Ἔργον
Συμεὼν ὁ Νέος Θεολόγος – Ὕμνοι
Η μετοχή στο Άγιο Πνεύμα και η ενέργεια της θείας αγάπης
Ανάλυση της υπερκόσμιας φύσης της αγάπης, του μυστηρίου της ενσάρκωσης και της απόκτησης του Αγίου Πνεύματος κατά τον παρόντα βίο.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η μετοχή στο Άγιο Πνεύμα και η ενέργεια της θείας αγάπης
Ανάλυση της υπερκόσμιας φύσης της αγάπης, του μυστηρίου της ενσάρκωσης και της απόκτησης του Αγίου Πνεύματος κατά τον παρόντα βίο.
ἐπεὶ δὲ σύ, ὡς εἴρηται, ἔξω πάντων ὑπάρχεις καὶ οὓς φωτίζεις ἔξωθεν ποιεῖς τῶν ὁρωμένων καὶ ὥσπερ σὺ αὐτόθι ὤν, ἄνω σὺν τῷ πατρί σου, ἀδιαστάτως μεθ’ ἡμῶν ὅλος αὐτὸς τυγχάνεις καὶ ἐν τῷ κόσμῳ πάλιν ὢν ἀχώρητος εἶ κόσμῳ (ἐν τῷ παντὶ γὰρ ὢν αὐτὸς ὑπὲρ τὸ πᾶν τυγχάνεις), οὕτως ἡμᾶς τοὺς δούλους σου τῶν αἰσθητῶν ἐν μέσῳ τῶν ὁρωμένων τε ἐντὸς ὑπάρχοντας ἐξάγεις καὶ ἄνω ὅλως μετὰ σοῦ λαμπομένους φωτί σου συναναφέρεις καὶ ποιεῖς ἐκ θνητῶν ἀθανάτους· καὶ μένοντες ὅπερ ἐσμέν, υἱοὶ τῇ χάριτί σου, ὅμοιοί σοι γινόμεθα, θεοὶ θεὸν ὁρῶντες· τίς οὖν οὐ προσδραμεῖταί σοι τῷ μόνῳ φιλανθρώπῳ, τίς οὐκ ἀκολουθήσει σοι, τίς οὐκ ἐκ πόθου φράσει· ἰδοὺ τὰ πάντα ῥίψαντες ἀκολουθήσομέν σοι, τῷ συμπαθεῖ, τῷ προσηνεῖ, τῷ εὐσπλάγχνῳ δεσπότῃ, τῷ τὴν ἡμῶν ἐπιστροφὴν ἀεὶ ἐκδεχομένῳ, τῷ θάνατον μὴ θέλοντι τῶν σοὶ προσκεκρουκότων, ἄνωθέν που νοούμενος ὑπὲρ τὰ ὄντα πάντα, ἀόρατος, ἀπρόσιτος, ἄληπτος ἀναφής τε ἀκατανόητός τε ὢν ἀναλλοίωτος μένεις.
ἁπλοῦς τυγχάνων ὅλος δὲ σὺ εἶ πεποικιλμένος, καὶ ὅλως νοῦς ἀδυνατεῖ δόξης τὴν ποικιλίαν καὶ ὡραιότητα τοῦ σοῦ κάλλους κατανοῆσαι· ὁ οὖν τῶν πάντων ὢν οὐδὲν ὡς ὑπεράνω πάντων, ὁ ἔξω πάντων ὡς θεὸς τῶν πάντων σὺ ὑπάρχων, ἀόρατος, ἀπρόσιτος, ἄληπτος ἀναφής τε, αὐτὸς ἐγένου καὶ βροτός, εἰσῆλθες ἐν τῷ κόσμῳ καὶ πᾶσιν ὤφθης προσιτὸς τῇ τῆς σαρκὸς προσλήψει· ἐγνώσθης δὲ καὶ τοῖς πιστοῖς θεότητος τῇ δόξῃ καὶ γέγονας αὐτοῖς ληπτὸς ὁ ἄληπτος εἰς ἅπαν, καὶ ὁρατὸς ὅλος αὐτὸς ὁ ἀόρατος πᾶσιν, καὶ εἴδοσαν τὴν δόξαν σου θεότητος τῆς θείας μόνοι πιστοὶ καὶ βλέπουσιν· οἱ ἄπιστοι δὲ πάντες ἰδόντες σε διέμειναν τυφλοί, τὸ φῶς τοῦ κόσμου. οἱ οὖν πιστοὶ καὶ τότε σὲ καὶ νῦν ἀεὶ ὁρῶσι καὶ ἔχουσι μεθ’ ἑαυτῶν τὸν κτίστην σὲ τῶν ὅλων συνόντα συνοικοῦντα τε ἐν σκότει τῷ τοῦ βίου ὡς ἥλιόν σε ἄδυτον, ὡς ἄσβεστον λαμπάδα, μὴ καταλαμβανόμενον ὅλως ὑπὸ τοῦ σκότους, ἀλλὰ καταφωτίζοντα ἀεὶ τοὺς σὲ ὁρῶντας.
ἐπεὶ δὲ σύ, ὡς εἴρηται, ἔξω πάντων ὑπάρχεις καὶ οὓς φωτίζεις ἔξωθεν ποιεῖς τῶν ὁρωμένων καὶ ὥσπερ σὺ αὐτόθι ὤν, ἄνω σὺν τῷ πατρί σου, ἀδιαστάτως μεθ’ ἡμῶν ὅλος αὐτὸς τυγχάνεις καὶ ἐν τῷ κόσμῳ πάλιν ὢν ἀχώρητος εἶ κόσμῳ (ἐν τῷ παντὶ γὰρ ὢν αὐτὸς ὑπὲρ τὸ πᾶν τυγχάνεις), οὕτως ἡμᾶς τοὺς δούλους σου τῶν αἰσθητῶν ἐν μέσῳ τῶν ὁρωμένων τε ἐντὸς ὑπάρχοντας ἐξάγεις καὶ ἄνω ὅλως μετὰ σοῦ λαμπομένους φωτί σου συναναφέρεις καὶ ποιεῖς ἐκ θνητῶν ἀθανάτους· καὶ μένοντες ὅπερ ἐσμέν, υἱοὶ τῇ χάριτί σου, ὅμοιοί σοι γινόμεθα, θεοὶ θεὸν ὁρῶντες· τίς οὖν οὐ προσδραμεῖταί σοι τῷ μόνῳ φιλανθρώπῳ, τίς οὐκ ἀκολουθήσει σοι, τίς οὐκ ἐκ πόθου φράσει· ἰδοὺ τὰ πάντα ῥίψαντες ἀκολουθήσομέν σοι, τῷ συμπαθεῖ, τῷ προσηνεῖ, τῷ εὐσπλάγχνῳ δεσπότῃ, τῷ τὴν ἡμῶν ἐπιστροφὴν ἀεὶ ἐκδεχομένῳ, τῷ θάνατον μὴ θέλοντι τῶν σοὶ προσκεκρουκότων, καὶ γενησόμεθα ὁμοῦ θεοὶ θεῷ συνόντες ἀσχημοσύνην σώματος ὅλως μὴ καθορῶντες, ἀλλ’ ὅλοι ὅλῳ σώματι Χριστῷ ὁμοιωθέντες· καὶ μέλος ἕκαστον ἡμῶν ὅλος Χριστὸς ὑπάρξει· εἰς γὰρ πολλὰ γινόμενος εἷς ἀμέριστος μένει, μερὶς ἑκάστη δὲ αὐτὸς ὅλος Χριστὸς ὑπάρχει· πάντως οὖν οὕτως ἔγνωκας †καὶ δάκτυλόν μου Χριστὸν† καὶ βάλανον· οὐκ ἔφριξας ἢ σὺ καὶ ἐπῃσχύνθης; ἀλλὰ θεός σοι ὅμοιος οὐκ ᾐσχύνθη γενέσθαι, σὺ δὲ ἐκείνῳ ὅμοιος αἰσχύνῃ γεγονέναι;
