Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – ᾈσμάτων ᾆσμα

Θεόδωρος ὁ Στουδίτης

Ύμνοι προς λοιπούς μάρτυρες, ιεράρχες και εορτές

Συλλογή ύμνων που περιλαμβάνει αναφορές στον Χριστό, τους μάρτυρες Κήρυκο και Ιουλίττα, την εύρεση της κάρας του Προδρόμου, τον άγιο Γρηγόριο Νύσσης και τους Πέντε Μάρτυρες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 7 από 9

αʹ. Ὁ τῷ κράτει τῆς ἰσχύος σου τὴν τοῦ ἐχθροῦ καταλύσας ἐπικράτειαν, καὶ κατ’ αὐτοῦ ἐνισχύσας τὸ ἀνθρώπινον, Χριστὲ ὁ Θεὸς, καὶ γυναῖκας ἔδειξας ὑπεραθλούσας σου, καὶ νηπίων στόματα εὐλογοῦντά σε, τὸν μόνον ἐν ἁγίοις ἀναπαυόμενον.

βʹ. Ὢ ἱερᾶς μητρὸς καὶ γενναίας, ὢ πιστῆς καὶ κοσμίας, καὶ αὐτὴν Ἀβραὰμ ἱερουργίαν τὴν ἄθυτον ἐκνικησάσης τῇ καρτερίᾳ! ἐν καιρῷ γὰρ ἀγώνων ἡ Ἰουλίττα τὸν ἑαυτῆς ἀραμένη υἱὸν νηπιάζοντα, ἐχώρει ἐν τῷ σταδίῳ καὶ πυρὸς καὶ ξιφῶν μὴ φροντίσασα, ἑαυτὴν καὶ τὸν παῖδα κατέθυσε, τὸν Χριστὸν ἀντὶ πάντων ποθήσασα, τὸν μόνον ...

γʹ. Διὰ Χριστὸν ὁ Κήρυκος βλέπων τὴν μητέρα γενναίως καρτεροῦσαν πληγαῖς, καὶ τὸ σωτήριον ὄνομα ὁμολογοῦσαν ἐν παῤῥησίᾳ, μιμηλὴν καὶ αὐτὸς τὴν φωνὴν ἠφίει, χριστιανὸν ἑαυτὸν ὀνομάζων ὁ ἅγιος, δεικνύων τοῖς παρανόμοις ὡς καὶ φύσις νηπίων ψελλίζουσα τὸν Χριστὸν καταγγέλλειν βιάζεται ποιητὴν καὶ Θεὸν καὶ Υἱὸν Θεοῦ, τὸν μόνον ἐν ἁγίοις ἀναπαυόμενον.

αʹ. Ἐκ τῆς γῆς σου προφανεῖσα ἡ κάρα, τοῦ ἡλίου ὑπερλάμπει τὸ φέγγος, τᾶς ἀκτῖνας φωτοβολοῦσα τῆς δικαιοσύνης τοῖς πίστει σε τιμῶσι καὶ κραυγάζουσιν· Ἡ φωνὴ τῆς πυρίνης σου γλώττης καταφλέγει τὴν ἁμαρτίαν, ἐν προφήταις ὁ πρώταθλος.

βʹ. Στέφανον ἐκ συμπλοκῆς ἱερῶν ᾀσμάτων προσαγάγωμεν τῇ κάρᾳ τοῦ Προδρόμου ἐπαξίως, ἐκ τῆς γῆς λαμψάσῃ σήμερον· καὶ γὰρ αὕτη νῖκος κατὰ τῆς πλάνης ἤρατο, τὴν Ἡρωδικὴν παράνοιαν δικασαμένη· ὑπὲρ δὲ νομίμου θεσμοῦ τιμωρητικῇ ἐτμήθη αἰχμῇ, ἵνα σωζόμενοι ἐκ ψυχῆς πρὸς αὐτὸν ἀνακράξωμεν·

