Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ὕμνοι

Συμεὼν ὁ Νέος Θεολόγος

Ποιμαντική μέριμνα, εκούσιο μαρτύριο και ελεύθερη προαίρεση

Διάλογος με τον Χριστό για την ανάληψη της ποιμαντικής διακονίας, τον σεβασμό της βουλήσεως και τη μοναχική ζωή ως διαρκές μαρτύριο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 14 από 17

Εὐχαριστία ὑπὲρ τῆς ἐξορίας καὶ τῶν θλίψεων, ὧν ὑπέστη ἐν τῷ κατ’ αὐτὸν διωγμῷ. Εὐχαριστῶ σοι, κύριε, εὐχαριστῶ σοι, μόνε, καρδιογνῶστα, βασιλεῦ, δίκαιε, πανοικτίρμον· εὐχαριστῶ σοι, ἄναρχε, παντοδύναμε λόγε, ὁ κατελθὼν ἐπὶ τῆς γῆς, καὶ σαρκωθεὶς θεός μου καὶ γεγονὼς ὅπερ οὐκ ἦς, ἄνθρωπος ὅμοιός μου, δίχα τροπῆς καὶ ῥεύσεως καὶ πάσης ἁμαρτίας, ἵνα παθὼν ὁ ἀπαθὴς ὑπ’ ἀνόμων ἀδίκως ἀπάθειαν παράσχῃς μοι τῷ κατακεκριμένῳ ἐν τῷ μιμήσασθαι τὰ σὰ παθήματα, Χριστέ μου· δικαία οὖν ἡ κρίσις σου καὶ ἡ πρόσταξις ἅμα, ἥνπερ προσέταξας ἡμᾶς φυλάσσειν, πανοικτίρμον· αὕτη δ’ ἐστὶν ἡ μίμησις τῆς ταπεινώσεώς σου, ἵν’ ὥσπερ ἔπαθες αὐτὸς ἀναμάρτητος πέλων, οὕτως ἡμεῖς ὑποίσομεν ἁμαρτήσαντες πάντα, καὶ πειρασμοὺς καὶ διωγμοὺς καὶ μάστιγας καὶ θλίψεις καὶ τελευταῖον θάνατον παρὰ τῶν παρανόμων· σὺ δαιμονᾶν γὰρ ἤκουσας καὶ πλάνος ἐνομίσθης ἀθέοις καὶ ἀντίθεος καὶ παραβάτης νόμου· σὺ ὡς κακοῦργος συλληφθεὶς καὶ δεθεὶς μόνος ἤχθης, πάντων καταλιπόντων σε μαθητῶν τε καὶ φίλων· σὺ καὶ παρέστης τῷ κριτῇ ὡς κατάκριτος, λόγε, καὶ κρίσιν, ἣν ἐξήνεγκε κατὰ σοῦ, κατεδέξω· σὺ καὶ λαλήσας ῥάπισμα παρὰ δούλου ὑπέστης καὶ σιωπήσας θάνατον εὐθὺς κατεδικάσθης· οἱ λόγοι σου γὰρ μάχαιρα τοῖς ἀνόμοις ὑπῆρχον, ἡ σιωπὴ δέ, βασιλεῦ, καταδίκης αἰτία.

διὸ μὴ φέροντες ὁρᾶν σὲ τὸν δίκαιον μόνον οἱ ἄδικοι θανάτῳ σε παρέδωκαν αἰσχίστῳ· ὅθεν ἐτύφθης κεφαλὴν καὶ ἀκάνθαις ἐστέφθης, χλαῖνάν τε κοκκίνην ἐνεδύσω, ἐνεπτύσθης τὸ πρόσωπον, οἴμοι, καὶ ἐνεπαίχθης „χαῖρε“ ἀκούσας παικτικῶς, βασιλεῦ, ὑπ’ Ἑβραίων. σὺ τὸν σταυρὸν ἐβάστασας, σῶτερ, ἐπὶ τῶν ὤμων καὶ προσεπάγης ἐν αὐτῷ ἀνυψωθείς, θεέ μου· χεῖρας ἡλώθης πόδας τε καὶ ὄξος ἐποτίσθης καὶ τὴν πλευρὰν ἐνύγης σου τῇ λόγχῃ, πανοικτίρμον· ταῦτα ἡ γῆ μὴ φέρουσα ἐκλονεῖτο τῷ φόβῳ καὶ τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ ἀπεδίδου ἐν τάχει, ὁ ἥλιος εἰς αἷμα δὲ μετεστράφη ὁρῶν σε καὶ ἡ σελήνη ζόφωσιν ἐνεδύσατο τότε· τὸ καταπέτασμα ναοῦ τότε διεσχίσθη ἀπὸ τῶν ἄνω γεγονὸς δύο ἕως τῶν κάτω, καὶ οὐδὲν οἱ παράνομοι τούτων συνῆκαν ὅλως, ἀλλὰ καὶ τάφῳ κείμενον φύλακας ἐφιστᾶσι καὶ τὸν λίθον σφραγίζουσι σὲ κατασχεῖν δοκοῦντες. σὺ οὖν ἀνέστης, δέσποτα, ἰδίᾳ ἐξουσίᾳ καὶ τὰς σφραγῖδας ἔλιπες σώας τοῖς παραβάταις, ἀγγέλων παρουσία δὲ ἐκύλισε τὸν λίθον καὶ τοὺς ἐκεῖ φυλάσσοντας κατέπληξε τῷ φόβῳ· καὶ οὐκ ἠθέλησαν ποσῶς τοῦ συνιέναι ὅλως, ἀλλ’ ἔμειναν τυφλώττοντες τὸν νοῦν καὶ τὴν καρδίαν πεπωρωμένην τὴν αὐτῶν ἔχοντες μέχρι τέλους.

τί οὖν ὑπάρχει μέγα μοι, εἰ ταῦτα κἀγὼ πάθω, ἅπερ αὐτὸς σὺ πέπονθας ἀναμάρτητος πέλων ὑπὲρ τοῦ κόσμου, δέσποτα, ἵνα τὸν κόσμον σώσῃς, ὁ ἁμαρτήσας πάμπολλα ἐκ νέας ἡλικίας καὶ παροργίσας σε, Χριστέ, ἐν ἔργοις τε καὶ λόγοις; μέγα μοι ὄντως, μᾶλλον δὲ καὶ ὑπὲρ πᾶσαν δόξαν, ὅτι με μέτοχον ποιεῖ δόξης σου τῆς ἀρρήτου ἡ κοινωνία τῶν παθῶν, ἡ μίμησις τῶν ἔργων, καὶ πρόξενος θεότητος ἡ ταπείνωσις πέλει ἡ σὴ τοῖς μετὰ γνώσεως ταύτην μετερχομένοις. εὐχαριστῶ σοι, δέσποτα, πάσχων μᾶλλον ἀδίκως, εἰ δὲ δικαίως, ἔστω μοι εἰς ἔκτισιν πταισμάτων, εἰς κάθαρσιν ἀμέτρων μου, Χριστέ, πλημμελημάτων· καὶ μὴ ἐάσῃς μοι ποτὲ πόνους ἐπενεχθῆναι ὑπὲρ δύναμιν, δέσποτα, ἢ πειρασμοὺς ἢ θλίψεις, ἀλλὰ ἀεί μοι χάρισαι τὴν ἔκβασιν, θεέ μου, καὶ τὴν ἰσχὺν τοῦ δύνασθαι ὑπενεγκεῖν τὰς λύπας. σὺ γὰρ ὑπάρχεις τῶν καλῶν ὁ παροχεὺς ἀρχῆθεν τοῖς ἐκ ψυχῆς προσπίπτουσι τῷ σῷ κράτει ἀξίως, τῆς πίστεως, τῶν ἔργων τε καὶ τῶν χρηστῶν ἐλπίδων παρέχων τὰ χαρίσματα τὰς δωρεάς τε πάσας τοῦ θείου καὶ προσκυνητοῦ πνεύματός σου, οἰκτίρμον, νῦν καὶ ἀεὶ καὶ πάντοτε εἰς αἰῶνας αἰώνων· ἀμήν.

Δέησις καὶ προσευχὴ τοῦ αὐτοῦ πρὸς θεὸν τῆς ἐκείνου ἕνεκα βοηθείας. Δέσποτα Χριστέ, δέσποτα ψυχοσῶστα, δέσποτα θεὲ πάντων τῶν ὁρωμένων ἀοράτων τε δυνάμεων, ὡς κτίστης τῶν ἐν οὐρανῷ πάντων, τῶν ὑπεράνω τοῦ οὐρανοῦ τε καὶ οὐρανῶν ἁπάντων, τῶν ὑπὸ γῆν τε καὶ τῶν ἐν γῇ ὡσαύτως. σὺ εἶ κύριος τούτων, θεός τε καὶ δεσπότης· σὺ τῇ χειρί σου περικρατεῖς τὴν κτίσιν, ὅτι ἐν αὐτῇ περιέχεις τὰ πάντα· χείρ σου, δέσποτα, δύναμις ἡ μεγάλη, ἡ τὸ θέλημα τοῦ σοῦ πατρὸς πληροῦσα, καὶ δημιουργεῖ, ἐργάζεται καὶ κτίζει, καὶ οἰκονομεῖ τὰ καθ’ ἡμᾶς ἀρρήτως. αὕτη οὖν κἀμὲ νυνὶ παραγαγοῦσα ἐκ τοῦ μὴ ὄντος πεποίηκε τοῦ εἶναι, ὃς καὶ γεγονὼς ἤμην ἐν τῷδε κόσμῳ ἀγνοῶν ὅλως σὲ τὸν καλὸν δεσπότην, σὲ τὸν κτίστην μου, σέ, ὦ δημιουργέ μου· καὶ ὥσπερ τυφλὸς ὑπῆρχον ἐν τῷ κόσμῳ καὶ ὡς ἄθεος ἀγνοῶν τὸν θεόν μου.

αὐτὸς οὖν ἠλέησας καὶ ἐπεσκέψω καὶ ἐπέστρεψας λάμψας ἐν σκότει φῶς μοι καὶ ἑλκύσας με πρὸς ἑαυτόν, ὦ πλάστα, ἐξαγαγών τε ἐκ κατωτάτου λάκκου, σκότους τῶν παθῶν, σκότους τοῦ βαθυτάτου ἐπιθυμιῶν καὶ ἡδονῶν τοῦ βίου ἔδειξας ὁδόν, δέδωκας ὁδηγόν μοι πρὸς τὰς ἐντολὰς τὰς σὰς καθοδηγοῦντα· ᾧ ἀκολουθῶν ἄφροντις διετέλουν, ἔχαιρον χαρὰν οὐ λαλουμένην, λόγε, ὁρῶν κατὰ πόδας σου ἀκολουθοῦντα καὶ προσομιλοῦντά σοι πολλάκις τοῦτον· ἀλλὰ καὶ βλέπων σὲ τὸν καλὸν δεσπότην τῷ ὁδηγῷ μου καὶ πατρὶ συμπαρόντα ἄφραστον εἶχον ἀγάπην τε καὶ πόθον, ὑπὲρ πίστιν τε καὶ ἐλπίδα ὑπῆρχον· καὶ ἰδού, ὁρῶ τὰ μέλλοντα, ἔλεγον. καὶ τῶν οὐρανῶν πάρεστι βασιλεία· καὶ τὰ ἀγαθά, ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὖς οὐκ ἤκουσε, πρὸ ὀφθαλμῶν μου βλέπω ἔχω τε αὐτὰ καὶ τί πλέον ἐλπίσω; ἢ τὴν πίστιν μου ἐν ἄλλοις ποίοις δείξω;

μεῖζον γὰρ ἄλλο ὑπὲρ ταῦτα οὐκ ἔσται· ἐν τούτοις ὄντος καὶ τούτοις ἐντρυφῶντος, ἔλαβες ἐκ γῆς τὸν πατέρα μου, οἴμοι· ἦρας ὁδηγὸν ἐμὸν ἐξ ὀφθαλμῶν μου, ὦ φιλάνθρωπε, καὶ κατέλιπας μόνον· εἰ καὶ μὴ μόνον, ἀλλ’ οὖν γε πάντως μόνον, πάντως ὀρφανόν, πάντως μεμονωμένον, πάντως ἐκ πάντων ἀβοήθητον ὄντα· καὶ ποίμνης, οἴμοι, προστάτην καὶ ποιμένα τὸν ὡς ἀληθῶς ἀπροστάτευτον ξένον ἔστησας αὐτὸς τοῖς κρίμασιν, οἷς οἶδας· διὰ τοῦτό σε ἄρτι καθικετεύω, ἄρτι δέομαι, ἀντιβολῶ προσπίπτων· μὴ ἀποστραφῇς, μή με ἐγκαταλίπῃς μηδὲ ἀφῇς με, ὦ δέσποτά μου, μόνον· οἶδας τῆς ὁδοῦ τὴν δύσβατον πορείαν, οἶδας τῶν λῃστῶν τὴν καθ’ ἡμῶν μανίαν, οἶδας τὴν πληθὺν τῶν πονηρῶν θηρίων, οἶδας τὴν ἐμὴν ἀσθένειαν, Χριστέ μου, καὶ τὴν ἄγνοιαν, ἣν ὡς ἄνθρωπος ἔχω· πλὴν οὐδ’ ἄνθρωπος ὅλως δοκῶ ὑπάρχειν, ἀλλὰ ἀνθρώπων πολὺ ἀπολιμπάνειν· κατὰ πάντα γὰρ πάντων ἔσχατος πέλω καὶ ἐλάχιστός εἰμι ὄντως ἀνθρώπων πάντων· ἐπίχεέ μοι, βασιλεῦ καὶ θεέ μου, τὸ ἔλεός σου, ἐξαιτοῦμαι, τὸ μέγα, ἵνα τὰ ἐμὰ ὑστερήματα, σῶτερ, καὶ ἐλλείμματα τοῦτο ἀναπληρώσῃ καὶ σῶον ὅλον ἄνθρωπόν με ποιήσῃ ὑστερούμενον οὐδὲν τῶν ἀναγκαίων καὶ οὕτω στήσῃ ἐνώπιόν σου, λόγε, ἀκατάκριτον, ἄμεμπτόν με σὸν δοῦλον ἀνυμνοῦντά σε εἰς αἰῶνας αἰώνων· ἀμήν.

