ἐν βίῳ, ἕκαστον τὴν ἐνέργειαν κέκτηται τὴν ἰδίαν, ἀλλ’ οὐκ ἀφ’ ἑαυτοῦ λαβόν, ἐξ ἡμῶν δέ γε πάντως· ὁ γὰρ τεχνίτης ἕκαστον, πρὸς ὅπερ ἂν ἐθέλοι, κατασκευάζει ἐνεργεῖν ἐργαλεῖον ἐντέχνως· διὸ θερίζειν λήϊα οὐκ ἔξεστι σκαπάνῃ οὐδὲ δρεπάνῳ τεκτονεῖν οὐδ’ ἐν μαχαίρᾳ κτίζειν, οὐ σκάπτειν μετὰ πρίονος, οὐ ῥάπτειν τῇ ἀξίνῃ, οὐ τέμνειν ξύλα ῥάβδῳ γε, λόγχῃ δ’ οὐ πρίζειν θέμις, οὐδὲ φασγάνῳ σφενδονεῖν, οὐκ ἐν τῷ τόξῳ τέμνειν, ἀλλ’ ἁρμοζόντως ἑκάστῳ χρὴ πρὸς ἕκαστον χρᾶσθαι. εἰ δ’ οὐ πρὸς ἃ γεγόνασιν, ἀλλ’ ἄλλως χρήσῃ τούτοις, ἀπόλωλεν ὁ βίος σοι καὶ πᾶσα πρᾶξις πάντως.

οὕτω οὖν μοι νόει καὶ θεὸν ἡμᾶς πεποιηκέναι ἐν ἔργοις ἕκαστον πιστὸν ἐνεργεῖν ἐν τῷ βίῳ, τοὺς μὲν διδάσκειν θέμενος, τοὺς δὲ πάντως μανθάνειν, ἄλλους τοῦ ἄρχειν τῶν πολλῶν, τοὺς δὲ ὑπείκειν τούτοις· καὶ οἷς μὲν σοφίαν δέδωκεν, οἷς δὲ γνῶσιν καὶ λόγον, τὸ προφητεύειν ἄλλοις δέ, τὸ λαλεῖν γλώσσαις ἄλλοις, θαυματουργεῖν ἑτέροις δὲ καὶ ἐνεργεῖν δυνάμεις, ἄλλους προστάτας ἔδειξε· (πνευματικὰ δὲ ταῦτα·) ἀλλ’ εἴπωμεν καὶ ἕτερα χαρίσματα τοῦ κτίστου, ἃ τοῖς ἀνθρώποις δέδωκεν ἑκάστῳ κατ’ ἀξίαν· τὸν μὲν ἀνδρεῖον σώματι, τὸν δὲ ὡραῖον μᾶλλον πεποίηκε καὶ ἕτερον εὐφωνότερον ἄλλων, ἁπλῶς τε ἐχαρίσατο ἑκάστῳ τῶν ἀνθρώπων τὸ κατ’ ἀξίαν δώρημα καὶ πλεονέκτημά γε, ὡς οἶδεν μόνος ὁ θεὸς ὁ τῶν ἁπάντων κτίστης, εἰς τὸ χρησίμως ἐνεργεῖν ἐν τῷ βίῳ ἀρρήτως· διὸ πρὸς τέχνην ἕκαστος οὐχ οἵαν αὐτὸς θέλει, ἀλλὰ πρὸς οἵαν ἔκτισται, ἐπιτηδείως ἔχει καὶ πρὸς αὐτὴν διάκειται προσφυῶς καὶ οἰκείως· καὶ ἴδοις ἂν τὸν πλευστικὸν εὐτέχνως τὰ πελάγη θαλάσσης διαπλέοντα καὶ τερπόμενον μᾶλλον ὑπὲρ τὸν ἵππῳ σοβαρῷ ἐφεζόμενον ἄνδρα· καὶ γεωργὸν γῆς αὔλακας τέμνοντα τῷ ἀρότρῳ τὸ ζεῦγός τε τὸ τῶν βοῶν τῶν συνεργαζομένων πολὺ κρεῖσσον νομίζοντα βασιλικοῦ τετρώρου, ὅθεν καὶ χαίρει ταῖς χρησταῖς κατεντρυφῶν ἐλπίσιν· ὁ στρατιώτης πάλιν δὲ ἑαυτὸν ὑπὲρ πάντας γεωργούς τε καὶ πλευστικοὺς καὶ χειροτέχνας μείζω ἡγεῖται καὶ ὡς ἔνδοξος ἐναβρύνεται, τρέχων ἐπὶ σφαγὴν καὶ θάνατον, ἄωρον καταλῦσαι.

