Ἔργον
Συμεὼν ὁ Νέος Θεολόγος – Ὕμνοι
Η λειτουργική διακονία και τα άχραντα μυστήρια
Έλεγχος των αναξίων κληρικών, η αναγκαιότητα της τέλειας αποταγής και ο θαυμασμός ενώπιον της ευχαριστιακής ενώσεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η λειτουργική διακονία και τα άχραντα μυστήρια
Έλεγχος των αναξίων κληρικών, η αναγκαιότητα της τέλειας αποταγής και ο θαυμασμός ενώπιον της ευχαριστιακής ενώσεως.
Διδασκαλία σὺν θεολογίᾳ, ἐν ᾗ καὶ περὶ ἱερωσύνης ἅμα καὶ ἀπαθοῦς θεωρίας. Πῶς σου ἐξείπω, δέσποτα, τὰ θαυμαστὰ καὶ ξένα; πῶς λόγῳ διηγήσομαι σῶν κριμάτων τὰ βάθη, ἃ καθ’ ἑκάστην ἐκτελεῖς ἐν ἡμῖν τοῖς σοῖς δούλοις; πῶς παραβλέπεις ἄπειρα τῶν σφαλμάτων μου πλήθη καὶ οὐ λογίζῃ, δέσποτα, τὰς τῶν κακῶν μου πράξεις, ἀλλ’ ἐλεεῖς καὶ σκέπεις με καὶ φωτίζεις καὶ τρέφεις ὡς ἐκπληροῦντα πάσας σου τὰς ἐντολάς, σωτήρ μου; οὐ μόνον δέ με ἐλεεῖς, ἀλλὰ καὶ πλέον τούτου καταξιοῖς ἐνώπιον τῆς σῆς παρίστασθαί με δόξης τε καὶ δυνάμεως καὶ τῆς μεγαλωσύνης· προσομιλεῖς μοι καὶ λαλεῖς λόγους ἀθανασίας τῷ ἀσθενεῖ καὶ ταπεινῷ καὶ τοῦ ζῆν ἀναξίῳ· πῶς μου λαμπρύνεις τὴν ψυχὴν τὴν κατεσπιλωμένην καὶ φῶς αὐτὴν ἀποτελεῖς ἄχραντόν τε καὶ θεῖον; πῶς λαμπροφόρους ἐκτελεῖς τὰς ἀθλίας μου χεῖρας, ἃς ἁμαρτὼν ἐμόλυνα μολυσμοῖς ἁμαρτίας; πῶς ἀλλοιοῖς τὰ χείλη μου αἴγλῃ θεότητός σου ἐξ ἀκαθάρτων ἅγια ταῦτα μετασκευάζων; γλῶσσάν μου δὲ τὴν ῥυπαράν, Χριστέ, πῶς ἐκκαθαίρεις καὶ μασησμῷ τῆς σῆς σαρκὸς σοῦ μέτοχον ἐργάζῃ; πῶς καὶ ὁρᾶν με ἀξιοῖς καὶ παρ’ ἐμοῦ ὁρᾶσθαι καὶ ταῖς χερσί μου, ὁ κρατῶν τὰ σύμπαντα, κρατεῖσθαι, ὁ πᾶσιν ἀθεώρητος, τάξεσιν οὐρανίαις καὶ τῷ Μωσῇ ἀπρόσιτος τῷ ἐν προφήταις πρώτῳ; οὐ γὰρ ἰδεῖν τὸ πρόσωπον τὸ σὸν κατηξιώθη, οὐδ’ ἐν ἀνθρώποις ἄλλος τις, ἵνα μὴ ἀποθάνῃ.
σὲ οὖν τὸν ἀκατανόητον, σὲ τὸν ἄφραστον μόνον, σὲ τὸν ἀχώρητον παντὶ καὶ ἀπρόσιτον πᾶσι πῶς καὶ κρατεῖν τε καὶ φιλεῖν καὶ ὁρᾶν καὶ ἐσθίειν καὶ ἔχειν ἐν καρδίᾳ μου, Χριστέ, καταξιοῦμαι καὶ διαμένω ἄφλεκτος χαίρων ἅμα καὶ τρέμων καὶ ἀνυμνῶν σου τὴν πολλήν, Χριστέ, φιλανθρωπίαν; οἱ οὖν τυφλοὶ καὶ σαρκικοί, οἱ μὴ γινώσκοντές σε, ἀναισθητοῦντες, μᾶλλον δὲ τὴν ἰδίαν δεικνύντες ἀσθένειαν καὶ σκότωσιν καὶ τῶν καλῶν ἁπάντων, σωτήρ μου, ἀποστέρησιν, πῶς τολμῶσι τοῦ λέγειν· τί δὲ καὶ χρῄζει ἄνθρωπος ἱερωσύνην ἔχειν, ἐὰν μὴ ἓν ἐκ τῶν τριῶν τούτων κερδάνῃ, ἢ τὴν τροφὴν τοῦ σώματος ἢ πορισμὸν χρυσίου ἢ θρόνον ἐκ τῶν ὑψηλῶν ἐπισκοπῆς πλουσίας; ὢ σκότους, ὢ πωρώσεως, ὢ πτωχείας ἐσχάτης, ὢ ἀθλιότητος πολλῆς, ὢ ἀγνοίας μεγάλης, ὢ γεηρῶν τε καὶ κενῶν, ματαίων ὀνομάτων, ὢ τόλμης, ὢ φρονήματος Ἰούδα τοῦ προδότου· ὡς γὰρ ἐκεῖνος τὰ φρικτὰ τοῦ δεσποτικοῦ δείπνου, καὶ τοῦ ἀχράντου σώματος εἰς οὐδὲν ἐλογίσθη, ἀλλὰ κρεῖσσον ἡγήσατο ἀργύρια ὀλίγα, οὕτω καὶ οὗτοι τὰ φθαρτὰ τῶν ἀφθάρτων καὶ θείων προτιμῶντες ἐκλέγονται τὴν ψυχικὴν ἀγχόνην. εἴπατέ μοι, ὦ μάταιοι, εἰ ἐπίστασθε τοῦτον, τίς τὸν Χριστὸν κτησάμενος ἑτέρου πλέον χρῄζει τινὸς ἆρα τῶν ἀγαθῶν τοῦ παρόντος αἰῶνος; τίς τὴν χάριν τοῦ πνεύματος ἔχων ἐν τῇ καρδίᾳ οὐχὶ τριάδα τὴν σεπτὴν ἐν αὐτῷ κατοικοῦσαν κέκτηται τὴν φωτίζουσαν καὶ θεὸν ἐκτελοῦσαν;
τίς δὲ θεὸς γενόμενος χάριτι τῆς τριάδος καὶ δόξης καταξιωθεὶς τῆς ἄνω τε καὶ πρώτης πλέον τι ἐννοήσειεν ἐνδοξότερον ἆρα τοῦ λειτουργεῖν τε καὶ ὁρᾶν τὴν ἀνωτάτω φύσιν, τὴν παντουργόν, τὴν ἄφραστον, τὴν ἀπρόσιτον πᾶσιν; ἢ τίνος ἐπιθυμήσειε λαμπροτέρου ἐν βίῳ τῷ τε τούτῳ, λογίσθητι, τῷ ὀλιγοχρονίῳ ἢ τῷ ἄλλῳ μοι νόησον, τῷ μὴ ἔχοντι τέλος; εἰ ᾔδεις τὸ κρυπτόμενον βάθος τῶν μυστηρίων, οὐκ ἄν με κατηνάγκαζες ταῦτα λαλεῖν ἢ γράφειν· φρίττω γὰρ εὐλαβούμενος ἐγχαράττων τὰ θεῖα καὶ γράμμασι σκιαγραφῶν τὰ ἀπόρρητα πᾶσιν· εἰ ἐθεάσω τὸν Χριστόν, εἰ ἔλαβες τὸ πνεῦμα καὶ προσηνέχθης τῷ πατρὶ διὰ τούτων τῶν δύο, γινώσκειν εἶχες, ἃ λαλῶ καὶ ἅ σοι ἐξηγοῦμαι, καὶ ὅτι μέγα καὶ φρικτὸν καὶ ἐπέκεινα πάσης δόξης τε καὶ λαμπρότητος, ἀρχῆς καὶ ἐξουσίας, πλούτου τε καὶ δυνάμεως καὶ πάσης βασιλείας τὸ λειτουργεῖν ἐν καθαρᾷ καρδίας συνειδήσει τῇ καθαρᾷ καὶ ἁγίᾳ καὶ ἀχράντῳ τριάδι.
μὴ γάρ μοι εἴπῃς σώματος τὴν ἀναμαρτησίαν καὶ ὧν τὸ βάθος οὐ νοεῖς παράξῃς μαρτυρίας, ἀλλ’ ἅπερ εἶπεν ὁ θεὸς διὰ τῶν ἀποστόλων καὶ Βασιλείου τοῦ σοφοῦ, τοῦ πυρίνου τὴν γλῶτταν, τοῦ Χρυσοστόμου τε πατρὸς τὰς ἁπλᾶς μαρτυρίας καὶ Γρηγορίου τοῦ καλῶς ταῦτα θεολογοῦντος ἄκουσον καὶ πιστώθητι, ποταπὸν χρὴ ὑπάρχειν τὸν λειτουργοῦντα τῷ θεῷ τῷ ποιητῇ τῶν πάντων, καὶ ἐκ τῆς καταξιώσεως καὶ ἐκ τῆς ἀρετῆς σου ἔχεις τοῦ ἀξιώματος τὸ μέγεθος θαυμάσαι.