Περὶ θεολογίας. Καὶ ὅτι ὁ νοῦς τῆς ὕλης τῶν παθῶν καθαρθεὶς ἀΰλως τὸν ἄϋλον καὶ ἀόρατον καθορᾷ. Ποίαν ὁδὸν ὁδεύσοιμι, ποίαν ἐκκλίνω τρίβον; ποίαν ἀνέλθω κλίμακα, ποίαν εἰσέλθω πύλην ἢ πῶς ἀνοίξω θύραν δέ, καὶ ποίου κουβουκλίου, ὁποίας δὲ καὶ ποταπῆς ἔνδον οἰκίας εὕρω τὸν ἐν χειρὶ τὰ σύμπαντα καὶ παλάμῃ κρατοῦντα; ὄρος εἰς ποῖον ἀναβῶ ἐκ ποίου τε τοῦ μέρους καὶ ποῖον ἄρα σπήλαιον ἐκεῖσε ψηλαφήσω, ἢ ποῖον ἕλος διελθὼν τὸν πανταχοῦ παρόντα καὶ ἄληπτον τυγχάνοντα ἀόρατόν τε ὄντα τοῦ κατιδεῖν ἀξιωθῶ καὶ κατασχεῖν ὁ τάλας; εἰς ποῖον ᾅδην καταβῶ, εἰς οὐρανὸν δὲ ποῖον ἀνέλθω καὶ εἰς ἔσχατα ποίας θαλάσσης ἆρα γενόμενος εὑρήσαιμι τὸν ἀπρόσιτον πάντῃ, τὸν πάμπαν ἀπερίγραπτον, ἀψηλάφητον ὅλον; τὸν ἄϋλον ἐν ὑλικοῖς, τὸν κτίστην ἐν τῇ κτίσει, τὸν ἄφθαρτον ἐν τοῖς φθαρτοῖς, εἰπέ μοι, πῶς εὑρήσω; πῶς δ’ ἔξω κόσμου γένωμαι ὁ τυγχάνων ἐν κόσμῳ, πῶς τῷ ἀΰλῳ συναφθῶ ὁ συνημμένος ὕλῃ, πῶς τῷ ἀφθάρτῳ συμπλακῶ φθαρτὸς ὅλος ὑπάρχων; ὁ ἐν θανάτῳ τῇ ζωῇ πῶς ὅλως πλησιάσω, τῷ ἀθανάτῳ ὁ νεκρὸς πῶς ἆρα προσπελάσω; ὁ χόρτος ὅλος τῷ πυρὶ πῶς προσψαῦσαι τολμήσω;

ἀλλ’ ὅμως ἄρτι ἄκουε τῶν ἀπορρήτων λύσιν· πρὸ τοῦ γενέσθαι οὐρανόν, πρὸ τοῦ γῆν παραχθῆναι θεὸς ὑπῆρχεν ἡ τριὰς μόνος, μεμονωμένος, φῶς ἄναρχον, φῶς ἄκτιστον, φῶς ἄφραστον εἰς ἅπαν, ὅμως θεὸς ἀθάνατος, ἀτελεύτητος μόνος, ἀΐδιος, αἰώνιος, ἀγαθώτατος ἄγαν· νόει καλῶς μόνον θεὸν ἐν ἀρχῇ τὴν τριάδα ὑπερανάρχως οὖσαν μὲν ὑπὲρ ἀρχήν τε πᾶσαν· ἀνείκαστον, ἀμέτρητον ὕψει, βάθει καὶ πλάτει, τοῦ τε μεγέθους καὶ φωτὸς πέρας μὴ κεκτημένον· οὐκ ἦν ἀὴρ καθάπερ νῦν, οὐκ ἦν σκότος οὐδ’ ὅλως, οὐ φῶς, οὐχ ὕδωρ, οὐκ αἰθήρ, οὐκ ἄλλο τι τῶν ὄντων· πνεῦμα δὲ μόνον ὁ θεὸς φωτοειδὲς εἰς ἅπαν, ὁμοῦ τε παντοδύναμον, καὶ ἄϋλον ὑπῆρχεν· ἐποίησεν ἀγγέλους δέ, ἀρχὰς καὶ ἐξουσίας, τὰ Χερουβὶμ καὶ Σεραφίμ, κυριότητας, θρόνους, καὶ τὰ ἀκατονόμαστα τάγματα λειτουργοῦντα αὐτῷ καὶ παριστάμενα ἐν φόβῳ τε καὶ τρόμῳ· ὕστερον δὲ παρήγαγεν οὐρανὸν ὡς καμάραν, ὑλικὸν καὶ ὁρώμενον, αἰσθητὸν καὶ παχύν τε, καὶ ἐν ῥιπῇ ἐξέτεινε τοῦτον, ὡς εἶδε μόνος, γῆν τε ὁμοῦ καὶ ὕδατα καὶ ἁπάσας ἀβύσσους μέσον αὐτοῦ ἐν τῷ αὐτῷ ἐννοήματι μόνῳ πεποίηκεν, οἷα καὶ νῦν πάντα ἡμῖν ὁρῶνται, καὶ ἔμεινεν ἔνδον τὸ φῶς τὸ ἄϋλον μὴ ἔχων· ὁ οὐρανὸς ἐκτανυσθεὶς αἰσθητός, καθὼς εἶπον, οὐ περιέκοψε φωτὸς ἀΰλου λαμπηδόνας· ἔνυλος γάρ, ὡς εἴρηται, ὤν, τῶν ἀΰλων ἔξω οὐ τόπῳ πάντως, φύσει δὲ εὑρέθη καὶ οὐσίᾳ· ἐνύλων γὰρ ὁ ἄϋλος ἔστι κεχωρισμένος οὐκ ἔχων τόπον ἴδιον· ἀπερίγραπτος γὰρ ὢν αὐτὸς λόγῳ τὰ σύμπαντα ἐν ἑαυτῷ παράγει καὶ φύσει ἔστι τῶν κτιστῶν πάντων κεχωρισμένος, καὶ φέρων πάντα ἐν αὐτῷ ἔξω ἐστὶ τῶν πάντων· ὥσπερ γὰρ νοῦς καὶ ἄγγελος τοίχοις ἢ θύραις ἔξω οἰκίας οὐκ ἀπείργονται οὐδὲ κρατοῦνται ἔνδον, οὕτως ὁ τούτων ποιητὴς ὅλως οὐκ ἔξω πέλει, οὐκ ἔνδοθεν τοῦ οὐρανοῦ οὐδ’ ἐν ἑτέρῳ τόπῳ, ἀλλ’ ἔστι πάντως πανταχοῦ θεὸς κεχωρισμένος ἐνύλων πάντων καὶ κτιστῶν ὑπ’ αὐτοῦ παραχθέντων.

ἐγένετο οὖν οὐρανὸς ἔνυλος καὶ διέστη τῇ φύσει, καθὼς εἴρηται, τοῦ φωτὸς τοῦ ἀΰλου καὶ ἔμεινε δίχα φωτὸς οἶκος καθάπερ μέγας· ὁ δὲ δεσπότης τοῦ παντὸς τὸν ἥλιον ἀνῆψε καὶ τὴν σελήνην, αἰσθητοῖς αἰσθητῶς ὅπως λάμπῃ· δέδωκε δὲ καὶ ἐν χερσὶ φῶς ἐν νυκτὶ τοῦ φαίνειν ἀπὸ σιδήρου λίθου τε τικτόμενον ἀρρήτως· ἐκεῖνος δὲ παντὸς φωτὸς ἐστὶ κεχωρισμένος, ὑπέρφωτος, ὑπέρλαμπρος, ἄστεκτος πάσῃ κτίσει· ὡς γὰρ ἡλίου λάμποντος οὐ φαίνονται τὰ ἄστρα, οὕτως, εἰ λάμψαι βουληθῇ ἡλίου ὁ δεσπότης, οὐχ ὑποστήσεται πᾶς ζῶν ἀνατολὴν τὴν τούτου· διὸ συνέζευξε τὸν νοῦν τῷ χοῒ τῷ ἐνύλῳ καὶ ἐν ἐνύλοις τέθεικεν ἡμᾶς ἀνθρώπους πάντας, ἵν’ ἐν βεβαίᾳ πίστει γε καὶ ἐντολῶν τηρήσει τὸν ὅνπερ συνεχέαμεν παραβάσεως ζόφῳ νοῦν ἄϋλον ἐν ὑλικῶν παθῶν ἐπιθυμίᾳ καὶ γεύσει τῇ τῶν ἡδονῶν ἐκκαθάραντες αὖθις τὸ ἄϋλον ἐν ὑλικοῖς ἀΰλως καθορῶμεν φῶς, ὅπερ εἶπον, ὅτι ἦν θεὸς ὑπερανάρχως, ἀόρατον τοῖς αἰσθητοῖς ὀφθαλμοῖς καὶ ἐνύλοις, ἀπρόσιτον τοῖς νοεροῖς ὄμμασι τῆς καρδίας· θαυμάζω γὰρ πῶς ἡ ψυχὴ ὅλη ἄϋλος οὖσα καὶ νοερὸν τὸν τοῦ νοὸς ὀφθαλμὸν κεκτημένη, ὥσπερ θυρίσι γε δυσὶν αἰσθητῶς κεχρημένη τοῦ σώματος τοῖς ὀφθαλμοῖς παρακύπτουσα βλέπει δι’ αὐτῶν πάντα ὁρατὰ καὶ πάλιν ὑποστρέφει τὰ νοητὰ καὶ ἄϋλα ἀΰλως καθορῶσα· μέσον δ’ ἀφθάρτων καὶ φθαρτῶν ἀρρήτως κρατουμένη ὑπὸ μὲν τῶν καθέλκεται πρὸς ἡδονάς, πρὸς πάθη, ὑπὸ δὲ τῶν πρὸς οὐρανὸν πτερουμένη ἐκεῖσε μένειν μὲν ἐκβιάζεται, κατασπᾶται δὲ ὅμως, καὶ πάλιν ἀναφέρεσθαι ἀεὶ θερμῶς σπουδάζει ἀεροβάμων θέλουσα εἶναι ἐξ ὁρωμένων· ὡς γὰρ παγίδας βλέπουσα τὰ ἐν τῷ κόσμῳ πάντα φοβεῖται ὅλως ἐν τῇ γῇ πατῆσαι ἢ καθίσαι, ἵνα μὴ πάντως ἐμπαγῇ κρατηθεῖσα ἐν τούτοις καὶ γένηται κατάβρωμα θηρίων ἀνημέρων.

τοιοῦτος ὁ τῶν εὐσεβῶν καὶ πιστῶν καὶ ἁγίων ἁπάντων βίος, ὅνπερ χρὴ ἐκμιμεῖσθαι τοὺς πάντας, ἵνα καὶ σὺν αὐτοῖς Χριστῷ, θεῷ κριτῇ τῶν πάντων ἀμέμπτως παραστήσονται, καὶ κοινωνοὶ τῆς δόξης καὶ βασιλείας τῆς αὐτοῦ ἔσονται εἰς αἰῶνας· ἀμήν.

Ὅτι ὁ πόθος καὶ ἡ πρὸς τὸν θεὸν ἀγάπη ὑπερβαίνει πᾶσαν ἀγάπην καὶ πάντα πόθον ἀνθρώπινον· βαφεὶς δὲ ὁ νοῦς τῶν καθαιρομένων ἐν τῷ φωτὶ τοῦ θεοῦ ὅλος θεοῦται καὶ νοῦς ἐκεῖθεν χρηματίζει Χριστοῦ. Ἀμήχανον τὸ κάλλος σου, ἀσύγκριτον τὸ εἶδος, ἡ ὡραιότης ἄφατος, ὑπὲρ λόγον ἡ δόξα, τὸ ἦθος, δέσποτα Χριστέ, τὸ ἀγαθὸν καὶ πρᾶον τῶν γηγενῶν ὑπέρκειται τὰς ἐννοίας ἁπάντων καὶ διὰ τοῦτο ὁ πρὸς σὲ πόθος καὶ ἡ ἀγάπη πᾶσαν ἀγάπην τῶν βροτῶν ὑπερνικᾷ καὶ πόθον· καθ’ ὅσον γὰρ ὑπέρκεισαι τῶν ὁρωμένων, σῶτερ, κατὰ τοσοῦτον ὁ πρὸς σὲ πόθος ὑπάρχει μείζων καὶ συγκαλύπτει ἅπασαν ἀνθρωπίνην ἀγάπην καὶ ἔρωτας τῶν σαρκικῶν ἡδονῶν ἀποτρέπει, ἐπιθυμίας πάσας δὲ ἀποκρούεται τάχος· σκότος γὰρ ὄντως τῶν παθῶν ἐπιθυμία πέλει καὶ νὺξ βαθεῖα τῶν αἰσχρῶν ἁμαρτιῶν ἡ πρᾶξις, φῶς δὲ ὁ ἔρως ὁ πρὸς σὲ καὶ ἡ ἀγάπη, σῶτερ. διὸ ἐξανατέλλουσα ἐν ψυχαῖς φιλοθέοις εὐθὺς ἡμέραν ἐμποιεῖ ἀπαθείας, θεέ μου, ἀποδιώκουσα παθῶν καὶ ἡδονῶν τὸ σκότος.