Ἡ φωνὴ τῆς πυρίνης σου γλώττης καταφλέγει τὴν ἁμαρτίαν, ἐν προφήταις ὁ πρώταθλος. γʹ. Τίς αὕτη ἡ ἱερὰ κεφαλή σου, μάκαρ, ἧς οἱ βόστρυχοι ψεκάδας ἀποστάζουσι θαυμάτων τοῖς πιστῶς τούτους ἀσπάζουσι; Τὸ ῥυέν σου αἷμα εἰς μύρου χοὴν ἤλλακται, καὶ ὡς ἐκ πηγῆς, ἐπαναβλύζει ἐν τῷ κόσμῳ, καὶ συναγελάζει λαὸν εὐχαριστικῶς δοξάζειν Θεὸν τόν σε τιμήσαντα, καὶ προτρέπει ἡμᾶς ἀνακράζειν σοι·

Ἡ φωνὴ ... δʹ. Ὅμοιοι περιστεραῖς ὀφθαλμοί σου, μάκαρ, ὡς τὸ ᾆσμα ἀνεπᾴδει, καθαροὶ τῇ ἀπαθείᾳ, εὐωποὶ, ἄριστα ἔχοντες· τὸ γὰρ θεῖον Πνεῦμα αὐτοὶ κατεῖδον, ἄνωθεν ἐπὶ Ἰησοῦν τὸν λυτρωτὴν ἐγκαταβαῖνον, ὡσεὶ περιστερὰν, τρανῶς τὴν τριαδικὴν μονάδα δηλοῦν· διὸ τιμῶντές σε ἐκτενῶς ταῖς ᾠδαῖς ἀνακράζομεν·

Ἡ φωνὴ ... εʹ. Ὕμνον σοι πᾶς ὁ λαὸς, Βαπτιστὰ, προσφέρει τῇ τῆς κάρας σου εὑρέσει, ὅτι εὗρε σωτηρίας θησαυροὺς κόσμον πλουτίζοντας, τοῦ χρυσίου μᾶλλον τιμαλφεστέρους, φαίνοντας τὰς θαυμαστικὰς αὐτῶν [σου λόγων] λαμπηδόνας ἐν τῇ ὑπ’ οὐρανὸν σαφῶς, καὶ δαιμονικὰς μειοῦντας ἀχλῦς· ἣν ἀσπαζόμενοι πρὸς ψυχῆς φωτισμὸν ἀνακράζομεν·

Ἡ φωνὴ ... ϛʹ. Δεύτερον, ὁ Βαπτιστὴς, τοῖς ἐν γῇ ἐπώφθης τῇ τῆς κάρας σου εὑρέσει, ἀκουτίζων τοῖς ἀνθρώποις νοητῶς θεῖα διδάγματα. Ὡς ὡραῖα ὄντως ἡ λαλιά σου ἤχει ἐν τῇ ὑπ’ οὐρανὸν, νυμφευομένη θεοπνεύστως τὴν ἐκκλησίαν αὐτῷ τῷ ἀληθινῷ νυμφίῳ Χριστῷ· διὸ αἰνοῦντές σε πρὸς ψυχῆς φωτισμὸν ἀνακράζομεν·

Ἡ φωνὴ ... ζʹ. Ἴωμεν κατὰ σπουδὴν νοητῶς προσβλέψαι τὸ πανάγαστον κρανίον τοῦ Προδρόμου, ὃ ἀνίσχον ἐκ τῆς γῆς, ὡς φέγγος ἄδυτον, ἀναβλύζει νάρδον, σμύρναν καὶ κρόκον, ἅπαντα τὰ νοητικὰ τῆς εὐπρα- ξίας θεῖα μύρα, ὑπὲρ ἀρωμάτων πολλῶν, τῶν τε θετικῶν ἐν κόσμῳ φθαρτῶν, ἃ ὀσφραινόμενοι πρὸς ψυχῆς ἡδυσμὸν ἀνακράζομεν·

Ἡ φωνὴ ... αʹ. Τῆς σοφίας τὸν πολυποίκιλον λειμῶνα, τὰ τῆς γνώσεως κυπρίζοντα μύρα, σὲ, τρισμάκαρ, ἡ ἐκκλησία ἀφοσιωσαμένη θυμηδίας πληροῦται ἀνακράζουσα· Ἡ ὀσμὴ τῶν θεοπνεύστων σου λόγων ὑπὲρ πάντα τὰ ἀρώματα διαπνέει, Γρηγόριε.

