Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν κοίμησιν τῆς ὑπεραγίας δεσποίνης ἡμῶν θεοτόκου

Θεόδωρος ὁ Στουδίτης

Εισαγωγή και πρόσκληση στην εορτή της Κοιμήσεως

Προοίμιο του εγκωμιαστικού λόγου με παρότρυνση προς όλα τα μέλη της Εκκλησίας και την κτίση για τον εορτασμό της μεταστάσεως της Θεοτόκου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 1 από 5

ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΗΝ ΚΟΙΜΗΣΙΝ ΤΗΣ ΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ αʹ. Φωνὴν σάλπιγγος, κερατίνης βοῆς ἀλαλάζουσαν γεγωνότερον καὶ καταδονοῦσαν τὰ πέρατα, ἀπαιτῶν ὁ λόγος πρὸς εὐφημίαν τῆς παρούσης ἱεροκηρύκτου ἡμέρας, κινδυνεύει, ὦ ἄνδρες, δι’ ἀσθενοῦς τοῦ φωνητικοῦ ἡμῶν ὀργάνου προερχόμενος· ἀλλ’ ἡ βασίλισσα καὶ κυρία τοῦ παντός, ὡς οἷά τις ἀφιλότιμος, δέξαιτο τάχα καὶ τὸν τῇδε δουλικὸν αὐτῆς βραχὺν καὶ πενιχρὸν ἡμῶν λόγον, ὡς τῶν ὑψηγόρων τοὺς μακρούς τε καὶ ὑπερλάμπρους, ταῖς τοῦ προστάσσοντος εὐχαῖς εὐμενιζομένη· ἐπείπερ καὶ πρὸς ἓν μόνον βλέπει τὸ τῆς προθέσεως ἡ φιλάγαθος.

Ἀλλά μοι δεῦρο, συναγέρθητι, ἡ ὑπ’ οὐρανὸν ἅπασα, ὅσον ἐν ἱεράρχαις τε καὶ ἱερεῦσιν, ἐν μοναδικοῖς τε καὶ μιγάσιν, ἐν βασιλεῦσί τε καὶ ἄρχουσιν, ἐν ἀνδράσι τε καὶ γυναιξίν, ἐν νεανίσκοις τε καὶ παρθένοις, ἐν φυλαῖς τε καὶ γλώσσαις, παγγενεί τε καὶ παμπληθεί, καὶ τὰς τῶν ἀρετῶν ἐσθῆτας ἐξυπαλλάσσουσα, ὡς ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη, πρόελθε φαιδρῶς γεγηθυῖα τῆς Κυριοτόκου Μαρίας ἑορτὴν ἑορτάζουσα τὰ ἐπικήδειά τε καὶ διαβατήρια· μεταβαίνει γὰρ ἐκ τῶν ἐνθένδε καὶ ἐγγίζει ὄρεσιν αἰωνίοις, τὸ ὄρος ὄντως τὸ Σιών, ὃ ηὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ, ὡς ἡ τοῦ ψάλλοντος λύρα· σήμερον τοιγαροῦν ὁ ἐπίγειος οὐρανὸς τῷ τῆς ἀφθαρσίας περιβολαίῳ ἑλισσόμενος, ἐξαλλάττεται εἰς διαμονὴν τὴν βελτίονά τε καὶ μακραίωνα. Σήμερον ἡ νοητὴ καὶ θεοφώτιστος σελήνη τῷ τῆς δικαιοσύνης Ἡλίῳ συνεισβάλλουσα, ἐκλείπει μὲν τοῦ τῆς παραυτίκα ζωῆς προσκαίρου, ἐν τ’ αὐτῷ δὲ ἀνατέλλουσα καταλαμπρύνεται τῷ τῆς ἀθανασίας ἀξιώματι· σήμερον ἡ χρυσότευκτος καὶ θεοκατασκεύαστος κιβωτὸς τοῦ ἁγιάσματος ἐκ τῶν ἐπιχθονίων σκηνωμάτων ἀπαίρουσα πρὸς τὴν ἄνω Ἰερουσαλὴμ μετακομίζεται, εἰς κατάπαυσιν ἀτελεύτητον· καὶ ὁ θεοπάτωρ Δαυῒδ οἷά τις κιθαρίζων ἐκεῖνα ἡμῖν μελῳδῶν ἀναφθέγγεται· «Ἀπενεχθήσονται», φησίν, «τῷ βασιλεῖ παρθένοι»· δηλαδὴ ψυχαὶ ὀπίσω αὐτῆς ἀπενεχθήσονταί σοι.