οὐχὶ ἐκείνῳ ὅμοιος αἰσχύνομαι γενέσθαι, ἀλλὰ ἐκεῖνον ὅμοιον τοῦ ἀσχήμονος μέλους ῥηθέντα βλασφημίαν σε εἰπεῖν ὑπενοήθην· κακῶς ἄρα ὑπέλαβες· οὐ γὰρ ἄσχημα ταῦτα †μέλη δὲ Χριστοῦ εἰσι κρυπτά· καλύπτονται γάρ·† καὶ κατὰ τοῦτο τῶν λοιπῶν σεμνότερα ὑπάρχει, ὡς πᾶσιν ἀθεώρητα τοῦ κρυπτοῦ κρυπτὰ μέλη, ἐξ οὗ τὸ σπέρμα δίδοται ἐν συνουσίᾳ θείᾳ θεῖον ἐν θείᾳ τῇ μορφῇ φρικτῶς μεμορφωμένον ἀπὸ θεότητος αὐτῆς ὅλης· ὅλος θεὸς γάρ, ὃς συνενοῦται μεθ’ ἡμῶν· ὢ φρικτοῦ μυστηρίου· καὶ γάμος ὄντως γίνεται ὁ ἄρρητος καὶ θεῖος· ἑνὶ ἑκάστῳ μίγνυται, καὶ πάλιν ταῦτα λέξω, ὑφ’ ἡδονῆς καὶ ἕκαστος ἑνοῦται τῷ δεσπότῃ· εἰ οὖν Χριστὸν ἐνεδύσω ὅλον ὅλῃ σαρκί σου, ἀνεπαισχύντως ἅπαντα νοήσεις, ἅπερ λέγω· εἰ δὲ οὐδ’ ὅλως ἢ ἐπίβλημα μικρόν, ἀχράντου χιτῶνος λέγω τοῦ Χριστοῦ, ἐπέβαλες ψυχῇ σου, ἐν ἱματίῳ παλαιῷ, ἐν ἑνὶ πάντως τόπῳ ὑπάρχει, καὶ αἰσχύνεσαι τὰ λοιπὰ πάντα μέλη· τὸ σῶμα κεκτημένος δὲ ῥυπαρὸν ὅλον μᾶλλον ἐνδεδυμένος ῥυπαρὰ πῶς οὐκ ἐρυθριάσεις ἐμοῦ λαλοῦντος τὰ φρικτὰ περὶ μελῶν ἁγίων καὶ δόξαν βλέποντος πολλὴν καὶ τὸν νοῦν λαμπομένου καὶ χαίροντος καὶ σαρκικὸν μηδὲν ἐνθυμουμένου;
σὺ μὲν τὰς σάρκας βλέπεις σου τὰς κατερρυπωμένας καὶ τῷ νοῒ τὰς πράξεις σου διέρχῃ τὰς ἀτόπους καὶ ὁ νοῦς σου τούτοις ἀεὶ ὡς σκώληξ ἰλυσπᾶται· διὸ προσάπτεις τῷ Χριστῷ κἀμοὶ τὴν σὴν αἰσχύνην καὶ λέγεις· οὐκ αἰσχύνῃ σὺ περὶ τῶν ἀσχημόνων, μᾶλλον δὲ εἰς ἀσχήμονα μέλη Χριστὸν κατάγειν; ἐγὼ δὲ πάλιν λέγω σοι· βλέπε Χριστὸν ἐν μήτρᾳ· καὶ τὰ ἐν μήτρᾳ νόησον καὶ μήτραν ὑπεκδύντα καὶ πόθεν ἐξερχόμενος ὁ θεός μου διῆλθε· καὶ πλεῖόν τι εὑρήσειας ὑπὲρ ἃ ἐγὼ εἶπον, ἅπερ καὶ κατεδέξατο εἰς ἡμετέραν δόξαν, ἵνα μηδεὶς αἰσχύνηται μιμούμενος ἐκεῖνον μηδὲ ἃ πέπονθε λαλῶν ἢ καὶ αὐτὸς πανθάνων· ἄνθρωπος ὅλος γέγονε καὶ θεὸς ὅλος ὄντως· εἷς οὗτος· οὐ μεμέρισται· ἀνὴρ τέλειος πάντως, ὁ δὲ αὐτὸς θεός ἐστιν ὅλος μέλεσιν ὅλοις.
οὕτως ἐγένετο καὶ νῦν ἐν τοῖς ἐσχάτοις χρόνοις ὁ Συμεὼν ὁ ἅγιος Εὐλαβὴς ὁ Στουδίτης· οὗτος οὐκ ἐπῃσχύνετο μέλη παντὸς ἀνθρώπου οὐδὲ γυμνοὺς τινὰς ὁρᾶν οὐδὲ γυμνὸς ὁρᾶσθαι· εἶχε γὰρ ὅλον τὸν Χριστόν· ὅλος αὐτὸς Χριστὸς ἦν, καὶ μέλη ἅπαντα αὐτοῦ καὶ παντὸς ἄλλου μέλη καθ’ ἓν καὶ πάντα ὡς Χριστὸν οὗτος ἀεὶ ἑώρα καὶ ἔμενεν ἀκίνητος, ἀβλαβὴς ἀπαθής τε ὡς ὅλος ὢν Χριστὸς αὐτὸς καὶ Χριστὸν πάντας βλέπων τοὺς βαπτισθέντας καὶ Χριστὸν ὅλον ἐνδυσαμένους· εἰ δὲ γυμνὸς ὑπάρχεις σὺ καὶ σὰρξ σαρκὸς προσψαύσει, θηλυμανὴς γεγένησαι ὡς ὄνος ἢ ὡς ἵππος· ἵνα τί καὶ τὸν ἅγιον τολμᾷς ἐνδιαβάλλειν καὶ βλασφημεῖς εἰς τὸν Χριστὸν τὸν ἡμῖν ἑνωθέντα καὶ δόντα τὴν ἀπάθειαν δούλοις αὐτοῦ ἁγίοις; καὶ γὰρ νυμφίος γίνεται, ἀκούεις καθ’ ἑκάστην, καὶ νύμφαι πάντων αἱ ψυχαί, αἷς ὁ κτίστης ἑνοῦται, κἀκείνῳ πάλιν αὗται δέ, καὶ γίνεται ὁ γάμος· πνευματικῶς, θεοπρεπῶς συμμιγνύμενος ταύταις, οὐ φθείρει ὅλως, ἄπαγε, ἀλλ’ εἰ καὶ ἐφθαρμένας λάβοι καὶ ταύταις ἑνωθῇ, εὐθὺς ποιεῖ ἀφθάρτους· καὶ βλέπουσι τὰ πρότερον φθορᾷ μεμολυσμένα ἅγια πάντα, ἄφθορα, ὅλως συνουλωμένα· τὸν εὔσπλαγχνον δοξάζουσι, ποθοῦσι τὸν ὡραῖον καὶ τῇ ἀγάπῃ τῇ αὐτοῦ ὅλῃ ὅλαι κολλῶνται· μᾶλλον δὲ σπέρμα ἅγιον, ὡς εἴπομεν, λαβοῦσαι θεὸν ὅλον ἐντὸς αὐτῶν μεμορφωμένον κτῶνται· τί οὖν; οὐχὶ ἀλήθεια ταῦτά εἰσι, πατέρες;
οὐχὶ ὀρθῶς ἐξείπομεν περὶ πραγμάτων θείων; οὐχὶ ἀπαραποίητα ταῖς γραφαῖς ἴσως εἶπον; εἰ τοίνυν σὺ ἐνδέδυσαι σαρκός σου τὴν αἰσχύνην καὶ νοῦν οὐκ ἀπεγύμνωσας, ψυχὴν οὐκ ἀπέδυσας, τὸ φῶς ἰδεῖν οὐκ ἴσχυσας σκότει κεκαλυμμένος, ἐγώ σοι τί ποιήσαιμι; τὰ φρικτὰ πῶς σοι δείξω; πῶς εἰς τὸν οἶκον δέ, οἴμοι, τοῦ Δαβὶδ εἰσενέγκω; ἔστι καὶ γὰρ ἀπρόσιτος τοῖς κατ’ ἐμὲ ῥᾳθύμοις, ἔστιν ὅλος ἀόρατος τυφλοῖς ἐμοὶ ὁμοίοις, ἔστι μακρὰν ἀπίστων τε καὶ ὀκνηρῶν εἰς ἅπαν, πονηρῶν πάντων πόρρωθεν, πάντων τῶν φιλοκόσμων· τῶν κενοδόξων δὲ οὕτως ἀσυγκρίτως ἀπέχει ὡς ὑπὲρ ὕψος οὐρανοῦ, ὑπὲρ ἀβύσσου βάθος· καὶ τίς ἢ πῶς εἰς οὐρανὸν ἀναβήσεται ὅλως ἢ ὑπὸ γῆν κατέλθοι δὲ ἀνερευνῶν ἀβύσσους, καὶ μαργαρίτην ἐκζητῶν ὡς σινάπεως κόκκον σμικρότατον ὑπάρχοντα πῶς εὑρεῖν ἐξισχύσει;
ἀλλ’ ὦ παῖδες συνάχθητε, ἀλλ’ ὦ γυναῖκες δεῦτε, ἀλλ’ ὦ πατέρες φθάσατε πρὶν ἢ τὸ τέλος φθάσει, καὶ σὺν ἐμοὶ θρηνήσατε καὶ κλαύσατε οἱ πάντες, ὅτι ἐν τῷ βαπτίσματι μικροὶ θεὸν λαβόντες, μᾶλλον δὲ υἱοὶ θεοῦ νήπιοι γεγονότες, ἔξω οἱ ἁμαρτήσαντες ἐβλήθημεν εὐθέως ἀπὸ τοῦ οἴκου τοῦ Δαβὶδ (καὶ τοῦτο ἀναισθήτως πεπόνθαμεν), καὶ δράμωμεν διὰ τῆς μετανοίας· ἐκεῖθεν γὰρ εἰσέρχονται οἱ ἐκβληθέντες πάντες· ἄλλως δ’ οὐκ ἔνι ἔνδοθεν εἰσελθεῖν (μὴ πλανᾶσθε) οὐδὲ ἰδεῖν τὰ ἐν αὐτῷ τελεσιουργηθέντα καὶ νῦν τελεσιουργούμενα καὶ εἰς ἀπείρους αἰῶνας ἐν τῷ Χριστῷ μου καὶ θεῷ, ᾧ πρέπει πᾶσα δόξα τιμή τε καὶ προσκύνησις νῦν καὶ εἰς τοὺς αἰῶνας· ἀμήν.