ὢ θαῦμα, ὢ παράδοξον ἔργον θεοῦ ὑψίστου καὶ μυστηρίου δύναμις τῶν κρυπτῶς τελουμένων· σὺ καὶ τὰ ἄφθαρτα ἡμῖν καὶ τὰ φθαρτὰ χαρίζῃ, σὺ καὶ τὰ γήϊνα, θεέ, σὺν τοῖς ἐπουρανίοις τὰ ἐνεστῶτά τε ὁμοῦ καὶ τὰ μέλλοντα, λόγε, ὡς πάντων πάντως ποιητής, ὡς ἔχων ἐξουσίαν τῶν οὐρανίων, δέσποτα, καὶ τῶν καταχθονίων· καὶ πῶς ἡμεῖς οἱ ἄθλιοι ἀγαπῶμεν ἀνθρώπους ὑπὲρ σὲ πλέον καὶ αὐτοῖς δουλούμεθα ἀθλίως, ἵνα μικρὰ ληψόμεθα καὶ φθαρτὰ παρ’ ἐκείνων, καὶ αὐτοῖς ἐκδιδόαμεν ψυχὰς ἡμῶν ἀθλίας καὶ σώματα ὡς ἄτιμα σκεύη τοῦ καταχρᾶσθαι, καὶ μέλη ὄντες, δέσποτα, σοῦ τοῦ πάντων δεσπότου, ἁγίου πάντως ἅγια αὐτοκρατοῦς δεσπότου, τοῖς πονηροῖς οὐ φρίττομεν δαίμοσιν αὐθαιρέτως ῥίπτειν αὑτοὺς εἰς ἄτιμα τῆς ἁμαρτίας ἔργα; τίς οὖν μὴ κλαύσῃ τῶν πιστῶν καὶ γνησίων σου δούλων, τίς μὴ θρηνήσῃ τῆς πολλῆς αὐθαδείας τὴν τόλμαν, τίς δὲ μὴ φρίξῃ τὴν πολλὴν ἀνοχήν σου, θεέ μου, τίς μὴ τρομάσῃ κρίσεως ἀνταπόδοσιν θείας, τὸ ἄστεκτον καὶ ἄσβεστον πῦρ, οἴμοι, τὸ τῆς γεέννης, ἔνθα κλαυθμός τε καὶ βρυγμὸς ὑπάρχει τῶν ὀδόντων καὶ πόνος ἀπαράκλητος καὶ ἄφραστος ὀδύνη;

ἀλλ’, ὦ ἥλιε ἡλίου καὶ σελήνης, ἀστέρων πάντων καὶ φωτὸς καὶ παντὸς ἄλλου κτίστα· τούτων ἔξω με κρύψον ἐν τῷ φωτί σου, ἵνα μόνον σὲ βλέπων ἐν τῷ φωτί σου κόσμον μὴ ὁρῶ μηδὲ τὰ ἐν τῷ κόσμῳ, ἀλλὰ καὶ βλέπων ἔσομαι ὡς μὴ βλέπων, καὶ ἀκούων ὡς μὴ ἀκούων, λόγε, καὶ καθώσπερ πάσχουσιν οἱ ἐν τῷ σκότει καθεζόμενοι τῶν ἡδονῶν τοῦ βίου (φιλοδοξίας σκότει κεκαλυμμένοι, βλέποντες οὐ βλέπουσι δόξαν σου θείαν, καὶ ἀκούοντες οὐ συνιοῦσιν ὅλως τὰς ἐντολάς σου καὶ τὰ προστάγματά σου), οὕτως κἀγὼ ἔσομαι ἐν τῷ φωτί σου μὴ βλέπων κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ. τίς γὰρ ἰδών σε καὶ ἀστραφθεὶς αἰσθήσεις ἐκ τῆς δόξης σου, ἐκ φωτός σου τοῦ θείου, οὐκ ἠλλοιώθη νοῦν, ψυχὴν καὶ τὰς φρένας καὶ βλέπειν ἄλλως καὶ ἀκούειν ὡσαύτως, σῶτερ, κατηξίωται πανεξαισίως; ἐμβάπτεται γὰρ ὁ νοῦς ἐν τῷ φωτί σου καὶ λαμπρύνεται καὶ φῶς ἀποτελεῖται ὅμοιον τῆς δόξης σου, καὶ νοῦς καλεῖται σὸς ὁ τοιοῦτος ἀξιωθεὶς γενέσθαι καὶ νοῦν ἔχειν σὸν τότε καταξιοῦται καὶ ἓν μετὰ σοῦ γίνεται ἀχωρίστως. καὶ πῶς μὴ βλέπει ὥσπερ σὺ καὶ ἀκούει πάντα ἀπαθῶς; πῶς δὲ ἐπιθυμήσει θεὸς γεγονὼς αἰσθητοῦ τινος ὅλως ῥευστοῦ καὶ φθαρτοῦ πράγματος εἴτε δόξης, ὁ ὑπεράνω γεγονὼς τούτων πάντων καὶ ὑπὲρ πᾶσαν δόξαν τὴν ὁρωμένην;

ὑπεράνω γὰρ πάντων τῶν ὁρωμένων ὁ γενόμενος καὶ θεῷ πλησιάσας, μᾶλλον δὲ θεὸς καὶ αὐτὸς χρηματίσας, πῶς ἐκ τῶν κάτω κειμένων δόξαν ὅλως ἢ τρυφὴν θελήσειεν ἐπιζητῆσαι; ταῦτα γὰρ αὐτῷ αἰσχύνη ὄντως πέλει, ὕβρις, ἐξουδένωσις καὶ ἀτιμία· δόξα δὲ αὐτῷ καὶ τρυφή τε καὶ πλοῦτος θεὸς ἡ τριὰς καὶ τὰ θεοῦ καὶ θεῖα· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ κράτος ἀεί τε καὶ νῦν καὶ εἰς πάντας αἰῶνας· ἀμήν.

Ὁμολογία τῆς χάριτος τῶν τοῦ θεοῦ δωρεῶν. Καὶ ὅπως ὁ ταῦτα γράφων πατὴρ ὑπὸ τοῦ ἁγίου ἐνηργεῖτο πνεύματος. Καὶ διδασκαλία ῥηθεῖσα ὑπὸ θεοῦ, τὸ τί δεῖ ποιοῦντά τινα τῆς τῶν σωζομένων σωτηρίας τυχεῖν. Πάλιν ἐκλάμπει μοι τὸ φῶς, πάλιν τρανῶς ὁρᾶται· πάλιν ἀνοίγει οὐρανούς, πάλιν τέμνει τὴν νύκτα· πάλιν παράγει ἅπαντα, πάλιν ὁρᾶται μόνον· πάλιν ἁπάντων ἔξω με ποιεῖ τῶν ὁρωμένων, τῶν αἰσθητῶν ὡσαύτως δέ, βαβαί, ἀποχωρίζει· πάλιν ὁ πάντων οὐρανῶν ὑπεράνω τυγχάνων, ὅνπερ οὐδεὶς ἑώρακε πώποτε τῶν ἀνθρώπων, μὴ διανοίγων οὐρανούς, μὴ διατέμνων νύκτα μηδὲ ἀέρα διϊστῶν μηδὲ στέγην οἰκίας, ἀτόμως ὅλος μετ’ ἐμοῦ γίνεται τοῦ ἀθλίου, ἔνδοθεν τοῦ κελλίου μου, ἔνδοθεν τοῦ νοός μου καὶ μέσον τῆς καρδίας μου, ὢ φρικτοῦ μυστηρίου· μενόντων πάντων ὡς εἰσί, παραγίνεται πρός με τὸ φῶς καὶ ἀναφέρει με τῶν πάντων ὑπεράνω καὶ μέσον πάντων ὄντα με ἔξω ποιεῖ τῶν πάντων· οὐκ οἶδα, εἰ καὶ σώματι, τέως δ’ ἐκεῖσε ὅλος ἐπ’ ἀληθείας γίνομαι, ἔνθα φῶς ἐστι μόνον ἁπλοῦν, ὃ βλέπων γίνομαι ἁπλοῦς τῇ ἀκακίᾳ. ταῦτά σου τὰ παράδοξα, Χριστέ μου, τῶν θαυμάτων, ταῦτα τῆς δυναστείας σου καὶ τῆς φιλανθρωπίας τὰ ἔργα, ἅπερ εἰς ἡμᾶς ποιεῖς τοὺς ἀναξίους.

διὰ τοῦτο οὖν φόβος σου συνέχει με καὶ τρέμω καὶ μεριμνῶ διηνεκῶς καὶ δαπανῶμαι σφόδρα, τὸ τί ἀνταποδώσω σοι, τὸ τί σοι προσενέγκω ἀντὶ τοσούτων δωρεῶν, τοσαύτης εὐσπλαγχνίας, ἀναριθμήτων ἀγαθῶν, ὧν εἰς ἐμὲ εἰργάσω. μηδὲν δ’ εὑρίσκων ἐν ἐμοί, μηδὲν ἐμὸν ἐν βίῳ, ἀλλὰ τὰ πάντα δοῦλα σά, ἔργα πάντα χειρῶν σου μειζόνως καταισχύνομαι, μειζόνως ὀδυνῶμαι, μειζόνως, σῶτερ, δυσωπῶ μαθεῖν, τί δεῖ ποιῆσαι, ἵνα καὶ θεραπεύσω σε, ἵνα εὐαρεστήσω, ἵν’ εὑρεθῶ ἐνώπιον ἀκατάκριτος, σῶτερ, τοῦ βήματός σου τοῦ φρικτοῦ ἐν ἡμέρᾳ τῆς δίκης. ἄκουσον, τί ποιήσειε πᾶς ὁ μέλλων σωθῆναι, μᾶλλον δὲ πρῶτος πάντων σὺ ὁ καὶ παρακαλῶν με· σήμερον, δόξον, τέθνηκας· σήμερον ἀπετάξω, σήμερον κόσμον ἅπαντα νόμισον καταλεῖψαι· σήμερον φίλους, συγγενεῖς, δόξαν ματαίαν πᾶσαν ἀφεὶς ὁμοῦ ἀπάρνησαι καὶ μέριμναν τῶν κάτω καὶ ἐπὶ ὤμων τὸν σταυρὸν ἆρον σφοδρῶς τε σφίγξον καὶ μέχρι τέλους βάστασον τῶν πειρασμῶν τοὺς πόνους· ὀδύνας τε τῶν θλίψεων καὶ λυπηρῶν τοὺς ἥλους περιχαρῶς κατάδεξαι, ὥσπερ στέφανον δόξης, τῶν ὕβρεων ταῖς λόγχαις δὲ βαλλόμενος καθ’ ὥραν καὶ λιθαζόμενος σφοδρῶς ἁπάσαις ἀτιμίαις, δάκρυα ἀντὶ αἵματος προχέων ἔσῃ μάρτυς, καὶ ἐμπαιγμοὺς καὶ ῥαπισμοὺς φέρων παντευχαρίστως τῆς ἐμῆς ἔσῃ κοινωνὸς θεότητος καὶ δόξης.

ἐὰν δὲ πάντων ἔσχατον σεαυτὸν ἀποδείξῃς καὶ δοῦλον καὶ διάκονον, πρῶτον ἐκείνων πάντων ὕστερον ἀποδείξω σε, καθάπερ ὑπεσχόμην. εἰ ἀγαπήσεις τοὺς ἐχθροὺς καὶ πάντας τοὺς μισοῦντας, τῶν ἐπηρεαζόντων τε ἐκ ψυχῆς ὑπερεύξῃ καὶ ἀγαθοποιήσειας τούτους κατὰ τὸ δυνατόν σοι, ὅμοιος ὄντως γέγονας τοῦ ὑψίστου πατρός σου, καὶ τὴν καρδίαν καθαρὰν κτησάμενος ἐκ τούτων ἐν ταύτῃ ὄψῃ τὸν θεόν, ὃν οὐδείς ποτε εἶδεν· εἰ δὲ καὶ διωχθῆναί σε ὑπὲρ δικαιοσύνης γένηται, τότε σκίρτησον, ὅτι ἡ βασιλεία τῶν οὐρανῶν σὴ γέγονε, καὶ ποῖον τούτου μεῖζον; ταῦτα καὶ τούτων πλείονα, ἅπερ ἐνετειλάμην, πρᾶξον καὶ ἄλλους δίδαξον καὶ σὺ καὶ πάντες ἄλλοι οἱ εἰς ἐμὲ πιστεύοντες, εἰ βούλοισθε σωθῆναι καὶ σὺν ἐμοὶ αὐλίζεσθαι εἰς αἰῶνας αἰώνων· εἰ δέ γε ἀπαναίνεσθε καὶ δυσανασχετεῖτε αἰσχύνην τε λογίζεσθε ταῦτα καὶ ἀτιμίαν παθεῖν καὶ θεῖναι τὰς ψυχὰς ὑπὲρ τῶν ἐντολῶν μου, τί καὶ αἰτεῖσθε τοῦ μαθεῖν, πῶς δεῖ ὑμᾶς σωθῆναι ἐν ποίαις τε ταῖς πράξεσιν ἐμοὶ οἰκειωθῆναι; τί δέ με καὶ θεὸν ὑμῶν ὀνομάζετε ὅλως; τί καὶ πιστεύειν οἴεσθε εἰς ἐμὲ ἀσυνέτως;

ἐγὼ γὰρ ταῦτα δι’ ὑμᾶς ἔπαθον ἑκουσίως, ἐσταυρώθην, ἀπέθανον θάνατον τῶν κακούργων, καὶ δόξα κόσμου γέγονε ζωή τε καὶ λαμπρότης καὶ νεκρῶν ἐξανάστασις καὶ καύχημα ἁπάντων τῶν πιστευσάντων εἰς ἐμὲ τὰ εἰς ἐμὲ ὀνείδη, καὶ ὁ ἀσχήμων θάνατος ἔνδυμα ἀφθαρσίας καὶ ἀληθοῦς θεώσεως πᾶσι πιστοῖς ὑπῆρξε. διὸ καὶ οἱ μιμούμενοι τὰ ἐμὰ σεπτὰ πάθη συμμέτοχοι ὑπάρξουσι καὶ τῆς θεότητός μου καὶ βασιλείας τῆς ἐμῆς ἔσονται κληρονόμοι συγκοινωνοί τε ἀγαθῶν ἀφράστων, ἀπορρήτων γενήσονται καὶ σὺν ἐμοὶ ἔσονται εἰς αἰῶνας. τοὺς δ’ ἄλλους τίς μὴ κλαύσει γε; τίς αὐτοὺς μὴ θρηνήσει; τίς μὴ σταλάξει δάκρυον ἐκ συμπαθοῦς καρδίας; τίς μὴ πενθήσει τὴν αὐτῶν πολλὴν ἀναισθησίαν, ὅτι ἀφέντες τὴν ζωὴν ἑαυτοὺς τῷ θανάτῳ παραδεδώκασι, θεοῦ δεινῶς ἀπορραγέντες; ὧν τῆς μερίδος ῥῦσαί με, δέσποτα τῶν ἁπάντων, καὶ κοινωνὸν γενέσθαι με παθῶν σου τῶν ἀχράντων ἀξίωσον τὸν εὐτελῆ καὶ ἔσχατόν σου δοῦλον, ὅπως, ὡς εἴρηκας, θεέ, καὶ κοινωνὸς ὑπάρξω τῆς δόξης σου καὶ τῆς τρυφῆς τῶν ἀγαθῶν σου, λόγε, νῦν μὲν ὡς ἐν αἰνίγματι καὶ τύπῳ καὶ ἐσόπτρῳ, τότε δὲ ἐπιγνώσομαι, ὅσον καὶ ἐπεγνώσθην· ἀμήν.

