Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν ἀποτομὴν τῆς τιμίας κεφαλῆς τοῦ Προδρόμου (Νόθος)

Θεόδωρος ὁ Στουδίτης

Το συμπόσιο, ο αποκεφαλισμός και η ταφή

Η αφήγηση των γεγονότων του συμποσίου, η δόλια απαίτηση της κόρης της Ηρωδιάδας, ο αποκεφαλισμός του Ιωάννη και η φροντίδα του σώματός του από τους μαθητές του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 3 από 4

ϛʹ. «Γενεσίων δὲ ἀγομένων τοῦ Ἡρώδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσε τῷ Ἡρώδῃ, ὅθεν μεθ’ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται». Ὅτε ἐχρῆν αὐτὸν δοῦναι δόξαν τῷ Θεῷ εἰς τόδε προαχθέντα τὸ φῶς, τότε τοῦ σκότους τὰ ἔργα ἀσπάζεται· θυμηδίας γὰρ ὁ καιρὸς οὐκ ὀρχήσεως καὶ μάλιστα γυναικώδους ἐπὶ ἀρρενικῆς θέας, ἐξ ἧς τί τὸ τικτόμενον; Ὅρκος· ἐκ δὲ τοῦ; Φόνος. Ἄνελε τὰς ῥίζας τῆς κακίας, καὶ οὐ βλαστήσει καρπὸς τῆς ἀνομίας· τῶν πρώτων δὲ φυέντων, ἀναδοθήσεται δηλονότι τὸ πέρας τῶν πραγμάτων. «Ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσε τῷ Ἡρώδῃ». Καὶ τί γὰρ ἔμελλε πεπαιδεῦσθαι παρὰ τῆς τεκούσης ἡ μαστροπόρινος θυγάτηρ, ἢ τὸ ἐξορχεῖσθαι, καὶ τοσοῦτο ἐξησκημμένως ἔχειν περὶ τὴν ὀρχήστραν, ὥστε καὶ ἀρέσαι τῷ Ἡρώδῃ; Ὅθεν μεθ’ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσῃ. Τοιαύτη γὰρ ἡ προπέτεια τῶν ἐκβακχευομένων τοῖς πάθεσι τῆς ἀτιμίας, ἀπερισκέπτως ἀποφαινομένων κατὰ παντὸς οὗτινος δόξειεν. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς ἥρπαζε τὸν τῆς μιαιφονίας θάνατον, ὃν ὤδινε πάλαι ἀποτεκεῖν ἡ ἐχιδνοτόκος Ἡρωδιάς, καὶ πρὸς τὸ ἑαυτῆς θυγάτριον διαθερμανθεῖσα, ἔοικε τοιαῦτα λέγειν· Ἴδε ὁ καιρός, τέκνον, ὁ ἐπιζητούμενος ἡμῖν· ἤνυσας τῷ ποδὶ τὸ ἐμοὶ φιλούμενον, πέπαυκάς μου τὸ ἀλγεινὸν τῷ τεχνικῷ σου λυρίσματι.