Ὅτι ποθεινόν τε καὶ ἐπιθυμητὸν κατὰ φύσιν μόνον τὸ θεῖον, οὗ ὁ μετέχων πάντων ἐν μετοχῇ γέγονε τῶν καλῶν. Ὢ τί τὸ πρᾶγμα τὸ κρυπτὸν πάσῃ κτιστῇ οὐσία; καὶ τί τὸ φῶς τὸ νοητόν, ὅ τινι οὐχ ὁρᾶται; καὶ τίς ὁ πλοῦτος ὁ πολύς, ὃν οὐδεὶς ἐν τῷ κόσμῳ εὑρεῖν ὅλως ἐξίσχυσεν ἢ κατασχεῖν εἰς ἅπαν; ἔστι γὰρ πᾶσιν ἄληπτος, ἀχώρητος τῷ κόσμῳ, ἔστι καὶ ποθεινότατος ὑπὲρ ἅπαντα κόσμον, ἔστι καὶ ἐπιθυμητός, καθ’ ὅσον ὑπερέχει τῶν ὁρωμένων ὁ αὐτὰ θεὸς κατασκευάσας· κατὰ τοῦτο τιτρώσκομαι τῇ ἀγάπῃ ἐκείνου, καθ’ ὅσον δ’ οὐχ ὁρᾶταί μοι ἐκτήκομαι τὰς φρένας, τὸν νοῦν καὶ τὴν καρδίαν μου φλεγόμενος καὶ στένων, περιπατῶ καὶ καίομαι ζητῶν ὧδε κἀκεῖσε καὶ οὐδαμοῦ τὸν ἐραστὴν εὑρίσκω τῆς ψυχῆς μου· καὶ περιβλέπομαι συχνῶς ἰδεῖν τὸν ποθητόν μου, κἀκεῖνος ὡς ἀόρατος οὐχ ὁρᾶταί μοι ὅλως· ὅτε δὲ ἄρξομαι θρηνεῖν ὡς ἀπελπίσας, τότε ὁρᾶταί μοι καὶ βλέπει με ὁ καθορῶν τὰ πάντα· θαυμάζων καταπλήττομαι κάλλους τὴν εὐμορφίαν καὶ πῶς ἀνοίξας οὐρανοὺς διέκυψεν ὁ κτίστης καὶ δόξαν μοι παρέδειξε τὴν ἄφραστον καὶ ξένην· καὶ τίς ἆρα ἐγγύτερον γενήσεται ἐκείνου ἢ πῶς ἀνενεχθήσεται εἰς ἀμέτρητον ὕψος;
λογιζομένου μου αὐτὸς εὑρίσκεται ἐντός μου, ἔνδον ἐν τῇ ταλαίνῃ μου καρδίᾳ ἀπαστράπτων, πάντοθεν περιλάμπων με τῇ ἀθανάτῳ αἴγλῃ, ἅπαντα δὲ τὰ μέλη μου ἀκτῖσι καταυγάζων, ὅλος περιπλεκόμενος ὅλον καταφιλεῖ με ὅλον τε δίδωσιν αὐτὸν ἐμοὶ τῷ ἀναξίῳ, καὶ ἐμφοροῦμαι τῆς αὐτοῦ ἀγάπης καὶ τοῦ κάλλους, καὶ ἡδονῆς καὶ γλυκασμοῦ ἐμπίπλαμαι τοῦ θείου· μεταλαμβάνω τοῦ φωτός, μετέχω καὶ τῆς δόξης καὶ λάμπει μου τὸ πρόσωπον ὡς καὶ τοῦ ποθητοῦ μου καὶ ἅπαντα τὰ μέλη μου γίνονται φωτοφόρα· ὡραίων ὡραιότερος τότε ἀποτελοῦμαι, πλουσίων πλουσιώτερος καὶ δυνατῶν ἁπάντων ὑπάρχω δυνατώτερος καὶ βασιλέων μείζων καὶ τιμιώτερος πολὺ τῶν ὁρωμένων πάντων, οὐχὶ τῆς γῆς καὶ τῶν τῆς γῆς, ἀλλὰ καὶ οὐρανοῦ δὲ καὶ πάντων τῶν ἐν οὐρανῷ, τὸν πάντων ἔχων κτίστην, ᾧ πρέπει δόξα καὶ τιμὴ νῦν καὶ εἰς τοὺς αἰῶνας· ἀμήν.
Ὅτι ὁ φόβος γεννᾷ τὴν ἀγάπην, ἡ δὲ ἀγάπη ἐκριζοῖ τὸν φόβον ἀπὸ τῆς ψυχῆς καὶ μένει μόνη ἐν αὐτῇ πνεῦμα θεῖον οὖσα καὶ ἅγιον. Πῶς ὑμνήσω, πῶς δοξάσω, πῶς ἀξίως εὐφημήσω τὸν πολλὰ παραδραμόντα ἁμαρτήματα θεόν μου; πῶς εἰς ὕψος ὅλως βλέψω, πῶς τοὺς ὀφθαλμοὺς διάρω; πῶς ἀνοίξω στόμα, σῶτερ, πῶς τὰ χείλη μου κινήσω; πῶς ἐκτείνω μου τὰς χεῖρας πρὸς τοῦ οὐρανοῦ τὸ ὕψος; ποίους λόγους δὲ ἐφεύρω, ποῖα ῥήματα προσάξω; πῶς λαλῆσαι δὲ τολμήσω, πῶς τὴν ἄφεσιν αἰτήσω τῶν ἀμέτρων μου πταισμάτων, τῶν πολλῶν πλημμελημάτων; ὄντως ἔπραξα γὰρ ἔργα ὑπὲρ ἅπασαν συγγνώμην· οἶδας, ἅπερ λέγω, σῶτερ, πᾶσαν φύσιν ὑπερέβην· παρὰ φύσιν ἔργα πράξας τῶν ἀλόγων ὤφθην χείρων, πάντων ζῴων ἐναλίων πάντων τε κτηνῶν χερσαίων, ἑρπετῶν δὲ καὶ θηρίων ἐγενόμην ὄντως χείρων παραβὰς τὰς ἐντολάς σου ὑπὲρ τὴν ἀλόγων φύσιν. τὸ οὖν σῶμά μου μολύνας καὶ ψυχὴν καταρρυπώσας πῶς ὀφθῶ σοι, πῶς σε βλέψω, ὅλως πῶς τολμήσω στῆναι πρὸ προσώπου σου ὁ τάλας; πῶς μὴ φεύξομαι σὴν δόξαν καὶ τὸ φῶς τὸ ἀπαστράπτον τοῦ ἁγίου πνεύματος σου; πῶς δὲ μόνος οὐ χωρήσω πρὸς τὸ σκότος ὁ τοῦ σκότους ἔργα πράξας καὶ ἁγίων χωρισθήσομαι πληθύος; πῶς ἀνέξομαι φωνῆς σου ἐκπεμπούσης με εἰς σκότος ὁ ἐντεῦθεν ἐκ τῶν ἔργων φέρων μου τὴν καταδίκην;
φρίττων ὅλος, τρέμων ὅλος, ὅλος φόβῳ καὶ ἐκπλήξει συνεχόμενος βοῶ σοι· οἶδα, σῶτερ, ὅτι ἄλλος ὡς ἐγὼ οὐκ ἔπταισέ σοι οὐδὲ ἔπραξε τὰς πράξεις, ἅσπερ ἔπραξα ὁ τάλας καὶ παραίτιος καὶ ἄλλοις ἐγενόμην ἀπωλείας· ἀλλὰ τοῦτο πάλιν οἶδα, τοῦτο πέπεισμαι, θεέ μου, ὡς οὐ μέγεθος πταισμάτων, οὐχ ἁμαρτημάτων πλῆθος, οὐδὲ πράξεων αἰσχρότης ὑπερβήσεται ποτέ σου τὸ φιλάνθρωπον καὶ μέγα, μᾶλλον δὲ ὑπὲρ τὸ μέγα, ὑπὲρ λόγον, ὑπὲρ νοῦν τε ἔλεος, ὅπερ πλουσίως πρὸς τοὺς πταίοντας ἐκχέεις καὶ θερμῶς μετανοοῦντας καὶ καθαίρεις καὶ φωτίζεις καὶ φωτὸς ποιεῖς μετόχους, κοινωνοὺς θεότητός σου· ὁμιλεῖς καὶ συλλαλεῖς τε ὥσπερ φίλοις σου γνησίοις· (ὢ χρηστότητος ἀπείρου, ὢ ἀγάπης ἀνεκφράστου·) διὰ τοῦτο καὶ προσπίπτω καὶ θερμῶς ἀναβοῶ σοι· ὡς τὸν ἄσωτον ἐδέξω καὶ τὴν πόρνην προσελθόντας, οὕτως δέξαι με, οἰκτίρμον, ἐκ ψυχῆς μετανοοῦντα, καὶ δακρύων μου ῥανίδας ὡς πηγὰς ἀεὶ βλυζούσας λογισάμενος, Χριστέ μου, πλῦνον ἐν αὐταῖς ψυχῆς μου, πλῦνον καὶ τοῦ σώματός μου τὰς ἐκ τῶν παθῶν κηλῖδας, ἔκπλυνον καὶ τὴν καρδίαν ἀπὸ πάσης πονηρίας· αὕτη γάρ ἐστιν ἡ ῥίζα καὶ πηγὴ τῆς ἁμαρτίας· πονηρία τοῦ σπορέως πονηροῦ σπορὰ ὑπάρχει· ἔνθα δ’ ἔστι, καὶ βλαστάνει καὶ εἰς ὕψος ἀναβαίνει καὶ ἐκφύει πλείστους κλάδους πονηρίας καὶ κακίας.