Εὐχαριστία πρὸς θεὸν ὑπὲρ τῶν παρ’ αὐτοῦ γεγονότων εὐεργεσιῶν. Καὶ αἴτησις τοῦ μαθεῖν, τίνος χάριν οἱ τέλειοι γεγονότες ὑπὸ τῶν δαιμόνων παραχωροῦνται πειράζεσθαι. Καὶ περὶ τῶν ἀποτασσομένων τῷ κόσμῳ διδασκαλία καὶ ὑποτύπωσις ῥηθεῖσα παρὰ θεοῦ. Γινώσκεις τὴν πτωχείαν μου, οἶδας τὴν ὀρφανίαν, ἐπίστασαι τὴν μόνωσιν, ὁρᾷς τὸ ἀσθενές μου, καὶ τὴν ἀδυναμίαν μου ὁ πλάσας με θεός μου οὐκ ἀγνοεῖς, ἀλλ’ ἐφορᾷς καὶ τὰ πάντα γινώσκεις· ἴδε καρδίαν ταπεινήν, ἴδε συντετριμμένην, ἴδε ἐν ἀπογνώσει με ἐγγίζοντα, θεέ μου, καὶ δὸς ἀφ’ ὕψους χάριν σου, δὸς πνεῦμά σου τὸ θεῖον, δὸς τὸν παράκλητον, σῶτερ, πέμψον, καθὼς ὑπέσχου, ἀπόστειλον καὶ νῦν τῷ προσκαθεζομένῳ ἐν ὑπερώῳ, δέσποτα, ὑπεράνωθεν ὄντως παντὸς γηΐνου πράγματος, ἔξω παντὸς τοῦ κόσμου, καὶ σὲ ζητοῦντι καὶ τὸ σὸν πνεῦμα ἐκδεχομένῳ· μὴ οὖν βραδύνῃς, εὔσπλαγχνε· μὴ παρίδῃς, οἰκτίρμον, μὴ ἐπιλάθῃ τοῦ ψυχῇ ζητοῦντός σε διψώσῃ· μή με στερήσῃς τῆς ζωῆς τὸν ἀνάξιον ταύτης μηδὲ βδελύξῃ με, θεέ, καὶ μὴ ἐγκαταλίπῃς· τὰ σπλάγχνα σου προβάλλομαι, τὸ ἔλεος προτείνω καὶ τὴν φιλανθρωπίαν σου μεσίτην σοι προσφέρω.

οὐκ ἔκαμον, οὐκ ἔπραξα δικαιοσύνης ἔργα, οὐδέποτε ἐτήρησα μίαν τῶν ἐντολῶν σου, ἀλλὰ ἀσώτως ἅπαντα τὸν βίον μου μετῆλθον· πλὴν αὐτὸς οὐ παρεῖδές με, ἀλλὰ ζητήσας εὗρες, πλανώμενον ἐπέστρεψας ἐκ τῆς ὁδοῦ τῆς πλάνης καὶ ἐπ’ ἀχράντους ὤμους σου φωτὶ τῆς χάριτός σου ἐπανεβίβασας, Χριστέ, ἐβάστασας, οἰκτίρμον, καὶ κόπου με οὐκ εἴασας ὅλως ἐπαισθανθῆναι, ἀλλ’ ἐπαναπαυόμενον ὡς ἐν ὀχήματί με κούφως ὁδεῦσαι δέδωκας τὰς ὁδοὺς τὰς τραχείας, ἕως ἀπεκατέστησας μάνδρᾳ τῶν σῶν προβάτων, ἕως συνήνωσας τοῖς σοῖς καὶ κατέταξας δούλοις. κηρύττω σου τὸν ἔλεον, ὑμνῶ τὴν εὐσπλαγχνίαν, εὐχαριστῶν θαυμάζω σου χρηστότητος τὸν πλοῦτον· ἀνακληθεὶς δὲ παρὰ σοῦ, ὡς εἴρηται, θεέ μου, καὶ νῦν ὑπάρχων, ὡς δοκῶ, ὅλος δεδουλωμένος, προσηλωμένος τῷ φωτὶ καὶ σοὶ κεκολλημένος, κρατούμενος τῷ πόθῳ σου, δεδεμένος ἀγάπῃ ἐξαπορῶ, ἐκπλήττομαι καὶ γινώσκειν οὐκ ἔχω, πῶς ἆρα θλῖψις ἅπτεται ψυχῆς μου τῆς ἀθλίας, πῶς λύπη ἐπεισέρχεται, πῶς ὅλον με ταράττει, πῶς με τῆς σῆς ἀποστερεῖ γλυκύτητος, θεέ μου, καὶ τῆς χαρᾶς χωρίζει με ἡ τῶν γηΐνων θλῖψις; τί με τοσοῦτον πταίσαντα καὶ ἐξημαρτηκότα, ἢ τί σε παροργίσαντα ἐπὶ πλεῖον, Χριστέ μου, καταλιμπάνεις, ἀγαθέ, τοῦ λυπεῖσθαι μειζόνως, ὑπὲρ τὸ πρώην, ὅτε ἦν ἐμπαθὴς ἡ ψυχή μου;

εἰπὲ καὶ δίδαξόν με νῦν κριμάτων σου τὸ βάθος· εἰπὲ καὶ μὴ βδελύξῃ με ἀναξίως λαλοῦντα, ὁ πάλαι συνεστιαθεὶς ἁμαρτωλοῖς καὶ πόρναις καὶ συνδειπνήσας, δέσποτα, ἀσώτοις καὶ τελώναις. πρὸς ταῦτα ὁ δεσπότης μοι ἀπεκρίθη καὶ εἶπεν· ἐγὼ ἀπὸ τοῦ κόσμου σε ὡς νήπιον βαστάσας ἐν ταῖς ἀγκάλαις ἔφερον· πάντως ὃ λέγω οἶδας· ἐγὼ καὶ ἐσπαργάνουν σε ὅλον μέλεσι πᾶσι καὶ γάλακτι ἐξέτρεφον ὑπὲρ βρῶσιν καὶ πόσιν· ἄφραστα γὰρ τὰ κατ’ ἐμέ, ἀνερμήνευτα πάντῃ· παιδαγωγῷ τε δέδωκα (τίνα ὃν λέγω οἶδας) καὶ ὡς παιδίον σε μικρὸν αὐξάνοντα καθ’ ὥραν ἐξυπηρέτησε καλῶς, ἀνέθρεψεν ἀξίως. πρόσηβος ἤδη γέγονας, καὶ δὴ καὶ νεανίσκος, οὐκ ἀγνοεῖς δὲ καὶ αὐτὸς ἀεὶ σὺν σοί με ὄντα καὶ συναυξάνοντα ἐν σοὶ καὶ περισκέποντά σε, ἕως πάσας διήμειψας καλῶς τὰς ἡλικίας. νῦν οὖν οὐχὶ ἐνήλικος, ἀνὴρ δὲ μᾶλλον ὄντως γενόμενος καὶ τέλειος πρὸς γῆρας ἤδη κλίνας, πῶς βούλῃ ὥσπερ νήπιος νῦν ἀγκαλοφορεῖσθαι; πῶς αἰτεῖς σπαργανοῦσθαί σε καὶ βαστάζεσθαι πάλιν; πῶς γάλακτι ἐκτρέφεσθαι ὑπὸ παιδαγωγῷ τε εἶναί σε;

οὐκ ἐρυθριᾷς ταῦτα λέγειν, εἰπέ μοι· ἀνὴρ ὑπάρχων ἄλλοις σὺ ὑπηρέτει καὶ τρέφε καὶ τὰ πρὸς αὔξησιν αὐτῶν ἐπιτήδευε πάντα· πρὸς τοὺς ἐχθροὺς ἀνθίστασο καὶ πληττόμενος πλῆττε· (οἶδας ἐχθρούς, οὓς λέγω σοι, δαιμόνων παρατάξεις·) λαμβάνων κροῦε ἀφειδῶς, πίπτων πάλιν ἐγείρου· τοῖς πεμπομένοις βέλεσι βάλλειν αὖθις μὴ φείσῃ τοὺς βάλλοντας καὶ κατὰ σοῦ ταῦτα μηχανωμένους, ἀλλὰ ἀνελπιστίᾳ σε τιτρώσκοντες ἐκεῖνοι, ἐλπίδι τιτρωσκέσθωσαν ἐκ σοῦ ἐκπεμπομένῃ· ὀργῇ δέ σε πυγμίζοντες καὶ θυμῷ συνωθοῦντες ὑπὸ πραότητος τῆς σῆς ῥαπιζέσθωσαν ὄψεις, ἔξωθεν ἐκβαλλέσθωσαν, πόρρω τῆς σῆς οἰκίας· μὴ γάρ, ὡς εἶπον, νήπιον ἢ παιδίον τυγχάνεις; μὴ γὰρ ἀδυναμία σοι ψυχῆς καὶ νῦν ὑπάρχει; μὴ γὰρ ἐξασθενεῖ σου νοῦς ἄρτι πρὸς ἀντιστάσεις; οἶδας καὶ φεύγειν τοὺς ἐχθροὺς καὶ νικᾶν αὐτοὺς πάλιν· καὶ πολεμῶν γὰρ ἔχεις με συνεργὸν καὶ προστάτην, καὶ φεύγων σκέπην κραταιάν, ὀχυρὰν κέκτησαί με. καὶ τί λυπεῖ σε τῶν ἐν γῇ; ποῖον τούτων, εἰπέ μοι, χρυσίον ἢ ἀργύριον ἢ λίθοι τῶν τιμίων; καὶ τίς ἐμοῦ λαμπρότερος, ἢ τίς ἐκλάμπων πλέον, ἢ ποῖος λίθος ὡς ἐγὼ ἀτίμητος εἰς ἅπαν; χωρίων δέ σε στέρησις ἢ ἔνδεια τοῦ σίτου εἴτε τοῦ οἴνου ἔκλειψις ἐκταράσσουσιν ὅλως; καὶ τίς ἄλλος παράδεισος οἷος ἐγὼ τυγχάνει, ἢ γῆ τῶν κάτω καὶ ῥευστῶν ὡς ἡ γῆ τῶν πραέων;

ποῖος δὲ ἄρτος ἕτοιμος ἢ οἶνος ἐν τῷ κόσμῳ οἵα ἡ χάρις ἡ ἐμή, οἷον πνεῦμα τὸ θεῖον, οἷος ὁ ἄρτος τῆς ζωῆς, ὅνπερ ἐγὼ παρέχω, τὸ σῶμα καὶ τὸ αἷμά μου τοῖς καθαρᾷ καρδίᾳ καὶ πίστει ἀδιστάκτῳ με μετὰ φόβου καὶ τρόμου ἐσθίουσι καὶ πίνουσι νοερῶς αἰσθητῶς τε;

ποία τρυφή, ποία χαρά, ποία δόξα, εἰπέ μοι, μείζων ὑπάρχει ἐπὶ γῆς ὡς ἐμὲ μόνον βλέπειν, ἐμὲ ὡς ἐν αἰνίγματι ἐνοπτρίζεσθαι μόνον, ἐμοῦ τῆς δόξης καθορᾶν τὴν ἀπαυγὴν καὶ μόνην καὶ δι’ αὐτῆς διδάσκεσθαι ταῦτα καὶ πλείω τούτων, καὶ ἀκριβῶς ὅτι θεὸς κτίστης ἐγὼ τῶν πάντων εἰδέναι καὶ κατανοεῖν, ὅτι μοι κατηλλάγη ἄνθρωπος καθεζόμενος ἐν λάκκῳ κατωτάτῳ, ἀμέσως τε προσομιλεῖ φίλος ὥσπερ πρὸς φίλον μισθίου τάξιν ὑπερβὰς καὶ δουλείας τὸν φόβον, ἀκαματὶ δουλεύων μοι, ἀγάπῃ θεραπεύων, ὑπακοῇ τῶν ἐντολῶν προσοικειούμενός μοι· οὐ λέγω τῶν μισθωτικῶς ἐμοὶ ἐκδουλευόντων οὐδὲ τῶν πάλιν δουλικῶς ἐμοὶ προσερχομένων, ἀλλὰ τῶν φίλων καὶ γνωστῶν καὶ υἱῶν μου τὰς πράξεις, αἵτινες καὶ πεφύκασιν αὗται· (γράφε συντόμως·) τὸ πάντων εὐτελέστερον ἡγεῖσθαι τῶν ἐν κόσμῳ, οὐ μόνον τῶν συνασκητῶν καὶ κοσμικῶν ἀνθρώπων, ἀλλά γε καὶ τῶν ἐθνικῶν ἑαυτὸν ὄντως χείρω· τὸ ἔκπτωσιν λογίζεσθαι ζωῆς τῆς αἰωνίου μιᾶς παράβασιν μικρὰν ἐντολῆς ἐλαχίστης· τὸ τὰ παιδία τὰ μικρὰ ὥσπερ τελείους ἄνδρας καθορᾶν τε καὶ προσκυνεῖν καθάπερ τοὺς ἐνδόξους· τὸ τοῖς τυφλοῖς ὡσαύτως δὲ τὴν τιμὴν ἀπονέμειν, ὡς ἄνωθεν ὁρῶντος μου πάντων ἀνθρώπων πράξεις· καὶ ταῦτα δι’ ἐμὲ ποιεῖν, ἅπερ καὶ πάλιν γράφε· τὸ μὴ ἔχειν κατά τινος ὅλως ἐν τῇ καρδίᾳ μέχρι ψιλῆς κινήσεως ἢ μικρᾶς ὑπονοίας· τὸ εὔχεσθαι ἀπὸ ψυχῆς μετὰ πόνου καρδίας ἐκ συμπαθείας τοὺς εἰς σὲ ἁμαρτάνοντας πάντας, ὡσαύτως καὶ τοὺς εἰς ἐμὲ τὰ τοιαῦτα τολμῶντας, μετὰ δακρύων ἐξαιτῶν ἐπιστροφὴν τὴν τούτων· τὸ εὐλογεῖν μεθ’ ἅμα δὲ τοὺς σὲ καταρωμένους καὶ ἐπαινεῖν τοὺς φθόνῳ σε ἀεὶ λοιδορουμένους καὶ τοὺς ἐπηρεάζοντας ὡς εὐεργέτας ἔχειν.