οὗτος οὖν οὐκ ἀνέξεται κώπην ὅλως ἐλάσαι οὐδὲ κρατῆσαι δίκελλαν οὐδὲ τέκτων γενέσθαι, οὐ ναύτης οὐδὲ γεωργός, οὐ γεηπόνος εἶναι αἱρήσεται, ἀλλ’ ἕκαστος πρὸς ὅ, καθάπερ εἶπον, τὸ ἐνεργεῖν ἀπὸ θεοῦ ἔλαβεν, ἐνεργήσει· ἄλλως δὲ οὐ δυνήσεται ἄνθρωπος ἐν τῷ βίῳ ὅλως τι διαπράξασθαι ἢ τὴν ἀρχὴν θελῆσαι· ἰδοὺ γάρ, αὗθις λέγω σοι, ἅπερ καὶ πρώην εἶπον· ὥσπερ οὐκ ἔξεστί ποτε τῶν εἰρημένων πάντων ἐργαλεῖον ἀφ’ ἑαυτοῦ κινηθῆναι πρὸς πρᾶξιν ἢ ἐνεργῆσαί τι ἄνευ χειρὸς ἀνθρώπου τοῦ αἴροντος καὶ δι’ αὐτοῦ κατασκευάζοντός τι, οὕτως οὐδὲ ὁ ἄνθρωπος ἄνευ χειρὸς τῆς θείας ἐννοῆσαί τι δύναται ἀγαθὸν ἢ ποιῆσαι· ἰδοὺ γάρ, ὁ τεχνίτης με κατεσκεύασε λόγος, οἷον αὐτὸς ἠθέλησε καὶ ἔθηκεν ἐν κόσμῳ. πῶς οὖν, εἰπέ, δυνήσομαι φρονῆσαι ἢ ποιῆσαι ἢ ὅλως ἐνεργῆσαί τι θείας ἰσχύος ἄνευ; ὁ νοῦν μοι χαρισάμενος, οἷον ἤθελε πάντως, αὐτὸς καὶ δίδωσι φρονεῖν, ὅσα συμφέρειν οἶδε, καὶ ἐνεργεῖν παρέχει μοι δύναμιν ἅπερ θέλει.

εἰ οὖν αὐτὰ ποιήσαιμι, πλείονα πάντως δώσει καὶ τελεώτερα φρονεῖν παράσχῃ φιλανθρώπως· εἰ δὲ καταφρονήσαιμι καὶ αὐτῶν τῶν ὀλίγων τῶν καταπιστευθέντων μοι, τὴν στέρησιν δικαίως ὄντως καθυποστήσομαι παρὰ θεοῦ τοῦ δόντος καὶ ἄπρακτος γενήσομαι, ἄχρηστον ἐργαλεῖον, ὡς μὴ θελήσας ἐντολὰς ἐργάσασθαι τοῦ κτίστου, ἀλλ’ ὀκνηρίᾳ ἐμαυτὸν ἐκδοὺς καὶ ῥαθυμίᾳ· καὶ διὰ τοῦτο ἔρριμμαι τῶν χειρῶν τοῦ δεσπότου· †ἀπειθείᾳ γὰρ τῇ πρὸς αὐτὸν† καὶ ἀνυποταξίᾳ χρησάμενος ἐκβέβλημαι τοῦ ὄντως παραδείσου, μακρὰν γενόμενος θεοῦ καὶ χειρῶν τῶν ἁγίων. εὑρὼν λοιπόν με κείμενον ὁ παμπόνηρος ὄφις καὶ τῇ ἀργίᾳ τῶν καλῶν προδεδομένον ὅλον δολίως κατηχρείωσε πᾶσιν ἔργοις ἀτίμοις, οἷσπερ ἐνηδυνόμενος καὶ χαίρων ὠπτανόμην, ἀνθ’ ὧν λυπεῖσθαί με ἐχρῆν καὶ θρηνεῖν τε καὶ κλαίειν, ὅτι πρὸς ἅπερ ἔκτισμαι ἐνεργεῖν, ἑκουσίως ἀπέστην ὁ ταλαίπωρος καὶ αὐτοπροαιρέτως τοῖς παρὰ φύσιν ἅπασιν ἐμαυτὸν ἐξεδόμην, χερσὶ βεβήλοις τοῦ ἐχθροῦ ἐμπεσὼν παναθλίως, ὑφ’ οὗπερ καὶ κρατούμενος καὶ κινούμενος ὅλως καὶ ἀντιστῆναι πρὸς αὐτὸν μὴ ἰσχύων ὁ τάλας (πῶς γὰρ καὶ ἀντιστήσεσθαι εἶχον νεκρὸς ὑπάρχων;)

πάσης κακίας ὄργανον, πάσης παρανομίας καὶ ἐργασίας πονηρᾶς δόκιμον ἐργαλεῖον γέγονα ὁ ταλαίπωρος, ἀπατηθεὶς δολίως· κατέχων γάρ με τῇ χειρὶ καὶ δυνατῶς ἑλκύων κοπραγωγοῖς ἐρρύπου με καὶ παντοίοις βορβόροις, καὶ δυσωδίαις με πικραῖς ἐνέβαλε καὶ τούτοις ἐποίει ἐνευφραίνεσθαι· ὢ τῆς ἀναισθησίας· πρὸς ἁρπαγὰς πρὸς φθόνους τε, πρὸς θανάτους ἀδίκους, πρὸς λοιδορίας, πρὸς ὀργάς, πρὸς πᾶν εἶδος κακίας, ἵνα σοι εἴπω συνελών, ἐνεργοῦντά με εὗρε, μᾶλλον δ’ ἐχρήσατο αὐτὸς ἐμοῦ μὴ βουλομένου· ἀφ’ οὗ γὰρ καὶ ἀπέρριψα ἐμαυτὸν ἑκουσίως ἐκ τῆς χειρὸς τῆς τοῦ θεοῦ καὶ τῶν αὐτοῦ ἁγίων, καὶ ἥρπασέ με ὁ δεινὸς ἄρχων καὶ ψυχοφθόρος καὶ τῇ ἐκείνου με χειρὶ κατέσχε θέλοντός μου, οὐκέτι τοῦ μὴ ἐνεργεῖν ἴσχυον τὰ ἐκείνου, ἀλλὰ ἐν πᾶσι τοῖς αὐτοῦ θελήμασιν ἐνήργουν· οὐκ οἶδε γὰρ ἀντιλέγειν τὸ ξίφος τῷ κρατοῦντι, ἀλλ’ ὅπου δ’ ἂν καὶ βούληται ὁ κρατῶν τούτῳ χρᾶται.