μὴ πλανηθῆτε, ἀδελφοί, μὴ τολμήσητε ὅλως ἅψασθαι ἢ προσελθεῖν τῷ ἀπροσίτῳ φύσει· ὃς γὰρ οὐκ ἀποτάξεται κόσμῳ καὶ τοῖς ἐν κόσμῳ καὶ τὴν ψυχὴν ἀρνήσεται τὴν ἑαυτοῦ καὶ σῶμα καὶ ὅλος γένηται νεκρὸς ταῖς αἰσθήσεσι πάσαις μηδὲν προσβλέπων ἐμπαθῶς τῶν ἡδέων τοῦ βίου, μηδενὸς ὅλως ἐπιθυμῶν τῶν τοῦ κόσμου πραγμάτων μηδὲ ἐνηδυνόμενος λόγοις τισὶν ἀνθρώπων· ὃς οὐ κωφός τε καὶ τυφλὸς γένηται τοῖς τοῦ κόσμου πράγμασί τε καὶ ἤθεσι, πράξεσί τε καὶ λόγοις ὁρῶν μὲν ὅσα ὀφθαλμὸς φύσει ὁρᾶν ἰσχύει, μηδὲν δὲ ἔνδοθεν ἐῶν εἰσελθεῖν ἐν καρδίᾳ καὶ τύπους τούτων καὶ μορφὰς ἀνιστορεῖσθαι ταύτην, ἀκούων δ’ ὅσα ἀκοὴ δέχεται ἀνθρωπίνη, καὶ μένων ὥσπερ ἄψυχος καὶ ἀναίσθητος λίθος μὴ ἠχήν, μὴ τὴν δύναμιν τῶν φωνῶν μεμνημένος, οὐ δύναται τὴν μυστικὴν καὶ ἀναίμακτον θύειν θεῷ θυσίαν καθαρῶς τῷ καθαρῷ τὴν φύσιν· ὅταν γὰρ ταῦτα αἰσθηθῇ ποιεῖν ἐν ἀληθείᾳ, ἀπεχωρίσθη τοῦ παντὸς κόσμου καὶ τῶν τοῦ κόσμου καὶ γνώσει καὶ πιστεύσει μοι, ἃ μέλλω πάλιν γράφειν· τὸν ἀέρα τὸν σκοτεινόν, ὃν Δαβὶδ τεῖχος λέγει, καὶ θάλασσαν ὠνόμασαν τοῦ βίου οἱ πατέρες, ὑπερέβη, ἐπέρασεν, εἰσῆλθεν εἰς λιμένα, ἐν ᾧ πᾶς ὁ γενόμενος πᾶν ἀγαθὸν εὑρίσκει· ἐκεῖ γὰρ ὁ παράδεισος, ἐκεῖ ζωῆς τὸ ξύλον· ἐκεῖ ὁ ἄρτος ὁ γλυκύς, ἐκεῖ πόμα τὸ θεῖον· ἐκεῖ ὁ ἀνεξάντλητος πλοῦτος τῶν χαρισμάτων· ἐκεῖ ἡ βάτος καίεται μὴ καταφλεγομένη καὶ τῶν ποδῶν μου λύονται τὰ πέδιλα εὐθέως· ἐκεῖ θάλασσα ῥήγνυται, καὶ διέρχομαι μόνος καὶ ὁρῶ ἐν τοῖς ὕδασιν ἐχθροὺς ποντιζομένους· ἐκεῖ τὸ ξύλον θεωρῶ ἐν τῇ ἐμῇ καρδίᾳ βαλλόμενον, καὶ τὰ πικρὰ πάντα μεταποιοῦνται· ἐκεῖ τὴν πέτραν βλύζουσαν μέλι ἐκαρπωσάμην καὶ ἡ ψυχή μου ἔκτοτε θλίψεως οὐ μετέσχεν· ἐκεῖ εὕρηκα τὸν Χριστὸν τὸν παροχέα τούτων καὶ ἠκολούθησα αὐτῷ ἐξ ὅλης τῆς ψυχῆς μου· ἐκεῖ τὸ μάννα ἔφαγον καὶ ἄρτον τῶν ἀγγέλων καὶ οὐδενὸς ἐπεθύμησα τῶν ἀνθρωπίνων ἔτι· ἐκεῖ τὴν ῥάβδον Ἀαρὼν τὴν ξηρὰν ἐξανθοῦσαν εἶδόν τε καὶ ἐθαύμασα θεοῦ τερατουργίας· ἐκεῖ τὴν στεῖράν μου ψυχὴν εἶδον καρποφοροῦσαν καὶ πῶς τὸ ξύλον τὸ ξηρὸν ποιεῖ καρπὸν ὡραῖον· ἐκεῖ τὴν βορβορώδη μου καὶ ἄσωτον καρδίαν ἐθεασάμην καθαρὰν καὶ ἁγνὴν καὶ παρθένον καὶ τό· χαῖρε, ἀκούουσαν, ἡ κεχαριτωμένη, μετὰ σοῦ γὰρ ὁ κύριος καὶ ἐν σοὶ εἰς αἰῶνας· ἐκεῖ τό· νίψαι, ἤκουσα, κολυμβήθρᾳ δακρύων, καὶ ποιήσας ἐπίστευσα καὶ ἀνέβλεψα αἴφνης· ἐκεῖ ἐτάφην μνήματι ταπεινώσει τελείᾳ καὶ παρεγένετο Χριστὸς ἀμετρήτῳ ἐλέει καὶ λίθον ἦρε τὸν βαρὺν ἐκεῖθεν τῶν κακῶν μου καὶ εἶπε· δεῦρο ἔξελθε ὡς ἐκ τάφου τοῦ κόσμου· ἐκεῖ πῶς ἔπαθεν, εἶδον, ἀπαθῶς ὁ θεός μου καὶ πῶς νεκρὸς ἐγένετο ἀθάνατος ὑπάρχων καὶ ἀνέστη τοῦ μνήματος μὴ λύσας τὰς σφραγῖδας· ἐκεῖ τὴν