Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν κοίμησιν τῆς ὑπεραγίας δεσποίνης ἡμῶν θεοτόκου

Θεόδωρος ὁ Στουδίτης

Χαιρετισμοί των αποστόλων και προφητικές προτυπώσεις

Εγκωμιαστικοί χαιρετισμοί των αποστόλων προς την Παναγία και συσχέτισή της με προφητείες και τύπους της Παλαιάς Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 3 από 5

δʹ. Ἀλλ’ οἷα πρὸς αὐτήν, εἴτε ἀφ’ ἑαυτῶν, εἴτε παρὰ τῶν προφητικῶν στομάτων ἐκλεξάμενοι οἱ μακάριοι ἀπόστολοι; αʹ. Χαίροις, φησί, κλίμαξ ἐστηριγμένη ἀπὸ γῆς εἰς οὐρανόν, δι’ ἧς ἡ καθ’ ἡμᾶς κάθοδος καὶ ἡ εἰς οὐρανοὺς ἄνοδος γέγονε τοῦ Κυρίου, κατὰ τὸν μέγαν πατριάρχην Ἰακώβ.

βʹ. Χαίροις, βάτε παραδοξοειδέστατε, ἐξ ἧς ἐπεφάνη ἄγγελος Κυρίου ἐν φλογὶ πυρός, ἥνπερ κατακαῖον τὸ πῦρ οὐ κατέκαιεν, κατὰ Μωϋσέα τὸν θεοπτικώτατον. γʹ. Χαίροις, ὁ θεόδεκτος πόκος, ἐξ ἧς ἀπερρύη ἡ οὐράνιος δρόσος, πλήρης λεκάνη ὕδατος, κατὰ Γεδεὼν τὸν θαυμασιώτατον.

δʹ. Χαίροις, πόλις τοῦ βασιλέως τοῦ μεγάλου, ἣν οἱ βασιλεῖς θαυμάζοντες μεγαλύνουσι, μετὰ Δαβὶδ τὸν ᾀσματογράφον. εʹ. Χαίροις, ἡ νοητὴ Βηθλεέμ, ὁ οἶκος τοῦ Ἐφραθᾶ, ἐξ οὗ ἐξελήλυθεν ὁ Βασιλεὺς τῆς δόξης τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, οὗ αἱ ἔξοδοι ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος, κατὰ Μιχαίαν τὸν θειότατον.

ϛʹ. Χαίροις, τὸ κατάσκιον παρθενικὸν ὄρος, ἐξ οὗ ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐπεφάνη, κατὰ Ἀμβακοὺμ τὸν θεοβόητον. ζʹ. Χαίροις, λυχνία χρυσοειδέστατε καὶ φωτοφόρε, ἐξ ἧς περιέλαμψε τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις τὸ ἀπρόσιτον φῶς τῆς θεότητος, κατὰ Ζαχαρίαν τὸν θεσπέσιον.

ηʹ. Χαίροις, τὸ παγκόσμιον ἱλαστήριον τῶν βροτῶν, δι’ οὗ ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν τὸ ὄνομα Κυρίου δεδόξασται ἐν τοῖς ἔθνεσι καὶ ἐν παντὶ τόπῳ θυμίαμα τῷ ὀνόματι αὐτοῦ προσάγεται κατὰ Μαλαχίαν τὸν ἁγιώτατον.

θʹ. Χαίροις, κούφη νεφέλη, ἐν ᾗ Κύριος κεκάθικε, κατὰ Ἠσαΐαν τὸν ἱεροφωνότατον. ιʹ. Χαίροις, ἱερὰ βίβλος τῶν προσταγμάτων Κυρίου, καὶ ὁ νεοχάρακτος νόμος τῆς χάριτος, δι’ ἣν τὰ ἀρεστὰ τῷ Θεῷ, ἡμῖν γνωστά ἐστι, κατὰ Ἰερεμίαν τὸν πολυθρηνότατον.

ιαʹ. Χαίροις, πύλη κεκλεισμένη, δι’ ἧς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ εἰσελήλυθε καὶ ἐξελήλυθε, κατὰ Ἰεζεκιὴλ τὸν θεοπτικώτατον. ιβʹ. Χαίροις, τὸ ἀλάξευτον χειροϋψηλότατον ὄρος, ἐξ οὗ ὁ ἀκρογωνιαῖος ἀποτέτμηται λίθος, κατὰ Δανιὴλ τὸν θεολογικώτατον.