Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν γένεσιν τῆς Θεοτόκου (Νόθος)

Θεόδωρος ὁ Στουδίτης

Δογματική παρέκβαση περί της ενσαρκώσεως του Λόγου

Χριστολογική αναφορά στην ένωση των φύσεων του Θεού Λόγου και πολεμική κατά των αιρέσεων που αρνούνται την εικονιστική περιγραφή του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 4 από 6

Μικροῦ μὲν οὖν καὶ ὄψει τὴν μακαρίαν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσιοῦσαν, ὡς ἤδη τῷ παναγεστάτῳ Θεῷ ἀφιερωμένην· ἔπειτα συλλαμβάνουσαν ἐν γαστρὶ τὸν ἀπερίληπτον. Ὢ τοῦ θαύματος! Εἰς μικρὸν σώματος ἐνοικῆσαι τὸν περιέχοντα δρακὶ τὰ σύμπαντα. Καὶ πῶς οὐ περιγραπτὸς, ὦ Χριστομάχε (ἵνα μικρὸν παραθεωρήσω); Ὅτι, εἰ καὶ καθ᾽ ἡμᾶς, φησὶν, ἀλλ᾽ ὑπὲρ ἡμᾶς. Καὶ τί τοῦτο; Οὐ γὰρ κατὰ τὴν ἀνθρωπείαν μορφὴν, ἀλλὰ κατὰ τὴν θεότητος φύσιν ἡ διαφορὰ καὶ ἐξαλλαγή· οἷον ἐγαλουχεῖτο μαζοῖς μητρικοῖς ἀνθρωπικῶς· ἀλλὰ παρεῖχε τὸ ζῇν μητρὶ θεοπρεπῶς. Ἐλάλει φωνῇ ἐνάρθρῳ καθ᾽ ἡμᾶς, ἀλλὰ παρηγγυᾶτο ἐξουσίᾳ θεϊκῇ ὑπὲρ ἡμᾶς, δι᾽ ὧν τὰ θαύματα. Ὡδοποίει γεηροῖς ποσὶ καθ᾽ ἡμᾶς, ἀλλ᾽ εἰς νῶτα θαλάσσης ὑπὲρ ἡμᾶς. Ἐσταυροῦτο σαρκὶ καθ᾽ ἡμᾶς, ἀλλ᾽ ἐτροποῦτο ἐν σταυρῷ τὰς ἐναντίας δυνάμεις ὑπὲρ ἡμᾶς· ὧν τὰ μὲν περιγραπτῆς φύσεως· τῆς καθ᾽ ἡμᾶς γάρ· τὰ δὲ ἀπεριγράπτου, τῆς ὑπὲρ ἡμᾶς· οὐ λυμηναμένης θατέρας θάτερα τῇ οὐσιώδει συνόδῳ τὰ φυσικὰ ἰδιώματα, ἀλλ᾽ εἴσω τῆς οἰκείας ὁροθεσίας ἑκατέρας ἑστώσης. Σὺ δὲ φεύγων τὸ περιγράφειν, ἤτοι εἰκονίζειν· ταυτὸν γὰρ ἀμφότερα, καὶ τὰς φύσεις φύρεις σὺν Ἀκεφάλοις, καὶ τὴν οἰκονομίαν ἀποσκευάσῃ σὺν Μανιχαίοις. Ἧττον ἦν σοι εἰς ἀνοίας λόγον, ἵνα τὸ ἀληθὲς εἴπω, Ἰουδαΐζειν, ἢ τὴν προσηγορίαν Χριστιανοῦ ἔχοντι κατὰ Χριστοῦ φέρεσθαι.

Ὅτι ὁ μὲν οὐ προσιέμενος Θεὸν σεσωματῶσθαι, οὔτε εἰκονίζει, ἀκόλουθα ἑαυτῷ πράσσων· σὺ δὲ προσηκάμενος μὲν, μὴ εἰκονίζων δὲ, ἀνακόλουθος σεαυτῷ γίνῃ, γέλωτα ὀφλισκάνων καὶ τῷ Ἰουδαΐζοντι. Καὶ οὔπω λέγω τὴν ὕβριν, ἀλλὰ πρὸς μὲν ἐκείνους τοσοῦτος ὁ λόγος, ὅτι μὴ δογματικῶς, ἀλλ᾽ ἑορταστικῶς συνηθροίσθημεν. Ἡμεῖς δὲ ἔτι βραχέα προσειπόντες τῇ Παρθένῳ, καὶ ταῦτα ἐξ ὧν ὠνόμασται ἐν τῇ θεοπνεύστῳ Γραφῇ ἀνελίττοντες, συμπερανοῦμεν ἐν τούτοις, εἰ καὶ ἀναξίως, τὸν λόγον.