Ἔργον
Συμεὼν ὁ Νέος Θεολόγος – Ὕμνοι
Ο θείος έρωτας και η ένωση με το άκτιστο φως
Θεολογικοί ύμνοι για την υπερβατική εμπειρία της θεοπτίας, την άκτιστη θεία δόξα και την κατά χάριν θέωση του ανθρώπου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο θείος έρωτας και η ένωση με το άκτιστο φως
Θεολογικοί ύμνοι για την υπερβατική εμπειρία της θεοπτίας, την άκτιστη θεία δόξα και την κατά χάριν θέωση του ανθρώπου.
Τοῦ αὐτοῦ τετράστιχα τὸν πρὸς θεὸν αὐτοῦ ἐντεῦθεν δεικνύοντα ἔρωτα. Πῶς καὶ πῦρ ὑπάρχεις βλύζον, πῶς καὶ ὕδωρ ᾖς δροσίζον; πῶς καὶ καίεις καὶ γλυκαίνεις, πῶς φθορὰν ἐξαφανίζεις; πῶς θεοὺς ποιεῖς ἀνθρώπους, πῶς τὸ σκότος φῶς ἐργάζῃ; πῶς ἀνάγεις ἐκ τοῦ ᾅδου, πῶς θνητοὺς ἐξαφθαρτίζεις; πῶς πρὸς φῶς τὸ σκότος ἕλκεις, πῶς τὴν νύκτα περιδράσσῃ; πῶς καρδίαν περιλάμπεις, πῶς με ὅλον μεταβάλλεις; πῶς ἑνοῦσαι τοῖς ἀνθρώποις, πῶς υἱοὺς θεοῦ ἐργάζῃ; πῶς ἐκκαίεις σου τῷ πόθῳ πῶς τιτρώσκεις ἄνευ ξίφους; πῶς ἀνέχῃ, πῶς βαστάζεις, πῶς εὐθὺς οὐκ ἀποδίδως; πῶς ὑπάρχων ἔξω πάντων βλέπεις πάντων τὰ πρακτέα; πῶς μακρὰν ἡμῶν τυγχάνων καθορᾷς ἑκάστου πρᾶξιν; δὸς ὑπομονὴν σοῖς δούλοις, μὴ καλύψῃ τούτους θλῖψις.
Ἔντευξις εἰς θεόν. Καὶ ὅπως θεῷ συναπτόμενος καὶ δόξαν θεοῦ ὁρῶν ἐν ἑαυτῷ ἐνεργοῦσαν ἐξεπλήττετο. Πῶς σε ἐντός μου προσκυνῶ, πῶς δὲ μακράν σε βλέπω; πῶς ἐν ἐμοὶ κατανοῶ, ἐν οὐρανῷ δ’ ὁρῶ σε; σὺ μόνος οἶδας ὁ ποιῶν ταῦτα καὶ λάμπων ὥσπερ ἥλιος ἐν καρδίᾳ μου τῇ ὑλικῇ ἀΰλως· ὁ διαυγάσας μοι τὸ φῶς τῆς δόξης σου, θεέ μου, διὰ τοῦ ἀποστόλου σου καὶ μαθητοῦ καὶ δούλου, τοῦ παναγίου Συμεών, αὐτὸς καὶ νῦν μοι λάμψον καὶ δίδαξον ἐν πνεύματι ὕμνους ἐκείνῳ ᾆσαι καινοὺς ὁμοῦ καὶ παλαιούς, θείους καὶ κεκρυμμένους, ἵν’ ἐξ ἐμοῦ θαυμαστωθῇ ἡ γνῶσίς σου, θεέ μου, καὶ ἡ σοφία ἡ πολλὴ παραδειχθῇ μειζόνως, καὶ πάντες σε αἰνέσουσιν ἀκούσαντες, Χριστέ μου, ὅτι καιναῖς ἐγὼ λαλῶ γλώσσαις τῇ χάριτί σου.