τούτου ῥίζας ἐκ βαθέων ἐξανάσπασον, Χριστέ μου, καὶ καθάρισον ψυχῆς μου καὶ καρδίας τὰς ἀρούρας καὶ ἐμφύτευσον τὸν φόβον ἐν αὐταῖς τὸν σόν, οἰκτίρμον, καὶ ἀξίωσον ῥιζῶσαι καὶ καλῶς ἀναβλαστῆσαι, ὅπως αὐξηθῇ εἰς ὕψος φυλακῇ τῶν ἐντολῶν σου προστιθέμενος καθ’ ὥραν· τῇ προσθήκῃ δὲ δακρύων προστιθεὶς ῥοὰς βλυζούσας, ποτιζόμενος δ’ ἐκ τούτων ἐπὶ πλεῖον καὶ αὐξάνει· καὶ καθ’ ὅσον στερεοῦται καὶ εἰς ὕψος ἀναβαίνει, ἀναλόγως συναυξάνει ἡ ταπείνωσις τῷ φόβῳ· ταπεινώσει δὲ τὰ πάθη ἅπαντα ὑποχωροῦσι, σὺν αὐτοῖς δὲ καὶ δαιμόνων ἀπελήλαται ἡ φάλαγξ· ἀρεταὶ δὲ πᾶσαι ὥσπερ βασιλίδι κύκλῳ ταύτης συνεπόμεναι ὁρῶνται, οἷα φύλακες καὶ φίλαι καὶ θεράπαιναι δεσποίνης· τούτων συναθροισθεισῶν δὲ καὶ ἑνωθεισῶν ἀλλήλαις μέσον τούτων, ὥσπερ δένδρον εἰς ὑδάτων διεξόδους, φόβος σὸς πεφυτευμένος ἐξανθεῖ καὶ κατ’ ὀλίγον δείκνυσί μοι ξένον ἄνθος, ὦ Χριστέ μου, ξένον ἄνθος· ξένον εἶπον, ὅτι πᾶσα φύσις κατὰ γένος τίκτει καὶ τῶν δένδρων πάντων σπέρμα κατὰ γένος ἐν ἑκάστῳ· ὁ δὲ φόβος σου καὶ ἄνθος ξένης φύσεως δεικνύει καὶ καρπὸν ὁμοίως ξένον καὶ ἀλλότριον ἐκείνου.
ἔστι γὰρ ὁ φόβος φύσει κατηφείας πεπλησμένος καὶ τοὺς τοῦτον κτησαμένους ἀεννάως σκυθρωπάζειν ἀπεργάζεται ὡς δούλους, ὡς πολλῶν πληγῶν ἀξίους, ὡς ἐλπίζοντας καθ’ ὥραν ἐκτομὴν τὴν τοῦ θανάτου, καὶ τὸ δρέπανον ὁρῶντας καὶ τὴν ὥραν ἀγνοοῦντας καὶ μὴ ἔχοντας ἐλπίδα μήτε μὴν πληροφορίαν συγχωρήσεως τελείας, ἀλλὰ τρέμοντας τὸ πέρας, ἀλλὰ φρίττοντας τὸ τέλος, ὡς ἀμφίβολον τῆς δίκης περιφέροντας ἐκείνης τὴν ἀπόφασιν, θεέ μου· τὸ γοῦν ἄνθος, ὅπερ φέρει, ἄφραστον τῷ εἴδει πέλει, ἀφραστότερον τῷ τρόπῳ· ἐξανθοῦν γὰρ καθορᾶται, ἀποκρύπτεται δ’ εὐθέως, ὅπερ φύσεως οὐκ ἔστιν, ἀλλ’ οὐδὲ ἀκολουθίας, ὑπὲρ φύσεως δὲ φύσιν, πᾶσαν φύσιν ὑπεραῖρον τέως δείκνυται ὡραῖον ἄνθος ὑπὲρ πάντα λόγον καὶ ἁρπάζει πρὸς τὴν θέαν τὴν ἐκείνου ὅλον νοῦν μου μηδενὸς ἐῶν μεμνῆσθαι, ἃ παρέχειν οἶδε φόβον, ἀλλὰ λήθην τούτων πάντων ἀπεργάζεταί μοι τότε καὶ ἀφίπταται συντόμως· τὸ δὲ δένδρον τὸ τοῦ φόβου πάλιν ἄνθους ἔστι δίχα· καὶ λυποῦμαι καὶ στενάζω καὶ πρὸς σὲ θερμῶς κραυγάζω· καὶ τὸ ἄνθος πάλιν βλέπω ἐν τοῖς κλάδοις τοῖς τοῦ δένδρου καὶ τὸ ὄμμα, ὦ Χριστέ μου, πρὸς τὸ ἄνθος μόνον ἔχων οὐχ ὁρῶ τὸ δένδρον τότε· συχνοτέρως δὲ τὸ ἄνθος ἐπανθοῦν καὶ πρὸς ἐκεῖνο ὅλον με τῷ πόθῳ ἕλκον εἰς καρπὸν ἀγάπης λήγει· ὁ καρπὸς δὲ οὗτος πάλιν οὐκ ἀνέχεται τῷ δένδρῳ τῷ τοῦ φόβου βασταχθῆναι, ἀλλὰ μᾶλλον, ὅτε πλήρης ὡριμάσει, τότε μόνος δίχα δένδρου καθορᾶται· φόβος γὰρ ἐν τῇ ἀγάπῃ οὐχ εὑρίσκεται οὐδ’ ὅλως, οὐδὲ πάλιν δίχα φόβου ἐν ψυχῇ καρποφορεῖται· ὄντως θαῦμα ὑπὲρ λόγον, ὑπὲρ ἔννοιαν δὲ πᾶσαν, ὅτι δένδρον μετὰ κόπου ἐξανθεῖ καὶ καρποφορεῖ ὁ καρπὸς αὐτοῦ δὲ πάλιν ὅλον ἐκριζοῖ τὸ δένδρον, μένει δ’ ὁ καρπὸς καὶ μόνος· πῶς καρπὸς τοῦ δένδρου δίχα;
ὅλως ἐξειπεῖν οὐκ ἔχω. τέως μένει, τέως ἔστιν ἡ ἀγάπη δίχα φόβου τοῦ αὐτὴν ἀποτεκόντος· ἡ ἀγάπη οὖν ὑπάρχει ὄντως πᾶσα εὐφροσύνη, καὶ χαρᾶς καὶ θυμηδίας ἐμπιπλᾷ τὸν κεκτημένον καὶ τοῦ κόσμου ἐν αἰσθήσει τοῦτον ἔξωθεν ἐκβάλλει, ὅπερ φόβος οὐκ ἰσχύει ἀπεργάσασθαι οὐδ’ ὅλως· ἔνδον γὰρ τῶν ὁρωμένων καὶ τῶν αἰσθητῶν ὢν ἔνδον πῶς τὸν ἔχοντα ἰσχύει τούτων πόρρω βάλλειν ἆρα ἐν αἰσθήσει τε συνάψαι ὅλον ἂν τοῖς ἀοράτοις; ὄντως οὐδαμῶς ἰσχύσει· τὸ δὲ ἄνθος ὁ καρπός τε, ὃν ὁ φόβος ἀποτίκτει, ἔξωθεν τοῦ κόσμου ἔστιν, ἃ καὶ νοῦν ἁρπάζειν οἶδε καὶ ψυχὴν σὺν τούτῳ αἴρειν καὶ τοῦ κόσμου ἔξω βάλλειν. πῶς, εἰπέ μοι, ἔξω κόσμου ἡ ἀγάπη ταῦτα βάλλει;