μέλλουσαν εἶδον ζωὴν καὶ ἀφθαρσίαν, ἣν ὁ Χριστὸς χαρίζεται τοῖς αὐτὸν ἐκζητοῦσι, καὶ βασιλείαν οὐρανῶν οὖσαν ἐντός μου εὗρον, ἥτις ὑπάρχει ὁ πατήρ, ὁ υἱὸς καὶ τὸ πνεῦμα, θεότης ἀδιαίρετος ἐν τρισὶ τοῖς προσώποις, ἣν οἱ μὴ προτιμήσαντες ἀντὶ παντὸς τοῦ κόσμου καὶ δόξαν ἡγησάμενοι καὶ τιμήν τε καὶ πλοῦτον τὸ προσκυνεῖν, τὸ λειτουργεῖν καὶ παρίστασθαι μόνον ἀνάξιοι τυγχάνουσι καὶ τῆς ἀχράντου θέας καὶ τῆς τρυφῆς καὶ τῆς χαρᾶς καὶ τῶν καλῶν ἁπάντων, ὧν οὐ μὴ μεταλάβωσι μετάνοιαν μὴ σχόντες, εἰ μὴ πάντα ὡς εἴπομεν διδαχθῶσι καὶ γένωνται καὶ πάντα πράξωσι σπουδῇ, ἃ εἶπεν ὁ θεός μου· καὶ τότε μόλις τις πολλῷ φόβῳ καὶ εὐλαβείᾳ, εἰ ὁ θεὸς κελεύσειεν, ἁπτέσθω τῶν ἀψαύστων· οὐδὲ γὰρ πᾶσιν ἔξεστι λειτουργεῖν τοῖς τοιούτοις· ἀλλ’ εἰ καὶ πᾶσαν δέξεται τοῦ πνεύματος τὴν χάριν καὶ καθαρὸς ἀπὸ μητρὸς ὑπάρχει ἁμαρτίας, εἰ μὴ θεοῦ κελεύσματι καὶ ἐκλογῇ ἐκείνου πληροφοροῦντος τὴν αὐτοῦ ψυχὴν ἐλλάμψει θείᾳ καὶ ἐμπυρίζοντος αὐτὴν πόθῳ θείας ἀγάπης, οὐκ ἂν δοκῇ μοι εὔλογον ἱερουργεῖν τὰ θεῖα καὶ τῶν ἀψαύστων καὶ φρικτῶν ἅπτεσθαι μυστηρίων, οἷς πρέπει δόξα καὶ τιμὴ καὶ προσκύνησις πᾶσα νῦν καὶ ἀεὶ διὰ παντὸς εἰς πάντας τοὺς αἰῶνας.
Εὐχαριστία καὶ ἐξομολόγησις σὺν θεολογίᾳ. Καὶ περὶ δωρεᾶς καὶ μετουσίας πνεύματος ἁγίου.
Ὤφθης δι’ ἐμὲ ἐπὶ γῆς ἐκ παρθένου, ὁ πρὸ αἰώνων ἀόρατος ὑπάρχων, καὶ σὰρξ ἐγένου καὶ ἄνθρωπος ἐδείχθης, ὁ ἀπροσίτῳ φωτὶ ἐνειλημένος, καὶ περιγραπτὸς τοῖς πᾶσιν ἐνομίσθης, ὁ παντάπασιν ἀχώρητος ὑπάρχων, ὃν οὐκ ἰσχύει λόγος ἅπας ἐκφράσαι, νοῦς δὲ βιαζόμενος δράσσεται πόθῳ καὶ κρατεῖν οὐ δύναται συστελλόμενος φόβῳ καὶ πάλιν ζητεῖ καιόμενος τὰ ἔνδον, φαντασθεὶς δὲ σοῦ βραχὺ τῇ λαμπηδόνι τρόμῳ ἀποπέμπεται καὶ χαρᾷ χαίρει· στέγειν γὰρ οὐ δύναται φύσις ἀνθρώπων ὅλον σε τρανῶς καθορᾶν τὸν Χριστόν μου, εἰ καὶ ὅλον σε πιστεύομεν λαμβάνειν ἐκ τοῦ πνεύματος, οὗ δίδως, ὁ θεός μου, καὶ τῶν ἀχράντων αἵματος καὶ σαρκός σου, ὧν κοινωνοῦντες σὲ κρατεῖν καὶ ἐσθίειν ἀδιαιρέτως, θεέ, ὁμολογοῦμεν καὶ ἀσυγχύτως· οὐ γὰρ μεταλαμβάνεις φθορᾶς ἢ ῥύπου, ἀλλ’ ἐμοὶ μεταδίδως τῆς σῆς ἀφθάρτου καθαρότητος, λόγε, καὶ ἀποπλύνεις τὸν ῥύπον τῶν κακῶν μου καὶ ἐκδιώκεις ζόφον ἁμαρτιῶν μου καὶ τῆς καρδίας καθαίρεις μου τὸ αἶσχος καὶ τῆς κακίας ἐκλεπτύνεις τὸ πάχος καὶ φῶς ποιεῖς με τὸν πρὶν ἐσκοτισμένον καὶ ὡραῖον με κατ’ ἄμφω ἀπεργάζῃ· αἴγλῃ περιλάμπεις με ἀθανασίας καὶ ἐκπλήττομαι καὶ καίομαι τὰ ἔνδον ἐπιθυμῶν σὲ αὐτὸν προσκυνῆσαι· ὅτε δὲ τοῦτο ἐνθυμηθῶ ὁ τάλας, ὢ τοῦ θαύματος, ἐν ἐμοί σε εὑρίσκω καταμένοντα, κινούμενον, λαλοῦντα καὶ ἄφωνόν με τότε ἀποτελοῦντα τῇ καταπλήξει δόξης τῆς ἀπροσίτου.