βʹ. Σήμερον τὸν ποταμὸν τοῦ Θεοῦ τὸν μέγαν καὶ γλυκύτερον ἐν λόγοις ὑπὲρ μέλι καὶ κηρίον ψαλμικῶς αἰνοῦντες εἴπωμεν· Ἐξεχύθη χάρις ἐν χείλεσί σου, βρύουσα τὰ γλυκυσταγῆ τῆς μελιχρᾶς σου γλώττης ῥεῖθρα ὑπὲρ τὴν πηγὴν ἐν Ἐδὲμ, ἐν τῇ ἁλμυρᾷ τοῦ βίου ῥοῇ· ἃ ἀρυόμενοι πρὸς ψυχῆς γλυκασμὸν ἀνακράξωμεν·

Ἡ ὀσμὴ τῶν ... γʹ. Τίς οὗτος οὗ ἀληθῶς γλυκερὰ τὰ ἔπη, καὶ νόστιμα καὶ ἡδέα; ὁ τῆς Νύσσης τὰς ἡνίας πιστευθεὶς, ὁ νοῦς ὁ γρήγορος, ὃς ἀνύων δρόμον ὀρθοδοξίας ἅρματι τῷ τῶν ἀρετῶν, τοὺς κακοδόξους βάλλει κάτω, καὶ ὡς ἐπὶ νύσσαν ἡμᾶς πρὸς τὴν εὐσεβῆ μεθέλκει ζωήν· ἐν ᾗ σωζόμενοι, ἐκ ψυχῆς πρὸς αὐτὸν ἀνακράζομεν·

Ἡ ὀσμὴ ... δʹ. Ὄντως σὺ [ὁ] τοῦ Θεοῦ ἐργάτης ὑπάρχων, καταβέβηκας εἰς κῆπον τὸν τῆς σοφίας εὐειδῆ· μυηθεὶς ἁγίῳ Πνεύματι, καὶ τρυγήσας σμύρναν θεογνωσίας, ἔδωκας οἷάπερ πηγὴν τοῖς τῆς Σιὼν τροφίμοις πᾶσι τὴν δογματικήν σου τροφὴν, ἐν ἐκστατικῇ ἐννοίᾳ Θεοῦ· ἐν ᾗ ἡδόμενοι εὐφροσύνως ψυχὴν, ἀνακράζομεν·

Ἡ ὀσμὴ ... εʹ. Ὑψίνους, ὥσπερ φωστὴρ, φρυκτωρεῖς ἐν κόσμῳ τὰς λαμπηδόνας τῶν λόγων, καὶ φωτίζεις τῶν ἀνθρώπων τὰς ὁδοὺς τῆς θείας πίστεως ἐν Τριάδι σέβειν μονάδα μίαν, ἄναρχον παντορέκτηντε, ὁμοφυῆ, σεπτὴν ἑνάδα, Πατέρα τε καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα ζῶν [καὶ ζωοποιοῦν], ᾗ ἐκλαμπόμενοι ἐν τρισὶ δόγμασιν ἀνακράζομεν·

Ἡ ὀσμὴ τῶν θεοπνεύστων σου λόγων ὑπὲρ πάντα τὰ ἀρώματα διαπνέει, Γρηγόριε. αʹ. Πρὸς τοὺς ἀνόμους ῥητορεύων τὰ θεῖα, καὶ ἐν βασάνοις ὑπαστράπτων ἀνδρείᾳ, κατ’ ἄμφω ἐδύσω τὸ κράτος, Εὐστράτιε· συλλογισμὸν γὰρ τούτων στρέψας, τὴν ἐκκλησίαν ἐλάμπρυνας τοῖς θαύμασιν· ἀλλὰ εἰς οὐρανοὺς χορεύων, ὑπὲρ ἡμῶν δυσώπει τὸν Χριστόν.

