Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν κοίμησιν τῆς ὑπεραγίας δεσποίνης ἡμῶν θεοτόκου

Θεόδωρος ὁ Στουδίτης

Το θεολογικό μυστήριο της Κοιμήσεως και η σύναξη των αποστόλων

Θεολογική προσέγγιση της ζωηφόρου κοιμήσεως, η διατήρηση της αφθαρσίας, η προετοιμασία της εξόδου και η θαυματουργική συγκέντρωση των αποστόλων για την κηδεία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 2 από 5

βʹ. Νῦν οὖν αἰσθητοὺς ὀφθαλμοὺς ἡ Θεοτόκος συμμύσασα, τοὺς νοητοὺς ἡμῖν ὡς λαμπροὺς καὶ μεγάλους ἀνίσχει φωστῆρας, μήπω καταδύσαντας, εἰς τὸ γρηγορεῖν τε καὶ ἐξιλάσκεσθαι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ τῆς τοῦ κόσμου ἀντιλήψεως· νῦν ἐν τῇ ἐνάρθρῳ φωνῇ τὰ θεοκίνητα χείλη ὑποσιωπήσασα, ἀείλαλον αὐτῆς τὸ πρεσβευτικὸν ὑπὲρ τοῦ παντὸς γένους ἐξανοίγει στόμα· νῦν τὰς σωματικὰς καὶ θεοφόρους παλάμας ὑποστείλασα, ἀειρομένας αὐτὰς ἀφθαρτισθεῖσα πρὸς τὸν Δεσπότην ὑπὲρ τῆς οἰκουμένης ἁπάσης παρίστησιν· ἄρτι τὸν ἡλιοειδῆ καὶ φυσικὸν χαρακτῆρα ἀποκρύψασα, ἀκτινολαμπεῖ τῇ σκιαγραφικῇ αὐτῆς εἰκόνι καὶ προτίθησι τοῖς λαοῖς εἰς ἀσπασμὸν εὐεργετικὸν σχετικῆς προσκυνήσεως, κἂν μὴ βούλωνται οἱ αἱρετίζοντες. Ἄνω δὴ ἀναπτᾶσα ἡ πάναγνος περιστερά, τὰ κάτω φυλάττειν οὐ παύεται· τοῦ σώματος ἐξελθοῦσα, τῷ πνεύματι σὺν ἡμῖν ἐστιν· εἰς οὐρανοὺς εἰσαχθεῖσα, ἐξοστρακίζει τοὺς δαίμονας, μεσιτεύουσα τὰ πρὸς Κύριον. Πάλαι μὲν διὰ τῆς προμήτορος Εὔας ὁ θάνατος εἰσελθὼν ἐκοσμοκράτησε, νῦν δὲ τῇ μακαρίᾳ θυγατρὶ αὐτῆς ὁμιλήσας ἀποκέκρουσται, ἐκεῖθεν ἐκνικώμενος, ὅθεν τὸ κράτος εἰσεδέξατο. Ἀγαλλιάσθω τοίνυν τὸ γυναικεῖον γένος ἀντ’ ὀνείδους δόξαν κατακληρούμενον· εὐφραινέσθω ἡ Εὔα· οὐκέτι γὰρ ἐπάρατος εὐλογίας γόνον τὴν Μαρίαν περιφέρουσα.