θάμβος οὖν συνέχει με καὶ ἀπορία, ὅτι τὸν πάντα συνέχοντα παλάμῃ συνεχόμενον ἐν καρδίᾳ μου βλέπω. ἀλλὰ τί σου, Χριστέ μου, τὸ ξένον τοῦ ἐλέους; τίς ἡ ἄπειρος συγκατάβασις, λόγε; τί πρὸς τὴν ἐμὴν ἐλήλυθας πτωχείαν; πῶς καὶ εἰσῆλθες εἰς ῥυπῶσαν οἰκίαν, ὁ ἀπροσίτῳ οἰκῶν φωτί, θεέ μου; πῶς δὲ καὶ τηρεῖς ἀκατάφλεκτον ταύτην πῦρ ὑπάρχων ἄστεκτον φύσει βροτείᾳ; τί δὲ ποιήσω ἄξιόν σου τῆς δόξης καὶ τί εὑρήσω πρὸς τοσαύτην ἀγάπην; τί σοι προσάξω τῷ τοιαύτῃ με δόξῃ καὶ τιμῇ δοξάσαντι τὸν ἀνάξιον; ὃν γὰρ ἄνθρωποι βλέπειν ἀπαξιοῦσιν, ἀλλ’ οὐδὲ λαλεῖν οὐδὲ συνεστιᾶσθαι ὅλως ἐμοὶ βούλονται τῷ παναθλίῳ, σὺ ὁ πνοὴν ἅπασαν τρέφων καὶ φύσιν, ὁ τοῖς Σεραφὶμ ἀπρόσιτος ὑπάρχων, ὁ πάντων κτίστης, ποιητὴς καὶ δεσπότης, οὐ μόνον ὁρᾷς καὶ λαλεῖς μοι καὶ τρέφεις, ἀλλὰ καὶ τὴν σὴν οὐσιωδῶς μοι σάρκα κατηξίωσας καὶ κρατεῖν καὶ ἐσθίειν καὶ τὸ αἷμά σου τὸ πανάγιον πίνειν, ὃ ἐξεχύθη δι’ ἐμὲ σοῦ σφαγέντος· διάκονόν τε καὶ λειτουργὸν καὶ μύστην τούτων με κατέστησας, ὅνπερ γινώσκεις ὁ πάντα εἰδώς, πρὶν ποιήσῃς αἰῶνας καὶ πρὶν παράξῃς τι τῶν μὴ βλεπομένων (τὰ γὰρ ὁρατὰ ὕστερον συνεστήσω), τὸν ἁμαρτωλόν, ἄσωτον, τὸν τελώνην, λῃστήν, φονέα ἐμαυτοῦ γεγονότα, ψεύστην τῶν καλῶν, ἐργάτην ἀνομίας καὶ πασῶν τῶν σῶν ἐντολῶν παραβάτην.
σὺ οὖν ἀληθῆ ταῦτα εἶναι γινώσκεις· πῶς ἐνώπιον ὀφθῶ σου, ὦ Χριστέ μου, πῶς δὲ τῇ σῇ πλησιάσω τραπέζῃ; πῶς τοῦ ἀχράντου σώματός σου κρατήσω, ὁ χεῖρας ἔχων πάντῃ ἐσπιλωμένας; πῶς ὑμνήσω σε, πῶς ἄλλοις μεσιτεύσω μὴ ἔχων ἐκ πίστεως καὶ καλῶν ἔργων τὴν πρὸς σὲ ἀγάπησιν καὶ παρρησίαν, ἀλλ’ ὑπόχρεως αὐτὸς ὤν, ὥσπερ οἶδας, πολλῶν ταλάντων, πολλῶν ἀνομημάτων; ὁ νοῦς ἀπορεῖ, ἠσθένησεν ἡ γλῶσσα καὶ λόγος οὐδεὶς εὑρίσκεταί μοι, σῶτερ, τὰ σὰ ἐξειπεῖν ἀγαθότητος ἔργα, ἃ ἐποίησας εἰς ἐμὲ τὸν σὸν δοῦλον· φλέγονται δέ μου ὡς ἐκ πυρὸς τὰ ἔνδον καὶ οὐ δύναμαι σιωπῶν ὑποφέρειν τὸ μέγα βάρος τῶν πολλῶν δωρεῶν σου. ὁ τὰ στρουθία φωναῖς λαλεῖν ποιήσας, δώρησαι κἀμοὶ λόγον τῷ ἀναξίῳ, ἵνα τοῖς πᾶσιν ἐγγράφως καὶ ἀγράφως διηγήσωμαι, ἃ εἰς ἐμὲ εἰργάσω, διὰ ἔλεος ἄπειρον, ὁ θεός μου, καὶ διὰ μόνην τὴν σὴν φιλανθρωπίαν· καὶ γὰρ ὑπὲρ νοῦν φρικτά τε καὶ μεγάλα πέλουσιν, ἅπερ παρέσχες μοι τῷ ξένῳ, τῷ ἀμαθεῖ, τῷ πτωχῷ, τῷ ἀπαρρησιάστῳ, τῷ ἀπὸ παντὸς ἀπερριμμένῳ ἀνθρώπου. γονεῖς οὐ προσεῖχόν μοι φυσικῇ τῇ ἀγάπῃ, οἱ ἀδελφοὶ καὶ φίλοι μου πάντες ἐνέπαιζόν μοι· ἀγαπᾶν γάρ με λέγοντες ἐψεύδοντο εἰς ἅπαν. οἱ συγγενεῖς, οἱ ἔξωθεν, οἱ ἄρχοντες τοῦ κόσμου τοσοῦτον μ’ ἐπεστρέφοντο καὶ ἠνείχοντο βλέπειν, ὅσον συναπολέσαι με ταῖς αὐτῶν ἀσεβείαις.