τοὺς δὲ μὴ καθυπείκοντας μηδ’ ὑπακούοντάς σου, ὡς ὅλως ἀρνουμένους με τὸν ἑαυτῶν δεσπότην, θρηνεῖν καὶ κλαίειν συνεχῶς· οὓς νουθετῶν μὴ παύσῃ· ὁ γὰρ ὑμᾶς δεχόμενος ἐμὲ δέχεται, εἶπον, καὶ ὁ ἀκούων δὲ ὑμῶν πάντως ἐμοῦ ἀκούει· ὁ δὲ μὴ τρόμῳ τοὺς ὑμῶν λόγους καὶ παραινέσεις δεχόμενος καὶ ἐκπληρῶν αὐτοὺς μέχρι θανάτου οὐ μή μου κοινωνήσειε δόξης τῆς αἰωνίου, οὐ μὴ καταταγήσεται σὺν τῷ ἐσταυρωμένῳ, ἐμοὶ τῷ ὑπακούσαντι πατρὶ μέχρι θανάτου, οὐ μὴ σταθῇ ἐκ δεξιῶν, οὐ μὴ συγκληρονόμος τῶν σταυρωσάντων ἑαυτοὺς γένηται ὁ τοιοῦτος. λοιπὸν μὴ παύσῃ νουθετῶν· λοιπὸν μὴ παύσῃ κλαίων· λοιπὸν μὴ παύσῃ τὴν αὐτῶν ἐκζητῶν σωτηρίαν, ἵνα εἰ ὑπακούσωσι καὶ εἰ ἐπιστραφῶσιν ἕξεις αὐτοὺς ὡς ἀδελφούς, κερδήσῃς τὰ σὰ μέλη, καὶ προσαγάγῃς μοι αὐτοὺς ὑπηκόους γνησίους, ἵνα κἀγὼ εἰσδέξωμαι διὰ σοῦ καὶ δοξάσω, καὶ τῷ ἐμῷ σὺν σοὶ πατρὶ προσενέγκω ὡς δῶρα.

εἰ δὲ μὴ ἀπαρνήσονται θελήματα οἰκεῖα, εἰ μὴ καταφρονήσουσι ψυχῶν αὐτῶν, ὡς εἶπον, εἰ μὴ νεκροὶ γενήσονται θελήμασιν οἰκείοις καὶ σοῦ ἐν τῷ θελήματι ζήσονται ἐν τῷ βίῳ διὰ τοῦ σοῦ τὸ θέλημα τὸ ἐμὸν ἐκπληροῦντες, οὐκ ἀπολέσεις σου μισθόν, οὐ στερηθήσῃ τούτου, ἀλλὰ διπλοῦν σοι ἀνθ’ ἁπλοῦ τοῦτον ἐγὼ παρέξω· ὅτι καὶ μὴ εἰσακουόμενος οὐκ ἀπέστης τοῦ λέγειν, ἀλλὰ καὶ μᾶλλον ἐμισοῦ, καὶ μᾶλλον ἀπεστρέφου καὶ ἐβδελύσσου παρ’ αὐτῶν, ὡς ἐγὼ ἐμισήθην ποτέ, καὶ νῦν δὲ δι’ αὐτῶν καὶ τῶν τούτοις ὁμοίων. διὰ τοιούτων βούλομαι ἔργων με θεραπεύειν· διὰ τοιούτων σπούδαζε καὶ τῶν τούτοις ὁμοίων εὐαρεστεῖν μοι· τούτοις γὰρ ἐπευφραίνομαι λίαν. μὴ προτιμήσῃς τὸ ἀργεῖν μηδὲ προκρίνῃς ὅλως ὑπὲρ ψυχῆς ὠφέλειαν ἄλλο τι τῶν ἐν κόσμῳ. τί γὰρ ὠφεληθήσεται ὁ κερδαίνων τὸν κόσμον, ἢ ὁ τοὺς ὄντας ἐν αὐτῷ παιδεύων ἢ διδάσκων, ἢ καὶ ὁ σῴζων ἅπαντας, εἰ μὴ καὐτὸς σωθείη; τίς οὖν ὑπάρχει, εἴτε πῶς ἄλλους σώσας οὐ σώσει τὴν ἑαυτοῦ ὁ ἄθλιος ψυχήν, ἀλλ’ ἀπολέσει;

ὁ παραλύων ἐντολὴν ἐμὴν δεσπότου πάντων καὶ οἱονεὶ καταπατῶν καὶ δι’ αὐτῆς ἐκβαίνων καὶ παραβαίνων νόμους μου, ὑπερπηδῶν προστάξεις καὶ τῆς αὐλῆς τῶν ἐντολῶν καὶ φραγμοῦ τούτων ἔξω γενόμενος, εἰ σώσειε κόσμον καὶ τοὺς ἐν κόσμῳ, ξένος ἐμοῦ καὶ τῶν ἐμῶν πόρρω προβάτων ἔσται, καὶ μάλιστα ὡς τὸν φραγμὸν τῆς αὐλῆς καταλύσας καὶ τοῖς προβάτοις ἔξοδον οὐκ ἐκ τῆς θύρας μόνης καὶ εἴσοδον τὴν ἄδικον παρασχὼν τοῖς θηρίοις, δίκην ὑποίσει ἄρρητον ὑπὲρ ὅλων προβάτων καὶ διχοτομηθήσεται καὶ πυρὶ καὶ ταρτάρῳ καὶ τῶν σκωλήκων ἔσεται κατάβρωμα ὁ τάλας· τοῦτο γὰρ εἶπεν ὁ πατὴρ δι’ υἱοῦ καὶ τὸ πνεῦμα ἐλάλησεν, ὅπερ ἐστὶ τὸ στόμα τοῦ δεσπότου· ἄγγελοι προσευφήμησαν φωναῖς ἀκαταπαύστοις, οἱ δίκαιοι προσέπεσον ἀκούσαντες καὶ εἶπον· ἀδέκαστος ἡ κρίσις σου, ἀνύποπτος ἡ ψῆφος· ἀπροσπαθῶς γὰρ ἔκρινας, ὦ θεὲ πανοικτίρμον· πῶς γὰρ ὁ μὴ τὸ ἑαυτοῦ θέλημα καταλείψας καὶ τοῦ ἐκπροσωποῦντός σε ὡς τὸ σὸν τοῦ δεσπότου ἐν προτιμήσει θέμενος καὶ φυλάξας ἀτρώτως, ὡς αὐτὸς σὺ ἐτήρησας τοῦ σοῦ πατρός, οἰκτίρμον, συγκληρονόμος σου ὀφθῇ συγκοινωνός τε ὅλως, καὶ μάλιστα συνθέμενος τοῦτο μέχρι θανάτου, τὸ μὴ ποιῆσαι θέλημα ἔν τινι τὸ οἰκεῖον, μὴ προστεθῆναι αἵματι, μὴ σάρκα προτιμῆσαι, ὅπερ ἐστὶ συγγένεια σύνδεσμος φυσικός τε, στοργὴ συνδοῦσα τοὺς ἐν γῇ πρὸς τὰ ἀπαρνηθέντα καὶ ἐπιστρέφουσα αὐτοὺς ὅλους εἰς τὰ ὀπίσω;

οἱ μάρτυρες ἐβόησαν· κρίσις δικαία ὄντως· ὡς γὰρ ὁ πρὸς μαρτύριον ἑαυτὸν δοὺς προθύμως εἶτα ἐλθόντας συγγενεῖς γυναῖκάς τε καὶ παῖδας ταῦτα σὺν πένθει λέγοντας· οὐκ ἐλεεῖς σὰ τέκνα οὐδὲ οἰκτείρεις, ἄσπλαγχνε, γυναικός σου χηρίαν; οὐδὲ πτωχείᾳ τῇ αὐτῶν συμπαθῶς ἐπικάμπτῃ οὐδὲ ἀπώλειαν αὐτῶν ἐννοεῖς καὶ οἰκτείρεις, ἀλλὰ ἀφίεις ὀρφανά, ξένα, πτωχὰ καὶ χήραν τὴν σὴν γυναῖκα καὶ σαυτὸν προτιμᾷς σῶσαι μόνον; καὶ πῶς οὐχ ὡς φονεὺς μᾶλλον μέλλεις κατακριθῆναι ὅτι κατέλιπες ἡμᾶς εἰς ἀπώλειαν πάντας καὶ σῶσαι μόνην σου ζητεῖς τὴν ψυχήν;

οὐκ ὀφείλει ὅλως αὐτῶν κἂν πρὸς βραχὺ τῆς φωνῆς εἰσακοῦσαι, ὅλως πρὸς θρήνους τοὺς αὐτῶν τὴν ἀκοὴν προσκλῖναι, καὶ εἴτε δώροις τὰ δεσμὰ καὶ εἱρκτὴν ἀποδρᾶσαι ἢ ἀπαρνήσει σου, Χριστέ, τούτων ἀπολυθῆναι, ἀλλὰ ὡς ἤδη τεθνηκὼς ἐμμένειν ταῖς βασάνοις, ἐγκαρτερεῖν ταῖς φυλακαῖς λιμῷ τε καὶ τῷ δίψει, μὴ μνημονεύσας τῶν αὐτοῦ πραγμάτων ἢ χρημάτων μήτε ἐκτὸς τῆς φυλακῆς τὴν ἑαυτοῦ ἐάσας, εἰ δυνατόν, διάνοιαν κἂν πρὸς βραχὺ γενέσθαι, ἀλλ’ ἐν αὐτῇ σε καθορῶν, δέσποτα τῶν ἁπάντων, καὶ τῇ πρὸς σὲ ἀπασχολῶν θεωρίᾳ τὰς φρένας μέχρι θανάτου καρτερεῖν τῷ σῷ πόθῳ καὶ μόνῳ καὶ οὔτε τοὺς ἐκκλίνοντας βλέπειν ὅλως ὀφείλει οὐδὲ τοὺς ἀρνουμένους σε καὶ στρεφομένους πάλιν ἐπὶ τὸν πρώην ἔμετον, ἐπὶ τὰς πρώην πράξεις, ἐπὶ μερίμνας τῶν ἐν γῇ καὶ γυναικὸς καὶ τέκνων, μηδὲ προφάσει οἱᾳοῦν ἐν ἐκείνοις δεσμεῖσθαι· (οὐκέτι γὰρ τῆς ἑαυτοῦ ψυχῆς ἐξουσιάζει· διὸ πολλοὶ τῶν φυλακῶν παρὰ σοῦ ἀνοιγέντων καὶ τῶν δεσμῶν τοῦ σώματος εἰς ἅπαν ἀνεθέντων οὐχ εἵλοντο οἱ δοῦλοί σου ὅλως ἔξω γενέσθαι οὐδὲ φυγεῖν, ἀλλ’ ἔμειναν ὡς δεδεμένοι ὄντες·) οὕτως οὖν, σῶτερ, καὶ οἱ νῦν τυγχάνοντες ἐν κόσμῳ καὶ κόσμον ἀπαρνούμενοι, συγγενεῖς ὁμοῦ πάντας, φίλους, ἑταίρους καὶ †παντὶ πράγματι τῶν ἐν κόσμῳ καὶ τῷ θελήματι† αὐτῶν πρό γε τούτων ἁπάντων, οὐκέτι ὅλως ἑαυτῶν ἔχουσιν ἐξουσίαν, ἀλλ’ εἰ καὶ μὴ κωλύωνται ὑπὸ τῶν ἡγουμένων, τὴν συνταγὴν ὀφείλουσι σοὶ τηρεῖν τῷ δεσπότῃ· οὐ γὰρ ἀνθρώποις ἔφασαν, ἀλλὰ θεῷ φυλάξαι ὑπακοὴν καὶ δούλωσιν, ἡγουμένοις καὶ πᾶσι τοῖς μετ’ αὐτῶν ἐν τῇ μονῇ ἀδελφοῖς συνασκοῦσι.