Σκιρτάτω ἡ σύμπασα κτίσις, τὰ τῆς ἀφθαρσίας νάματα μυστικῶς ἐκ τῆς παρθενικῆς πηγῆς ἀρυομένη καὶ τοῦ θανατηφόρου δίψους ἀποπαύουσα· Τοιαῦτα ἡμῖν τὰ ἑορταζόμενα σήμερον· τηλικαῦτα τὰ ὑμνολογούμενα, ἃ ἡμῖν ἡ Χριστοανθὴς ῥίζα τοῦ Ἰεσσαί, ἡ ἱερόβλαστος ῥάβδος τοῦ Ἀαρών, ὁ νοητὸς παράδεισος τοῦ τῆς ζωῆς ξύλου, ὁ ἔμψυχος λειμὼν τῶν παρθενικῶν ἀρωμάτων, ἡ κυπρίζουσα θεογεώργητος ἄμπελος τοῦ πεπείρου καὶ ζωοσταγοῦς βότρυος, ὁ ὑψηλὸς καὶ ἐπηρμένος χερουβικὸς θρόνος τοῦ παμβασιλέως, ὁ πλήρης οἶκος τῆς δόξης Κυρίου, τὸ τοῦ Χριστοῦ ἅγιον καταπέτασμα, ὁ τῆς Ἀνατολῆς φαεινότατος τόπος, κοιμηθεῖσα ἐν εἰρήνῃ καὶ δικαιοσύνῃ χαρίζεται· κοιμηθεῖσα, φημί, ἀλλ’ οὐκ ἀποθανοῦσα· μεταστᾶσα, ἀλλ’ οὐ καταλιποῦσα ὑπερασπίζεσθαι τοῦ γένους. Ποίῳ τοίνυν λόγῳ παραστήσομέν σου μυστήριον, ἀποροῦμεν ἐννοῆσαι, ἀσθενοῦμεν ἐκφράσαι, ἰλιγγιῶμεν διαγράψαι, ὅτι ξένον καὶ ὑψηλὸν καὶ ἐπηρμένον διανοίαις ἁπάσαις· οὐ γὰρ ὡς ἐπὶ τῶν ἄλλων κοινωνεῖ καὶ συμφέρεται, ἵνα δῶμεν προχείρως ἐκ τῶν καθ’ ἡμᾶς τὰς ἀποδείξεις, ἀλλ’ ἐκ τῶν ὑπὲρ ἡμᾶς τὰ περὶ σοῦ εὐσεβῶς διαλαμβάνοντες παραχωροῦμέν σοι μόνῃ τὰ ὑπὲρ ἄνθρωπον· διήλλαξας τοιγάρτοι τὴν φύσιν κατὰ τὴν ἄρρητον γέννησιν. Ποῦ γὰρ ἔγνω τις παρθένον ἀσπόρως συλλαμβάνουσαν; Ὢ τοῦ θαύματος! τὴν ὡς μητέρα λοχεύουσαν, ὁρᾷ ὡς ἄφθορον παρθενεύουσαν, ἐπειδὴ Θεὸς ἦν τὸ γεννώμενον.

Τοῦτο οὖν καὶ ἐπὶ τῇ ζωηφόρῳ κοιμήσει, ἐξαλλάττουσα τῶν λοιπῶν, εἰκότως μόνη ἔχεις τοῦ συναμφοτέρου τὸ ἄφθαρτον. γʹ. Ἀλλ’ ἡ Σιὼν ἡμῖν ἀφηγείσθω τὰ τῆς ἡμέρας παράδοξα· πεπλήρωτο τοίνυν τὸ τῆς ζωῆς ὁροθέσιον· παρῆν ἡ τῆς ἀναλύσεως ὥρα· προέγνω ὡς οἷα Θεοῦ μήτηρ ἡ παναγία τὸ τῆς μεταστάσεως στάδιον. Πόσον γὰρ δοίη τις τὸ μεῖζον, ὦ φιλόχριστοι, πρὸς πάντα τὸν δουλικῶς ὁρῶντα, τῇ Μητρὶ τοῦ Θεοῦ καὶ ἀρχιπροφήτιδι; Ἐπεὶ δὲ ταῦτα ᾔσθετο καὶ μεμάθηκεν, οἷα ἡμῖν ὁ λόγος ἀνακαλεῖσθαι αὐτὴν ὑποφαίνει; Ἧκεν ἡμέρα τῆς ἐξόδου μου· ἧκεν ὁ χρόνος τῆς πρὸς σὲ ἐκδημίας μου· παρέστωσάν μοι οἱ λειτουργήσοντες τὰ ἐντάφια, Δέσποτα· ἐπισταίησαν οἱ τὴν κηδείαν συντελέσοντες διάκονοι.