ὁ οὖν ποιήσας με θεὸς ἄνωθεν ἐπιβλέψας καὶ τοῦ τυράννου τῇ χειρὶ κρατούμενον ἰδών με ᾠκτείρησεν, ἀφήρπασε τῆς ἐκείνου χειρός με καὶ πάλιν με εἰσήγαγεν εἰς παράδεισον θεῖον, εἰς ἀμπελῶνα τὸν αὐτοῦ εἰς γεωργῶν τε χεῖρας παρέδωκεν ἁγίων με τοῦ ἐνεργεῖν τὰ θεῖα, ἐργάζεσθαι τὰς ἀρετάς, τὰς ἐντολὰς φυλάσσειν καὶ τῶν ἁγίων τῆς χειρὸς παρεκτὸς μὴ κινεῖσθαι, ἵνα μὴ πάλιν με εὑρὼν ὁ κακίας ἐργάτης ἔξω χειρὸς διάγοντα ἁγίας ἀφαρπάσῃ καὶ τὰ αὐτοῦ με ἐνεργεῖν αὖθις παρασκευάσῃ. οἱ καλοὶ οὖν με γεωργοὶ καὶ συμπαθεῖς λαβόντες καὶ ταῖς χερσὶ ταῖς ἑαυτῶν ὅλον τὸ θέλημά μου ἄραντες, ταπεινώσει με εὐθὺς καὶ μετανοίᾳ ἐνεργεῖν τε ἐπέτρεψαν καὶ πενθεῖν ἀεννάως· ταῦτα γάρ, εἶπόν μοι, τέκνον, τὰ τρία οἱ τηροῦντες καὶ ἐπιμένοντες αὐτῶν τῇ καλῇ ἐργασίᾳ συντόμως, ὡς οὐκ ἴσασιν, ἀνάγονται πρὸς δόξαν, κάθαρσιν καὶ ἀπάθειαν καὶ θεωρίαν θείαν, καὶ ταῖς χερσὶ τοῦ δυσμενοῦς ἁλίσκονται οὐδέπω, ἀλλ’ ἐκ θεοῦ συγχώρησιν πάντων ἁμαρτημάτων σφαλμάτων πάντων τε ὁμοῦ λαμβάνουσι καὶ οὕτως υἱοὶ ὑψίστου γίνονται καὶ θεοὶ κατὰ χάριν καὶ ἐργαλεῖα εὔχρηστα πᾶν καλὸν ἐνεργοῦντα, μᾶλλον δὲ θεῖοι γεωργοὶ ἄλλους καθοδηγοῦντες πρὸς πράξεις ὄντως ἀγαθάς, πρὸς ἔργα σωτηρίας.

τούτοις, πάντες ἀκούσατε, πιστεύσας καὶ ποιήσας καὶ ταῖς χερσὶ τῶν τοῦ θεοῦ γεωργῶν τε καὶ δούλων κατὰ τὴν πρόσταξιν αὐτοῦ ἐμαυτὸν ἐκδοὺς ὅλον, ἀπαραλλάκτως ἐν ἐμοὶ πάντα ἐκβεβηκότα εὕρηκα καὶ ἐθαύμασα καὶ τοῖς πᾶσι κραυγάζω μεγαλοφώνως ἐκβοῶν καὶ παραινῶν καὶ λέγων· (οὐδὲ γὰρ φέρω σιωπῇ ταῦτα καταχωννύειν·) δράμετε, ὅσοι τοῦ θεοῦ καὶ τῶν αὐτοῦ ἁγίων ἑαυτοὺς ἐπαισθάνεσθε τῶν χειρῶν ὄντας ἔξω· σπεύσατε καὶ κολλήθητε τούτοις ἀδιασπάστως πίστει ἀγάπῃ τε θερμῇ καὶ ὅλῃ προαιρέσει· ῥίψατε ἅπαν φρόνημα καὶ θέλημα οἰκεῖον καὶ ταῖς ἐκείνων γε χερσὶ τὰς ψυχὰς ὑμῶν δότε, ὡς ἐργαλεῖα ἄψυχα μηδὲν ἐκτὸς ἐκείνων ποιοῦντες ἢ κινούμενοι ἢ ἐνεργοῦντες ὅλως, τὸ δὲ ἐκείνων φρόνημα ὑμέτερον γενέσθω, ὡσαύτως καὶ τὸ θέλημα τὸ ἅγιον ἐκείνων ὡς ὂν τοῦ θεοῦ θέλημα παρ’ ὑμῶν ἐκπληρούσθω, καὶ οὕτως σύντομον ὁδὸν ἀπρόσκοπόν τε ὅλως ὁδεύσαντες ὀφθήσεσθε φίλοι θεοῦ ὑψίστου καὶ βασιλείας οὐρανῶν ἀγαθῶν τε ἀφράστων κληρονόμοι γενήσεσθε ἐν ὀλίγαις ἡμέραις· ἅμα τῷ ἐπιβῆναι γὰρ τῆς ὁδοῦ τῆς εὐθείας ἅπασι συναρίθμιοι γενήσεσθε ἁγίοις, καὶ μακαρίους ἅπαντας ὑμᾶς ἀποτελέσει, κἀμοῦ τοῦ ὑπὲρ ἅπαντας βροτοὺς ἡμαρτηκότος, καὶ ταύτην διοδεύσαντος τὴν ὁδὸν τὴν τραχεῖαν, τὴν στενήν τε καὶ σύντομον καὶ ἀκίνδυνον οὖσαν πρὸς πλάτος τε ἀπάγουσαν ζωῆς τῆς αἰωνίου, ὡς ὑποδείξαντος ὑμῖν, ὑπερεύξασθε πάντες οἱ εὐπροθύμως ἐν αὐτῇ θελήσαντες βαδίσαι καὶ κατὰ πόδας τοῦ Χριστοῦ θερμῶς ἀκολουθῆσαι, ἵνα κἀγώ τε καὶ ὑμεῖς εὑρεθῶμεν ἐν ταύτῃ ἀμέμπτως πορευόμενοι ἄχρι τέλους τοῦ βίου, ἀλλὰ καὶ ὅσοι τὸν Χριστὸν ἰδεῖν ἐπιποθοῦσιν, ὅπως ὁμοῦ μετὰ χαρᾶς τὰ σώματα λιπόντες πρὸς τὴν ἐκεῖ κατάπαυσιν, πρὸς πλάτος παραδείσου χωρήσωμεν καὶ τῆς ζωῆς δειχθῶμεν κληρονόμοι καὶ τοῦ θεοῦ ἀχώριστοι καὶ πάντων τῶν ἁγίων ἐν Χριστῷ τῷ μονογενεῖ υἱῷ καὶ θεῷ λόγῳ μετὰ τοῦ θείου πνεύματος, τῆς ἁγίας τριάδος ἐσόμεθα νῦν καὶ ἀεὶ καὶ εἰς πάντας τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Ὅτι τοῖς τὸ ἅγιον φυλάξασι βάπτισμα καθαρὸν παραμένει τὸ πνεῦμα τὸ ἅγιον, ἀπὸ δὲ τῶν μολυνάντων αὐτὸ ἀπανίσταται. Σύ με γινώσκεις, ὦ Χριστέ, πάσης παρανομίας ἐργάτην, ἀλλὰ καὶ κακῶν ὄντως παντοίων σκεῦος· ὅπερ οἶδα πάντως κἀγὼ καὶ πέπλησμαι αἰσχύνης, καὶ ἐντροπῆς καὶ θλίψεως ὀδύνη με κατέχει καὶ πόνος ὁ ἀφόρητος κρατεῖ μου τὴν καρδίαν· ἀλλὰ τὸ φῶς σου λάμψαν μοι μυστικῶς τοῦ προσώπου τοὺς λογισμοὺς ἐδίωξεν, ἀπήλειψε τὸν πόνον καὶ χαρὰν ἀντεισήγαγε τῇ ταπεινῇ ψυχῇ μου.