νῆσον οὖν ὥσπερ τὴν μονὴν μέσον θαλάσσης οὖσαν ὀφείλουσί γε κατοικεῖν καὶ ἅπαντα τὸν κόσμον αὐτοῖς εἰς ἅπαν ἄβατον νομίζειν καθιστάναι, ἅτε μεγάλου χάσματος ἐστηριγμένου κύκλῳ τῆς ἑαυτῶν πάσης μονῆς, ὡς μὴ τοὺς ἐν τῷ κόσμῳ διέρχεσθαι πρὸς τὴν μονὴν μήτε τοὺς ἐν τῇ νήσῳ διαπερᾶν πρὸς τοὺς ἐκεῖ καὶ προσπαθῶς προσβλέπειν μηδ’ ἐν καρδίᾳ ἢ νοῒ τὴν τούτων στρέφειν μνήμην, ἀλλ’ ὡς νεκροὶ ὀφείλουσι πρὸς νεκροὺς διακεῖσθαι ἀνεπαισθήτως πρὸς αὐτοὺς ἔχοντες τῇ αἰσθήσει, καὶ γίνονται ὡς ἀληθῶς ἐθελόθυτοι ἄρνες. πρὸς ταῦτα τὰ πανάγια ῥήματα τῶν μαρτύρων τὰ πόθου πλήρη καὶ στοργῆς μεστὰ πρὸς τὸν δεσπότην ἀκούσαντα τὰ Χερουβὶμ ὕμνησαν καὶ ἐν φόβῳ, δόξα σοι, εἶπον, βασιλεῦ· δόξα σοι, πανοικτίρμον, ὁ δείξας μάρτυρας ἐν γῇ τῶν τυραννούντων δίχα, μόνῳ τῷ πόθῳ τῷ εἰς σὲ μαρτυροῦντας καθ’ ὥραν· ναί, εἶπεν πάλιν ὁ πατὴρ δι’ υἱοῦ καὶ τὸ πνεῦμα ἔλεξεν· ὄντως οἱ θεὸν ἐκ καρδίας φιλοῦντες καὶ τῇ ἀγάπῃ τῇ αὐτοῦ μόνῃ προσκαρτεροῦντες καὶ τῷ ἰδίῳ θνῄσκοντες θελήματι καθ’ ὥραν, οὗτοι καὶ φίλοι γνήσιοι, οὗτοι καὶ κληρονόμοι, οὗτοι καὶ μάρτυρές εἰσι τῇ προαιρέσει μόνῃ, χωρὶς ξεσμῶν, ἀναρτισμῶν, ἐσχάρων καὶ λεβήτων καὶ κατακαίοντος πυρὸς καὶ ξιφῶν τῶν τεμνόντων. πρὸς ταῦτα ὑπερκόσμιαι ὁμοῦ ἅπασαι τάξεις ἠλάλαζαν· δικαία σου ἡ κρίσις, πανοικτίρμον, γραφήτω σφραγισθήτω τε νῦν καὶ εἰς τοὺς αἰῶνας· ἀμήν.

Ὅτι οἱ τῷ θεῷ ἀπ’ ἐντεῦθεν ἤδη διὰ τῆς τοῦ ἁγίου πνεύματος μετουσία ἑνωθέντες, ἐκδημοῦντες τοῦ βίου εἰς αἰῶνας αὐτῷ ἐκεῖθεν συνέσονται· εἰ δ’ οὖν, ἀλλὰ τὸ ἀνάπαλιν τοῖς ἄλλως ἔχουσιν ἐνταῦθα τότε γενήσεται. Ἀρχὴ τοῦ βίου τέλος μοι, καὶ τὸ τέλος ἀρχή μοι· τὸ ὅθεν ἥκω ἀγνοῶ, τὸ ποῦ εἰμι οὐκ οἶδα, καὶ ποῦ αὖθις ἀφίξομαι, οὐ γινώσκω ὁ τάλας· γεννῶμαι γῆ ἀπὸ τῆς γῆς, ἀπὸ σώματος σῶμα, ἀπὸ φθαρτοῦ πάντως φθαρτὸς καὶ θνητὸς ὅλως πέλων· μικρὸν ἐν γῇ χρονοτριβῶ ζῶν ἐν σαρκὶ καὶ θνῄσκω καὶ βίου ἄλλου ἄρχομαι μεταβαίνων ἐκ τούτου· ἐῶ τὸ σῶμα ἐν τῇ γῇ ἀναστήσεσθαι μέλλον καὶ ἀτελεύτητον ζωὴν ζήσεσθαι εἰς αἰῶνας· νῦν οὖν ἐπίβλεψον, θεέ· νῦν σπλαγχνίσθητι, μόνε· νῦν με ἐλέησον, ἰδού, ἐξέλιπεν ἰσχύς μου· εἰς γῆρας, σῶτερ, ἤγγισα, εἰς πρόπυλα θανάτου· ἄρχων τοῦ κόσμου ἔρχεται ἀναζητῆσαι θέλων τὰ ἔργα καὶ τὰς πράξεις μου τὰς αἰσχρὰς καὶ βεβήλους· οἱ δήμιοι παρίστανται ἀπηνῶς με ὁρῶντες καὶ πρόσταγμα ἐκδέχονται λαβεῖν καὶ κατασπάσαι εἰς ᾅδου, σῶτερ, βάραθρον ψυχήν μου τὴν ἀθλίαν.

σὺ οὖν ὁ φύσει εὔσπλαγχνος, ὁ φιλάνθρωπος μόνος, ὁ πανοικτίρμων κύριος, ἐλέησόν με τότε, καὶ μὴ μνησικακήσῃς μοι, μή με ἐγκαταλίπῃς· μὴ δώσῃς χώραν κατ’ ἐμοῦ ἐχθρῷ μου τῷ δολίῳ, τῷ καθ’ ἑκάστην ὥραν μοι προσεπαπειλουμένῳ, ὠρυομένῳ κατ’ ἐμοῦ, τρίζοντι τοὺς ὀδόντας καὶ ποῦ θαρρεῖς, μοι λέγοντι, πῶς δὲ διαφυγεῖν μου ἐλπίζεις χεῖρας, ὅτι με καταλιπὼν προσῆλθες Χριστῷ κἀμοῦ τὰς ἐντολὰς ἄρτι παρελογίσω; ἀλλ’ οὐκ ἐκφύγῃς οὐδαμῶς· ποῦ γὰρ καὶ ἀπελεύσῃ; οὐ διαδρᾶσαι πώποτε ὅλως ἐμὲ ἰσχύσεις τὸν τὸν Ἀδὰμ ἐξάξαντα καὶ Εὔαν παραδείσου, τὸν καὶ τὸν Κάϊν ἀδελφοῦ ποιήσαντα φονέα, τὸν ἐπὶ τοῦ κατακλυσμοῦ πάντας ὁμοῦ τῇ πλάνῃ καὶ τῷ θανάτῳ τῷ φρικτῷ περιπεσεῖν ἀθλίως εἰς τέλος δελεάσαντα ταῖς ἐμαῖς ἐξαπάταις, τὸν τὸν Δαβὶδ πλανήσαντα πρὸς μοιχείαν καὶ φόνον· τὸν ἄραντα πρὸς ἅπαντας πόλεμον τοὺς ἁγίους, καὶ πολλοὺς θανατώσαντα, σύ με πῶς διαδρᾶσαι ὅλως θαρρεῖς καὶ προσδοκᾷς, ὁ ἀσθενὴς εἰς ἅπαν; ταῦτα ἀκούων, δέσποτα καὶ θεέ μου καὶ κτίστα, δημιουργέ μου καὶ κριτά, ὁ ἔχων ἐξουσίαν ψυχῆς ἐμῆς καὶ σώματος ὡς ἀμφοτέρων πλάστης, φρίττω καὶ ὅλος δέδοικα, ὅλος τρέμω ὁ τάλας.

προβάλλεται καὶ λέγει μοι ὁ δόλιος, Χριστέ μου, ὅτι ἰδού, οὐκ ἀγρυπνεῖς, ἰδού, οὐκ ἐγκρατεύῃ, ἰδού, εὐχὴν οὐ κέκτησαι, οὐ ποιεῖς προσκυνήσεις, κόπους οὐκ ἐπιδείκνυσαι, οἵους πάλαι ἀπήρξω, καὶ διὰ ταῦτα μόνα σε τοῦ Χριστοῦ σε χωρίσω καὶ μετ’ ἐμοῦ σε λήψομαι ἐν πυρὶ τῷ ἀσβέστῳ. ἐγὼ οὖν, οἶδας, δέσποτα, ὡς οὐδέποτε ἔργοις ἐπίστευσα ἢ πράξεσι ψυχῆς μου σωτηρίαν, ἀλλὰ τῷ σῷ, φιλάνθρωπε, προσέδραμον ἐλέει θαρρήσας, ὅτι σώσεις με δωρεάν, πανοικτίρμον, καὶ ἐλεήσεις ὡς θεὸς καθώς ποτε τὴν πόρνην καὶ ὡς τὸν ἄσωτον υἱὸν τὸ ἥμαρτον εἰπόντα. οὕτω πιστεύσας ἔδραμον· οὕτω θαρρήσας ἦλθον· οὕτως ἐλπίσας, δέσποτα, πρὸς σὲ παρεγενόμην· καὶ νῦν μὴ ἐγκαυχήσηται κατ’ ἐμοῦ τοῦ σοῦ δούλου, μὴ εἴπῃ· ποῦ σου ὁ Χριστός, ποῦ σου ὁ ἀντιλήπτωρ; οὐχὶ ἐκεῖνός σε αὐτὸς παρέδωκε χερσί μου; εἰ γὰρ καὶ ἀπατήσει με καὶ αἰχμάλωτον λάβῃ, οὐ μὴ τῇ προαιρέσει μου οὐδὲ τῇ ῥαθυμίᾳ τοῦτο προσεπιγράψηται· τῇ δὲ ἐγκαταλείψει σῇ τὸ πᾶν ἀναθέμενος τὰ τοιαῦτα ἐρεῖ μοι· ἴδε, εἰς ὃν ἐθάρρησας· ἴδε, εἰς ὃν προσῆλθες· ἴδε, ὃν οἴου σε φιλεῖν, ὃν οἴου ἀγαπᾶν σε καὶ ἀδελφὸν καὶ φίλον σε, υἱὸν καὶ κληρονόμον ἐνεκαυχῶ κεκτῆσθαί σε, πῶς ἐγκατέλιπέ σε εἰς τὰς ἐμάς τε τοῦ ἐχθροῦ χεῖρας ἐξέδοτό σε καὶ αἴφνης ἀπεστράφη σε, αἴφνης ἐμίσησέ σε.

μὴ οὖν ἀκοῦσαι ταῦτά με, σῶτερ, ἐγκαταλείψῃς, μὴ ὄνειδος γενήσεσθαι σοῦ ἐάσῃς, θεέ μου· μὴ βασιλεῦ, μὴ κύριε, ὁ τοῦ σκότους με πάλαι καὶ τῶν χειρῶν καὶ φάρυγγος ἐκείνου με ἐξάξας καὶ τῷ φωτὶ ἐλεύθερον τῷ σῷ με παραστήσας· σὲ γὰρ ὁρῶν τιτρώσκομαι τὰ ἐντὸς τῆς καρδίας καὶ βλέπειν οὐκ ἰσχύω σε καὶ μὴ βλέπειν οὐ φέρω· ἀπρόσιτον τὸ κάλλος σου, ἀμίμητον τὸ εἶδος, ἀσύγκριτος ἡ δόξα σου, καὶ τίς ποτέ σε εἶδεν, ἢ τίς ἰδεῖν σε δυνηθῇ ὅλον σε τὸν θεόν μου; τὸ πᾶν γὰρ ποῖος ὀφθαλμὸς κατιδεῖν ἐξισχύσει; τὸν ὄντα δὲ ὑπὲρ τὸ πᾶν ποῖος νοῦς καταλάβῃ περιλαβεῖν τε δυνηθῇ ἢ ἐκτανθῆναι ὅλος πρὸς ὅλον καὶ θεάσασθαι τὸν συνοχέα πάντων, τὸν πάντων ἔξω καὶ τὸ πᾶν καὶ τὰ πάντα πληροῦντα, καὶ ἔξω πάλιν τὸν αὐτὸν ὅλον ὄντα ἀφράστως; ὅμως ὡς ἥλιον ὁρῶ καὶ ὡς ἄστρον σε βλέπω καὶ ἐν τῷ κόλπῳ φέρω σε καθάπερ μαργαρίτην καὶ ὡς λαμπάδα βλέπω σε σκεύους ἡμμένην ἔνδον· ὅτι δὲ οὐ πλατύνεσαι, ὅλος μοι, οἷος, ὅσος ἀποτελεῖς καὶ δείκνυσαι ὅλος μοι, οἷος, ὅσος ὑπάρχεις, ὅλως οὐ δοκῶ ἔχειν σε τὴν ζωήν μου, ἀλλὰ θρηνῶ ὥς τις πτωχὸς γεγονὼς ἐκ πλουσίων καὶ ἐξ ἐνδόξων ἄτιμος καὶ μὴ ἔχων ἐλπίδα. τοῦτο οὖν βλέπων ὁ ἐχθρὸς λέγει μοι· σὺ οὐ σώζῃ· καὶ γὰρ ἰδοὺ ἐκπέπτωκας, ἠστόχησας ἐλπίδων, ὅτι οὐκ ἔχεις πρὸς θεὸν ὡς πάλαι παρρησίαν. πρὸς ὃν οὐ λόγον φθέγγομαι (οὐκ ἀξιῶ, θεέ μου), ἀλλ’ ἐμφυσῶ, καὶ ἄφαντος εὐθὺς ἀποτελεῖται.

