Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν ἀποτομὴν τῆς τιμίας κεφαλῆς τοῦ Προδρόμου (Νόθος)

Θεόδωρος ὁ Στουδίτης

Εισαγωγή στην εορτή και η υπεροχή του μαρτυρικού αίματος

Εγκωμιαστική έναρξη για την πανήγυρη, ιστορική αναδρομή στους μάρτυρες της Παλαιάς Διαθήκης και ανάδειξη της υπεροχής του αίματος του Ιωάννου του Βαπτιστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 1 από 4

ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΗΝ ΑΠΟΤΟΜΗΝ ΤΗΣ ΙΕΡΑΣ ΚΕΦΑΛΗΣ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΠΤΙΣΤΟΥ ΧΡΙΣΤΟΥ ΚΑΙ ΠΡΟΔΡΟΜΟΥ αʹ. Φαεινὴ καὶ θεοχαρὴς ἡ συναγείρουσα ἡμᾶς πρὸς ἑορτασμὸν πνευματικὸν πανήγυρις σήμερον, ὦ φιλόχριστοι· φαεινὴ δὲ καὶ ἐξ αὐτῆς ἐπωνυμίας τοῦ μνημονευομένου, ὅτι λύχνος φωτός ἐστί γε καὶ λέγεται, εἰκότως προσαγορευομένη· οὐ δή που τὸ ὑλικαῖς μαρμαρυγαῖς περιαυγάζειν τὰς σωματικὰς ἡμῶν ὄψεις· εἴη γὰρ τούτων οὐκ ἀειφανὴς ἡ λάμψις, τῷ ἀντιφράσσοντι σκιάσματι ἑκάστοτε διακοπτομένη· ἀλλὰ τὸ ταῖς ἀκτῖσι τῆς θείας χάριτος ἐναστράπτειν τὰς καρδίας τῶν συνεληλυθότων ἀεί, καὶ πρὸς τὴν τοῦ δικαίου ἄθλησιν ἀναπέμπειν τὰς διανοητικὰς ἡμῶν θεωρίας, ἵν’ ἐκεῖνο τὸ μακάριον πάθος νοερῶς πως ὀψόμενοι, ὑπόθεσιν εὐφροσύνης ἑαυτοῖς ὑποστησόμεθα· ἄλλου μὲν γὰρ αἷμα ῥυὲν ὑπὸ γῆν ξίφει, οὐκ ἂν τέρψειεν ἀνθρώπου θέαν, οὐδ’ εἰς ἀκοὴν ἐλθὼν σεπτοποιεῖ τὴν μνήμην τοῦ τεθνηκότος ὁ λόγος· οὗ γὰρ ἡ ῥοὴ ζωῆς στέρησιν φέρει, πῶς ἂν τὸν φύσει φιλόζωον ἕλξειεν τοῦτο;