ἤθελον σαφῶς εἰδέναι· ἄφραστα, ὡς εἶπον, ταῦτα· ὅμως πρόσεχε καὶ λέξω· πνεῦμα θεῖον ἡ ἀγάπη, παντουργὸν φῶς καὶ φωτίζον· πλὴν οὐκ ἔστιν ἐκ τοῦ κόσμου, οὐδὲ ὅλως τι τοῦ κόσμου, οὐδὲ κτίσμα· ἄκτιστον γὰρ καὶ κτισμάτων πάντων ἔξω· ἄκτιστον κτιστῶν ἐν μέσῳ· νόει ἅ σοι, τέκνον, λέγω· ἔστι γὰρ κεχωρισμένον· τὸ δὲ ἄκτιστον οὐδέπω κτίσμα δέχεται γενέσθαι· πλήν, εἰ βούλοιτο, καὶ τοῦτο δυνατὸν αὐτῷ ποιῆσαι· γέγονε καὶ γὰρ ὁ λόγος πνεύματος τῇ συνεργείᾳ καὶ πατρὸς τῇ εὐδοκίᾳ ἄνθρωπος ἀτρέπτως ὅλως· ἄκτιστος θεὸς ὢν φύσει γέγονε κτιστὸς ἀρρήτως καὶ τὸ πρόσλημμα θεώσας ἔδειξε διπλοῦν μοι θαῦμα ἀμφοτέραις ἐνεργείαις καὶ θελήσεσιν ὡσαύτως, ὁρατὸν ἀόρατόν τε, κρατητὸν καὶ ἀκράτητον· καὶ δεικνύμενον ὡς κτίσμα τῶν κτισμάτων μέσον πάντων, ὡς οὐ κτίσμα δὲ τυγχάνον, ὡς ἐδόκουν, ἠφαντοῦτο· πλὴν οὐδ’ ὅλως ἠφαντοῦτο, ἀλλ’ ἐν μέσῳ ὢν τῶν πάντων αἰσθητῶν κτιστῶν ὁ λόγος ἑωρᾶτο συνημμένος τῷ προσλήμματι ὡς κτίσμα· προσλαμβάνων δὲ τὸ κτίσμα καὶ ἐγκρύπτων ἢ ἀνάγων εἰς τὸ ὕψος, εἰς τὴν δόξαν τὴν οἰκείαν ὑπὲρ λόγον, ἀπεκρύπτετο εὐθέως. τοῦτο ἔλεγον ἐκεῖνοι ἀφαντοῦσθαι τὸν δεσπότην, τὸ καθ’ ἑαυτοὺς δὲ πάντως· ὁ γὰρ κτίστης τῶν ἁπάντων ὢν ἀχώρητος τοῖς πᾶσιν ὡς θεὸς πάντα πληρῶν δὲ πῶς ἂν ἄλλως γε κρυβείη;
μεταστήσεις ἀπὸ τόπου τὸν δεσπότην καὶ πρὸς ἄλλον τόπον δώσεις γεγονέναι καὶ ἐξ ὀφθαλμῶν κρυβῆναι τῶν ἁγίων ἀποστόλων; ἄπαγε, μὴ ἐξ ἀγνοίας περιπέσῃς βλασφημίᾳ· ἄκουε δὲ τῆς ἀγάπης, εἰ βούλῃ, τὰς ἐνεργείας καὶ μαθήσῃ, πῶς ὑπάρχει μείζων πάντων ἡ ἀγάπη. ποίων πάντων; οὐκ ἀκούεις βοῶντος τοῦ ἀποστόλου; τοῦ λαλεῖν ἀγγέλων γλώσσαι; καὶ ἁπάντων τῶν ἀνθρώπων, τοῦ τὴν πίστιν πᾶσαν ἔχειν, ὥστε ὄρη μεθιστάνειν, τοῦ εἰδέναι πᾶσαν γνῶσιν βάθος τε τῶν μυστηρίων, τοῦ σκορπίσαι πάντα πλοῦτον καὶ πτωχὸν αὐτὸν γενέσθαι, τοῦ καὶ τὸ σῶμα εἰς καῦσιν ὑπὲρ τοῦ Χριστοῦ ἐκδοῦναι μείζων ἔστιν ἡ ἀγάπη· καὶ τοσούτῳ μείζων πέλει, ὅτι δίχα ταύτης ταῦτα (εἴτε ἓν εἴτε καὶ πάντα) εἰς οὐδὲν τῷ κεκτημένῳ ὄφελος ὅλως ὑπάρχει· ὅστις οὖν καὶ τῆς ἀγάπης καὶ τῶν εἰρημένων πάντων ἀπεστέρηται, εἰπέ μοι, ποῦ φανεῖται, τί ποιήσει, πῶς πιστὸν τοῖς ἐρωτῶσιν εἰπεῖν ἑαυτὸν τολμήσει; διὰ τοῦτο προσεκτέον λέγοντι περὶ ἀγάπης· κάθημαι ἐν τῷ κελλίῳ ἐν νυκτὶ ἢ ἐν ἡμέρᾳ, συνυπάρχει ἀφανῶς μοι καὶ ἀγνώστως ἡ ἀγάπη· ἔξω δὲ κτισμάτων πάντων οὖσα ἔστιν αὖ καὶ μετὰ πάντων· ἔστι πῦρ, ἔστι καὶ αἴγλη, γίνεται φωτὸς νεφέλη, ἥλιος ἀποτελεῖται.
ὡς οὖν πῦρ ψυχὴν θερμαίνει καὶ καρδίαν μου ἐκκαίει καὶ διανιστᾷ πρὸς πόθον καὶ ἀγάπην τὴν τοῦ κτίστου· ἱκανῶς δὲ πυρωθέντα καὶ ψυχὴν ἀναφλεχθέντα ὥσπερ αἴγλη φωτοφόρος περιΐπταταί με πᾶσα φεγγοβόλους ἀφιεῖσα τῇ ψυχῇ μου τὰς ἀκτῖνας καὶ τὸν νοῦν λαμπρύνουσά μοι καὶ πρὸς θεωρίας ὕψος ἐπιτήδειον δεικνύει ὀπτικὸν ἐργασαμένη· τοῦτο ἦν, ὅπερ προεῖπον ἄνθος εἶναι τὸ τοῦ φόβου· κατιδὼν δ’ ἐγὼ τὴν αἴγλην καὶ πλησθεὶς χαρᾶς ἀφάτου οὐκ ἐχάρην, ὅτι εἶδον, ἀλλ’ αὐτὴ χαρᾶς με θείας ἐμφορήσασα ἀπέπτη καὶ συνήρπασε τὸν νοῦν μου καὶ τὴν αἴσθησιν καὶ πᾶσαν κοσμικὴν ἐπιθυμίαν· καὶ κατέτρεχεν ὁ νοῦς μου καὶ καταλαβεῖν ἐζήτει τὴν φανεῖσαν αἴγλην πόθῳ· ἀλλ’ οὐχ εὕρισκε τὸ κτίσμα οὐδ’ ἠδύνατο γενέσθαι τῶν κτισμάτων ὅλως ἔξω, ἵνα δράξηται τῆς αἴγλης τῆς ἀκτίστου καὶ ἀλήπτου· ὅμως περιῄει πάντα καὶ ἰδεῖν ἐμηχανᾶτο· ἐξηρεύνα τὸν ἀέρα, οὐρανοὺς περιεπόλει, περιήρχετο ἀβύσσους καὶ τὰ ἔσχατα τοῦ κόσμου, ὡς ἐδόκει, ἐξεζήτει, ἀλλ’ οὐδὲν ἐν τούτοις πᾶσιν εὕρισκε· κτιστὰ γὰρ πάντα· καὶ ἐθρήνουν καὶ ἐπένθουν καὶ τὰ σπλάγχνα ἐφλεγόμην καὶ ὡς ἔκφρων ἐν ἐκστάσει γεγονὼς οὕτως διῆγον.