οὕτως αἰτοῦμαι, δέσποτα, οὕτως παρακαλῶ σου τὴν εὐσπλαγχνίαν, δώρησαι καὶ τότε μοι, σωτήρ μου, ὅτε ψυχὴ ἐξέλθῃ μου τοῦ σώματος, ἰσχῦσαι μόνῳ τῷ ἐμφυσήματι ἅπαντας καταισχῦναι τοὺς κατ’ ἐμοῦ τοῦ δούλου σου μέλλοντας ἐπιτρέχειν, καὶ διαβῆναι ἀβλαβεῖ, φρουρουμένῳ φωτί σου τοῦ πνεύματος καὶ ἔμπροσθεν στῆναι τοῦ βήματός σου, ἔχων τὴν χάριν σου, Χριστέ, συνοῦσάν μοι τὴν θείαν, σκέπουσαν, ἀκαταίσχυντον δεικνύουσάν με ὅλον· τίς γὰρ τολμήσειεν ἆρα ἔμπροσθέν σου ὀφθῆναι, εἰ μὴ αὐτὴν ἐνδέδυται, εἰ μὴ αὐτὴν ἐντός γε κατέχει καὶ φωτίζεται ὑπ’ αὐτῆς; πῶς τὴν δόξαν τὴν ἄστεκτον θεάσασθαι δυνηθῇ πᾶς τις ὅλως; δόξαν θεοῦ γὰρ ἄνθρωπος φύσιν θεότητός τε φύσις ἀνθρώπου ταπεινὴ πῶς κατιδεῖν ἰσχύσει; ἔστι θεὸς γὰρ ἄκτιστος, ἡμεῖς κτιστοὶ δὲ πάντες· ἐκεῖνος πέλει ἄφθαρτος, ἡμεῖς φθαρτοὶ καὶ κόνις· ἐκεῖνος πνεῦμα πέφυκεν, ὑπὲρ ἅπαν δὲ πνεῦμα ὡς ποιητὴς πνευμάτων τε καὶ δεσπότης ὑπάρχων, ἡμεῖς σάρκες χοϊκαὶ καὶ γεώδης οὐσία· ἐκεῖνος πάντων ποιητὴς ἄναρχος ἄληπτός τε, ἡμεῖς σκώληκες ὁμοῦ καὶ βόρβορος καὶ τέφρα· καὶ τίς ἰσχύσει ἐξ ἡμῶν τοῦτόν ποτε ἰδέσθαι ἐξ οἰκείας δυνάμεως ἢ ἐνεργείας ὅλως, εἰ μὴ αὐτὸς ἐκπέμψειε πνεῦμα αὐτοῦ τὸ θεῖον καὶ δι’ αὐτοῦ τῷ ἀσθενεῖ τῆς φύσεως παράσχῃ ῥώμην, ἰσχὺν καὶ δύναμιν, καὶ ἱκανὸν ποιήσῃ τὸν ἄνθρωπον τοῦ κατιδεῖν δόξαν αὐτοῦ τὴν θείαν;

ἄλλως γὰρ οὐ θεάσεται οὐδὲ ἰδεῖν ἰσχύσει ἀνθρώπων τις τὸν κύριον ἐρχόμενον ἐν δόξῃ· καὶ οὕτως χωρισθήσονται ἄδικοι τῶν δικαίων καὶ σκότει καλυφθήσονται ἁμαρτωλοὶ καὶ πάντες, ὅσοι μὴ ἕξουσι τὸ φῶς ἐν αὐτοῖς ἀπ’ ἐντεῦθεν· οἱ συνημμένοι δὲ αὐτῷ ἐκ τῶν ὧδε καὶ τότε μυστικῶς συναφθήσονται τῷ θεῷ καὶ γνησίως καὶ τῆς αὐτοῦ ὑπάρξουσι μετουσίας ἀχώριστοι, οἱ δ’ ἀπελθόντες τοῦ φωτὸς αὐτοῦ κεχωρισμένοι πῶς τότε ἑνωθήσονται ἢ κατὰ ποῖον τρόπον; μαθεῖν παρ’ ὑμῶν βούλομαι εἴτε ὑμᾶς διδάξαι. θεὸς γέγονεν ἄνθρωπος ἡνώθη τε ἀνθρώποις, μετέσχεν ἀνθρωπότητος καὶ μετέδωκε πᾶσι τοῖς εἰς αὐτὸν πιστεύουσι καὶ τὴν πίστιν ἐξ ἔργων δεικνύουσι θεότητος αὐτοῦ τῇ μετουσίᾳ. τούτους οὖν εἶπε σώζεσθαι μόνους τοὺς μετασχόντας ἐκείνου τῆς θεότητος, καθὼς αὐτὸς μετέσχε τῆς ἡμετέρας φύσεως ὁ ποιητὴς τῶν πάντων. ὁ Παῦλος ὡς μαρτύρεται Χριστοῦ τὴν ἐκκλησίαν ἓν γενήσεσθαι σῶμά γε δεσποτικὸν καὶ θεῖον, ἄσπιλον, ἄμωμον ὁμοῦ, ῥυτίδος πάσης δίχα, οἵτινες ἂν εἶεν οἱ πιστοί, κεφαλὴ ὁ Χριστὸς δέ· εἰ τοῦτο τοίνυν ἔσεται οὕτως, ὥσπερ καὶ ἔστι, †τίς ἆρα τότε τολμήσει ῥυπαρὸς αὐτοῦ προσψαῦσαι†, ἢ τίς προσκολληθήσεται ἀνάξιος τυγχάνων;

εἰ γὰρ καὶ νῦν ἐκβάλλονται τῆς ἐκκλησίας ἔξω καὶ μετασχεῖν κωλύονται ἁμαρτωλοὶ εἰς ἅπαν, μᾶλλον δὲ καὶ τῆς τῶν θείων θέας ἀποστεροῦνται οἱ μὴ πέλοντες ἅγιοι, πῶς οἴμοι τότε ἆρα τῷ παναμώμῳ σώματι τοῦ θεοῦ ἑνωθῶσι καὶ μέλη γένωνται Χριστοῦ ἐσπιλωμένοι ὄντες; οὐκ ἔστι τοῦτο, ἀδελφοί, οὐ γενήσεται ὅλως· οἱ δὲ τοῦ θείου σώματος ἤγουν τῆς ἐκκλησίας καὶ τοῦ χοροῦ τῶν ἐκλεκτῶν χωριζόμενοι, λέγε, ποῦ ἆρα ἀπελεύσονται, εἰς ποίαν βασιλείαν, εἰς ποῖον τόπον, φράσον μοι, ἐλπίζουσι σκηνῶσαι; πάντως γὰρ καὶ παράδεισος ὁ Ἀβραάμ τε κόλπος καὶ πᾶς τόπος ἀνέσεως τῶν σωζομένων ἔστιν· οἱ δὲ σωζόμενοί εἰσιν ἅγιοι πάντως πάντες, ὡς πᾶσα θεία μαρτυρεῖ γραφὴ καὶ ἐκδιδάσκει. πολλαὶ γὰρ καὶ μοναί εἰσιν, ἀλλ’ ἐντὸς τοῦ νυμφῶνος· καθάπερ γὰρ εἷς οὐρανὸς καὶ ἐν αὐτῷ ἀστέρες ἀλλήλων διαφέροντες ἐν τιμῇ τε καὶ δόξῃ, οὕτως καὶ εἷς νυμφών ἐστι καὶ μία βασιλεία, ἀλλὰ γὰρ καὶ παράδεισος καὶ πόλις ἡ ἁγία καὶ πᾶς τόπος ἀνέσεως ὁ θεός ἐστι μόνος· ὡς γὰρ οὐκ ἔχει ἄνεσιν ἄνθρωπος ἐν τῷ βίῳ ὁ μὴ μένων ἐν τῷ θεῷ καὶ θεὸς ἐν αὐτῷ δέ, οὕτω καὶ μετὰ θάνατον ἐκτὸς ἐκείνου μόνου, οἶμαι, οὐκ ἔσται ἄνεσις, οὐ τόπος ἄνευ λύπης, οὐ στεναγμοῦ, οὐ θλίψεως ὅλως ἀπηλλαγμένος.

σπουδάσωμεν οὖν, ἀδελφοί, σπουδάσωμεν πρὸ τέλους προσκολληθῆναι τῷ θεῷ τῷ ποιητῇ τῶν πάντων, τῷ κατελθόντι δι’ ἡμᾶς ἐπὶ γῆς τοὺς ἀθλίους, τῷ κλίναντι τοὺς οὐρανοὺς καὶ λαθόντι ἀγγέλους καὶ ἐν γαστρὶ σκηνώσαντι τῆς ἁγίας παρθένου καὶ σαρκωθέντι ἐξ αὐτῆς ἀτρέπτως, ἀνεκφράστως καὶ προελθόντι εἰς ἡμῶν ἁπάντων σωτηρίαν· ἡ σωτηρία δὲ ἡμῶν αὕτη πάντως ὑπάρχει, καθὼς πολλάκις εἴπομεν καὶ νῦν αὖθις ἐροῦμεν· οὐχὶ ἡμεῖς ἐξ ἑαυτῶν, ἀλλὰ τὸ θεῖον στόμα ἐπέφανε τὸ μέγα φῶς τοῦ μέλλοντος αἰῶνος· ἡ βασιλεία οὐρανῶν ἐπὶ τῆς γῆς κατῆλθε, μᾶλλον δὲ ὁ παμβασιλεὺς τῶν ἄνω καὶ τῶν κάτω ἐλήλυθεν, ἠθέλησεν ἡμῖν ὁμοιωθῆναι, ἵν’ ἐξ αὐτοῦ ὡς ἐκ φωτὸς πάντες μεταλαβόντες φῶτα δειχθῶμεν δεύτερα, ὅμοιά γε τοῦ πρώτου, καὶ βασιλείας οὐρανῶν κοινωνοὶ καὶ τῆς δόξης συμμέτοχοι ὑπάρξωμεν ὁμοῦ καὶ κληρονόμοι τῶν αἰωνίων ἀγαθῶν, ὧν οὐδείς ποτε εἶδεν· ταῦτα δ’ εἰσίν, ὡς πείθομαι καὶ πιστεύω καὶ λέγω, πατήρ, υἱὸς καὶ ἅγιον πνεῦμα, τριὰς ἁγία· τοῦτο πηγὴ τῶν ἀγαθῶν, τοῦτο ζωὴ τῶν ὄντων· τοῦτο τρυφὴ καὶ ἄνεσις, τοῦτο στολὴ καὶ δόξα· τοῦτο χαρὰ ἀνέκφραστος καὶ σωτηρία πάντων τῶν μετασχόντων τῆς αὐτοῦ ἐλλάμψεως ἀρρήτου καὶ κοινωνίαν μετ’ αὐτοῦ ἐχόντων ἐν αἰσθήσει.

ἀκούσατε· σωτὴρ καὶ γὰρ διὰ τοῦτο καλεῖται, ὅτι πᾶσιν, οἷς ἑνωθῇ, σωτηρίαν παρέχει· ἡ σωτηρία δέ ἐστιν κακῶν μὲν πάντων λύσις, καλῶν δὲ πάντων ἐν ταὐτῷ εὕρεσις αἰωνία, ἀπὸ θανάτου μὲν ζωήν, ἀπὸ δὲ σκότους φάος, ἀπὸ δουλείας τῶν παθῶν καὶ πράξεων αἰσχίστων ἐλευθερίαν παντελῆ πᾶσι χαριζομένη τοῖς ἑνωθεῖσι τῷ Χριστῷ καὶ σωτῆρι τῶν ὅλων, †οἳ καὶ τότε πᾶσαν μὲν χαρὰν† ἀναφαίρετον κτῶνται, πᾶσάν τε ἀγαλλίασιν καὶ πᾶσαν εὐφροσύνην· οἱ δὲ κἂν ὅλως πέλοντες τούτου κεχωρισμένοι καὶ μὴ ζητήσαντες αὐτὸν ἢ τούτῳ ἑνωθέντες, μηδὲ δουλείας τῶν παθῶν καὶ θανάτου ῥυσθέντες, κἂν βασιλεῖς κἂν ἄρχοντες εἰσὶ κἂν μεγιστᾶνες, κἂν τρυφᾶν κἂν εὐφραίνεσθαι κἂν ἀπόλαυσιν ἔχειν οἴονται καὶ νομίζουσιν ἐν ἀγαθοῖς ὑπάρχειν, ἀλλ’ οὐδέποτε κτήσονται τοιαύτην εὐφροσύνην, οἵαν οἱ δοῦλοι τοῦ Χριστοῦ οἱ ἐκ πάντων ἐλεύθεροι, ἀτόπων ἐπιθυμιῶν ἡδονῶν τε καὶ δόξης, ἔχουσιν ἀνεκλάλητον, ἄφραστον οὖσαν πάντῃ, ἣν οὐδείς ποτε γνώσεται, οὐ μάθῃ, οὐ κατίδῃ τῶν μὴ γνησίως καὶ θερμῶς τῷ Χριστῷ κολληθέντων ἀνακραθέντων τε αὐτῷ ἐν ἑνώσει ἀρρήτῳ· ᾧ πρέπει δόξα καὶ τιμή, αἶνος καὶ ἅπας ὕμνος ὑπὸ πάσης τῆς κτίσεως καὶ πνοῆς εἰς αἰῶνας· ἀμήν.

Ὅτι κρεῖσσον τὸ καλῶς ποιμαίνεσθαι ἢ τοὺς μὴ βουλομένους ποιμαίνειν· οὐδὲν γὰρ ἔσται κέρδος τῷ ἄλλους μὲν σπουδάζοντι σῶσαι, ἑαυτὸν δὲ διὰ τῆς ἐκείνων ἀπολέσαντι προστασίας. Εἰπέ, Χριστέ, τῷ δούλῳ σου, εἰπέ, τὸ φῶς τοῦ κόσμου· εἰπέ, ἡ γνῶσις τοῦ παντός, εἰπέ, λόγε, σοφία ἡ πάντα προγινώσκουσα, ἡ πάντα προειδυῖα καὶ τὰ ἡμῖν συμφέροντα διδάσκουσα ἀφθόνως· εἰπὲ καὶ δίδαξον κἀμὲ ὁδοὺς σωτηριώδεις τῶν θελημάτων σου, σωτήρ, καὶ θείων προσταγμάτων· εἰπὲ καὶ μὴ παρίδῃς με, μὴ κρύψῃς, ὦ θεέ μου, ἐξ ἀναξίου δούλου σου τὸ θεῖον θέλημά σου. τί κρεῖσσον ἔστι παρὰ σοί, ποῖον εὐάρεστόν σοι ἀπὸ τῶν δύο, φράσον μοι, ὦ φιλάνθρωπε σῶτερ; τὸ ἐν μερίμνῃ εἶναί με τῶν τῆς μονῆς πραγμάτων καὶ τῶν σωματικῶν χρειῶν τὸ ἀφθόνως φροντίζειν διεκδικεῖν τε ἅπαντα μετ’ ἔχθρας τε καὶ μάχης, ἢ τὸ ἀεὶ προσκαρτερεῖν μόνῃ τῇ ἡσυχίᾳ καὶ συντηρεῖν ἀθόλωτον τὸν νοῦν καὶ τὴν καρδίαν καὶ δέχεσθαι τῆς χάριτος τῆς σῆς τὰς λαμπηδόνας καὶ καταυγάζεσθαι ἀεὶ τὰς τῆς ψυχῆς αἰσθήσεις καὶ θείους λόγους μυστικῶς ἐνηχεῖσθαι καὶ ἄλλους διδάσκειν πράως καὶ αὐτὸς διδάσκεσθαι ὡσαύτως; ὁ λέγων γὰρ καὶ ἑαυτῷ τὰ λεγόμενα λέγει καὶ πρῶτος οὗτος τοῦ ποιεῖν πάντως ταῦτα ὀφείλει· ἐκ τούτων τοίνυν λέγε μοι, ὦ θεέ μου καὶ πλάστα, ποῖον ὑπάρχει κρεῖσσόν μοι, ποῖόν ἐστι συμφέρον, ποῖον δὲ σοὶ εὐάρεστον καὶ τέλειον ὑπάρχει;