τουναντίον δὲ μᾶλλον ἐν στυγνότητι προσώπου εἰς οἶκτον ἀγάγοι καὶ ἐλεεινολογίαν τοῦ πάθους, εἰ μή τί γε ἄρα ἔξω φρενῶν ἢ θηριώδη τὸν τρόπον εὕροι τὸν τοιοῦτον κατὰ τὴν τῶν κτηνῶν φύσιν ἀλογισταίνοντα τοῖς ὁραθεῖσι· καθάπερ ἐπὶ τῶν ἀλεκτρυόνων οἱ τῶν ὁμοειδῶν αὐτοῖς σφαττομένων χαίρουσιν, ᾄδουσιν, ἀποπηδῶσιν, αἰσθήσει μόνον χρώμενοι, καὶ οὐ συλλογιζόμενοι, ὅτι καὶ ἐπ’ αὐτοὺς ἥξει τὸ πάθος· αἷμα δὲ ἀνδρὸς δικαίου καὶ ὄψει ἐραστόν, καὶ ὠσὶν εὐαγγελιστόν, καὶ χείλεσι προσκυνητόν· ἡ γὰρ τούτου ἀφαίρεσις, τῆς ἀγήρω καὶ ἀμείνω ζωῆς τὴν μέθεξιν ἀποκληροῦται· καὶ οὐ μόνον δή φημι ῥανὶς αἵματος, ἀλλὰ καὶ ὁτιοῦν ἁγίου καὶ λάκισμα μέλους, καὶ τριχὸς λείψανον, καὶ ὁτιοῦν ἐφ’ οἷς ἐνεδιδύσκετο ἢ ἐφάπτετο, περισπούδαστόν ἐστι καὶ ἐκζητούμενον τῷ εὐσεβεῖν προελομένῳ· διὰ τοῦτο ἄλλος ἄλλο τι ὥσπερ τινὰ θησαυρὸν μέρος ἢ μόριον ἢ τὸ ὅλον κατ’ οἴκους ἢ ἐν ταῖς ἐκκλησίαις, πρὸς ἁγιαστικὴν ἐνέργειαν καὶ σωστικὴν ἀσφάλειαν κατέχων ἐγκαλλωπίζεται, προσερχόμενος μετ’ αἰδοῦς τῇ τεθαυρισμένῃ κόνει, καὶ ἐφαπτόμενος φόβῳ τῶν ἀψαύστων ἀναθημάτων.

βʹ. Τοιοῦτον ἡμῖν τὸ τοῦ δικαίου Ἄβελ αἷμα, κἂν γονεῦσι τηνικαῦτα ξενοφανὲς ὠπτάνετο θρηνολόγημα· μήπω γὰρ ἑωρακότες τεθνεῶτος πάθος, πῶς ἂν ἐπὶ τῇ τοῦ υἱοῦ σφαγῇ οὐκ ἐξέστησαν, οὐκ ἐδάκρυσαν, οὐ γοερὰ ἔφασαν, ἐξάπινα τάχα προσβλέψαντες κατὰ γῆς ἐρριμένον, αἵματί γε πεφοινιγμένον ἐξ ἀδελφικῆς μιαιφονίας, κἀντεῦθεν τῆς ζωτικῆς ἐνεργείας ἐστερημένον; Τοιοῦτον τὸ τοῦ προφήτου Ἀμὼς ἅγιον αἷμα, ὃν συχνῶς τυμπανίσας ἀνεῖλε ξίφει Ἀμασίας ὁ βασιλεύς· ἐπειδὴ γὰρ τῆς προφητείας ταῖς βολίσιν ἐπλήττετο, πλήξας τὸν δίκαιον ἐν ῥοπάλῳ κατὰ τοῦ κροτάφου, θανάτῳ παραδίδωσιν. Τοιοῦτον τὸ τοῦ προφήτου Μιχαίου ἅγιον αἷμα, ὃν ἀνεῖλε κρημνίσας Ἰωρὰμ υἱὸς Ἀχαὰβ τὰ θεῖα παρρησιαζόμενον.

Ἤλεγχε γὰρ αὐτὸν ἐπὶ ταῖς ἀσεβείαις τῶν πατέρων αὐτοῦ, καθ’ ἃ γέγραπται. Τοιοῦτον τοῦ προφήτου Ἠσαΐου ἅγιον αἷμα διχῇ διαιρουμένου ὑπὸ πριστῆρος παρὰ Μανασσῆ τοῦ ἐκκεκληκότος πρὸς εἰδωλολατρικὸν σέβας τὸν εὐπαροίστρωτον καὶ εὐπαρακόμιστον Ἰσραήλ, οὐ φέροντος ἀκούειν τὰς τῆς προφητείας ἐκφάνσεις.