πολλάκις ἐπεθύμησα δόξης ἀναμαρτήτως καὶ οὔπω ταύτην εὕρηκα ἐν τῷ παρόντι βίῳ· ἡ δόξα γὰρ ἡ κοσμική, καθὼς ἐβεβαιώθην, καὶ δίχα ἄλλης πράξεως ἁμαρτία τυγχάνει. ποσάκις ἐπεθύμησα ἀνθρώπους ἀγαπᾶν με καὶ ἔχειν οἰκειότητος πρὸς αὐτοὺς παρρησίαν, καὶ οὐδείς μου ἠνέσχετο τῶν ἀγαθὰ φρονούντων· ἄλλοι δὲ μᾶλλον ἤθελον βλέπειν με καὶ γνωρίζειν, ἐγὼ δὲ τούτους ἔφευγον ὡς τῶν κακῶν ἐργάτας. ταῦτα οὖν πάντα, δέσποτα, καὶ ἄλλα τούτων πλείω, ἃ οὐδὲ λέγειν εὐπορῶ οὐδ’ ἀπομνημονεύειν, σὺ εἰς ἐμὲ τὸν ἄσωτον προνοῶν ἀπειργάσω, ἵνα ἑλκύσῃς ἐκ βυθοῦ καὶ κοσμικοῦ με σκότους καὶ τῆς ἀπάτης τῆς δεινῆς τῶν τοῦ βίου ἡδέων. οἱ ἀγαθοί με ἔφευγον διὰ τὸ ἔξω σχῆμα, τοὺς δὲ φαύλους ἐξέφευγον οἰκείᾳ προαιρέσει· ἠγάπων γάρ, ὡς εἴρηται, δόξαν καὶ πλοῦτον κόσμου καὶ φαντασμὸν ἐνδύματος καὶ βλακευμάτων ἤθη· οὐκ οἶδα δὲ τί φθέγξομαι, οὐκ οἶδα τί σοι εἴπω· φοβοῦμαι γὰρ καὶ τὸ λαλεῖν καὶ γράφειν τὰ τοιαῦτα, μὴ περιπέσω τοῖς ἐμοῖς λόγοις καὶ ἁμαρτήσω καὶ ἔσται ἀνεξάλειπτον τὸ ψευδῶς γεγραμμένον.
ὅταν προσεκαλεῖτό με εἰς ἔργα τις μανίας καὶ ἁμαρτίας ἀληθῶς τοῦ πλάνου κόσμου τούτου, ἔσωθεν ἡ καρδία μου συνελέγετο ὅλη καὶ ὥσπερ κατεκρύπτετο ἑαυτὴν αἰδουμένη, συνεχομένη ἀφανῶς πάντως χειρί σου θείᾳ· καὶ τὰ μὲν ἄλλα ἅπαντα ἠγάπων τὰ τοῦ βίου ὅσα τε ὄψιν τέρπουσι καὶ λεαίνουσι λάρυγγα καὶ σῶμα καλλωπίζουσι τὸ φθειρόμενον τοῦτο, τὰς πράξεις δὲ τὰς μυσαρὰς καὶ ἀσελγεῖς ὀρέξεις σὺ δὴ ἐκ τῆς καρδίας μου ἀπήλειψας, θεέ μου, καὶ μῖσος ἐνεποίησας πρὸς ταῦτα τῇ ψυχῇ μου, εἰ καὶ τῇ προαιρέσει μου προσεκείμην ἐν τούτοις, καὶ ὄρεξίν τε ἄπρακτον καὶ πράξεις ἀνορέκτους ἐποίεις μᾶλλον ἔχειν με (θαῦμα μέγιστον πάντῃ) καὶ πάντων ἀπεχώρισας οἰκονομίᾳ θείᾳ, βασιλέων ἀρχόντων τε καὶ πλουσίων τοῦ κόσμου· πολλῶν πολλάκις καὶ ἐμοῦ θελήσαντος εἰς ταῦτα αὐτὸς βουλὴν οὐκ εἴασας τινὸς ἐν τούτοις στῆναι· ἄλλους δοξάζειν λέγοντας καὶ πλουτεῖν με ἐν βίῳ μῖσος ἐμίσων, δέσποτα, μῖσος ἀπὸ καρδίας, ὡς μήτε συντυχίαν με κινεῖν ποτὲ πρὸς τούτους· οἳ καὶ μανέντες βάκλοις με σφοδρῶς ἔτυψαν μᾶλλον, ἄλλοι δὲ λοιδορίαις με πρὸς πάντας ἐλοιδόρουν ἐργάτην εἶναι λέγοντες πάσης παρανομίας θέλοντες διαστρέψαι με ἀπὸ ὁδοῦ εὐθείας· τὰς