βʹ. Τῆς εὐανδρίας τὸ ἐγκαλλώπισμα, τὸν ὡραῖον Εὐστράτιον τίς ἱκανῶς ἐπαινέσειεν; οἷα γάρ τις τρυφήσων, τὰ τοῦ μαρτυρίου προσίεται σκάμματα· οἶνον ἁβροδίαιτον πιὼν, ἐν τοῖς ἄθλοις ἐνοχούμενος, τῷ Χριστῷ λαμπρῶς βεβόηκεν·

Τὸ ποτήριόν σου μεθύσκον με, ὡς κράτιστον! πρὸς ὃν εἴπωμεν μετὰ αἰνέσεως· Ἀλλὰ εἰς οὐρανοὺς χορεύων, ὑπὲρ ἡμῶν δυσώπει τὸν Χριστόν. γʹ. Ὅλος ὑπάρχων καρτεροκάρδιος ὑπεισῆλθες τὸ στάδιον, ὅπλοις λαμπροῖς περικοσμηθείς· ἐναπήστραπτε γάρ σου ἡ ἐστομωμένη ῥομφαία τοῦ στόματος, ἢν κατιδὼν ὁ παράνομος πρὸς αἰκισμοὺς ἀνεφλέγετο· ἀλλ’ ἡττήθη, ἔμπειρος γεγὼς τῆς Χριστοῦ δυνάμεως ἐνισχυσάσης σε τελέσαι σου τὸ μαρτύριον· διὸ βοῶμέν σοι, μάρτυς ἔνδοξε·

Ἀλλὰ εἰς οὐρανοὺς ... δʹ. Ὑπὸ ἀέρα σχοίνοις τεινόμενος, καὶ ταῖς ῥάβδοις τυπτόμενος, οὐκ ᾔσθου, ὡς ἄλλου πάσχοντος· τῷ πρὸς Θεὸν γὰρ πόθῳ τῆς κατὰ τὸ σῶμα ἠφείδησας σχέσεως, πῦρ φλογερὸν οὐ πτοούμενος, τρίψιν σαρκὸς οὐκ αἰσθόμενος, καὶ φαιδρὸς ἐν τούτῳ πρόσωπον δειχθεὶς, μάρτυς κατῄσχυνας τόν σου ἀντίδικον, Εὐστράτιε στεῤῥοκάρδιε, διὸ βοῶμέν σοι μετ’ αἰνέσεως·

Ἀλλὰ εἰς οὐρανοὺς ... εʹ. Σὺ ταῖς βασάνοις νεκρὸς φαινόμενος, τῷ Λυσίᾳ ἐβόησας· Ζῇ ἐν ἐμοὶ Χριστὸς Κύριος! Καὶ σημεῖον δεικνύων, ἐκ τοῦ σώματός σου λεπίδας ἐπέβαλες, αὖ φανεὶς ῥωμαλεώτερος, ὅλως μὴ σχὼν οὐλὴν τραύματος καὶ ἐν τούτοις θαυμαζόμενος·

Σαφῶς νῦν οἶδα, ἔφησας, ὅτι ναὸς Θεοῦ εἰμὶ ζῶντος διὰ Πνεύματος· διὸ βοῶμέν σοι χαριστήρια· Ἀλλὰ εἰς οὐρανοὺς ... ϛʹ. Τούτων πραχθέντων, εἷς τις Εὐγένιος τῷ Λυσίᾳ ἐβόησεν· ὅτι Χριστὸν κἀγὼ σέβομαι! Εὐστρατίῳ καὶ οὗτος συνακολουθήσας, ἀγῶνας εἰσέρχεται· ἀλλ’ ἡ πληθὺς ἁγιόλεκτος, πάντες ὁμοῦ χαρᾷ χαίροντες, ὅτι ὅλως ἠξιώθησαν Χριστοῦ, ἄριστα στίγματα ἐν σοφῷ σώματι μιμούμενοι ἐπόθησαν· πρὸς οὓς εἴπωμεν μετὰ αἰνέσεως·

