Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – ᾈσμάτων ᾆσμα

Θεόδωρος ὁ Στουδίτης

Ύμνοι προς τον μεγαλομάρτυρα Αιμιλιανό

Εγκωμιαστικοί ύμνοι που εξυμνούν την ομολογία, το μαρτύριο και τα θαύματα του αγίου Αιμιλιανού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 2 από 9

Διὸ ὑπὲρ ... αʹ. Κρατυνθεὶς ὑπερτάτως παρὰ Κυρίου, εὐκλεῶς ἐτροπώσω τοὺς τυραννοῦντας, καὶ τῶν θαυμάτων τὴν χάριν δεξάμενος, τοῖς ἐν ἀνάγκαις ἀῤῥήτως προΐστασαι, Αἰμιλιανὲ πανόλβιε· διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον.

βʹ. Τὸν προστάτην τῶν πλεόντων, καὶ φρουρὸν τῶν ἐν ἀνάγκαις, τὸν στεῤῥὸν ἀδάμαντα, Αἰμιλιανὸν, πιστοὶ, σήμερον δεῦτε, στέψωμεν ἐν ᾠδαῖς, τῷ Πνεύματι ἐπαγαλλόμενοι· αὐτὸς τὸν σταυρὸν ἐπὶ τοῖς ὤμοις ἀράμενος, ὀπίσω Χριστοῦ ἀκολουθῆσαι κατέσπευσεν· αὐτῷ τὸν ὕμνον ἀθλοπρεπῶς προσείπωμεν ἐπᾴδοντες·

Διὸ ὑπὲρ ... γʹ. Οὐρανίαις συμπολεύων στρατιαῖς, μεγαλομάρτυς, ἐνωτίζου τὰς ἠχοῦς ὑμνῳδιῶν φωνῆς λόγων μου, ἐξ ὀργάνου γλώττης σαθροῦ καὶ στόματος ἐκπεμπομένων σοι, διδοὺς φωτισμὸν, ἁγιασμόν μοι καὶ κάθαρσιν ψυχῆς καὶ σαρκὸς, ἐπιφοιτήσει τοῦ Πνεύματος· τὰ σὰ προσφέρω σοι ἐκ τῶν σῶν, ὁ ἄσωτος κραυγάζων σοι·

Διὸ ὑπὲρ ... δʹ. Ὑψηγόρῳ διανοίᾳ τὰ τῆς γῆς ἐγκαταλείψας, πρὸς τυράννου βήματι Αἰμιλιανὸς δεσμοῖς ἄγεται, ἔχων τρόπαιον τὸν σταυρὸν καὶ θώρακα τὸ θεῖον βάπτισμα, σκοπῶν εἰς τὸ φῶς τὸ τῆς μελλούσης γλυκύτητος, ἰδεῖν τὸ τερπνὸν τοῦ παραδείσου γλιχόμενος, ἐξ οὗ εὐφραίνει πνευματικῶς τοὺς μέλποντας ἐπάξιον·

Διὸ ὑπὲρ ... εʹ. Ἀλιτηρὸν θεομάχον τοῖς ποσὶ καταπατήσας, ὡς στεῤῥὸς τῆς πίστεως, Αἰμιλιανὲ σοφὲ, πρόμαχος, πᾶσιν ἔδειξας προφανῶς τὸν Κύριον συμπολεμοῦντά σοι, ἰσχὺν πανσθενῆ ἐν ταῖς βασάνοις δωρούμενον, ζωὴν ἀπαθῆ διὰ θανάτου βραβεύοντα, μεθ’ οὗ αὐλίζῃ ἐν οὐρανοῖς, ἰώμενος τοὺς κράζοντας·

Διὸ ὑπὲρ ... ϛʹ. Σταυροτύπῳ ἐνεργείᾳ ἐν χθονὶ ἀπολικμήσας τῶν ἐθνῶν τὰ εἴδωλα, Αἰμιλιανὲ, Θεὸν ᾔνεσας, τοῦτο μόνον μεμαθηκὼς προσφέρεσθαι ὕμνον τρισάγιον, δι’ ὃν τῆς σαρκὸς τὴν εὐζωΐαν ἐξήρνησαι, δεκτὴ προσφορὰ διὰ βασάνων γενόμενος, μεθ’ οὗ αὐλίζῃ ἐν οὐρανοῖς, ἰώμενος τοὺς κράζοντας·

Διὸ ὑπὲρ ... ζʹ. Ὡς ξοάνων καθαιρέτην ὁ δεινὸς Καπετωλῖνος τότε τὸν ἀήττητον Αἰμιλιανὸν εὑρεῖν ᾤχετο, στείλας σύμφρονας ὑπουργοὺς τοῦ μάρτυρος εἰς ἀναζήτησιν· διὸ ἐξ ἀγροῦ ἐπανιόντα δεσμήσαντες οἱ σκότους μεστοὶ ἕτερον ἄνδρα ἀνεύθυνον, κατέλειψαν τὸν ζητούμενον ἀδάμαντα, ᾧ κράζομεν·

Διὸ ὑπὲρ ... ηʹ. Τὸν ἀγρότην ὁ στεῤῥόφρων συμπαθῶς ἀπολυτροῦται· Ὃν ζητεῖτε, ἔκραζεν, ἐγὼ εἰμὶ, τοῦτον ἀφίετε. Ἕνα Θεὸν ὁμολογῶ, ταῖς μάστιξι καὶ χαίρων πρόσειμι· οὐ φρίττω τὸ πῦρ τὸ διαφόρως σβεννύμενον, οὐ ξίφους τομὴν, τὴν πρὸς ὀλίγον δυσίατον.

Παρέστη χαίρων τῷ δικαστῇ ὁ ἅγιος ᾧ κράζομεν· Διὸ ὑπὲρ ... θʹ. Ἀπορήσας κατ’ ἀξίαν ἐξειπεῖν ὁ ὑμνῳδός σου τὰς ἀνδραγαθίας σου, Αἰμιλιανὲ, βοῶ· Σύγγνωθι, δέξαι πόθῳ τὸ πρόθυμον, ἀντιδιδοὺς τὰ τελειότατα, τὸ κέρας ὑψῶν τῶν βασιλέων πρεσβείαις σου, ἰσχὺν τῷ στρατῷ κατὰ βαρβάρων δωρούμενος, τὰς ἐκκλησίας ἅπτων εἰς ἓν, εἰρηνεύων ἐπᾴδοντας·