πράξεις γὰρ ἐξέφευγον, ἵνα μὴ λοιδορῶμαι, αὐτοὶ δὲ ἐλοιδόρουν με, ὅπως εἰς πράξεις ἔλθω, εἰ ἄρα καὶ τὸν ἔπαινον τὸν τῶν ἀνθρώπων χρῄζω, οἱ προσετίθουν λέγοντες πάντοτε λοιδορεῖν με, ἕως ἂν εἰς τὸ φρόνημα τὸ ἐκείνων συνέλθω· τοῖς δὲ τὴν δόξαν λέγουσι διδόναι τὴν τοῦ κόσμου οὕτως ἀνταποκρίνεσθαι δέδωκάς μοι, σωτήρ μου· εἰ πᾶσαν δόξαν, ἔλεγον, τὴν τοῦ κόσμου ἐκράτεις καὶ στέφος σοῦ τῇ κορυφῇ βασιλείας ὑπῆρχε, τοῖς δὲ ποσί σου κόκκινον ἦν ὑποδεδεμένον καὶ τούτων πάντων αἴφνης με κύριον ἀπειργάσω, αὐτὸς δὲ ἔστης παγανὸς δοῦλός μου θέλων εἶναι, οὐκ ἂν ταῖς πονηρίαις σου καὶ τοῖς φρονήμασί σου ὅλως συνεκοινώνησα ἢ συνῆλθον ἐν βίῳ.
ποῖος χάρτης χωρήσειε τὰς σὰς εὐεργεσίας καὶ τὰ καλά σου τὰ πολλά, ἃ εἰς ἐμὲ εἰργάσω; εἰ γὰρ μυρίαι γλῶσσαί μοι δοθήσονται καὶ χεῖρες, οὐκ ἂν ἰσχύσω ἐξειπεῖν ἢ περὶ πάντων γράψαι· εἰσὶ γὰρ πάντως ἄβυσσος ἐν ἀπείρῳ τῷ πλήθει, εἰσὶν ἀκατανόητα τῷ τῆς δόξης μεγέθει καὶ ἀσθενῶ τὸν λογισμόν, πονῶ μου τὴν καρδίαν, ὅτι λαλεῖν οὐ δύναμαι περὶ σοῦ, ὁ θεός μου· ὅταν γὰρ ἅπερ ἔπραξα ἐνθυμηθῶ ὁ τάλας, ὅσα μοι ἐβοήθησας, ἐξ οἵων με ἐξείλου καὶ πόσων, σῶτέρ, με κακῶν φιλανθρώπως ἐρρύσω καὶ οὐκ ἐμνήσθης τὰ κακά, ἅπερ διεπραξάμην, ἀλλ’ ὡς πολλὰ ποιήσαντα ἀγαθὰ καὶ μεγάλα καὶ καθαρὸν ἀπὸ μητρὸς ἁγίας κολυμβήθρας, οὕτως καὶ προσελάβου με, οὕτως ἐτίμησάς με, οὕτως με κατεκόσμησας στολῇ τῇ βασιλείῳ, ὅλος τρόμῳ συνέχομαι καὶ ἐξίσταμαι χαίρων, καὶ ἄφωνος καθίσταμαι καὶ ἐκλύομαι σφόδρα, ὅτι θεὸς ἐδόθης μοι, ὁ ποιητὴς τοῦ κόσμου, ἀνθρώπῳ λίαν μυσαρῷ καὶ βδελυκτῷ τοῖς πᾶσιν, ἀνθρώποις τε καὶ δαίμοσιν, ὡς ἤδη γεγονότι καὶ ὑπερβάντι πράξεσιν ἔργων ἀτοπωτάτων κἀκείνους· (οἴμοι τῷ αἰσχρῷ καὶ ῥυπαρῷ, πῶς εἴπω;)
ἡνώθης μοι, φιλάνθρωπε, ἀμέτρῳ εὐσπλαγχνίᾳ, ὁ καθαρότητι πολύς, ἁγιωσύνῃ μείζων, δυνάμει τε ἀσύγκριτος καὶ ἀνείκαστος δόξῃ, καὶ συγκατῆλθες ἄνωθεν ἀφ’ ὕψους ἀμετρήτου ἕως ἐσχάτου τῶν πυλῶν ᾅδου ἁμαρτιῶν μου καὶ σκότους τῆς πτωχείας μου καὶ οἴκου συμπτωθέντος, ἀπὸ πολλῶν ἀνομιῶν, μεγίστης ἀμελείας ἠμελημένου παντελῶς καί γε ῥερυπωμένου· ὃς πρότερον ἀνέστησας ἐμὲ κείμενον κάτω καὶ ἐπὶ πέτραν ἔστησας τῶν θείων ἐντολῶν σου καὶ λούσας ἐκαθάρισας βορβόρου