θέλω οὖν θλίβεσθαι, Χριστέ, καὶ θλῖψις οὐ κολλᾷ μοι, καὶ θλίβομαι μὴ διὰ ταύτην μᾶλλον ἀπόλωμαι καὶ τῆς χαρᾶς στερηθῶ τῆς μελλούσης· ἀλλά με ταύτης, δέσποτα, μηδέποτε στερήσῃς, μὴ νῦν, μὴ ἐν τῷ μέλλοντι αἰῶνι, βασιλεῦ μου· χαρὰ γὰρ τοῦ προσώπου σου ἡ θεωρία ἔστιν· οὐ γὰρ ὑπάρχεις ἀγαθὸν ἅπαν, θεέ μου, μόνον, ἀλλὰ καὶ τοῖς ὁρῶσί σε πᾶν ἀγαθὸν παρέχεις, μετουσίᾳ μεθέξει τε ἐμπιπλᾷς, οὕσπερ βλέπεις· οὐ μόνον ἐν τῷ μέλλοντι (φεῦ τοὺς τοῦτο λαλοῦντας), ἀλλὰ καὶ νῦν ἐν σώματι τοὺς ὄντας σου ἀξίους, ἤγουν καθάραντας αὑτοὺς διὰ τῆς μετανοίας, ὁρᾷς, ὁρᾶν σε δὲ τρανῶς κἀκείνοις ἐμπαρέχεις οὐδαμῶς ἐν φαντάσματι ἢ νοὸς ἐνθυμήσει, ἀλλ’ οὐδὲ μνήμῃ τῇ ψιλῇ, ὥς τινες αὖ νοοῦσιν, ἀλλ’ ἀληθείᾳ πράγματος θείου καὶ φρικτοῦ ἔργου, εἰς ἀποπλήρωσιν ὄντως οἰκονομίας θείας· τηνικαῦτα γὰρ ἕνωσιν ποιεῖς τῶν διεστώτων σὺ ὁ θεὸς ἁμαρτωλῶν πάντων ὢν σωτηρία. οἱ γὰρ τὸ βάπτισμα τὸ σὸν λαβόντες ἐκ νηπίων καὶ ἀναξίως ζήσαντες τούτου κατὰ τὸν βίον ἕξουσι τὸ κατάκριμα πλεῖον τῶν ἀβαπτίστων, ὡς εἶπας, ἐνυβρίσαντες στολήν σου τὴν ἁγίαν· καὶ τοῦτο, σῶτερ, βέβαιον καὶ ἀληθὲς γινώσκων δέδωκας τὴν μετάνοιαν εἰς κάθαρσιν δευτέραν καὶ ὅρον ταύτης τέθεικας τοῦ πνεύματος τὴν χάριν, ἥνπερ ἐν τῷ βαπτίσματι ἐλάβομεν τὸ πρῶτον· καὶ γὰρ οὐ μόνον ὕδατι τὴν χάριν εἶπας εἶναι, ἀλλὰ καὶ μᾶλλον πνεύματι τριάδος ἐπικλήσει.