ἦλθεν οὖν, ὡς ἠβουλήθη, καὶ νεφέλης ὥσπερ εἶδος φωτεινῆς ἐπιπεσοῦσα ὅλη πρὸς τῇ κεφαλῇ μου ἑωρᾶτο καθημένη καὶ κραυγάζειν ἐνεποίει ἐν ἐκπλήξει γενομένῳ· ὅμως πάλιν ἀποπτᾶσα ἐγκατέλιπέ με μόνον· καὶ ζητοῦντι μοι ἐμπόνως ταύτην αἴφνης ὅλη πάλιν ἐν ἐμοὶ γνωστῶς εὑρέθη ἐν καρδίᾳ μοῦ τε μέσον ὡς φωστήρ, ὡς δίσκος ὄντως τοῦ ἡλίου καθωράθη· οὕτω δὲ ἀναφανεῖσα καὶ γνωστῶς ἀποδειχθεῖσα ἔτρεψε δαιμόνων στῖφος· ἀπεδίωξε δειλίαν, ἐνεποίησεν ἀνδρείαν· τῆς αἰσθήσεως τοῦ κόσμου ἀπεγύμνωσε τὸν νοῦν μου καὶ αἰσθήσεως χιτῶνα νοερᾶς ἐνέδυσέ με· ὁρατῶν δ’ ἐχώρισέ με καὶ συνῆψεν ἀοράτοις καὶ τὸν ἄκτιστον ὁρᾶν με ἐχαρίσατο καὶ χαίρειν, ὅτι πάντων ἐχωρίσθην τῶν κτιστῶν καὶ ὁρωμένων καὶ συντόμως φθειρομένων· καὶ ἡνώθην τῷ ἀκτίστῳ, τῷ ἀφθάρτῳ, τῷ ἀνάρχῳ, καὶ τοῖς πᾶσιν ἀοράτῳ· τοῦτο γὰρ ἀγάπη πέλει· δράμωμεν, πιστοί, εὐτόνως· σπεύσωμεν, νωθροί, ἐμπόνως· ὀκνηροί, διεγερθῶμεν, ὅπως ἐγκρατεῖς ἀγάπης, μέτοχοι δὲ ταύτης μᾶλλον γενησόμεθα καὶ οὕτως μεταβῶμεν τῶν ἐνθένδε, ἵνα σὺν αὐτῇ τῷ κτίστῃ καὶ δεσπότῃ παραστῶμεν ἔξωθεν τῶν ὁρωμένων γεγονότες σὺν ἐκείνῃ· εἰ δὲ μή, τοῖς ὁρωμένοις καὶ τοῖς κτίσμασιν ὡς κτίσμα ὄντες ἐναπολειφθῶμεν, ἐν πυρί τε καὶ ταρτάρῳ καὶ φρικτοῖς κολαστηρίοις, δίχα ταύτης εὑρεθέντες, δίχα τῆς ἀγάπης, λέγω· εἰ δὲ καὶ σωθῆναι ἔνι δίχα ταύτης, ὦ Χριστέ μου, πῶς ὑπάρξει τοῦτο ὅλως;
τοῦ φωτὸς εἰ χωρισθῶμεν, πῶς φευξόμεθα τὸ σκότος; τῆς χαρᾶς εἰ στερηθῶμεν, πῶς ἀπαλλαγῶμεν λύπης; τοῦ νυμφῶνος εὑρεθέντες ἔξω πῶς ἂν ὅλως εὐφρανθῶμεν; βασιλείας ἐκπεσόντες, τῆς σῆς θέας λέγω, σῶτερ, ποίαν ἄλλην σωτηρίαν, ποίαν δὲ παραμυθίαν, ἢ ἐν ποίῳ ἄλλῳ τόπῳ δυνηθῶμεν ἐφευρέσθαι; ὄντως οὐδαμοῦ οὐδ’ ὅλως, κἂν δοκῇ τισιν ἀφρόνως· ἄφρων γὰρ ὁ τοῦτο λέγων. ἀλλ’ ἀποκριθεὶς ἴσως ἐρεῖ τις ταῦτα: πῶς ἐκτὸς τῆς βασιλείας, πῶς ἐκτὸς δὲ τοῦ νυμφῶνος καὶ χοροῦ τοῦ τῶν δικαίων ἄλλος τόπος σωτηρίας ἢ ἀνέσεως οὐκ ἔσται; ἄφρων, εἶπεν ἡ ἀγάπη, οὐκ ἀκούεις, ὅτι μίαν ὁ Ἀδὰμ ἐν παραδείσῳ ἐντολήν, ὁ σὸς προπάτωρ, παραβὰς ἀπεγυμνώθη δόξης θείας καὶ ἡ Εὔα σὺν αὐτῷ τοῦ παραδείσου ἐξωρίσθησαν εὐθέως ἡδονῆς ἀντιλαβόντες, ὤ, τὸν θάνατον ἀθλίως καὶ τὸν ἱδρώτων γέμοντα καὶ πόνων, οἴμοι, βίον καὶ ζῆν καὶ θνῄσκειν παρ’ αὐτῷ δικαίως ὁρισθέντες;
οὕτως, νόει μοι, καὶ τότε, ὅτε γένηται ἡ κρίσις· ὅτι ὃς ἂν εὑρεθείη δόξης θείας ὡς ἐκεῖνος ἀληθῶς γεγυμνωμένος, ἔξω τε τοῦ παραδείσου, ναὶ δή, καὶ τῆς βασιλείας καὶ νυμφῶνος οὐρανίου ἐλαθήσεται εὐθέως, κἂν ἁμάρτημα μὴ ἔχῃ, ἀρετῶν δ’ ὑπάρχει δίχα, ἵσταται γεγυμνωμένος· ἀρετῶν πασῶν δὲ πρώτη, βασιλίς τε καὶ κυρία ἔστιν ὄντως ἡ ἀγάπη· κεφαλὴ τῶν πάντων ἔστι καὶ ἱμάτιον καὶ δόξα· κεφαλῆς χωρὶς δὲ σῶμα καὶ νεκρὸν καὶ ἄπνουν ἔστι· σῶμα δὲ χωρὶς χιτῶνος πῶς οὐχὶ γυμνὸν ὑπάρξει; ἀρεταὶ χωρὶς ἀγάπης ἕωλοι ἀνωφελεῖς τε, καὶ γυμνὸς τῆς θείας δόξης ὁ μὴ ἔχων τὴν ἀγάπην· ἀρετὰς κἂν πάσας ἔχῃ, ἵσταται γεγυμνωμένος καὶ τὴν γύμνωσιν μὴ φέρων κρύπτεσθαι μᾶλλον ἐθέλει· τὴν αἰσχύνην γὰρ ὡς ἔχων ἔχει καὶ τὴν καταδίκην καὶ „οὐκ οἶδά σε“ ἀκούει παρὰ τοῦ κριτοῦ τῶν ὅλων. ἦλθεν ἐπὶ γῆς ὁ κτίστης, ἔλαβε ψυχὴν καὶ σάρκα, ἔδωκε δὲ πνεῦμα θεῖον, ὅπερ ἔστιν ἡ ἀγάπη.