Κρύψωμεν εἰς γῆν τὸν ἡμᾶς στηλιτεύοντα· ἴθι τάχιον ταῦτα λέγουσα· «Δός μοι ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ». Ὢ μανίας ὑπερβολῆς αἴτημα! μονονουχὶ ὅτι μὴ ἐντρυφᾶν εἶχε τῷ φονικῷ θεάματι· ἐδυσχέρηνεν ἡ μαινὰς καὶ φονεύτρια· οὐχ ἱκανὸν γὰρ ὅτι ξίφος διελάσαι τὰ τοῦ ἱεροῦ τραχήλου ᾑρετίσω· ἀλλὰ γὰρ καὶ ἐπὶ πίνακι δοθῆναί σοι τὴν ἁγίαν κεφαλὴν ἐπραγματεύσω. Ὢ ἀτάσθαλε, καὶ τῆς Ἰεζάβελ ἀπηνέστερον τὸ ἦθος ἔχουσα! ζʹ. «Καὶ ἐλυπήθη», φησίν, «ὁ βασιλεύς· διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσε δοθῆναι· καὶ πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ· καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι, καὶ ἐδόθη τῷ κορασίῳ· καὶ ἤνεγκε τῇ μητρὶ αὑτῆς». Ὢ διαβολικῆς παρασκευῆς ἀποτέλεσμα! Τίς ὁ ἐπενεγκὼν κατὰ τῆς θείας κεφαλῆς τὸ ἀναιρετικὸν ξίφος; Ὁ δεύτερος Δωήκ, ὁ ἄνομος ὑπηρέτης, καὶ οὐ μιμητὴς τῶν ἐφεστηκότων ἐμφρόνως Σαοὺλ τῷ βασιλεῖ, ἡνίκα προσέττατε τοὺς τοῦ Θεοῦ προφήτας ἀποκτείνεσθαι. «Καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι». Συμπόσιον εἴποιμι ἢ φονευτήριον τὸ τοιοῦτον ἄριστον; δαιτυμόνας καλέσαιμι ἢ παλαμναίους τοὺς συνανακειμένους οἰνόφλυγας; Ὢ καινὸν θέαμα· ὢ πονηρὸν ὅραμα· ἐκεῖθεν ὄρνις παρετίθετο, ἐντεῦθεν προφητικὴ κεφαλὴ ἤγετο· ἐκεῖθεν οἶνος ἐχέετο ἄκρατος, ἐντεῦθεν αἷμα δίκαιον κρουνηδὸν ἐφέρετο.

Ὡς φοβερὰ ἡ ἀγγελία καὶ φρικτὴ ἡ ἐξηγορία. «Καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκε τῇ μητρὶ αὑτῆς». Φεῦ τῆς ἀτοπίας· ἐδόθη ἡ ἀτίμητος κάρα ὑπὲρ ἀτίμου πράξεως, τῇ ἐναγεῖ καὶ βεβήλῳ, ἡ ἁγνὴ καὶ ἄψαυστος καὶ τοῖς ἀγγέλοις αἰδέσιμος. Καὶ ἤνεγκε τῇ μητρὶ αὑτῆς, οἱονεὶ παρέθηκεν ὡς ἐδέσματι ἐμφορηθῆναι τῇ ὀργώσῃ τὸν τοῦ προφήτου θάνατον· Φάγε, λέγουσα, ὦ μῆτερ, σάρκας τοῦ ἀσάρκως βιώσαντος· πίε αἷμα τοῦ ἀναίμονος· ἔχομεν διὰ παντὸς σεσιγημένην τὴν γλῶτταν τοῦ ἡμᾶς στηλιτεύσαντος. ηʹ. «Καὶ προσελθόντες», φησίν, «οἱ μαθηταὶ αὐτοῦ, ᾖραν τὸ σῶμα, καὶ ἔθαψαν αὐτό». Ὅρα μοι, ὦ φιλοΐστωρ, εἰκονογραφουμένην τὴν ταφὴν τοῦ δικαίου, καὶ τοὺς μὲν εἰκονομάχους ἐπιρράπιζε ὡς ἀληθείας ἐχθρούς, ἐναργῶς δὲ ὕπ’ ὄψιν λαμβάνων τὴν ἱστορίαν, πορίζου τὸ ὠφέλιμον· πῶς ἐκ φυλακῆς αἴρεται ὁ ἅγιος σιδηροδέσμιος· πῶς ὁ παλαμναῖος ἐνατείνει τὸ ξίφος ἀπηνοειδῶς κατὰ τῆς ἱερᾶς κορωνίδος· πῶς ἀποτμηθεῖσα ἡ μυροφόρος κάρα ἐπιδέδοται τῇ κορυβαντιώσῃ Ἡρωδιάδι· ὅπως δὲ θάπτεται τὸ ἱερὸν σῶμα χερσὶ τῶν οἰκείων μαθητῶν, οἱονεὶ δακρυόντων, ψυχαλγούντων, στοιχηδὸν περιϊσταμένων· καὶ τοῦ μὲν ἐφαπτομένου ποδῶν, τοῦ δὲ τὴν κεφαλὴν ἐφαρμόζοντος τῷ λοιπῷ σκήνει, ἑτέρου θυμιῶντος καὶ τὰ ἐπικήδεια ἐπιψάλλοντος.