ἐπεὶ οὖν βεβαπτίσμεθα παῖδες ἀναισθητοῦντες, ὡς ἀτελεῖς καὶ ἀτελῶς δεχόμεθα τὴν χάριν, τῆς πρώτης παραβάσεως λαμβάνοντες τὴν λύσιν· καὶ τούτου μόνου, ὡς δοκῶ, ἕνεκα καὶ τελεῖσθαι προσέταξας, ὦ δέσποτα, λουτρὸν τοῦτο τὸ θεῖον, ὅπερ οἱ βαπτιζόμενοι ἐντὸς τοῦ ἀμπελῶνος εἰσέρχονται λυτρούμενοι τοῦ σκότους καὶ τοῦ ᾅδου, καὶ τοῦ θανάτου καὶ φθορᾶς ὅλως ἐλευθεροῦνται. ὁ ἀμπελὼν παράδεισος νοεῖταί μοι καὶ ἔστιν, ἐξ οὗπερ ἐκπεπτώκαμεν πάλιν ἀνακληθέντες· καὶ ὥσπερ τότε ὁ Ἀδὰμ ἦν πρὸ τῆς ἁμαρτίας, οὕτω καὶ πάντες γίνονται οἱ γνώσει βαπτισθέντες †πλὴν τῶν οὐ λαβόντων αἴσθησιν νοερὰν ἀναισθήτως,† ἥνπερ ποιεῖ ἐρχόμενον ἐνεργείᾳ τὸ πνεῦμα· ὁμοίως καὶ τὰς ἐντολὰς ἐργάζεσθαι οἱ πάντες ὡς ὁ Ἀδὰμ ἐλάβομεν καὶ φυλάσσειν ὡσαύτως ἐν πνεύματι, πνευματικὸν νόμον οὔσας καὶ θεῖον, ἐν σώματι σωματικῶς τελούμενον ἐν πράξει. διπλοῦς γὰρ ὢν ὁ ἄνθρωπος διπλοῦ δέεται νόμου· οὗ γὰρ καὶ ἀμελήσειεν, ἐκπίπτει καὶ τοῦ ἄλλου· ψυχὴ γὰρ μόνη τὰ καλὰ ἐνεργεῖν οὐκ ἰσχύει, ἔργα τὸ σῶμα πρᾶττον δὲ δίχα γνώσεως θείας ὡς βοῦς κάμνων λογίζεται ἢ ἀχθοφόρον ζῷον.

οἱ οὖν ἐν ἀμπελῶνί σου εἴτ’ οὖν ἐν παραδείσῳ διὰ βαπτίσματος τοῦ σοῦ ἀνακληθέντες ἅμα, καὶ ὅλως ἀναμάρτητοι ἢ καὶ ἡγιασμένοι εἰσελθόντες ἐγένοντο, ὥσπερ Ἀδὰμ ὁ πρῶτος· εἶτα προσαμελήσαντες τοσαύτης σωτηρίας καὶ τηλικαύτης σου, Χριστέ, ἀφάτου προμηθείας, πεποιηκότες χείρονα ὑπὲρ τὸν Ἀδὰμ ἔργα καταφρονήσαντες ὁμοῦ καὶ σῆς φιλανθρωπίας, μὴ ἔργον λογισάμενοι φρικτὸν οἰκονομίας τὸ λουτρὸν τοῦ βαπτίσματος ἐν πνεύματι ἁγίῳ, ἆρά γε, ὥσπερ οἴονται οἱ πολλοὶ τῶν ἀνθρώπων, καταληφθῶσιν ἔνδοθεν εἶναι καὶ ἁμαρτάνειν καὶ ἐαθῶσιν ἅγιοι πάλιν οἱ μολυνθέντες καὶ τὸν χιτῶνά σου κακῶς σπιλώσαντες, σωτήρ μου, καὶ τούτων ἔνδοθεν οἰκεῖν τῆς ῥυπαρᾶς καρδίας ὁ καθαρός, ὁ ἅγιος κἂν ποσῶς καταδέξῃ;

ἄπαγε, εἶπεν ὁ θεός, μή μοι γένοιτο, τέκνον· οἶδας γάρ, ὡς βεβάπτισαι καὶ σύ, ἀλλ’ ἐμολύνθης καὶ ὡς παιδίον ἥμαρτες, ὡς ἄφρων ἐπλανήθης· καὶ οἶδας, πόσα ἔκλαυσας, πόσα δὲ συνετρίβης πῶς τε τὸν κόσμον ἅπαντα ἀπηρνήσω καὶ μόλις δυσωπηθεὶς ταῖς προσευχαῖς Συμεὼν τοῦ πατρός σου ἀρχῆθεν μόνῳ τῷ νοῒ ἐν νοερᾷ αἰσθήσει φωνῆς σε κατηξίωσα, ἔπειτα καὶ ἀκτῖνος καὶ μετὰ τοῦτο αἴγλη σοι ἐφάνην φιλανθρώπως· εἶτα νεφέλη γέγονα μικρὰ πυρὸς ἐν εἴδει τῇ κεφαλῇ σου ἄνωθεν ἐπικαθεζομένη καὶ θεωρίαν μόνην σοι τοῦ εἴδους παρειχόμην καὶ τῇ ἐκπλήξει δάκρυα σὺν πολλῇ κατανύξει φλέγων τὸ πάθος τῆς σαρκός, τῆς κεφαλῆς τὸν ζόφον, ὡς καὶ καέντων ἐν πυρὶ ὀσμὴν γενέσθαι τούτων, †κρέατος ἐξ αὐτῆς γενομένην, ὡς οἶδας·† τὰ μετὰ ταῦτα δὲ κακὰ καὶ τὴν στενοχωρίαν, ὅσην τότε ὑπέμεινας, σὺ πάντως ἐπελάθου· ἀλλ’ οὖν ἐγὼ ἐπίσταμαι ὁ εἰδὼς θεὸς πάντα, τὴν πίστιν, τὴν ταπείνωσιν τὴν εἰς τὸν σὸν πατέρα καὶ τοῦ θελήματος τοῦ σοῦ τὴν ἄρνησιν εἰς ἅπαν, ὅπερ μαρτύριον ἐμοὶ λογίζεται καὶ ἔστιν· ὁ γὰρ μὴ ἔχων θέλημα ἴδιον πάντως θνῄσκει, ἐν τῷ ἐμῷ δ’ εὑρίσκεται θελήματι καὶ ζῇ γάρ· μόλις οὖν οὕτως ὄντος σου κἀκείνου καθ’ ἑκάστην βιάζοντος τοῖς δάκρυσι τὸν ἀγαθόν με φύσει, συχνότερόν σοι φαίνεσθαι ἠρξάμην, ὥσπερ οἶδας, κατὰ μικρόν σου τὴν ψυχὴν καθαίρων μετανοίᾳ καὶ καταφλέγων τῶν παθῶν ἀποκειμένας ὕλας, οὐ σαρκικάς, οὐχ ὑλικάς, ἀλλ’ ἀΰλους ἀκάνθας, ὡς νέφη, ζόφον ὡς παχύν, ὁμίχλην τε καὶ σκότος, νηστείᾳ λαμπρυνθέντος σου δηλαδὴ καὶ τοῖς πόνοις τῆς ἀγρυπνίας, τῆς εὐχῆς, πάσης κακοπαθείας καὶ ἀεννάως δάκρυσι θερμοῖς ἐκπλυνομένου ἐν τῇ εὐχῇ, ἐν τῇ τροφῇ, ἐν τῷ ποτῷ δὲ μᾶλλον, καὶ μόλις σε χωρητικὸν ἀπεργασάμην σκεῦος· οὐ μόνον δὲ χωρητικόν, ἀλλὰ κεκαθαρμένον πυρὸς ἐν μέσῳ μένειν τε ἀκατάφλεκτον, πρόσεχε.