ἀμήν, γένοιτο, κύριε, κατὰ τὸ θέλημά σου· ἐγὼ πονῶ, ἐγὼ ἀλγῶ τὴν ταπεινὴν ψυχήν μου, ὅταν φανῇ ἐντὸς αὐτῆς λάμψαν τρανῶς τὸ φῶς σου· ὁ πόθος πόνος παρ’ ἐμοὶ καὶ καλεῖται καὶ ἔστιν, ἄλγος τῷ μὴ ἰσχύειν με ὅλον περιλαβεῖν σε καὶ κορεσθῆναι, ὡς ποθῶ, ὑπάρχει μοι καὶ στένω· ὅμως ὅτι καὶ βλέπω σε, ἀρκετόν μοι καὶ τοῦτο, καὶ δόξα ἔσται καὶ χαρὰ καὶ στέφος βασιλείας καὶ ὑπὲρ πάντα τὰ τερπνὰ καὶ ποθεινὰ τοῦ κόσμου· τοῦτο καὶ τῶν ἀγγέλων με ὅμοιον ἀποδείξει, ἴσως καὶ μείζονα αὐτῶν, δέσποτά μου, ποιήσει· εἰ γὰρ ἀόρατος αὐτοῖς ὑπάρχεις τῇ οὐσίᾳ τῇ φύσει τε ἀπρόσιτος, ἐμοὶ δὲ καθορᾶσαι, †πάντως καὶ τῇ τῆς φύσεώς σου† μίγνυσαί μοι οὐσίᾳ· οὐ γὰρ διΐστανται τὰ σά, οὐ τέμνονται δὲ ὅλως, ἀλλ’ ἡ φύσις οὐσία σου καὶ ἡ οὐσία φύσις· τῆς οὖν σαρκός σου μετασχὼν τῆς φύσεως μετέχω καὶ τῆς οὐσίας ἀληθῶς τῆς σῆς μεταλαμβάνω· συγκοινωνὸς θεότητος ἀλλὰ καὶ κληρονόμος γινόμενος ἐν σώματι μείζων τῶν ἀσωμάτων, ὑπολαμβάνω, γίνομαι, υἱὸς θεοῦ, ὡς εἶπας οὐ πρὸς ἀγγέλους, πρὸς ἡμᾶς† δὲ† θεοὺς οὕτω καλέσας· ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες· δόξα τῇ εὐσπλαγχνίᾳ σου καὶ τῇ οἰκονομίᾳ, ὅτι ἄνθρωπος γέγονας θεὸς ὢν κατὰ φύσιν ἀτρέπτως ἀσυγχύτως τε μείνας τοῦτο κἀκεῖνο καὶ θεόν με πεποίηκας βροτὸν ὄντα τὴν φύσιν, θέσει καὶ χάριτι τῇ σῇ διὰ τοῦ πνεύματός σου τὰ διεστῶτα ὡς θεὸς παραδόξως ἑνώσας.
Τίσι θεὸς ἐμφανίζεται καὶ τίνες ἐν ἕξει γίνονται τοῦ καλοῦ διὰ τῆς τῶν Τίσι θεὸς ἐμφανίζεται καὶ τίνες ἐν ἕξει γίνονται τοῦ καλοῦ διὰ τῆς τῶν ἐντολῶν ἐργασίας. Πῶς βλέπεις κεκρυμμένος ὤν, πῶς ἐφορᾷς τὰ πάντα; πῶς οὐχ ὁρᾶσαι παρ’ ἡμῶν, ἡμᾶς ὁρᾷς δὲ πάντας; ἀλλ’ οὐχὶ πάντας, οὓς ὁρᾷς, καὶ γινώσκεις, θεέ μου, ἀλλὰ τοὺς ἀγαπῶντάς σε μόνους φιλῶν γινώσκεις καὶ κατ’ ἐξαίρετον αὐτοῖς σεαυτὸν ἐμφανίζεις· ἥλιος κεκρυμμένος ὢν πάσῃ βροτείᾳ φύσει ἐξανατέλλεις ἐν τοῖς σοῖς, ὁρᾶσαι παρ’ ἐκείνων, καὶ ἀνατέλλουσιν ἐν σοὶ οἱ πρὶν ἐσκοτισμένοι· πόρνοι, μοιχοὶ καὶ ἄσωτοι, ἁμαρτωλοί, τελῶναι μετανοοῦντες γίνονται υἱοὶ φωτός σου θείου· τὸ φῶς δὲ φῶς πάντως γεννᾷ, φῶς οὖν καὐτοὶ τελοῦσι, τέκνα θεοῦ, ὡς γέγραπται, θεοί τε κατὰ χάριν.
ὅσοι καλῶς φυλάξουσι τὰς θείας ἐντολάς σου, ὅσοι κόσμον ἀρνήσονται τὸν μάταιον καὶ πλάνον, ὅσοι γονεῖς καὶ ἀδελφοὺς μισήσουσιν ἀμίσως ὡς ξένους ἡγησάμενοι τῷ βίῳ παροδίτας, ὅσοι γυμνοὶ γενήσονται πλούτου τε καὶ χρημάτων καὶ τὴν προσπάθειαν αὐτῶν ἀρνήσονται εἰς ἅπαν, ὅσοι τὴν δόξαν τὴν κενήν, ἀνθρώπων τοὺς ἐπαίνους ἀπὸ ψυχῆς βδελύξονται διὰ τὴν ἄνω δόξαν, ὅσοι θέλημα ἴδιον ἐξέκοψαν τελείως καὶ ὡς ἄκακα πρόβατα ἐγένοντο τοῖς ποιμέσιν, ὅσοι νεκροὶ τῷ σώματι πρὸς πᾶσαν κακὴν πρᾶξιν γεγόνασιν ἱδρώσαντες εἰς ἀρετῶν τοὺς πόνους καὶ μόνῳ τῷ θελήματι ζῶντες τοῦ κυβερνήτου ὑπακοῇ νεκρούμενοι ζωούμενοί τε αὖθις, ὅσοι τῷ φόβῳ τοῦ θεοῦ καὶ μνήμῃ τοῦ θανάτου καθ’ ἑκάστην δακρύουσι νύκτα τε καὶ ἡμέραν καὶ νοερῶς προσπίπτουσι τοῖς ποσὶ τοῦ δεσπότου ἔλεος ἐξαιτούμενοι καὶ ἄφεσιν σφαλμάτων· οὗτοι ἐν ἕξει γίνονται τοῦ καλοῦ διὰ πάσης τῆς ἐργασίας τῶν καλῶν, θρηνοῦντες καθ’ ἑκάστην καὶ ἐπιμόνως κρούοντες ἔλεος ἐπισπῶνται· οὗτοι δεήσεσι συχναῖς φωναῖς τε ἀλαλήτοις καὶ τῶν δακρύων ταῖς ῥοαῖς ψυχὴν ἐκκαθαίρουσι· καθαιρομένην δὲ αὐτὴν βλέποντες οἱ τοιοῦτοι πῦρ πόθου προσλαμβάνονται καὶ πῦρ ἐπιθυμίας τοῦ τέλεον θεάσασθαι ταύτην ἐκκαθαρθεῖσαν.
