Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν γένεσιν τοῦ ἁγίου προφήτου Προδρόμου καὶ Βαπτιστοῦ

Θεόδωρος ὁ Στουδίτης

Η συνάντηση με τη Θεοτόκο και ο ρητορικός διάλογος με τον Πρόδρομο

Ερμηνεία της αφωνίας του Ζαχαρία, εξιστόρηση του ασπασμού της Θεοτόκου με την Ελισάβετ και θεολογικός διάλογος με τον κυοφορούμενο Ιωάννη περί της ενανθρωπήσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 4 από 5

Ἡ μὲν πρόχειρος καὶ πατρικὴ ἀπόδειξις, ἀπιστίας ἔγκλημα καταγράφει τῷ ἱερεῖ, ὁ δὲ παρὼν λόγος οὐχ ὑποπίπτων, ἀλλ’ ἐν δοκιμασίᾳ προερχόμενος, ταυτὸν πεπονθέναι φησὶ τῷ μεγάλῳ Θωμᾷ καὶ τὸν Ζαχαρίαν· οὐ τοῦτο γὰρ ἦν αὐτὸν εἰκὸς ἠγνοηκέναι προφήτην τε ὄντα καὶ τὰ θεῖα πεπαιδευμένον, ὅτιπερ δύναιτ’ ἂν Θεὸς καὶ φύσιν καινουργῆσαι, καὶ γῆρας νεοποιῆσαι, καὶ πόρον ἐν ἀμηχάνοις διεκφᾶναι, ὡς ἐπὶ Ἀβραὰμ καὶ Σάρρας, ὡς ἐπὶ τῆς Σουναμίτιδος, καὶ τῶν ἄλλων ποικίλων καὶ παντοδαπῶν αὐτοῦ τεραστίων. Ἀλλ’ ἐπειδὴ αἱ τῶν μεγάλων καὶ παραδόξων προσδοκιῶν ἐπαγγελίαι ἐξάπινα ἀκουόμεναι ταράττειν πως εἰώθασι τὴν ψυχήν, οὐ πρὸς ἀπιστίαν ἀναβαλλόμενος, οἶμαι, ἀλλὰ πρὸς τελείωσιν ἐπισπευδόμενος, εὐθὺς οἷα ὑφ’ ἡδονῆς ἁλοὺς ἀναφωνεῖ καὶ φράζει, «Κατὰ τί γνώσομαι τοῦτο;». Μὴ δὴ παραλογίσῃ, μηδαμῶς διαψεύσῃ, δίδου μοι τὸ ἐπίσημον, πάρεχέ μοι τὸ ἐνέχυρον· ὡς πάλαι ὁ Θεὸς τῷ Ἀβραὰμ πρὸς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν, καὶ ἐκ τῆς ὀσφύος αὐτοῦ ἐξελεύσεσθαι βασιλεῖς, τὸ τῆς περιτομῆς σημεῖον· καὶ πρὸ τούτου, ὡς τῷ Νῶε πρὸς τὸ μὴ ἐπάξαι κατακλυσμὸν ἐπὶ τῆς γῆς, τὸ ἐν τῇ νεφέλῃ τόξον· πρὸς τούτοις καὶ Μωϋσῇ τὴν ὀφιωθεῖσαν καὶ θᾶττον ἀποκατασταθεῖσαν ῥάβδον εἰς τὸ πιστεῦσαι τοῖς Αἰγυπτίοις, ὅτι ὦπται αὐτῷ ὁ Ὤν. ηʹ. «