εἰ οὖν βούλει καὶ εἰ θέλεις τοῦ λαβεῖν τὸ θεῖον πνεῦμα, πίστευσον θεῷ τελείως, ἄρνησαι σαυτὸν ὡσαύτως· ἐπὶ ὤμων ἀδιστάκτως ἆρον τὸν σταυρὸν καὶ λήψῃ· θάνον τῇ προθέσει, τέκνον, ἵνα μέτοχος γενήσῃ τῆς ζωῆς τῆς ἀθανάτου· μὴ πλανήσωσί σε πλάνοι ταῖς αὐτῶν ψευδολογίαις μετὰ θάνατον λαμβάνειν τὴν ζωὴν τοὺς τελευτῶντας· μὴ πεισθεὶς καταμελήσῃς καὶ ζωῆς οὐ μεταλήψῃ· ἄκουσον θεοῦ τοὺς λόγους, ἄκουσον τῶν ἀποστόλων, ἄκουσον τῶν διδασκάλων τῶν ἐπὶ τῆς ἐκκλησίας, τί Χριστὸς βοᾷ καθ’ ὥραν· ποταμοὶ ἐκ τῆς κοιλίας εἰς ἐμὲ τῶν πιστευόντων ῥεύσουσι πηγῆς τῆς θείας, ὕδατος τοῦ ἀειζώου· τί τὸ ὕδωρ τοῦτο λέγων, εἰ μὴ πνεύματος τὴν χάριν; καθαροὺς δὲ τῇ καρδίᾳ μακαρίζει λέγων τούτους ὄψεσθαι θεὸν ἐνταῦθα· οἱ ἀπόστολοι δὲ πάντες καὶ διδάσκαλοι βοῶσιν ἀπ’ ἐντεῦθεν καὶ τὸ πνεῦμα καὶ Χριστὸν αὐτὸν λαμβάνειν, εἴπερ μέλλοιμεν σωθῆναι. ἄκουσον φωνὰς δεσπότου, ἄκουσον τοῦ λόγου λόγους, πῶς δηλοῖ τὴν βασιλείαν τὴν τῶν οὐρανῶν λαμβάνειν ἀπ’ ἐντεῦθεν τοὺς ἀνθρώπους· ὡμοιώθη λέγων αὕτη μαργαρίτῃ πολυτίμῳ· μαργαρίτην δὲ ἀκούσας ἆρα τί ὑπολαμβάνεις; λίθον εἶναι λέγεις τοῦτον ἢ κρατούμενον κἂν ὅλως ἢ ὁρώμενον ποσῶς δέ; ἄπαγε τῆς βλασφημίας· νοητὸς καὶ γὰρ ὑπάρχει, ἔμπορος εὑρὼν δὲ τοῦτον· πῶς ἐφεῦρεν, ἄρτι λέξον, εἰ ἀκράτητος ὑπάρχει ἢ ἀόρατος τυγχάνει; ποῦ οὖν τοῦτον εὗρε, πῶς κατεῖδε, δίδαξόν με;
πῶς δὲ ἅπαντα πωλήσας ἐξωνήσατο ἐκεῖνον, ὃν οὐχ εὗρεν, ὃν οὐκ εἶδεν, ὃν οὐκ ἔσχεν ἐπὶ χεῖρας, ἀλλ’ οὐδ’ ἔλαβεν ἐν κόλπῳ; πίστει δέ με μόνῃ πάντως καὶ ἐλπίδι, ὥσπερ ἔχων διακείσεται, διδάξεις· ἀλλ’ οὐκ εἶπεν ὁ δεσπότης, ὥσπερ σὺ ὑπολαμβάνεις, οὐδ’ ἐλπίσι τοῦ εὑρέσθαι οὐδ’ ἐλπίσι τοῦ λαβέσθαι τὰ ὑπάρχοντα πωλῆσαι· τί πλανᾶσθε, τί ματαίαις ἐπερείδεσθε ἐλπίσι; τί καὶ ἄλλοις ἀπωλείας ἑαυτοῖς τε τιμωρίας αἴτιοι σφοδρᾶς γενέσθαι μάτην βούλεσθε πεισθεῖσιν; ἀλλὰ πρότερον εὑρεῖν σοι παραινεῖ τὸν μαργαρίτην καὶ ἀτίμητον ὡς ὄντα θεασάμενόν σε τοῦτον †καὶ αὐτὸν τότε πωλήσας ἅπαντα ἐξαγοράσαι·† σὺ δὲ λέγεις ἐν ἐλπίσι καὶ σαυτὸν ἀποδεικνύεις ὡς οὐ θέλοντα ζητῆσαι, ὡς οὐ θέλοντα εὑρέσθαι, ὡς οὐ θέλοντα πωλῆσαι τὰ ὑπάρχοντα καὶ ἆραι οὐρανῶν τὴν βασιλείαν, ἣν ἐντός σου, ἐὰν θέλῃς, ὁ δεσπότης εἶπεν εἶναι· ἴσως δὲ πτωχὸς ὑπάρχεις καὶ οὐ κέκτησαι χρυσίον οὐδὲ κτήματα, οὐ πλοῦτον καὶ ἀκούων, ὅτι πάντων ὑπαρχόντων διαπράσει ὁ ἀτίμητος ὠνεῖται μαργαρίτης, ἵνα λέγῃς, ὅτι ἆρα πῶς μὴ ἔχων ὕπαρξιν ἐγὼ ἰσχύσω κτήσασθαι τὸν θεῖον τοῦτον καὶ ὡραῖον μαργαρίτην;
περὶ τούτου οὖν ἀκοῦσαι συνετῶς παρακαλῶ σε· ἐὰν ἅπαντα τὸν κόσμον καὶ τὰ ἐν τῷ κόσμῳ ἔχῃς καὶ σκορπίσας διανείμῃς ὀρφανοῖς καὶ χήραις ταῦτα καὶ πτωχοῖς ἠπορημένοις, καὶ πτωχὸς αὐτὸς γενήσῃ, ὡς ἀντάξιον δὲ ὅλως τίμημα εἰ ἐννοήσεις, ὅτι κατεβάλου, λέγων· δότε μοι τὸν μαργαρίτην· δέδωκα γὰρ ἅπαντά μου· παρευθὺ τοῦτο ἀκούσῃ λέγοντός σου τοῦ δεσπότου· ποῖα ἅπαντά σου λέγεις; σὺ γυμνὸς ἀπὸ κοιλίας ἐξελήλυθας μητρός σου καὶ γυμνὸς ἐν τῷ μνημείῳ πάλιν πάντως εἰσελεύσῃ, σὰ δὲ ποῖα λέγεις εἶναι; ἄφρον, ὅλως οὐκ αἰσθάνῃ; καὶ οὐ λήψῃ μαργαρίτην οὐδὲ λάβῃς βασιλείαν. ἂν δὲ ἅπαντα σκορπίσῃς τὰ ὑπάρχοντά σοι ὅλως, ἢ πτωχὸς ὑπάρχῃς λίαν καὶ προσέλθῃς λέγων οὕτως· ἴδε, σῶτερ, νῦν καρδίαν καὶ ψυχὴν συντετριμμένην καὶ δεινῶς κολαζομένην καὶ σφοδρῶς ἐκκαιομένην· ἴδε, δέσποτα, γυμνόν με, ἴδε με ἠπορημένον, ἀρετῆς ἁπάσης ξένον καὶ πτωχὸν ἐν τούτοις λίαν καὶ μὴ ἔχοντά τι δοῦναι εἰς ἐξώνησίν σου, λόγε, καὶ ἐλέησόν με, μόνε ἀνεξίκακε θεέ μου· τί γὰρ ἄξιον εὑρήσω ἐν τῷ κόσμῳ, ὧ θεέ μου, ὅπερ δώσω εἰς τιμήν σου τοῦ ποιήσαντος τὰ πάντα; τί γὰρ ἔδωκεν ἡ πόρνη, τί δὲ ὁ λῃστὴς παρέσχεν; ὁ δὲ ἄσωτος, Χριστέ μου, ποῖον πλοῦτόν σοι προσῆξε;
ταῦτα λέξον καὶ ἀκούσῃ· ναί, προσέφερόν μοι δῶρα, ναί, προσέφερόν μοι πλοῦτον· δεδωκότες, ἅπερ εἶχον, ἔλαβον τὸν μαργαρίτην τοῦ παντὸς κρείττω τοῦ κόσμου· ταῦτά μοι καὶ σύ, εἰ βούλῃ, κόμισον καὶ λήψῃ πάντως· μετὰ τούτων πρόσελθέ μοι καὶ εὐθύς σοι ὑποδείξω, ὅνπερ ἔλαβον ἐκεῖνοι μαργαρίτην, καὶ χαρήσῃ· καὶ ψυχὴν αὐτὴν εἰ δώσεις, ἄξιον οὐδὲν νομίσεις, ἄξιον οὐδὲν λογίσῃ, ὅτι ὅλως κατεβάλου· ἐγὼ γάρ, ἐὰν προσέλθῃς, ὡς ἡ πόρνη μοι προσῆλθε, πάντως ἔχω ἐξουσίαν, πάντως ἔχω μαργαρίτας, οὓς ὁ κόσμος ἐὰν λάβῃ καὶ σὺν κόσμῳ τούτῳ ἄλλαι μυριάδες ἄλλων κόσμων, οὐκ ἐκλείψει μαργαρίτης μόνος εἷς ἐκ θησαυρῶν μου· καὶ παρέξω σοι καὶ δῶρον ὡς ἐκείνῃ παρεσχόμην. ταῦτά σοι θεὸς προσείπῃ καὶ διδάξει, πῶς προσῆλθεν ὁ λῃστὴς καὶ πῶς ἡ πόρνη, οἱ ᾀδόμενοι ἐν κόσμῳ, πῶς δὲ ἄσωτος εὐθέως ὑποστρέψας προσεδέχθη· πίστει δὲ λῃστὴς ἐσώθη ὁ πολλὰ κακὰ ποιήσας· καὶ δικαίως, ὅτι μόνος πάντων με ἀρνησαμένων, πάντων δὲ σκανδαλισθέντων κρεμαμένου μου τῷ ξύλῳ ὡμολόγησεν ἐκεῖνος καὶ θεὸν καὶ βασιλέα, καὶ ἀθάνατόν με εἶναι ἐκ καρδίας ἀνεβόα· διὰ τοῦτο καὶ πρὸ πάντων ἔλαβε τὴν βασιλείαν. πόρνης δὲ τὸν πόθον ἆρα ποῖος λόγος παραστήσει, ὃν ἐβάσταζεν ἐκείνη ἐν καρδίᾳ προσελθοῦσα ὡς θεῷ μοι καὶ δεσπότῃ ὁρατῶν καὶ ἀοράτων καὶ προσέφερε πλουσίως ὡς οὐδεὶς τῶν μέχρι τότε;
ὃν ἰδὼν ἀπεδεξάμην καὶ οὐκ ἔλαβον τὸν πόθον, ἀλλ’ αὐτῇ τὸν μαργαρίτην δοὺς ἀφῆκα καὶ τὸν πόθον, μᾶλλον δὲ καὶ προσανῆψα καὶ πυρσὸν εἰς μέγαν ἦρα καὶ ἀπέλυσα παρθένων σεμνοτέραν οὖσαν ταύτην· ἄφνω γὰρ τὸν νόμον πάντα ὥσπερ τεῖχος διαβᾶσα, ἢ ὡς κλίμακα τὰς πάσας ἀρετὰς ὑπεραρθεῖσα ἔφθασεν εἰς τέλος νόμου, ὅπερ ἔστιν ἡ ἀγάπη, καὶ ἀπῆλθε μέχρι τέλους ἄτρωτον τηροῦσα ταύτην. ὁ δὲ ἄσωτος ὁμοίως ἐκ καρδίας ἐπιστρέψας μετενόησε γνησίως καὶ υἱός μου ὢν τὸ πρόσθεν οὐ προσῆλθεν ὡς υἱός μου, ἀλλ’ ὡς εἷς με ἐξῃτεῖτο τῶν μισθίων μου γενέσθαι· οὐ τῷ στόματι δὲ μόνον, ἀλλὰ καὶ ψυχῇ ἐλάλει καὶ τοῖς ἔργοις ἐπεδείκνυ, ἅπερ ἔλεγε τοῖς λόγοις· ἡ ταπείνωσίς με τούτου εἵλκυσε πρὸς εὐσπλαγχνίαν καὶ ἐπλούτισα εὐθέως καὶ ἐδόξασα συντόμως, ὅτι ἔβλεπον ἐξ ὅλης προσερχόμενον ψυχῆς μοι· ὅτι ὄπισθεν οὐδ’ ὅλως, ὡς πολλοὶ τοῦτο ποιοῦσιν, ἀπεστρέφετο τὰς φρένας. οὕτως οὖν, εἰ πᾶς προσέλθῃ καὶ προσπέσῃ μοι γνησίως, (ἀκουσάτω πᾶσα κτίσις) δέξομαι αὐτὸν εὐθέως· ὅστις δέ μου μετὰ δόλου βούλεται λαβεῖν τὴν χάριν, ὑποκρίσει δὲ προσέλθῃ ἢ κακίαν ἔνδον ἔχων ἢ θαρρῶν αὐτοῦ τοῖς ἔργοις, κατεχόμενος ἐπάρσει ἢ φθόνῳ, οὐκ ἔχει ὅλως μετ’ ἐμοῦ Χριστοῦ μερίδα.