τοιοῦτον οὖν ποιήσας σε, ὅπερ ἑώρας τότε περιπετόμενον ἐν σοὶ φῶς καὶ περικυκλοῦν σε εἰσῆλθεν ὅλον ἐντός σου ἀπρόσιτον ὂν φύσει καὶ τὴν καλὴν ἀλλοίωσιν ξένως ἠλλοίωσέ σε· τοῦτο οὖν, εἰ μὴ ἅπασιν ἔργοις με θεραπεύεις, ἀλλὰ μικρὸν εἰσδέξῃ λογισμὸν ἐν καρδίᾳ ἢ ἀηδίαν πρός τινα εὐλόγως ἢ ἀλόγως, πρὸς δὲ καὶ λόγου προσβολὴν ἢ πονηρᾶς ἐννοίας, εἰ μὴ μετανοήσειας θερμῶς μετὰ δακρύων καὶ ἐξορίσεις ἀπὸ σοῦ ταῦτα τῇ μετανοίᾳ, ἀλλὰ καὶ πᾶσαν πονηρὰν ἐνθύμησιν καρδίας, οὐ παραμένειν πέφυκε· πνεῦμα γάρ ἐστι θεῖον ἐμοὶ συνὸν καὶ τῷ πατρὶ ὡς ὁμοούσιόν μοι, λάθρᾳ δ’ αἴφνης ἀφίπταται ὡς ἥλιος εἰσδύσας καὶ κρυβηθὲν ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ οὐχ ὁρᾶται· πῶς οὖν ὑπάρξει ἐν ψυχῇ μηδ’ ὅλως καθαρθείσῃ, μὴ εἰς συναίσθησίν ποτε ἐλθούσῃ μετανοίας; ἢ πῶς καὶ ὑπενέγκοιτο πυρὸς ἀστέκτου φύσιν ἀκάνθας γέμουσα παθῶν ψυχὴ καὶ ἁμαρτίας; οὐσίαν πῶς χωρήσειεν ἀχώρητον εἰς ἅπαν; πῶς σκότος οὖσα συγκραθῇ φωτὶ τῷ ἀπροσίτῳ καὶ μὴ ἀφανισθήσεται αὐτοῦ τῇ παρουσίᾳ;

οὐκ ἔστι, τέκνον, οὐδαμῶς δυνατὸν ὅλως τοῦτο· ἐγὼ κτισμάτων πάντων γὰρ εἰμὶ κεχωρισμένος, ἐπεὶ δὲ κτίσμα γέγονα τῶν ἁπάντων ὁ κτίστης, σαρκὶ καὶ μόνον ὅμοιος ὑπῆρξα τοῖς ἀνθρώποις ψυχὴν ἀναλαβόμενος καὶ νοῦν ὁμοίως τούτοις· οὐδὲ γὰρ πάντας ἐν ταὐτῷ τότε θεοὺς ἀνθρώπους πεποίηκα, ἀλλ’ ἄνθρωπος ἐγενόμην ἐγὼ μέν, τῇ πίστει δὲ καὶ τῶν ἐμῶν ἐντολῶν τῇ τηρήσει, ἀλλὰ καὶ τῷ βαπτίσματι, ἐν θείᾳ μεταλήψει τῶν φρικτῶν μυστηρίων μου πᾶσι ζωὴν δωροῦμαι· ζωὴν δ’ εἰπὼν ἐδήλωσα τὸ πνεῦμά μου τὸ θεῖον· πλὴν τοῦτο γινωσκέτωσαν, καθὼς εἶπεν ὁ Παῦλος, οἱ ἔχοντες τὸ πνεῦμά μου ἐν ταῖς αὐτῶν καρδίαις, λάμπον καὶ κράζον ἔχουσι πρὸς τὸν ἐμὸν πατέρα, καὶ πρός με λέγει δι’ αὐτῶν· ὦ ἀββᾶ, ὁ πατήρ μου· ὡς τέκνα γὰρ γεγόνασι θεοῦ, καὶ παρρησίᾳ γνωρίζοντές με βλέπουσι καὶ πατέρα καλοῦσι. λέγει δὲ καὶ πρὸς ἕκαστον τῶν αὐτὸ νῦν ἐχόντων ἐν ἑαυτοῖς παναληθῶς· ὦ τέκνα, μὴ φοβεῖσθε, ἰδοὺ ἐγώ, ὡς βλέπετε, ἐντὸς ὑμῶν ὑπάρχω καὶ σύνειμι καὶ τῆς φθορᾶς ἅπαξ καὶ τοῦ θανάτου ἐλευθερῶ καὶ δείκνυμι τίνος τέκνα καὶ φίλους ὑμᾶς, ἰδού, πεποίηκα· χαίρετε ἐν κυρίῳ. τοῦτο οὖν ἔσται ἀληθὲς σημεῖον τοῖς ἀνθρώποις, ὅτι θεοῦ γεγόνασιν υἱοὶ καὶ κληρονόμοι, ὅτι λαβόντες ἔχουσι τὸ πνεῦμά μου τὸ θεῖον ἐντεῦθέν τε χριστιανοὶ χρηματίζουσιν ὄντως ἀληθείᾳ καὶ πράγματι, οὐκ ὀνόματι μόνῳ.