Ἀλλὰ εἰς οὐρανοὺς συνόντες, ὑπὲρ ἡμῶν αἰτεῖτε σύναθλοι. ζʹ. Ὁδὸν σὺ, μάρτυς, στενὴν ἐβάδισας, ὁπηνίκα ὁ τύραννος πόδας τοὺς σοὺς ἐκρηπίδωσεν. Ὦ τίς οὐ μὴ θαυμάσῃ σοῦ τὴν θλιπτωρίαν καὶ τὰ πάνδεινα σύρματα; ἃ οὐρανὸς ἐμεγάλυνε, πᾶσα δὲ γῆ ἐπευφήμησεν· ἀλλὰ ζῆν θέλεις εὐρύχορον ζωὴν ἀειδιότητος, τό σου μαρτύριον τελέσας τὸ ἀξιόθεον· διὸ βοῶμέν σοι μετ’ αἰνέσεως·

Ἀλλὰ ... ηʹ. Ὑπεραθλοῦντα ἰδὼν Μαρδάριος τὸν γενναῖον Εὐστράτιον, ἔφη εὐθὺς πρὸς τὴν σύζυγον· ἴδε ὁ Κυρισίκης ὡς ἄστρον ἐκλάμπων ἐν μέσῳ ζοφώσεως· πρὸς ὃν ἐγὼ κατεπείγομαι εὑρεῖν ὁμοῦ τὸ μαρτύριον. Καὶ πρὸς τὸν τύραννον παραστὰς δρόμον τετέλεκεν αὐτοῦ, τὸν τῆς ἀθλήσεως δεξάμενος νίκης στέφανον, πρὸς ὃν βοήσωμεν μετ’ αἰνέσεως·

Ἀλλὰ ... θʹ. Διὰ βασάνων προδιενήθλησε καὶ ὁ θεῖος Αὐξέντιος, τὴν κεφαλὴν ξίφει τμώμενος· οὗ τίς τὴν καρτερίαν εὐμαρῶς ἐξείποι, τὰ ἆθλα, τὰ σκάμματα, ἃ μαρτυρῶν καθυπέμεινε, τὸν Ἰησοῦν μὴ ἀρνούμενος; αὐτοῦ πέλει ἡ ἀοίδιμος φωνή· Κἂν πῦρ καὶ σίδηρος καταναλώσῃ με, μὲ τοῦ Χριστοῦ οὐ διΐστησιν.

Πρὸς ὃν βοήσωμεν μετ’ αἰνέσεως· Ἀλλὰ ... ιʹ. Ἰδοὺ πρὸς τούτοις συναποδείκνυται καὶ Ὀρέστης ὁ κράτιστος· Χριστιανός εἰμι, φάμενος, ὃς σὺν τῷ Εὐστρατίῳ ὑπὸ τοῦ Λυσίου πρὸς τὸν Ἀγρικόλαον ἀθλητικῶς παραπέμπεται· κἀκεῖ τελεῖ τὸ μαρτύριον ἐπὶ κλίνης πυριφλέκτου ὢν, καὶ ταθεὶς οὕτω κέκραγε· Χριστὲ, εἰς χεῖράς σου τὸ πνεῦμά μου παρατίθημι.

Πρὸς ὃν βοήσωμεν μετ’ αἰνέσεως· Ἀλλὰ ... ιαʹ. Πεντὰς ἁγίων, πρῶτε Εὐστράτιε, σὺν Ὀρέστῃ Εὐγένιε, Μαρδάριε καὶ Αὐξέντιε, ἡ τερπνὴ συνοδία, ἡ ῥῆσις ἡ θεία, ἡ πάγκαλος σύμπνοια, μνήμην ποιεῖν μὴ ἐλλείποιτε, ὑπὲρ παντὸς, ὑμνῳδοῦ ὑμῶν, ἱερέων, βασιλέων, μοναστῶν, ἑτέρου νῦν τινος ἐμοῦ τοῦ ᾄσαντος καὶ ὑμνοῦντος τὸ ἐγκώμιον, ἵνα πάντες [πρὸς τοὺς πέντε] ἀνακράξωμεν·