Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – ᾈσμάτων ᾆσμα

Θεόδωρος ὁ Στουδίτης

Ύμνοι προς τον άγιο Αντώνιο τον Μέγα

Εγκωμιαστικοί ύμνοι προς τον καθηγητή της ερήμου, εξιστορώντας τη σκληραγωγία, την αντιμετώπιση των δαιμονικών επιθέσεων και τις θαυματουργίες του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 9 από 9

αʹ. Ἐν σαρκὶ τοῖς ἀγγέλοις συνημιλλήθης, γεγονὼς τῆς ἐρήμου πρωτοπολίτης, σὺν ἀποστόλοις ἀνθεῖς ἐν Αἰγύπτου γῇ· ἡ οἰκουμένη θρυλλεῖ σου τὸ ὄνομα, ὦ πατροπάτορ Ἀντώνιε, διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον.

βʹ. Τὸν φωστῆρα τῶν φωστήρων, μοναστῶν τὸ μέγα κλέος, τὸν σοφὸν Ἀντώνιον καὶ καθηγητὴν ἡμῶν μέγιστον, δεῦτε, ἅπαντες οἱ λαοὶ, τιμήσωμεν, πανηγυρίζοντες· αὐτὸς τὸν ἐχθρὸν μονομαχήσας κατέαξεν, ἀλείπτης ἡμῶν πρὸς τοὺς ἀγῶνας γενόμενος· αὐτῷ βοήσωμεν, ὡς νικητῇ τοῦ Βελίαρ, ἐπᾴδοντες· διὸ ὑπὲρ ...

γʹ. Ὁ θεόφρων ἐπακούσας τοῦ Χριστοῦ προσκαλουμένου, πάντα δοὺς τοῖς πένησιν, ἀπεμόνασεν ὑπὸ γέροντι, πράττων ἄριστα ἐπ’ αὐτῷ τῆς ὑποταγῆς κατορθώματα· ἑκάστου ζηλῶν τὸ ἐνάρετον, ὡς μέλιττα, καὶ πάντων ὁμοῦ ἀνθολογήσας τὰ κράτιστα, γλυκάζει πάντας τοὺς εὐσεβῶς βοῶντας καὶ ἐπᾴδοντας· διὸ ὑπὲρ ...

δʹ. Ὑποβάλλει τοῦ Βελίαρ ὁ στρατὸς τῷ Ἀντωνίῳ· ὁ δὲ ὥσπερ ὁπλίτης τοῦ παντάνακτος αὐτὸν ἔτρεψεν, ὁπλιζόμενος τὰς εὐχὰς, ἀσπίδα τε τῆς ταπεινώσεως· ἐν αἷς ἡττηθεὶς ἀπωδύρετο ὁ δόλιος· Θεῷ δὲ ᾠδὰς νίκης προσφέρει ὁ ὅσιος· τὸ ἆθλον τοῦτο πρῶτον αὐτοῦ ἐγνώσθη τοῖς ἐπᾴδουσιν· διὸ ὑπὲρ ...

εʹ. Σκληροτάταις ἐνεθίζων ἀγωγαῖς τὸ αὐτοῦ σῶμα, ἦν οὖν ἀκατάγνωστος ὁ Ἀντώνιος· καὶ γὰρ ἤσθιεν ἄρτον ἅλας τε καὶ ποτὸν ἠρύετο ὁ γενναιότατος, ὑπνώττων μικρὸν ἐπὶ ψιάθου κατέκειτο πολλάκις ποιῶν, ὅλην τὴν νύκτα ἐπαγρυπνῶν· ἐν τούτοις κατισχύει ἐχθροῦ, στηρίζων τοὺς ἐπᾴδοντας· διὸ ὑπὲρ ...

ϛʹ. Ταῦτα βλέπων καὶ οὐ φέρων, ὁ Σατὰν νύκτωρ ἐπέστη μετὰ πλήθους δαιμόνων, καὶ τὸν ἀθλητὴν πληγαῖς ἔκοψεν, ὥστε ἄφωνον ἐπὶ γῆς καὶ κεῖσθαι πόνοις ὑπερβάλλουσιν· ὁ δὲ ἔσω ὢν ἐν τῷ μνημείῳ ἐκραύγαζεν· Οὐ φεύγω ὑμῶν τὰς πληγὰς ταύτας, ὦ δαίμονες· τῆς γὰρ ἀγάπης τῆς τοῦ Χριστοῦ οὐδὲν χωρίσει ψάλλοντας· διὸ ὑπὲρ ...