ἐπεὶ δὲ τέλος τοῦ φωτὸς εὑρεῖν ἀδυνατοῦσιν, ἀτέλεστος ἡ κάθαρσις ὑπάρχει τοῖς τοιούτοις· ὅσον γὰρ καθαρθήσομαι καὶ λαμπρυνθῶ ὁ τάλας, ὅσον δ’ ἂν καὶ ὀφθήσεται τὸ καθαῖρον με πνεῦμα, ἀρχή μοι πάντοτε δοκεῖ καὶ καθαρμοῦ καὶ θέας· ἐν ἀορίστῳ γὰρ βυθῷ, ἐν ἀμετρήτῳ ὕψει τίς ἐφευρεῖν δυνήσεται μεσότητα ἢ τέλος; οἶδα, ὅτι πολύ ἐστι, τὸ δὲ ποσὸν οὐκ οἶδα· ἐπιποθῶ τοῦ πλείονος καὶ πάντοτε στενάζω, ὅτι ὀλίγον τὸ δοθέν, εἰ καὶ πολὺ ἡγοῦμαι πρὸς τὸ ὑπονοούμενον μακρόθεν μου τυγχάνειν· ὅπερ ὁρῶν ἐπιθυμῶ καὶ δοκῶ μηδὲν ἔχειν, μὴ αἰσθανόμενος ὅλως τοῦ δοθέντος μοι πλούτου· ὅτι ὁρῶ τὸν ἥλιον, οὐ λογίζομαι τοῦτο· καὶ πῶς;
ἄκουσον, πίστευσον, ὅπερ ἐγὼ πανθάνω· γλυκύς ἐστιν ὁ ἥλιος ἀρρήτως ἐν αἰσθήσει ἕλκων εἰς πόθον τὴν ψυχὴν ἀνέκφραστον καὶ θεῖον· ὁρῶσα φλέγεται αὕτη καὶ καίεται τῷ πόθῳ καὶ ὅλον τὸ φαινόμενον κατασχεῖν ἔνδον ταύτης θέλει, ἀλλὰ οὐ δύναται, καὶ λυπεῖται ἐν τούτῳ καὶ οὐ λογίζεται καλὸν ἢ ὁρᾶν ἢ πανθάνειν· ὅτε οὖν ὁ ὁρώμενος ἀχώρητος ὢν πᾶσιν, ἀπρόσιτος ἐπαληθῶς θελήσει ἐλεῆσαι τὴν τεθλιμμένην μου ψυχὴν καὶ τεταπεινωμένην, αἴφνης οἷος ὁρᾶταί μοι πρὸ προσώπου ἐκλάμπων, τοιοῦτος ὅλος ἐν ἐμοὶ ὁρᾶται ἐξαστράπτων καὶ ὅλος ὅλης με χαρᾶς, πάσης ἐπιθυμίας ἐμπιπλᾷ καὶ γλυκύτητος τὸν ταπεινὸν τῆς θείας· ἀθρόα ἡ μεταβολή, ἡ ἀλλοίωσις ξένη τὸ ἐν ἐμοὶ τελούμενον ἀνέκφραστον τυγχάνει· εἰ γὰρ τοῦτον τὸν ἥλιον, ὅνπερ πάντες ὁρῶμεν, ἔνδον ἐν τῇ καρδίᾳ τις ἔβλεψε κατελθόντα καὶ ὅλον ἐνοικήσαντα καὶ λάμποντα ὡσαύτως, οὐχὶ νεκρὸς τῷ θαύματι καὶ ἄφωνος ὑπῆρξε, καὶ πάντες ἐξεπλάγησαν οἱ τοῦτον κατιδόντες; ὁ δὲ τὸν τούτου ποιητὴν ὁρῶν φωστῆρος δίκην ἐντὸς αὐτοῦ ἐκλάμποντα, ἐνεργοῦντα, λαλοῦντα, πῶς ἂν οὐκ ἐκπλαγήσεται βλέπων, πῶς ἂν οὐ φρίξει, πῶς ἂν οὐκ ἀγαπήσειε τὸν τὴν ζωὴν διδόντα; ἄνθρωποι τοὺς ὁμοίους αὐτοῖς ἀνθρώπους ἀγαπῶσιν, ὅταν τῶν ἄλλων πλέον τι δοκῶσιν ὑπερέχειν, τὸν δὲ τῶν πάντων ποιητήν, τὸν ἀθάνατον μόνον, τὸν πᾶσι πάντα δυνατόν, τίς ἰδὼν οὐ ποθήσει;
