Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν γένεσιν τῆς Θεοτόκου (Νόθος)

Θεόδωρος ὁ Στουδίτης

Τελικοί χαιρετισμοί, ικεσία και δοξολογία

Κατακλείδα του λόγου με τελικές προσφωνήσεις, προσευχή προς τη Θεοτόκο και τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 6 από 6

Χαῖρε, κεχαριτωμένη, τὸ πάσης χαρᾶς χαριέστερον καὶ πρᾶγμα, καὶ ὄνομα, ἐξ ἧς χαρὰ ἀδιάδοχος εἰς τὸν κόσμον Χριστὸς γεγέννηται, τῆς Ἀδαμιαίας λύπης τὸ ἰατρεῖον. Χαῖρε, παράδεισε, τῆς Ἐδὲμ χωρίον μακαριώτερον, οὗ φυτὸν ἀρετῆς ἅπαν ἀνατέθηλε, καὶ ἐφ᾽ ᾧ ξύλον τῆς ζωῆς πεφανέρωται· οὗ τῇ μεθέξει εἰς τὴν ἀρχαίαν δίαιταν ἀνατρέχομεν, τῆς φλογίνης ῥομφαίας νῶτα διδούσης, ὡς γέγραπται. Χαῖρε, πόλις, τὸ τοῦ μεγάλου βασιλέως, Δαβιτικῶς εἰπεῖν, περιήχημα, ἐν ᾖ τὰ βασίλεια τῶν οὐρανῶν ἀνέῳκται, καὶ γηγενεῖς πολιτογραφούμενοι γήθουσιν· ἧς ἐξαίσια καὶ τεθαυμασμένα πάσαις γλώσσαις τε καὶ διανοίαις τὰ διηγήματα, ἐν Χριστῷ Ἰησοῦ τῷ διὰ σοῦ ἱλεουμένῳ μοι, ἐφ᾽ οἷς ὤφλησα ὁ οἰκτρὸς καὶ ἄλογος, ἐκθειάζων τὰς ἀπείρους αἰνέσεις σου ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.