ταῦτα πιστὰ καὶ ποθεινὰ τυγχάνουσι, Χριστέ μου· οὕσπερ προέγνωκας σαφῶς καὶ δέδωκας γενέσθαι συμμόρφους τῆς εἰκόνος σου ἐν πνεύματι τῷ θείῳ, καὶ πάντῃ δυνατά ἐστιν αὐτοῖς ὡς κεκλημένοις εἰς τὴν χαρὰν τὴν ἄφραστον ὑπὸ σοῦ εἰς αἰῶνας· τοῖς δὲ λοιποῖς ἀδύνατα πᾶσι δοκοῦσι ταῦτα, οἳ καὶ διαβάλλοντες ἀπιστοῦσιν εἰς ἅπαν φρεναπατοῦντες ἑαυτούς, ἢ καὶ παραμυθεῖσθαι οἴονται οἱ παράφρονες ἐπὶ κεναῖς ἐλπίσιν· ὑψηγοροῦντες ὡς κομψοὶ τοῖς ἐπηρμένοις λόγοις καὶ πρὸς τὰ φίλα ἑαυτῶν ἀλληγοροῦντες ταῦτα τῶν φοβερῶν σου ἐντολῶν καταφρονοῦσιν ὅλως· σὲ γὰρ ζητεῖν οὐ θέλουσιν· ἔχειν γάρ σε δοκοῦσιν· εἰ δὲ ὁμολογήσουσι μὴ ἔχειν σε, θεέ μου, τότε σε πάντῃ ἄληπτον κηρύσσουσι τοῖς πᾶσι, καὶ ὡς οὐδεὶς θεάσασθαι ἰσχύει σε ἀνθρώπων, οὐδὲ ὑπάρχει ὁ αὐτῶν ὑπερέχων ἐν γνώσει· ἢ γὰρ τοῖς πᾶσί σε ληπτὸν καὶ προσιτὸν ἀνθρώποις ἢ ἄληπτον, ἀπρόσιτον διδάσκουσί σε πάντῃ, ὅμως ἐν ἀμφοτέροις δὲ σφάλλονται μὴ νοοῦντες τὰ θεῖα καὶ ἀνθρώπινα ἐσκοτισμένοι ὄντες· οἷς βράβευσον φῶς γνώσεως, δὸς χεῖρα φόβου θείου, δὸς ἀναστῆναι τῆς κακῆς ὑπονοίας τοῦ λάκκου καὶ εἰς συναίσθησιν ἐλθεῖν ὅτι ἐν λάκκῳ κεῖνται ἐν σκότει τε καθέζονται φῶς θεῖον οὐχ ὁρῶντες, ὃ μαρτυροῦσιν καὶ αὐτοί, ὃ καὶ ὁμολογοῦσιν, ἀλλ’ ἀπιστοῦσιν ὅτι νῦν εἰσὶν οἱ βλέποντές σε· οἷς εἰ μὴ λάμψῃς σου τὸ φῶς καὶ ἴδωσιν ἐν γνώσει, πῶς ἂν πιστεύσωσι τρανῶς ὅτι ἀξίοις φαίνῃ καὶ συλλαλεῖς καὶ συνοικεῖς νῦν καὶ εἰς τοὺς αἰῶνας αὐτοῖς ὡς φίλοις, ὡς πιστοῖς δούλοις σου, καθὼς εἶπας;

ἀλλὰ πιστῶν σὺ εἶ θεός, οὐχὶ δὲ καὶ ἀπίστων, οὗ χάριν πρὸς αὐτοὺς ὅλως οὐκ ἐπιβλέπεις· τοῖς γὰρ ἀπαρνουμένοις σε καὶ λέγουσι μὴ λάμπειν τὸ φῶς σου τὸ ἀΐδιον εἰς ψυχὰς τῶν ἀξίων, πῶς σου φωτὸς τὸ πρόσωπον ὑποδείξῃς, σωτήρ μου; οὐδαμῶς, εἰ μὴ κτήσονται πίστιν πολλήν, ὡς εἶπας, καὶ τὸν νόμον φυλάξουσι τὸν θεῖόν σου προθύμως, μέχρι θανάτου ἑαυτοὺς διὰ σὲ ἐκδιδόντες εἰς ἐργασίαν ἀληθῆ τῶν σοφῶν ἐντολῶν σου. τοῦτο οὖν τὸ σωτήριον πάντων τῶν σωζομένων, ὁδὸς οὐκ ἔστιν ἄλλη δέ, ὡς εἶπας, ὦ θεέ μου· δὸς ἔλεος, δὸς ἔλεος δεομένοις σου, σῶτερ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Εὐχὴ πρὸς θεὸν ἐπὶ τοῖς γεγονόσιν εἰς αὐτὸν ἱκετήριός τε ὁμοῦ καὶ εὐχαριστήριος.