ἐξ ἀκοῆς πιστεύσαντες ἠγάπησαν οἱ πλείους καὶ δι’ αὐτὸν ἀπέθανον οἱ ἅγιοι καὶ ζῶσιν· οἱ δὲ καὶ θέας τῆς αὐτοῦ καὶ φωτὸς μετασχόντες γνωσθέντες καὶ γνωρίσαντες αὐτὸν πῶς μὴ ποθοῦσιν, εἰπέ, πῶς οὐ πενθήσουσι δι’ αὐτὸν ἀεννάως, πῶς οὐ καταφρονήσουσι κόσμου καὶ τῶν ἐν κόσμῳ, πῶς δὲ οὐκ ἀπαρνήσονται πᾶσαν τιμὴν καὶ δόξαν; ὑπὲρ τὴν δόξαν τὴν ἐν γῇ, ὑπὲρ πᾶσαν τιμὴν δὲ γενόμενοι τὸν ἔξω γῆς, ἔξω τῶν ὁρωμένων πάντων, μᾶλλον δὲ τὸν ποιήσαντα τὰ ὁρώμενα πάντα, ναὶ δὴ καὶ τὰ ἀόρατα, ποθήσαντες δεσπότην καὶ δόξαν τὴν ἀθάνατον εὑρόντες καὶ λαβόντες καὶ ἔχοντες ἀνελλιπῶς πᾶν ἀγαθὸν ἐκεῖθεν, ἀλλὰ καὶ πᾶσαν ἔφεσιν, πᾶσαν ἐπιθυμίαν τῶν αἰωνίων ἀγαθῶν, τῶν πραγμάτων τῶν θείων, ἐξ αὐτῆς κατεπλούτησαν πηγῆς τῆς ἀειζώου· ἧς κορεσθῆναι, δέσποτα, δὸς καὶ ἡμῖν πλουσίως καὶ πᾶσι τοῖς ζητοῦσί σε καὶ ποθοῦσιν ἐκθύμως, ὡς ἂν τρυφήσωμεν καὐτοὶ μετὰ τῶν σῶν ἁγίων τῶν αἰωνίων ἀγαθῶν εἰς αἰῶνας αἰώνων· ἀμήν.
Ὅτι ὁ τοῦ ἁγίου πνεύματος μέτοχος γεγονὼς ὑπὸ τοῦ φωτὸς ἁρπαζόμενος αὐτοῦ ἐπάνω πάντων φέρεται τῶν παθῶν μὴ βλαπτόμενος τῷ πλησιασμῷ ὑπ’ αὐτῶν. Αἲ αἲ θεέ μου, κύριε, παντοκράτορ· τίς χορτασθῇ σου τοῦ ἀοράτου κάλλους; τίς ἐμπλησθῇ σου τῆς ἀκαταληψίας; τίς ἀξίως πορευθῇ τῶν ἐντολῶν σου καὶ τὸ φῶς θεάσεται τοῦ σοῦ προσώπου μέγα, θαυμαστόν, μὴ χωρούμενον ὅλως ἐν τούτῳ τῷ βαρεῖ καὶ σκοτεινώδει κόσμῳ, τὸ τὸν ὁρῶντα ἀφαιρούμενον κόσμου μετὰ σώματος; ὢ μυστηρίου ξένου· †τίς ὁ τὸ τεῖχος παρελθὼν τῆς σαρκὸς αὐτοῦ;† τίς ὁ διαβὰς τῆς φθορᾶς τὸ γνοφῶδες καὶ κόσμον πάντα καταλείψας ἐκρύβη; βαβαὶ γνώσεως καὶ λόγων εὐτελείας· ποῦ γὰρ ἐκρύβη ὁ τὸν κόσμον περάσας καὶ πάντων ἔξω γενόμενος, ὧν βλέπει;
