Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν κοίμησιν τῆς ὑπεραγίας δεσποίνης ἡμῶν θεοτόκου

Θεόδωρος ὁ Στουδίτης

Τελική ικεσία και δοξολογία

Καταληκτικός έπαινος, δεήσεις υπέρ της Εκκλησίας και της οικουμένης, και επισφράγιση του λόγου με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 5 από 5

ϛʹ. Ἀλλ’ ὢ τῆς ἐπιφανοῦς σου καὶ λαμπρᾶς (δι’ ἡδονῆς γὰρ ἔχω λέγειν) πανηγύρεως! Ὢ τῆς σημειοφόρου καὶ θαυματοποιοῦ μεταστάσεώς σου! Ὢ τῆς ζωοπαρόχου καὶ ἀειφθαρτοδωρήτου ἐνταφιάσεώς σου τῆς φωτοκυήτορος! Ἀλλὰ τὰς νεφέλας διασχοῦσα καὶ εἰς οὐρανὸν ἀνιοῦσα καὶ εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσιοῦσα, ἐν φωνῇ ἀγαλλιάσεώς τε καὶ ἐξομολογήσεως κατευλογῆσαι ἀξίωσον, Θεοτόκε, τὰ τῆς οἰκουμένης πέρατα· πρεσβείαις σου τοὺς ἀέρας εὐκρατοῦσα, τοὺς ὄμβρους εὐκαίρως δωρουμένη, τοὺς ἀνέμους εὐθετοῦσα, τὴν γῆν εὐκαρποῦσα, τὴν Ἐκκλησίαν εἰρηνεύουσα, τὴν Ὀρθοδοξίαν κρατύνουσα, τὴν βασιλείαν φυλάττουσα, τὰ βάρβαρα ἔθνη ἀποσοβοῦσα, ἅπαν τὸ Χριστιανῶν φῦλον περιέπουσα, εἶτα καὶ τῆς ἐμῆς τολμηρίας συγγινώσκουσα. Σοῦ γάρ ἐστι τὸ λόγιον, καὶ σύ, ὦ Μήτηρ Θεοῦ, τὸ ἐσόμενον προφητικῶς ἐμελῴδησας· «Ἰδοὺ γάρ», φησίν, «ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί». Ἐπεὶ οὖν οὐχ οἷόν τε διαπίπτειν σου τὸν θεόφραστον λόγον, δέξαιο κἀμοῦ τοῦ ἀναξίου σου οἰκέτου τὴν κατὰ δύναμιν πρόσρησιν· καὶ «Ἀπόδος τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου»· σθένει τε τῶν πρεσβειῶν σου στήριξόν με, σὺν τῷ διαφέροντί μοι πατρὶ καὶ τῇ ἀνατεθειμένῃ ποίμνῃ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ ἡ τιμὴ καὶ τὸ κράτος, σὺν τῷ παντοκράτορι Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.