ναὶ δή, μὴ κρύψῃς ἀπ’ ἐμοῦ, ὦ πανοικτίρμον λόγε. ἄκουσον, ὅπερ ἐρωτᾷς· γράψον, ἅπερ ἀκούεις· ἐγὼ θεὸς προάναρχος, ἐγὼ δεσπότης φύσει τῶν οὐρανῶν τε βασιλεὺς καὶ τῶν καταχθονίων, καὶ πάντες μὴ βουλόμενοι ἐμοὶ δοῦλοι τελοῦσι· κτίστης τῶν πάντων γὰρ ἐγὼ καὶ κριτὴς καὶ δεσπότης καὶ νῦν εἰμι καὶ ἔσομαι εἰς αἰῶνας αἰώνων, †ἀλλ’ οὐ βουλόμενον ποτὲ καταναγκάζω† αὐτεξούσιον θέλω δέ, αὐτοπροαίρετόν γε τήν τε δουλείαν γίνεσθαι, τὸν φόβον ἐνεργεῖσθαι καὶ τὴν ἀγάπην δείκνυσθαι παρὰ τῶν ὑπηκόων· τοιούτους γὰρ τοὺς δούλους μου, τοιούτους τοὺς μισθίους, τοιούτους καὶ τοὺς φίλους μου ἐπιποθῶ τοῦ εἶναι· τοὺς δ’ ἄλλους οὔπω ἔγνωκα οὐδ’ ὑπ’ αὐτῶν ἐγνώσθην· διὸ σκληρόν με λέγουσιν, ἀσυμπαθῆ καλοῦσιν, ἄδικον ὀνομάζουσι τὰ τοῦ ἀδίκου τέκνα. οἱ οὖν ἐμὲ ὑβρίζοντες ἐμέ τε λοιδοροῦντες, ἐμὲ κατονειδίζοντες σοὶ πῶς ὑποταγῶσιν ἢ πῶς σε καταδέξονται διδάσκαλον, εἰπέ μοι; οἱ λύκοι δὲ ποιμένα σε πῶς ἆρα λογιοῦνται ἢ πῶς ἀκολουθήσουσι φωνῇ σου θῆρες ὄντες; ἔξελθε, φύγε καὶ γενοῦ ἐκ μέσου τῶν τοιούτων· καὶ σεαυτὸν εἰ σώσεις γάρ, ἀρκετόν σοι ὑπάρξει· εἰ δὲ τὸν κόσμον σώσειας, σεαυτὸν δ’ ἀπολέσεις, τί σοι τοῦ κόσμου ὄφελος τοῦ διὰ σοῦ σωθέντος;

οὐ βούλομαι ποιμαίνειν σε τινὰ τῶν μὴ θελόντων, ὅρα, ὅτι ἐφύλαξα τοῦτο κἀγὼ ἐν κόσμῳ· τῶν βουλομένων γὰρ ἐγὼ καὶ ποιμὴν καὶ δεσπότης, τῶν δ’ ἄλλων κτίστης μέν εἰμι καὶ θεὸς κατὰ φύσιν, οὐ μὴν δὲ πέλω βασιλεύς, οὐκ ἀρχηγὸς εἰς ἅπαν τῶν μὴ ἀράντων τὸν σταυρὸν κἀμοὶ ἀκολουθούντων· τοῦ ἐναντίου γάρ εἰσι τέκνα, δοῦλοι καὶ σκεύη. βλέπε μυστήρια φρικτά, βλέπε ἀναισθησίαν, βλέπε καὶ θρήνει δι’ αὐτούς, εἰ δυνατὸν καθ’ ὥραν· ἐκ σκότους γὰρ καλούμενοι πρὸς ἀνέσπερον φέγγος, ἐκ τοῦ θανάτου πρὸς ζωήν, εἰς οὐρανοὺς ἐξ ᾅδου, ἐκ τῶν προσκαίρων καὶ φθαρτῶν πρὸς αἰωνίαν δόξαν ὀργίζονται καὶ μαίνονται κατὰ τῶν διδασκάλων καὶ κατ’ αὐτῶν συρράπτουσιν ἐπιβουλὰς παντοίας καὶ προαιροῦνται τοῦ θανεῖν ἢ σκότους ἀποστῆναι καὶ τῶν τοῦ σκότους πράξεων κἀμοὶ ἀκολουθῆσαι. τούτους, εἰπέ, πῶς ποιμανεῖς, πῶς τούτων προηγήσῃ; πῶς ὁδηγήσεις, λέγε μοι, πρὸς πῦρ αὐτομολοῦντας, προστιθεμένους τῷ ἐχθρῷ καὶ σὺν αὐτῷ προθύμως τὰ ἐναντία τῶν ἐμῶν προσταγμάτων ποιοῦντας; πῶς ποιμανεῖς ὡς πρόβατα, πῶς εἰσάξεις, εἰπέ μοι, τῶν ἐντολῶν μου πρὸς νομάς, πρὸς ὕδωρ θελημάτων ἐμῶν, ἐξάξεις δὲ αὐτοὺς πρὸς νοητά τε ὄρη θεωριῶν τῶν μυστικῶν, δόξης μου τῆς ἀρρήτου, δι’ ἧς οἱ ταύτην βλέποντες καταφρονοῦσι δόξης τῆς κάτω καὶ τῶν αἰσθητῶν πάντων ἀμνημονοῦσι καὶ ὡς σκιὰν καὶ ὡς καπνὸν ταῦτα πάντα ἡγοῦνται;

εἰπέ, πῶς τὸν ἀντίδικον συνήγορόν σου κτήσῃ; πῶς τὸν πολέμιον ἐχθρὸν φίλον σου πείσεις εἷναι; εὐκόλως γὰρ οἱ φίλοι μὲν ἐχθροὶ γίνονται μᾶλλον μικρὰν εὑρόντες πρόφασιν, οἱ ἐχθροὶ δὲ δυσκόλως γενέσθαι φίλοι δύνανται, κἂν εὐεργετηθῶσι, κἂν δωρεῶν μετάσχωσιν ὑψηλῶν καὶ μεγάλων· ἐγκεκρυμμένον ἔχουσι τὸν ἰὸν ἐν καρδίᾳ, ὅνπερ καιροῦ δραξάμενοι ἐξεμοῦσιν ἀθρόως καὶ εὐεργέτας τοὺς αὐτῶν ἀνηλεῶς, ἀσπλάγχνως ἀποκτεῖναι οὐ φρίττουσιν· ὢ μανίας ἐσχάτης· οὗτοι τοῦ Κάϊν μιμηταί, οὗτοι τοῦ Λάμεχ χείρους, οὗτοι Σαοὺλ ὁμότροποι, μιμηταὶ τῶν Ἑβραίων καὶ τοῦ Ἰούδα ζηλωταί, ἀγχόνης κληρονόμοι· τούτων ἡγεῖσθαι εἰ ζητεῖς, βλέπε ποῦ καταντήσεις· οὐ γὰρ ἐπιστραφήσονται, ἔνθα ἂν σὺ θελήσῃς, ἀλλ’ ἐν ὁδῷ σε τῇ αὐτῶν ἀναγκάσουσι βαίνειν καὶ πρῶτον εἰς ἀπώλειαν ἐμπεσεῖν πρὸ ἐκείνων καὶ κατωτέρω κατελθεῖν εἰς πυθμένα τοῦ ᾅδου, ὡς ἐπακολουθοῦντάς σοι ἔχων πάντως κἀκείνους· εἰ δὲ μὴ βουληθῇς αὐτοῖς ὅλως ὁμοιωθῆναι συναπαχθῆναί τε αὐτῶν ταῖς βουλαῖς μὴ θελήσῃς μηδὲ ταῖς πράξεσιν αὐτῶν ταῖς κακαῖς κοινωνῆσαι, στάσιν, μάχην καὶ πόλεμον ἀκατάλλακτον ἕξεις· ὑφ’ ὧν τί σοι γενήσεται, τί δὲ συμβήσεταί σοι τί κερδανεῖς τε;

ἄκουσον, καὶ λέξω σοι συντόμως· πρὸ πάντων εἶναι δοῦλός μου ὅλως οὐκ ἐξισχύσεις· ἐμὸν γὰρ δοῦλον μάχεσθαι οὐ βούλομαι παράπαν· μῖσός τε κτήσονται πρὸς σὲ ἄσχετον καὶ πρὸς φόνον ὁρμήσουσι τὸν κατὰ σοῦ φανερῶς καὶ λαθραίως, καὶ τοῦ ἐκείνων κρίματος σὺ δώσεις τὰς εὐθύνας· οὐδὲν γὰρ ὁ σὸς θάνατος ὠφελήσει τοὺς ἄλλους, καθὼς ὑπῆρξεν ὁ ἐμὸς θάνατος ζωὴ κόσμου, ἀλλὰ κἀκείνοις αἴτιος τοῦ κρίματος γενήσῃ καὶ σὺ ἀπαρρησίαστος ἐξέλθῃς ἐκ τοῦ βίου. κρεῖσσον τοίνυν ποιμαίνεσθαι καὶ μὴ ποιμαίνειν ὅλως τοιούτους, ἀλλὰ μάλιστα τῶν ἰδίων φροντίζειν καὶ εὔχεσθαι ὑπὲρ αὐτῶν καὶ ἁπάντων ἀνθρώπων τοῦ ἐπιστρέψαι καὶ ἐλθεῖν εἰς ἐπίγνωσιν πάντας διδάσκειν τε καὶ κατηχεῖν τούτων τοὺς βουλομένους· μὴ ἀναγκάζῃς δὲ αὐτοὺς ποιεῖν, ἅπερ διδάσκεις, ἀλλὰ τοὺς λόγους τοὺς ἐμοὺς λέγε καὶ παρακάλει φυλάττειν τούτους ὡς ζωῆς αἰωνίου προξένους· αὐτοὶ δ’ οἱ λόγοι στήσονται, ὅταν ἔλθω τοῦ κρῖναι, καὶ τούτων πάντων ἕκαστον κρινοῦσι κατ’ ἀξίαν, καὶ σὺ μενεῖς ἀνεύθυνος, ἀκατάκριτος πάντῃ, ὅτι οὐκ ἔκρυψας ἐμῶν ἀργύριον λογίων, ἀλλ’ ὅσον εἴληφας αὐτὸς κατεβάλου τοῖς πᾶσι. τοῦτο ἐμοὶ ἀποδεκτόν, τοῦτο τῶν ἀποστόλων καὶ μαθητῶν μου γέγονε κατὰ τὰς ἐντολάς μου ἔργον, κηρύξαι με θεὸν εἰς τὸν σύμπαντα κόσμον, καὶ τὰ ἐμὰ θελήματα καὶ τὰ προστάγματά μου διδάξαι καὶ καταλιπεῖν ἐγγράφως τοῖς ἀνθρώποις.

οὕτως καὶ σὺ ἀγώνισαι ποιῆσαι καὶ διδάξαι· τοὺς δὲ μὴ θέλοντας ἐμῶν λόγων ὅλως ἀκούειν, λέγε, ὡς εἶπον καὶ ἐγὼ πρὸς τοὺς τότε εἰπόντας, ὅτι σκληρὸς ὁ λόγος σου καὶ τίς αὐτοῦ ἀκούειν δυνήσεται, καὶ ἔφην γε· εἰ μὴ θέλετε οὕτως, ὑπάγετε, ὡς βούλεσθε ἕκαστος καὶ ποιεῖτε· τῇ ἐξουσίᾳ τῇ αὐτῶν τὸ πᾶν καὶ προαιρέσει καταλιπὼν τὸν θάνατον ἢ τὴν ζωὴν ἑλέσθαι· οὐδεὶς γὰρ γέγονέ ποτε καλὸς ἀπροαιρέτως οὐδὲ πιστὸς ὁ ἄπιστος καὶ μὴ θέλων ὑπάρξει οὐδὲ φιλόθεός ποτε ὁ φιλόκοσμος ἔσται, οὐκ ἀβουλήτως ὁ σκαιὸς μεταστρέψει τὴν γνώμην τὴν ἑαυτοῦ καὶ ἀγαθὸς γενήσεται εἰς ἅπαν· οὐδεὶς γὰρ γέγονε κακὸς φύσει ἀλλὰ προθέσει· οὕτω καὶ πάλιν ἐκ κακοῦ καὶ πονηροῦ προθέσει καὶ γνώμῃ καλὸς καὶ ἀγαθός, εἰ θέλει, γενήσεται, μὴ θέλων δὲ οὐδαμῶς τοῦτο ἔσται. οὐδεὶς μὴ θέλων ἀρετὴν κατώρθωσεν ἐν κόσμῳ, οὐδεὶς μὴ θέλων σώζεται· πλέον τούτου μὴ ζήτει· σπούδασον σῶσαι δὲ σαυτὸν καὶ τοὺς ἀκούοντάς σου, εἰ ἄρα εὕροις ἐπὶ γῆς ἄνθρωπον τοῦ ἀκούειν ἔχοντα ὦτα καὶ τῶν σῶν ἐπακούοντα λόγων. οὕτως ποιήσω, δέσποτα, καθὼς προσέταξάς μοι, ἀλλὰ τὴν σὴν βοήθειαν, ἀλλὰ τὴν σήν μοι χάριν τῷ ἀναξίῳ δώρησαι δούλῳ σου, ὦ θεέ μου, ἵνα ἀεὶ δοξάζω σε καὶ ἀνυμνῶ σὸν κράτος ἀκαταπαύστοις ἐν φωναῖς εἰς αἰῶνας αἰώνων· ἀμήν.