Καὶ ἀποκριθείς», φησίν, «ὁ ἄγγελος εἶπεν αὐτῷ· Ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι, ἀνθ’ ὧν ἠπίστευσας τοῖς λόγοις μου (προσθετέον κατὰ τὸ σιωπώμενον ἁπλῶς τε καὶ ἀνεξετάστως), οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν». Ἔλαβε τοίνυν τὸ σημεῖον φθογγῆς λυομένης, πρὸς φθογγὴν ζῶσαν καὶ ἐνυπόστατον τεχθησομένην αὐτῷ· καὶ συμπτύξας τὰ χείλη ὑμνεῖ φωναῖς ἀνακούστοις τὸν τοῦ τόκου δοτῆρα· «Ἐξελθών», γάρ φησιν, «οὐκ ἠδύνατο λαλῆσαι· καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων, καὶ ἔμενε κωφός». Τὸ μὲν πρὸς τὸ μὴ ἐρωτᾶσθαι, ὡς οὐ καθεκτὸν τὰ τῆς ὀπτασίας ἀκουτίζεσθαι· τὰ δὲ ὡς οἷον ἐκβεβηκὼς τῶν αἰσθήσεων, καὶ εἰς ἑαυτὸν ὅλος τὸ ὁραθὲν συστρεφόμενος, κωφεύειν τοῖς ἀεροκτύποις λαλήμασιν· οὐδὲν δὲ οἷον ὡς προφητοπάτορα καὶ προφητείας ἔργον κἀνταῦθα ἐπισημαίνειν· καὶ τοῦτό ἐστιν ἴσως ἡ τῆς νομικῆς λατρείας παῦλα, πρὸς τὴν ἐν τῇ χάριτι διὰ τῆς γεννήσεως τοῦ Ἰωάννου ἀνάρρησιν. Τοίνυν παραδραμόντες τὰ διὰ μέσου, ὡς οὔτε τῇ ἡμέρᾳ ἀνήκοντα, οὐδ’ αὐτῇ δυνάμει ὑμῶν ἐφικτά, αὖθις ἐπὶ τὸ κατεπεῖγον ἐλευσώμεθα. θʹ. «Καὶ ἐγένετο», φησίν, «ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ αὐτῆς». Ὦ Ἰωάννη τὸ μακάριον βρέφος, τὸ ἀκοίμητον ἔμβρυον! Ὁ ἐγγάστριος, πῶς ἐγκόσμιος; ὁ ἀτέλεστος, πῶς πληρέστατος;

ὁ ἑξαμηνιαῖος, πῶς πολυχρόνιος; ὁ ἀδιανόητος, πῶς ἐμφρονέστατος; ὁ ἀδιάλεκτος, πῶς εὔλαλος; φράσον ἡμῖν, φράσον, ἐν ζοφερῷ χωρίῳ τῆς μητρῴας νηδύος συνεχόμενος, τὴν ὁρατικὴν ἕξιν οὔπω ἐνεργῶν, τὸν ἀκουστικὸν ψόφον οὔπω εἰσδεχόμενος, τὸν φωνητικὸν φθόγγον οὔπω εἰσδεχόμενος, τὸν φωνητικὸν φθόγγον οὔπω ἐκβοῶν, τὴν περιπατητικὴν κίνησιν οὔπω μετειληφώς, τὸ γελαστικὸν ἰδίωμα οὔπω ἐπιτετηδευκώς· πῶς διορᾷς; πῶς ἐπαΐεις; πῶς θεολογεῖς; πῶς περισκιρτᾷς; ποταπῶς ἀγάλλῃ; Ἀπόκριναι ἡμῖν, ἀπόκριναι, ὦ πανάγαστε.