λέγε, σοφία σοφῶν ἠθετημένη, ἵνα μὴ λέγω θεῷ μεμωραμένη, ὥς φησι Παῦλος καὶ πᾶς τις θεοῦ δοῦλος· οὗτος ἐπιθυμιῶν ἀνὴρ τῶν τοῦ πνεύματος, οὗτος σώματι σώμασι πλησιάζων δύναται τῷ πνεύματι ἅγιος εἶναι· ἔξω γὰρ κόσμου καὶ τῶν σωμάτων τούτων οὐδὲ ὄρεξίς ἐστι σαρκικοῦ πάθους, ἀλλ’ ἀπάθειά τις· ὁ ταύτην φιλήσας καὶ ἐκ τοῦ φιλήματος ζωὴν κερδήσας, εἰ γὰρ καὶ βλέπεις δῆθεν ἀσχημονοῦντα καὶ πρὸς τὴν πρᾶξιν ὥσπερ αὐτομολοῦντα, νεκρὸν τὸ σῶμα γίνωσκε τοῦτο πράττειν· οὐ λέγω δίχα ψυχῆς, δι’ ἧς κινεῖται, ἀλλὰ τῆς κακῆς ἐκτὸς ἐπιθυμίας· ἡ γὰρ ἡδονὴ τῆς καλῆς ἀπαθείας καὶ τὸ ἐξ αὐτῆς φιλοῦν με φῶς ἀρρήτως ὅλον μου τὸν νοῦν ἐξιστῶν ἀφαρπάζει καὶ γυμνὸν αὐτὸν κρατοῦν χειρὶ ἀΰλῳ πεσεῖν οὐκ ἐᾷ τῆς αὐτοῦ με ἀγάπης ἢ ἐννοῆσαι λογισμὸν ἐμπαθείας, ἀλλὰ κατασπάζεται ἀδιαλείπτως, καὶ τὴν ψυχήν μου ὁ πόθος καταφλέγει, καὶ οὐκ ἔστιν ἐν ἐμοὶ αἴσθησις ἄλλη· ὅσῳ γὰρ κόπρου καθαρώτατος ἄρτος τιμιώτερος καὶ ἡδύτερος πέλει, τοσούτῳ πλέον ἀσυγκρίτως τὰ ἄνω ὑπὲρ τὰ κάτω τοῖς καλῶς γεγευμένοις. καταισχύνθητι τῶν σοφῶν ἡ σοφία, ἡ τῆς ὄντως γνώσεως ἐστερημένη· ἡ γὰρ ἁπλότης τῶν ἡμετέρων λόγων ἔργῳ κέκτηται τὴν ἀληθῆ σοφίαν θεῷ πλησιάζουσα καὶ προσκυνοῦσα, ἐξ οὗ πᾶσα δίδοται ζωῆς σοφία, δι’ ἧς ἀναπλάττομαι ἢ καὶ θεοῦμαι θεὸν καθορῶν εἰς αἰῶνας αἰώνων· ἀμήν.
Ὅτι ὁ θάνατος τῇ λύπῃ καὶ τῶν στερροτέρων καθάπτεται. Ἤκουσα πρᾶγμα ξένον καὶ πλῆρες θάμβους· φύσιν ἄϋλον τὴν λίθου στερροτέραν ἶσ’ ἀδάμαντος καλουμένου παθοῦσαν, ὃς μὴ μαλαχθεὶς ἢ πυρὶ ἢ σιδήρῳ γέγονε κηρὸς ἐμπλεχθεὶς τῷ μολύβδῳ· ἄρτ’ ἐπίστευσα μικρὸν ὕδατος ῥεῦμα πέτρας τὸ στερρὸν ἐγχρονίζον κοιλαίνειν· καὶ ὄντως οὐδὲν ἄτρεπτον τῶν ἐν βίῳ· μηδείς μ’ ἐκ τοῦ νῦν ἀπατᾶν νομιζέτω· φεῦ τῷ βλέποντι τὰ φεύγοντα τοῦ βίου ὡς κρατούμενα καὶ τερπομένῳ τούτοις· ταὐτὰ πείσεται ἅπερ κἀγὼ ὁ τάλας· νύξ μ’ ἐχώρισεν ἀδελφοῦ γλυκυτάτου τὸ ἄτμητον φῶς τῆς ἀγάπης τεμοῦσα.