Καὶ εἰς μὲν χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου, παλάμαις δὲ τῶν μαθητῶν σου τὸ ἄψαυστον καὶ θεοδόχον σῶμά μου, ἐξ οὗπερ σὺ ἡ ἀθανασία ἀνατέταλκας, ἐκκομίσασθαι· παραστήτωσάν μοι οἱ ἐν τοῖς πέρασι διεσπαρμένοι πρὸς εὐφροσύνην μου, οἱ κήρυκες καὶ ὑπηρέται τοῦ Εὐαγγελίου σου. Καὶ εἰς τὸν δίκαιον Ἐνὼχ ἔτι ζῶντα μεταθέσθαι διὰ τὸ χρειῶδες ηὐδόκησας· τόν τε Θεσβίτην Ἠλίαν ἐπαρθῆναι πυρίνῳ ἅρματι ἐκ τοῦ ἐμφανοῦς πρὸς ἀδήλους χώρας, ἀμφοτέρους τὸν τῆς φρικτῆς σου καὶ παμφαοῦς δευτέρας παρουσίας ἀναμένοντας χρόνον· καὶ αὖθις εἰς τὸν προφήτην Ἀμβακοὺμ ἀπὸ Ἰερουσαλὴμ εἰς Βαβυλῶνα διὰ χρείαν τοῦ Δανιὴλ ἐν μιᾷ καιροῦ ῥοπῇ μεταστῆσαι καὶ ἀναποδίσαι ἐτερατούργησας· τί οι οὐ δυνατὸν θελήσαντι μόνον;

Ταῦτα ἐπεὶ λέλεχεν ἡ πανύμνητος, καὶ ἡ ἀποστολικὴ δωδεκὰς ἐπέστη, ἄλλος ἀλλαχόθεν ὡς νεφέλαι τῷ πτερῷ τοῦ Πνεύματος πρὸς τὴν τοῦ φωτὸς νεφέλην ἐλασθέντες καὶ καταπαύσαντες. Τί οὖν φησιν ἡ θεώνυμος καὶ πολυώνυμος καὶ μεγαλώνυμος, ἄρασα κύκλῳ τοὺς ὀφθαλμοὺς ἀνακεκλιμένη καὶ ἰδοῦσα τοὺς ζητουμένους; Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ, καὶ ἔσται μοι τοῦτο εἰς ὄνομα εὐφροσύνης, καὶ εἰς αἴνεσιν καὶ μεγαλειότητα παρὰ πᾶσι τοῖς ἔθνεσι τῆς γῆς, ὅτι συνήγαγέ μοι τοὺς θεμελίους τῆς Ἐκκλησίας, ὅτι συνήθροισέ μοι τοὺς ἄρχοντας τῆς οἰκουμένης, τοὺς θαυμαστοὺς ὑπηρέτας τῆς ἐμῆς κηδείας. Ὢ μεγαλοφυοῦς τερατουργήματος! ὢ μητρικῆς ἀφοσιώσεως ἔργον! ὢ σχέσεως υἱϊκῆς δῶρον! Οὐρανός μοι τὸ δωμάτιον κατεφάνη, τοὺς φωστῆρας τοῦ κόσμου ἐν ἑαυτῷ περιφέρων· ναὸς Κυρίου ἡ ὀροφὴ ὤφθη, τοὺς θείους μύστας καὶ ἱερουργοὺς παραστήσασά μοι. Οὐκέτι τὸ Ἰουδαϊκὸν σύστημα μελετήσει τὴν κατ’ ἐμοῦ παροινίαν· οὐκέτι κατ’ ἐμοῦ ἐφοπλίσει τὴν πάντολμον χεῖρα πρὸς ἐμὴν φονοκτονίαν τὸ ἱερατικὸν βουλευτήριον. Πάλαι μὲν οὖν μεμελετηκότες συνανήρουν ἂν τῷ Υἱῷ τὴν Μητέρα οἱ φιλαίμονες, ἀλλὰ διήμαρτον τοῦ σκοποῦ, εἰργούσης αὐτοὺς τῆς Προνοίας ἄνωθεν.

Πρὸς ἀσύλους μεταβιβάζομαι κατοικεσίας, πρὸς ἀσύλους καὶ ἀνενοχλήτους διαναπαύσεις, ἔνθα οὐ παρεισδύει ὁ ἐχθρὸς τὰ τῆς κακίας ἔνεδρα, ἔνθα ἴδοιμι τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέψομαι τὸν ναὸν ὁ παμφαὴς ναὸς αὐτοῦ.