Μέγα, φησίν, τὸ τελούμενον μυστήριον, καὶ ἔξω ἀνθρωπίνης καταλήψεως τὸ δρᾶμα· καινοτομῶ εἰκότως τὴν φύσιν διὰ τὸν καινοτομεῖν μέλλοντα ὑπὲρ φύσιν· ἔμβρυος (ἔμβρυον) ὢν ὁρῶ, ἐπειδήπερ τὸν τῆς δικαιοσύνης Ἥλιον βλέπω κυοφορούμενον· ἐνωτίζομαι, ἐπειδήπερ ἐπαΐω, ὡς φωνὴ τοῦ μεγάλου Λόγου τικτόμενος· ἀναβοῶ, ἐπειδήπερ τὸν μονογενῆ Υἱὸν τοῦ Πατρὸς κατανοῶ σαρκούμενον· σκιρτῶ, ἐπειδήπερ τὸν τοῦ παντὸς Ποιητὴν αἰσθάνομαι ἀνθρωπομορφούμενον· ἀγάλλομαι, ἐπειδήπερ τὸν Λυτρωτὴν τοῦ κόσμου διανοοῦμαι σωματούμενον· ἀρχὴν ὑμῖν, φησίν, σημαίνομαι τῆς τοῦ Θεοῦ ἐν κόσμῳ εἰσαγωγῆς καὶ σωματικῆς προσελεύσεως· προτρέχω τῆς ἐπιδημίας, καὶ οἷον ἐξάρχω ὑμῖν τῆς ἐξομολογήσεως· λάβετε ψαλμόν, δαυϊτικῶς εἰπεῖν, καὶ τύμπανον, προφητικῶς, ψαλτήριον τερπνὸν μετὰ κιθάρας· ᾄσατε αὐτῷ καὶ ψάλατε αὐτῷ· διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ.

ιʹ. Ἆρ’ οὖν, Ἰωάννη, ὑπερανέστης τὰ ἐπίγεια; προέκυψας εἰς τὰ οὐράνια; ὑπεραναβέβηκας ἀγγελικὰς καὶ πρωτουργικὰς διακοσμήσεις; πῶς οὖν γε ὧνπερ τὴν φύσιν οὐκ ἐπελάβου, τούτων τὴν τάξιν καὶ ἀξίαν ἀπεκληρώσω; Τὸ αὐτοῖς ἐξ αἰῶνος ἄδηλον καὶ ἀδίδακτον, εὐθὺς ὡς μετὰ Θεὸν διαπορθμεύσας καὶ διαγγείλας ἡμῖν ταῦτα ἔτι μαιευόμενος; Οὐκ ἀεροπόνησα, φησίν, οὐκ ἐνεφελοδρόμησα, οὐχ ὑπερουράνισα, οὐχ ὑπερανέστηκα τῶν φλογερῶν καὶ ἀσωμάτων δυνάμεων· μὴ τοῦτο ὑπονοείσθω, ἀλλ’ ὁ ἐπάνω πάντων ὤν, καὶ μένων ἐν τοῖς πατρῴοις κόλποις σὺν ἁγίῳ Πνεύματι, λαθὼν ἀδιαστάτως ἅπαντας τοὺς πυρίνους λειτουργοὺς αὐτοῦ, ὡς ἐπ’ ἄλλον οὐρανὸν εἰσεληλυθὼς ἐν τῇ γαστρὶ τῆς ἀειπαρθένου Μαρίας, ἐνεφάνησεν ἑαυτὸν καὶ μεμυσταγώγηκέ μοι τὰ τηλικαῦτα· μηνυτὴς οὖν εἰμι τοῦ βρέφους, ὅτι, «Παιδίον γεννᾶται ἡμῖν, υἱὸς καὶ ὑμῖν ἐδόθη» κατὰ τὸν μέγαν Ἠσαίαν, ὁ πρὸ αἰώνων Θεός· στειροφυὴς γόνος τυγχάνω, ὅτι παρθενικὸς ὁ τόκος προελεύσεται. Ὢ τῆς ὑπερφυοῦς μεγαλουργίας· ὢ τῆς παραδόξου τερατουργίας· οἷα ἡμῖν τὸ ἄτικτον βρέφος εὐαγγελίζεται σήμερον; πηλίκα ἡμῖν ὁ Ἐλισάβετ τόκος θεολογῶν προμεμήνυκε; Σκιρτάτω ὑφήλιος ἅπασα, χορευέτω ἡ Ἐκκλησία προεόρτια, προεισόδια τὰ γενέσια τοῦ Χριστοῦ γενεθλίων πανηγυρίζουσα, καὶ χαρᾶς πληρούσθω τὰ σύμπαντα τὸν μηνυτὴν δεξάμενα τῆς τοῦ παμβασιλέως ἐπελεύσεως.