Ὅπως ὡράθη αὐτῷ θεὸς ὡς Παύλῳ καὶ Στεφάνῳ τοῖς ἀποστόλοις, ἐνταῦθα ὁ πατὴρ ἐκπληττόμενος διηγεῖται. Τί τὸ καινὸν τοῦ θαύματος τοῦ καὶ νῦν γινομένου; θεὸς καὶ νῦν ἁμαρτωλοῖς ἆρα ὁρᾶσθαι θέλει, ὁ πάλαι ἄνω ἀναβὰς καὶ καθεσθεὶς ἐν θρόνῳ ἐν οὐρανῷ τῷ πατρικῷ καὶ κεκρυμμένος πέλων; ἐκρύβη γὰρ ἐξ ὀφθαλμῶν τῶν θείων ἀποστόλων καὶ μόνος, ὡς ἠκούσαμεν, Στέφανος μετὰ ταῦτα ἀνεῳγότας οὐρανοὺς εἶδε καὶ τότε εἶπεν· ὁρῶ ἑστῶτα τὸν υἱὸν ἐκ δεξιῶν τῆς δόξης τῆς τοῦ πατρός· καὶ παραυτὰ ὡς βλάσφημα λαλήσας λιθοβολεῖται πρὸς αὐτῶν τῶν νομοδιδασκάλων καὶ θνῄσκει νόμῳ φύσεως καὶ ζῇ εἰς τοὺς αἰῶνας· πλὴν ἦν αὐτὸς ἀπόστολος, ἧν καὶ ἡγιασμένος καὶ ἔμπλεως τοῦ πνεύματος ὅλος τοῦ παναγίου, ἀρχὴ δὲ τοῦ κηρύγματος, καὶ πλῆθος τῶν ἀπίστων, οἳ τῷ Χριστῷ πιστεύοντες διὰ τῶν ἀποστόλων καὶ τὴν χάριν ἐλάμβανον πίστεως οὖσαν δῶρον· νῦν δὲ τί ἆρα βούλεται τὸ ξένον τοῦτο πρᾶγμα τὸ ἐν ἐμοὶ γινόμενον, τί δὲ ἂν θέλοι εἶναι ἡ φοβερὰ κατάπληξις τοῦ νυνὶ τελουμένου; τίς ὁ ἄρτι δεικνύμενος τρόπος φιλανθρωπίας, ξένος πλοῦτος χρηστότητος, ἄλλη πηγὴ ἐλέους πολὺ τὸ πλέον ἔχουσα τῶν πάλαι γεγονότων;
πολλοὶ γὰρ ἠλεήθησαν θείᾳ φιλανθρωπίᾳ, πλὴν καὶ αὐτοὶ προσέφερον ἴδιόν τι, τὴν πίστιν εἴτε καὶ ἄλλας ἀρετὰς καὶ πράξεις ἀποδέκτους, ἐγὼ δὲ πάντων ἐμαυτὸν τούτων ἐστερημένον κατανοῶν ἐξίσταμαι καὶ φέρειν οὐκ ἰσχύω τὰ εἰς ἐμὲ γινόμενα, τὸν ἄσωτον ἐκ μήτρας, παρὰ θεοῦ τοῦ κτίσαντος λόγῳ τὴν πᾶσαν κτίσιν, ἅπερ καὶ φρίττω ἐννοεῖν, πῶς δὲ καὶ λόγῳ γράψω; ποία χεὶρ λειτουργήσειε, ποῖος κάλαμος γράψει, ποῖος λόγος ἐκφράσειε, ποία γλῶσσα ἐξείποι, ποῖα χείλη λαλήσουσιν, ἃ ἐν ἐμοὶ ὁρῶνται γινόμενα, τελούμενα δι’ ὅλης τῆς ἡμέρας; καὶ γὰρ καὶ ἐν αὐτῇ νυκτὶ καὶ ἐν αὐτῷ τῷ σκότει βλέπω Χριστὸν τοὺς οὐρανοὺς φρικτῶς ἀνοίγοντά μοι αὐτόν τε παρακύπτοντα καὶ καθορώμενόν μοι ἅμα πατρὶ καὶ πνεύματι, φωτὶ τῷ τρισαγίῳ, ἓν ὂν ἐν τοῖς τρισὶ καὶ ἐν ἑνὶ τὰ τρία· αὐτὰ τὸ φῶς πάντως εἰσὶ καὶ τὸ φῶς ἓν τὰ τρία, ὃ καὶ ὑπὲρ τὸν ἥλιον φωτίζει τὴν ψυχήν μου καὶ καταλάμπει μου τὸν νοῦν ὄντα ἐσκοτισμένον· εἰ γὰρ ἑώρα μου ὁ νοῦς, ἐξ ἀρχῆς ἂν ἑώρα· ἀλλὰ τυφλός, πιστεύσατε, ὑπῆρχον καὶ μὴ βλέπων καὶ διὰ τοῦτο πλέον με τὸ θαῦμα καταπλήττει, †ὅταν† πῶς μου τὸν ὀφθαλμὸν τοῦ νοὸς διανοίγει καὶ πῶς τὸ βλέπειν δίδωσι καὶ βλεπόμενος ἔστιν· αὐτὸς γὰρ φῶς ἐν τῷ φωτὶ φαίνεται τοῖς ὁρῶσι καὶ οἱ ὁρῶντες ἐν φωτὶ αὐτὸν βλέπουσι πάλιν.
