Ἔργον
Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν γένεσιν τῆς Θεοτόκου (Νόθος)
Εισαγωγή στην πανήγυρη της γεννήσεως της Θεοτόκου
Προοίμιο του λόγου με κάλεσμα σε κοινή χαρά για την εκπλήρωση των προφητειών και την προετοιμασία του εμψύχου ναού του Θεού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εισαγωγή στην πανήγυρη της γεννήσεως της Θεοτόκου
Προοίμιο του λόγου με κάλεσμα σε κοινή χαρά για την εκπλήρωση των προφητειών και την προετοιμασία του εμψύχου ναού του Θεού.
Ζʹ. Τοῦ αὐτοῦ Λόγος, εἰς τὸ γενέσιον τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου. αʹ. Λαμπρῶς πανηγυρίζει ἡ κτίσις σήμερον, καινὸν οὐρανὸν τὴν Παρθένον λαμβάνουσα. Κόρη ἐπὶ γῆς γεγέννηται, τοῦ Βασιλέως τῶν οὐρανῶν ἐψυχώμενος θάλαμος. Νεᾶνις εἰς φῶς ἐλήλυθε τῆς ἡλιακῆς ἀκτῖνος φανότερον ἀστράπτουσα. Βρέφος ἐκ στείρας ἀνέλαμψε, τῆς παρθενίας τέμενος ἱερώτατον. Τίς οὐχ ὑπαντήσει πρὸς τὴν πανήγυριν; τίς οὐ δωροφορήσει ἑόρτια, καὶ τῇ Παρθένῳ φιλούμενα; Δῶρον κάλλιστον παρθενεύουσιν ἡ ἀφθαρσία, γήμασι σωφροσύνη, πλουσίοις μετάδοσις, πένησιν ἡ εὐχαριστία, ἄρχουσιν ἡ ἡμερότης, βασιλεῦσιν ἡ δικαιοσύνη, ἱερεῦσιν ἡ ὁσιότης, τοῖς πᾶσιν ἐν ἅπασιν ἡ εὐνομία.
Ἐπεὶ δὲ τοιαῦτα τὰ δῶρα, καὶ μετὰ τοιούτων ἡ λαμπροφορία, δεῦτε σκιρτήσωμεν εὐφρόσυνα. ᾌσωμεν χαριστήρια, μετὰ Δαβίδ· Ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν. Τῷ Κτίστῃ τῶν ἁπάντων, ναὸς ὑποδοχῆς ᾠκοδόμηται· ὅτι τῷ δημιουργῷ Λόγῳ καταγώγιον ξενισμοῦ ἡτοίμασται· ὅτι τῷ Ἡλίῳ τῆς δικαιοσύνης νεφέλη φωτὸς ἐξήπλωται· ὅτι τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις, θεοϋφάντου περιβολαίου ἱστὸς ἀνίσταται· ὅτι τῷ κιρνῶντι ταῖς ὥραις τοὺς καιροὺς καὶ ἐνιαυτοὺς συνακτήριον νυμφικὸν ἀναδέδεικται.
βʹ. Χορεύσατε, νεάνιδες· παρθενικὸν γὰρ τὸ γενέθλιον. Σκιρτήσατε, μητέρες· μητρικὸς γὰρ καρπὸς ἡ παρθενεύουσα. Στεῖραι, εὐέλπιδες ἔστε πρὸς τὴν πρὶν στειρεύουσαν, εἶτα θεόπαιδα γεννήσασαν ἀποσκοπεύουσαι.
Μηδέ γε κόραι τῆς χορείας ἀπολειπέσθωσαν, τῆς μόνης κορῶν κορωνίδος ὁμοῦ καὶ βασιλίδος τὸ γενέσιον πανηγυρίζουσαι. Σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνούς· ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν· κηρύξατε ἐν Ἱερουσαλὴμ, δι᾽ Ὠσηὲ ἡμῖν κἀνταῦθα τὸ προσταττόμενον. Δαβὶδ ὁ Θεοπάτωρ, εὐφράνθητι· Ἡσαΐας ὁ προφητοκράτωρ, φαιδρύνθητι.
Καὶ ὁ μὲν, ὅτι ἐξ ὀσφύος σου κατὰ τὴν ὁρκωμοσίαν ἡ βασιλὶς προέρχεται, ἐξ ἧς θήσειν ἐπὶ τὸν θρόνον σου τὸν καρπόν σου Θεὸς ἐπηγγείλατο· ὁ δὲ, ὅτι ἡ προφητεία σου πέρας εἴληφεν, Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Ῥάβδος ἡ Παρθένος, ἐξ ἧς ἀπειρόγαμος τὸ ἀνθηρὸν καὶ ἀένναον Χριστὸς ἄνεισιν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.