Κύριε, δός μοι σύνεσιν· κύριε, δός μοι γνῶσιν· κύριε, δίδαξον κἀμὲ ποιεῖν τὰς ἐντολάς σου· κἂν ἥμαρτον ὡς ἄνθρωπος (ὑπὲρ ἄνθρωπον, οἶδας), ἀλλὰ σὺ τῇ οἰκείᾳ σου, θεέ μου, εὐσπλαγχνίᾳ ἠλέησάς με τὸν πτωχόν, τὸν ὀρφανὸν ἐν κόσμῳ, καὶ ἐποίησας, δέσποτα, ὃ μόνος σὺ γινώσκεις· ἀπὸ πατρὸς καὶ ἀδελφῶν, συγγενῶν τε καὶ φίλων, ἀπὸ γῆς τῆς γενέσεως, ἐξ οἴκου γονικοῦ μου ὡς ἐξ Αἰγύπτου σκοτεινῆς, ὡς ἐξ ᾅδου μυχῶν με (οὕτως γὰρ ἐμοὶ δέδωκας τῷ εὐτελεῖ σου δούλῳ περὶ ἐκείνων ἐννοεῖν καὶ λέγειν ἐν συνέσει) ἀποχωρίσας, εὔσπλαγχνε, καὶ προσλαβόμενός με καὶ τῇ χειρί σου τῇ φρικτῇ κρατήσας ἤγαγές με, εἰς ὃν ηὐδόκησας ἐν γῇ γενέσθαι μου πατέρα, καὶ τοῖς ποσὶ προσέρριψας αὐτοῦ καὶ ταῖς ἀγκάλαις· κἀκεῖνός με προσήγαγε τῷ σῷ πατρί, Χριστέ μου, καὶ σοὶ διὰ τοῦ πνεύματος, ὦ τριὰς ὁ θεός μου, κλαίοντα ὡς τὸν ἄσωτον καὶ προσπίπτοντα, λόγε, καθὼς αὐτὸς ἐπίστασαι, ὅτι ἐδίδαξάς με, καὶ σὺ οὐκ ἀπηξίωσας υἱόν σου μὲ καλέσαι· ὢ ἀναξίου στόματος καὶ ῥυπαρῶν χειλέων, ὢ λόγου γλώσσης πενιχρᾶς ὑμνεῖν σε ἀπορούσης εὐχαριστεῖν τε καὶ λαλεῖν τὰς σὰς εὐεργεσίας, ἃς εἰς ἐμὲ τὸν ὀρφανὸν ἐποίησας καὶ ξένον, ξένον ὑπάρχοντα ἐν γῇ· οἱ γὰρ σοὶ κόσμου ξένοι, τὰ δέ γε σὰ καὶ τὰ τῶν σῶν ὀφθαλμοὶ οὐχ ὁρῶσιν, γλῶσσα λαλεῖν οὐ δύναται οὐδὲ κόσμος χωρῆσαι.

διὰ τοῦτο οὖν, δέσποτα, μισεῖ ἡμᾶς ὁ κόσμος, ἀποδιώκει, λοιδορεῖ, φθονεῖ, μαίνεται, κτείνει καὶ πάντα πράσσει καθ’ ἡμῶν περιπίπτων ἐν τούτοις· ἡμεῖς δέ, ὡς ηὐδόκησας, οἱ ταπεινοί σου δοῦλοι ἐν ἀσθενείᾳ ἰσχυροί, ἐν πενίᾳ πλουτοῦμεν, ἐν πάσῃ θλίψει χαίρομεν ὄντες ἔξω τοῦ κόσμου· ἡμεῖς, ὦ δέσποτα, σὺν σοί, κόσμος δ’ ἔχει τὸ σῶμα. λοιπὸν πλανᾶται ὁ τυφλὸς πηλὸν κατέχων μόνον, ὃς οὐδ’ αὐτὸν κερδήσειε· δώσει γάρ, ὡς ὑπέσχου, ἐν τῇ ἐσχάτῃ σάλπιγγι πνευματικὸν καὶ τοῦτον, καὶ τότε μόνος τὰ κακὰ τὰ ἴδια κερδήσει σὺν τοῖς ὁμόφροσιν αὐτοῦ καὶ τυφλοῖς φιλοκόσμοις.

Ὅτι ὁ τὸν θεὸν ἐξ ὅλης ποθήσας ψυχῆς μισεῖ τὸν κόσμον. Σκιᾷ κρατοῦμαι καὶ ἀλήθειαν βλέπω, ὃ οὐδέν ἐστιν ἢ ἐλπὶς ἡ βεβαία. ποία οὖν ἐλπίς; ἣν ὀφθαλμοὶ οὐκ εἶδον. αὕτη τί ἐστι; ζωή, ἣν ἅπαντες ποθοῦσιν. ἡ δὲ ζωὴ τί ἢ θεὸς κτίστης πάντων; τοῦτον πόθησον καὶ μισήσεις τὸν κόσμον· κόσμος θάνατος· τί γὰρ ἄρρευστον ἔχει;