ἐν φωτὶ γὰρ τοῦ πνεύματος βλέπουσιν οἱ ὁρῶντες, καὶ οἱ ἐν τούτῳ βλέποντες τὸν υἱὸν καθορῶσιν· ὁ δὲ υἱὸν ἀξιωθεὶς ἰδεῖν πατέρα βλέπει πατέρα δὲ ὁ θεωρῶν σὺν υἱῷ πάντως βλέπει· ὅπερ καὶ νῦν, ὡς εἴρηται, ἐν ἐμοὶ ἐκτελεῖται καὶ τὰ ἀκατανόητα ποσῶς καταμανθάνω· καὶ νῦν μακρόθεν καθορῶ τὰ ἀθέατα κάλλη τῷ ἀπροσίτῳ τοῦ φωτός, τῷ ἀστέκτῳ τῆς δόξης καταπληττόμενος σφοδρῶς, συνεχόμενος τρόμῳ· πλὴν ὅτι μίαν καθορῶ ἐξ ἀβύσσου σταγόνα· ὡς ἐν σταγόνι δὲ τὸ πᾶν δείκνυται τῶν ὑδάτων, ὁποῖον τὴν ποιότητα καὶ ποταπὸν τὸ εἶδος, ὡς ἐξ ἄκρου τοῦ κρασπέδου ὅλον τὸ ὕφασμα καὶ ὥς φασιν ἐξ ὀνύχων τὸ θηρίον ὁ λέων, οὕτως ὅλον ἐν ὀλίγῳ ἀσπαζόμενος βλέπω αὐτόν τ’ ἐκεῖνον προσκυνῶ τὸν Χριστὸν καὶ θεόν μου· εἶχον δ’ ἐν διανοίᾳ μου μικρὰν παραμυθίαν τοῦ μὴ καταφλεχθῆναί με, τοῦ μὴ κατακαῆναι ὥσπερ κηρὸς ἀπὸ πυρός, ὡς εἶπεν ὁ προφήτης, τὸ μακρόθεν ὑπάρχειν με πυρὸς τοῦ ἀπροσίτου καὶ σκότους μέσον ἵστασθαι καὶ κρύπτεσθαι ἐν τούτῳ, ὅθεν ὡς ἐξ ὀπῆς μικρᾶς καὶ ὁρῶν ἰλιγγίων· ἐν τούτοις μου διάγοντος καὶ τὸν νοῦν ἀσχολοῦντος καὶ οἱονεὶ ἐν οὐρανῷ δοκοῦντος ἀτενίζειν καὶ τρέμοντος μὴ πλεῖόν με παραδειχθεὶς ἐκλείξῃ, αὐτὸν ἐκεῖνον εὕρηκα, ὃν μακρόθεν ἑώρων, ὃν Στέφανος ἑώρακεν οὐρανῶν ἀνοιγέντων καὶ Παῦλος πάλιν ὕστερον ἰδὼν ἀπετυφλώθη, ὅλον ὡς πῦρ ἐπαληθῶς μέσον ἐμῆς καρδίας· θροηθεὶς οὖν τῷ θαύματι καὶ τρομάξας μεγάλως ἐξέστην ὅλος ἐκλυθείς, ὅλος ἐξαπορήσας, μὴ φέρων τε τὸ ἄστεκτον τῆς δόξης ἀπεστράφην· ἐν τῇ νυκτί τε ἔφυγον αἰσθήσεων τῶν ὧδε καὶ σκεπασθεὶς τοῖς λογισμοῖς ἀπεκρύβην ἐν τούτοις, ὥσπερ ἐν μνήματι ἐμβάς, καὶ ἀντὶ λίθου τοῦτο τὸ σῶμα τὸ βαρύτατον ἐπιθεὶς ἐσκεπάσθην καὶ ἀπεκρύβην τῷ δοκεῖν τὸν πανταχοῦ παρόντα, τὸν πάλαι με ἐγείραντα νεκρὸν καὶ τεθαμμένον· φρίξας γὰρ καὶ μὴ ἰσχύων βλέπειν αὐτοῦ τὴν δόξαν ὑπεισελθεῖν προῄρημαι καὶ προσμεῖναι τῷ τάφῳ καὶ κατοικεῖν μετὰ νεκρῶν ζῶν αὐτὸς ἐν τῷ τάφῳ ἤπερ καταφλεχθῆναί με καὶ ἄρδην ἀπολέσθαι· ἐκεῖ πάντως καθήμενον δεῖ με θρηνεῖν ἀπαύστως καὶ κλαίειν χρὴ τὸν ἄσωτον, ὅτι τοῦ ποθουμένου ἀπέτυχον καὶ γέγονα κείμενος ἐν τῷ τάφῳ, ζῶν δὲ νεκρὸς ὑπόγειος λίθῳ κεκαλυμμένος ζωὴν εὗρον θεὸν αὐτόν, τὸν τὴν ζωὴν διδόντα, ᾧ πρέπει δόξα καὶ τιμὴ νῦν καὶ εἰς τοὺς αἰῶνας· ἀμήν.