Τοιοῦτον τὸ τοῦ γενναίου Ἐλεάζαρ σὺν ἑπτὰ παισὶν καὶ μητρὶ θεόφρονι ἅγιον αἷμα, ὃ ἐξέχεεν Ἀντίοχος ἐν ποικίλοις βασάνοις, μὴ φέρων τὴν ὑπὲρ ἐντολῆς Θεοῦ ἔνστασιν τῶν ἀηττήτων, οὓς πίστει θανάτου σφραγὶς ἐτελείωσε. Τοιοῦτον τὸ τοῦ προφήτου Ζαχαρίου ἅγιον αἷμα ὃ πρὸ τοῦ θυσιαστηρίου ἡ πάροινος τῶν Ἰουδαίων ὠμότης μαχαίρᾳ ἐξέχεε, οὐκ ἐνεγκοῦσα τὰς τῆς προφητείας ἐμφάσεις ἀκουτίζεσθαι. Καὶ τί δεῖ μοι πλεῖστα ἀναλέγειν, παρ’ ᾧ τὸ τῶν ἀποστόλων, προφητῶν τε καὶ μαρτύρων συλλήβδην εἰπεῖν ἅγιον αἷμα, ὃ πολλοὶ παλαμναῖοι πολυτρόπως ἐξέχεαν, ὡς ὕδωρ πολὺ κυκλοῦν τὴν ὑπ’ οὐρανόν, καὶ τῆς ἀσεβείας ὑπάρχον σβεστήριον;

γʹ. Τοιοῦτον τὸ τοῦ Βαπτιστοῦ Χριστοῦ καὶ Προδρόμου ἅγιον αἷμα, περὶ οὗ ἡμῖν ὁ προκείμενος λόγος, ὃ κεκένωκεν ὡς μύρον πολυτελὲς ἐξ ἱεροῦ τραχήλου εὐωδιάζον τὴν οἰκουμένην· αἷμα, ὃ συνήθροισεν οὐ γαστρὸς ἡδονή, οὐκ οἴνου μετάληψις, οὐ κρεῶν ἐδωδή, οὐκ ἄλλου τινὸς τῶν λιπαίνειν καὶ ἡδύνειν εἰωθότων τὰς ὀρέξεις, ἀλλ’ ἐξ αὐτῶν τῶν σπαργάνων μέχρι τέλους ἡ τῆς ἐγκρατείας ἐμπεποίηκε χάρις· «Ἦλθε», γάρ φησιν, «ὁ Ἰωάννης μήτε ἐσθίων, μήτε πίνων»· αἷμα τὸ προκενωθὲν τοῦ Δεσποτικοῦ καὶ ἀθανάτου ποτηρίου· ἐχρῆν γὰρ τὸν τοῦ φωτὸς πρόδρομον διὰ τῆς ἐκ στείρας αὐγαστικῆς αὐτοῦ προόδου τοῖς ὑπὲρ γῆς ὀφθέντα, καὶ τοῖς ὑπὸ γῆν διὰ θανάτου κήρυκα φωτοειδῆ χρηματίσαι· αἷμα, ὁ τῆς τοῦ Ἄβελ σφαγῆς πολυπλασίως εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ διαβεβόηται· τοῦ γὰρ ἔργου ἡ ποίησις, φωνῆς μυστικῆς ἐστιν ἀναβόμβησις, οὐ διὰ φωνητικῶν ὀργάνων προϊοῦσα, ἀλλὰ τῇ τῆς ἐνεργείας δυνάμει ἀκουτιζομένη· αἷμα, τὸ πατριαρχῶν μὲν αἰδεσιμώτερον, προφητῶν δὲ τιμαλφέστερον, καὶ δικαίων ὁσιώτερον· ἐπεὶ καὶ ἀποστόλων προφερέστερον, καὶ μαρτύρων εὐκλεέστερον, ὡς ὁ λόγος παρὰ τοῦ μεγάλου Λόγου τὴν μαρτυρίαν φέρει· αἷμα, τὸ πάσης ἀνθοβαδικῆς εὐχροίας χαριέστερον ὡραΐζον τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, ὑπὲρ δικαίου κενωθὲν ἐπὶ τέλει τοῦ παλαιοῦ νόμου, καὶ τῆς Χριστοῦ παρουσίας προεισόδιον ἄνθος τυγχάνον.