ζʹ. Οὕτως ἔχων ὑποστρέφει ἀθλητὴς αἵματος ἄνευ, πάλιν τῆς ἀσκήσεως ἀπαρχόμενος ὁ Ἀντώνιος, φέρων ἔνδυμα ἐκ τριχῶν, καὶ τὴν μηλωτὴν τὴν δερματικὴν, οὐκ εἶδεν αὐτὸν τὶς ἐν ποταμῷ γυμνόσαρκον ἀνάγκῃ πολλῇ, οὐδὲ τοὺς πόδας ὑδρεύσατο· νηστεύων ἦν δὲ ὥσπερ τρυφῶν, ἐφώτιζε ἐπᾴδοντας· διὸ ὑπὲρ ...

ηʹ. Ὑπομείνας ταῦτα πάντα ὁ σοφὸς ὁρᾷ ἀκτῖνα, ἐκ τῆς τε γῆς λάμπουσαν, ὑπὲρ κεφαλῆς ἀκτινόφωτον· ὅθεν πέπαυται πόνος πᾶς αἰφνίδιον τοῦ σώματος αὐτοῦ. Καὶ ποῦ ἦς, βοᾷ, ἕως τῆς δεῦρο, ὁ ὅσιος; Φωνὴ πρὸς αὐτόν·

Ὧδε παρήμην, Ἀντώνιε· ἐπεὶ δ’ ἤθλησας, ὀνομαστὸν ποιήσω σε ἐπᾴδουσι· Χριστὸν ὑπὲρ ... ηʹ. Διὰ ταῦτα προθυμίας ἐμπλησθεὶς ὁ γενναιόφρων, κατοικεῖν τὴν ἔρημον μονομαχικῶς ἐναπήρξατο· ὅσα θαύματα ἐν αὐτῇ ἐτέλεσε τίς διηγήσεται;

Ἐκεῖ τὸν χρυσὸν ὡς πηλὸν βλέψας, παρέχεται· τοῦ ἀργύρου δὲ δίσκου τὸ φάσμα διήλεγξεν· ἐκεῖ νηστείαις τε καὶ εὐχαῖς ἐφώτιζε ἐπᾴδοντας· διὸ ὑπὲρ ... ιʹ. Ἱερέα εἰκονίζων καθαρὸν ὁ ὑμνῳδός σου, ὥσπερ πρὸ τῶν ποδῶν σου κυλινδούμενος, πάτερ, κράζω σοι·

Δεῦρο, πρόφθασον νῦν κἀμοὶ, καὶ ταῖς εὐχαῖς σου σῶσον δείλαιον, τὸ μοναδικὸν ζῆν ὑπὲρ κόσμον ἱκέτευε· τὸ βιωτικὸν βιοῦν ἐννόμως δυσώ- πησον τοὺς ἱερεῖς τε καὶ ἄνακτας, ἵν’ ἅπαντες ἐπᾴδωμεν· διὸ ὑπὲρ ...

ιαʹ. Ὅσοις ἄλλοις ἐκπειράζει ὁ ἐχθρὸς τὸν μακαρίτην οὐκ ἔχει ἐκλαλῆσαι πᾶς τις ἱκανῶς. Ὢ τοῦ θαύματος! κτύπους, φόβητρα, συσσεισμοὺς, θηρῶν ὁρμὰς συγκινεῖ κατ’ αὐτοῦ· ὁ δὲ σφραγισμῷ ταῦτα ἅπαντα ἀνέτρεπεν· συνεργεῖ αὐτῷ καὶ γὰρ ἐν τούτοις ὁ Κύριος, δι’ ἡμᾶς σάρκα πεφορεκὼς καὶ φυλάττων τοὺς ᾄδοντας· διὸ ὑπὲρ ...

ιβʹ. Ὑπὲρ κόρης τί πασχούσης ἄρχων τις τῶν πιστοτάτων διώχλει Ἀντώνιον ἡσυχάζοντα, ἵνα εὔξηται· τούτῳ ἔφησεν ὁ σοφός· Εἰ σὺ πιστεύεις, ἔχεις ὃ αἰτεῖς. Ἐκεῖνος εὐθὺς πιστεύσας, χαίρων ἐβάδιζε· Θεὸς δὲ αὐτοῦ τὴν θυγατέρα ἰάσατο· πολλά τε ἄλλα θαυματουργῶν ἐφαίνετο ἐπᾴδουσιν· διὸ ὑπὲρ ...