Περὶ τοῦ ἑνὸς κατὰ πάντα τῆς τρισυποστάτου θεότητος θεολογία. Καὶ δι’ ὧν τῇ ταπεινώσει χρώμενος λέγει περὶ ἑαυτοῦ, τῶν δοκούντων εἶναί τι ἐντρέπει τὴν οἴησιν. Πῶς, ἅ ποτε ἠφάνισας, ἐν ἐμοὶ πάλιν ζῶσι καὶ σκότους με καὶ θλίψεως ἐμπιπλῶσι, θεέ μου, πάθη θυμοῦ τε καὶ ὀργῆς, ἐξ ὧν ἐγγίνεταί μοι ἀναθυμίασις, ἀχλὺς ἐπὶ τὴν κεφαλήν μου, καὶ πήρωσιν τοῖς νοεροῖς ὄμμασί μου ποιοῦσι; καὶ γὰρ ὥσπερ καλύπτονται καὶ καμμύειν τῷ ζόφῳ, οἴμοι, καταναγκάζονται, καὶ σοῦ ἀποστεροῦμαι, φωτός, οὗ πᾶς ἐφίεται, ὀλίγοι δ’ ἐκζητοῦσιν· ἀλλὰ καὶ οἱ ἀξιωθέντες σου μετασχεῖν τῶν ἀρρήτων καὶ ὑλικῶς μεταλαβεῖν ἐν ἀΰλῳ αἰσθήσει μυστηρίων τῶν φοβερῶν καὶ τοῖς πᾶσιν ἀφράστων γνῶναί τε τὴν ἀόρατον ἐν ὁρωμένοις δόξαν καὶ τὸ ξένον μυστήριον, ὃ ἐν κόσμῳ ἐπράχθη, κομιδῇ ὀλιγώτεροι εἰσίν, εὖ οἶδα πάντως, οἳ καὶ τούτων ἐγένοντο ἐν τρανῇ θεωρίᾳ παρὰ τοῦ ὄντος ἐν ἀρχῇ πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ πατρὸς σὺν {τῷ} πνεύματι υἱοῦ θεοῦ καὶ λόγου φωτὸς τρισσοῦ ἐν τῷ ἑνί, ἑνὸς ἐν τοῖς τρισὶ δέ· ἀμφότερα καὶ γὰρ ἓν φῶς· πατήρ, υἱὸς καὶ πνεῦμα, ἄτμητον ὂν ἐν τοῖς τρισὶ προσώποις ἀσυγχύτως, πλὴν ἡνωμένοις καὶ αὐτοῖς κατὰ τὴν θείαν φύσιν ἀρχῆς, δόξης, δυνάμεως, θελήματος ὡσαύτως· τὰ τρία γὰρ ὁρᾶταί μοι ὡς ἐν ἑνὶ προσώπῳ ὡραῖοι δύο ὀφθαλμοὶ φωτὸς πεπληρωμένοι· προσώπου δίχα ὀφθαλμοὶ πῶς βλέψουσιν, εἰπέ μοι;
πρόσωπον δ’ ἄνευ ὀφθαλμῶν οὐ χρὴ πάντως καλεῖσθαι· λείπεται γὰρ τοῦ πλείονος, ἢ εἰπεῖν μᾶλλον ὅλου· ἥλιος γὰρ εἰ στερηθῇ φωτὸς τῆς εὐπρεπείας, ἀπολεῖται πρῶτος αὐτός, ἔπειτα κτίσις πᾶσα ἡ ὑπ’ αὐτοῦ τὸ λάμπεσθαι καὶ τὸ βλέπειν λαχοῦσα· οὕτω θεὸς τοῖς νοητοῖς ἑνὸς εἰ στερηθείη, εἴτε υἱοῦ ἢ πνεύματος, πατὴρ οὐκέτι ἔσται, ἀλλ’ οὐδὲ ζῶν ὑπάρξειεν ἀποβαλὼν τὸ πνεῦμα, ἐξ οὗ τοῖς πᾶσι δίδοται καὶ τὸ ζῆν καὶ τὸ εἶναι. σεβέσθω τοίνυν ἅπασα λογικὴ ὄντως φύσις, ὅση ὑπὸ τὸν ἥλιον, ὅση δ’ ὕπερθεν τούτου, φύσιν τὴν τρισυπόστατον, ἀνερμήνευτον πάντῃ· θεοῦ γὰρ οὔτε ὄνομα, οὐ φύσιν, οὐκ ἰδέαν, οὐ μορφήν, οὐχ ὑπόστασιν τῶν ἀνθρώπων τις ἔγνω, ἵνα εἴπῃ καὶ γράψῃ καὶ μεταδῷ τοῖς ἄλλοις, ἀλλ’ ὥσπερ λάμπων ἥλιος τοῖς νέφεσιν εἰσδύνει καὶ οὐχ ὁρᾶται μὲν αὐτός, οὐδ’ ὅλως φωτὶ φαίνει, ἀλλ’ ἀμυδρὸν τοῖς ἐν τῇ γῇ τὸ φῶς αὐτοῦ παρέχει, οὕτω μοι νόει τὸν θεὸν ἀφ’ ἡμῶν κεκρυμμένον καὶ σκότος μέγα καὶ βαθὺ πάντας ἡμᾶς κατέχον· ἀλλὰ τὸ θαυμαστότερον νόει πάντως ἐνταῦθα· θεοῦ γὰρ οὐ συστέλλεται τὸ φῶς ὡς τοῦ ἡλίου, ἀλλὰ καὶ λάμπει πανταχοῦ καὶ φωτίζει τὰ πάντα καὶ μέσον ἐγὼ τοῦ παντὸς περιέχομαι σκότει καὶ τοῦ ἐμὲ ποιήσαντος φωτὸς ἀποστεροῦμαι. τίς οὖν ἐμὲ μὴ κλαύσειε καὶ τίς ἂν οὐ πενθήσῃ καὶ τίς οὐκ ἂν στενάξειεν ἐπ’ ἐμοὶ καὶ δακρύσῃ;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.