ταῦτά σοι θεὸς καὶ πᾶσι δι’ ἡμῶν βοᾷ καθ’ ὥραν· εἰ δὲ βούλῃ, καὶ ἐξ ἄλλων δείξω σοι τρανῶς ἐνταῦθα, ὅτι δεῖ τὴν βασιλείαν οὐρανῶν λαβεῖν σε ὅλην, εἰ ἐν ταύτῃ εἰσελθεῖν σε βούλῃ καὶ μετὰ τὸ τέλος· ἄκουσον θεοῦ σοι πάλιν ἐν παραβολαῖς λαλοῦντος· τίνι ἆρα ὁμοιώσω οὐρανῶν τὴν βασιλείαν; ὁμοία ἔστιν, πρόσεχε, τοῦ σινάπεως τῷ κόκκῳ, ὃν λαβών τις τῶν ἀνθρώπων ἔβαλεν αὐτοῦ εἰς κῆπον καὶ ἐβλάστησε καὶ δένδρον ὄντως γέγονεν εἰς μέγα· λέγε τοίνυν ὁ ἀκούων, τίς ἐστιν ὁ κόκκος οὗτος, τί νομίζεις εἶναι τοῦτον;
λέγε μετὰ παρρησίας· εἰ δὲ μή, ἐγώ σοι λέξω καὶ τὸ ἀληθὲς ἐξείπω· πάντως βασιλείαν εἶπε τὴν τῶν οὐρανῶν σοι κόκκον, ὁ δὲ κόκκος οὗτος ἔστιν θείου πνεύματος ἡ χάρις, ὁ δὲ κῆπος ἡ καρδία ἡ ἑκάστου τῶν ἀνθρώπων, ἔνθα ὁ λαβὼν τὸ πνεῦμα βάλλει ἔνδον τε καὶ κρύπτει ταῖς λαγόσι ταῖς τῶν σπλάγχνων, ὡς μηδένα τοῦτο βλέπειν, καὶ φυλάττει μετὰ πάσης ἀκριβείας, ὅπως φύῃ, ὅπως γένηται εἰς δένδρον καὶ εἰς οὐρανὸν ἀνέλθῃ· εἰ οὖν λέγεις, οὐχὶ ὧδε ἀλλὰ μετὰ τέλος πάντες λήψονται τὴν βασιλείαν οἱ θερμῶς ταύτης ἐρῶντες, ἀνατρέπεις τοῦ σωτῆρος καὶ θεοῦ ἡμῶν τοὺς λόγους· τὸν γὰρ κόκκον εἰ μὴ λάβῃς τοῦ σινάπεως, ὃν εἶπεν, εἰ μὴ βάλῃς σου εἰς κῆπον, μένεις ὅλως δίχα σπόρου· εἰ δὲ καὶ τὸν σπόρον λάβοις καὶ συμπνίξεις ταῖς ἀκάνθαις, ἢ προδώσεις τοῖς ὀρνέοις καὶ ἁρπάσουσι τὸν κόκκον, ἢ ἀπότιστον ἐάσεις κῆπόν σου τῇ ἀμελείᾳ καὶ οὐ φύῃ σου ὁ σπόρος, οὐ βλαστήσει, οὐ καρπεύσει, τί σοι ἐκ τοῦ σπόρου ἔσται ἡ ὠφέλεια, εἰπέ μοι; πότε δέ, εἰ μὴ ἐνταῦθα, ἄλλοτε τὸν σπόρον λάβοις; μετὰ θάνατόν μοι εἴπῃς, ἀλλὰ σφάλλῃ τοῦ εἰκότος· ποίῳ κήπῳ τότε τοῦτον κατακρύψεις, ἐρωτῶ σε, ποίαις δὲ ταῖς ἐργασίαις θεραπεύσεις, ἵνα φύῃ;
ὄντως ὅλος γέμεις πλάνης, ἀδελφέ, ἠπατημένης· ὁ γὰρ χρόνος οὗτος ἔργων, ὁ δὲ μέλλων τῶν στεφάνων· ὧδέ σοι τοὺς ἀρραβῶνας λάβε, εἶπεν ὁ δεσπότης, ὧδε δέξαι τὴν σφραγῖδα, ἀπ’ ἐντεῦθεν τὴν λαμπάδα ἄναψον τὴν τῆς ψυχῆς σου, πρὶν σκοτάσῃ, πρὶν κλεισθῶσιν αἱ τῆς ἐργασίας πύλαι, εἴπερ φρόνιμος ὑπάρχεις· ὧδέ σοι καὶ μαργαρίτης γίνομαι καὶ ἐξωνοῦμαι, ὧδέ σοι καὶ σῖτος πέλω καὶ σινάπεως ὡς κόκκος, ὧδε γίνομαί σοι ζύμη καὶ ζυμῶ τὸ φύραμά σου, ὧδέ σοι ὡς ὕδωρ πέλω, γίνομαι καὶ πῦρ γλυκάζον· ὧδε καὶ ἱμάτιόν σοι καὶ τροφὴ καὶ πόσις πᾶσα, ἐὰν βούλῃ, γίνομαί σοι· ὁ δεσπότης ταῦτα λέγει· εἰ οὖν οὕτως ἐκ τῶν ὧδε καὶ τοιοῦτόν με γνωρίσεις, ἕξεις με κἀκεῖ ἀρρήτως ἅπαντα γινόμενόν σοι· εἰ δ’ ἀπέλθῃς ἀγνοῶν μου χάριτος τὰς ἐνεργείας, μόνον με κριτὴν ἐκεῖσε ἀσυμπάθητον εὑρήσεις. ὦ Χριστέ μου καὶ θεέ μου, μή με κατακρίνῃς τότε μηδὲ δίκῃ ὑποβάλῃς τὸν πολλά σοι ἐπταικότα, ἀλλὰ δέξαι με ὡς ἕνα τῶν ἐσχάτων σου μισθίων καὶ ἀξίωσον ἐντεῦθεν θεραπεῦσαί σε, σωτήρ μου, καὶ λαβεῖν σου πνεῦμα θεῖον ἀρραβῶνα βασιλείας καὶ ἐκεῖθεν ἀπολαῦσαι τοῦ νυμφῶνός σου τῆς δόξης καθορῶντά σε, θεέ μου, εἰς αἰῶνας αἰωνίους· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.