τῶν κακῶν μου καὶ χιτῶνα ἐνέδυσας λευκὸν ὑπὲρ χιόνα τὸν οἶκόν τε ἐσάρωσας τὸν κατεσπιλωμένον καὶ εἰσελθὼν ἐνῴκησας, ὦ τριάς, ὁ θεός μου· εἶτα θρόνον με ἀπετέλεσας θεότητός σου θείας καὶ οἶκον ἀπροσίτου σου δόξης καὶ βασιλείας καὶ στάμνον μάννα φέρουσαν τὸ τῆς ἀθανασίας καὶ λύχνον ἔνδον ἔχοντα φῶς ἄσβεστον καὶ θεῖον πυξίον τε ὡς ἀληθῶς τοῦ καλοῦ μαργαρίτου καὶ ἀγρόν, ἐν ᾧ κέκρυπται ὁ θησαυρὸς τοῦ κόσμου· πηγήν, ἐξ ἧς οἱ πίνοντες οὐδέποτε διψῶσιν, ἥτις καὶ βλύζει μάλιστα ὕδωρ δεκαπλασίως καὶ τοὺς ἐν πίστει πίνοντας ἐκτελεῖ ἀθανάτους· παράδεισον ξύλον ζωῆς μέσον ἔχοντα πάλιν καὶ γῆν περικαλύπτουσαν τὸν ἀχώρητον πᾶσι· σέ, ὃν ἐζήτησά ποτε ἐξ ὅλης μου καρδίας καὶ ἐπεθύμουν περὶ σοῦ λόγον ἀεὶ ἀκούειν, καὶ ἤθελον τὴν μνείαν σου ἔχειν ἐν τῇ ψυχῇ μου καὶ συχνοτέρως περὶ σοῦ καὶ λαλεῖν καὶ ἀκούειν· εἰ γὰρ καὶ πρώην μου ὁ νοῦς περὶ σοῦ φαντασθῆναι καθαρῶς οὐκ ἠδύνατο, οὐδ’ ὀφθαλμοὶ θεάσασθαι ἢ ἀκοὴ ἀκοῦσαι, οὐδ’ ἀναβάσεις δέξασθαι ἡ καρδία μου θείας, ἀλλὰ μόνῃ τῇ ἀκοῇ κατεπλήττετο ὅλη καὶ φόβῳ συνεστέλλετο ἡ ψυχή μου καὶ τρόμῳ, ἀλλ’ ἔνδοθεν ὁρῶσά σε νῦν ἑαυτῆς ἐκπλήττεται καὶ ἐνοπτριζομένη σε, ὅσον αὐτῇ γε δίδως, ὅλον ἐν ὅλῳ τῷ παντί, ὅλον ἐκτὸς δὲ τούτου ἐντός τε πάλιν ἑαυτῆς {ὅλον ἀκατανόητον} θεότητι τῇ θείᾳ τὸν τοῖς πᾶσιν ἀόρατον καὶ ἀποκεκρυμμένον, σὲ τὸν ἀπρόσιτον καὶ προσιτὸν μόνοις οἷς ἠβουλήθης, καθὼς αὐτὸς ἠθέλησας φιλανθρώπως φανῆναι, τὸν Σεραφὶμ καὶ Χερουβὶμ καὶ πᾶσι τοῖς ἀγγέλοις ἀπρόσιτον καὶ φοβερὸν αὐγῇ φύσεως θεία μετὰ ἀνθρώπων προσιτόν, ὅλη ὅλως ἐξίσταται, ἐκπλήττεται δὲ πλέον τὴν ἀγαθότητα τὴν σὴν καὶ τὴν φιλανθρωπίαν ὅτι καθαίρεις ῥυπαρὰς ψυχὰς καὶ νοῦν φωτίζεις καὶ περιδράσσῃ γεώδους καὶ ὑλικῆς οὐσίας, ἀνάπτεις τε φλόγα πολλὴν ἀγαπήσεως θείας καὶ πόθου θείου ἔρωτα οἷα πῦρ μοι ἐμβάλλεις καὶ μέχρι τρίτου οὐρανοῦ φθάνειν παρασκευάζεις καὶ εἰς παράδεισον ποιεῖς, σῶτερ, ἁρπάζεσθαί με ἐν ᾧ ἀκούω ῥήματα ἄρρητά τε καὶ ξένα, ἃ οὐκ ἐξὸν βροτοῖς λαλεῖν ἢ λόγῳ ἐξηγεῖσθαι· σοὶ δὲ τιμὴ πρέπει, δόξα καὶ μεγαλωσύνη, κράτος αἰώνιον, Χριστέ, τῷ τοῦ παντὸς δεσπότη σὺν τῷ πατρὶ καὶ πνεύματι τῷ φύσει παναγίῳ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.