Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν προεόρτιον τῶν Φώτων (Νόθος)

Θεόδωρος ὁ Στουδίτης

Η προσέλευση στο Βάπτισμα και η αναίρεση χριστολογικών αιρέσεων

Η θεολογική σημασία της τριακονταετούς ηλικίας του Χριστού και ο έλεγχος των αιρετικών δοξασιών σχετικά με την τέλεια ανθρώπινη φύση και το σώμα Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 3 από 4

ϛʹ. Ἐπειδὴ δὲ ἧκε τὸ μέτρον τῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, καὶ τέλος εἴληφεν ἡ περίοδος τῆς τριακονταέτους παρατάσεως, τηνικαῦτα ὁ μὲν λύχνος ἐπὶ τὴν λυχνίαν καιόμενος καὶ φαίνων τοῖς ἐν τῇ οἰκίᾳ ἀγαλλιάσιμα (εἴπερ δεῖ οἰκίαν ὑπολαμβάνειν τὴν ἰσραηλιτικὴν συναγωγὴν) τό τε ἀληθινὸν φῶς ἐπιφαινόμενον καὶ φωτίζον τὸν κόσμον. Ὢ τοῦ θαύματος! ὁ ἥλιος πρὸς τὸν ἀστέρα, ὁ λόγος πρὸς τὴν φωνήν, ὁ νυμφίος πρὸς τὸν φίλον, οἰκονομίας εἵνεκα, ἵνα διὰ τῆς ἐπιβιβάσεως πληρουμένης ἐν τῷ Ἰησοῦ πάσης δικαιοσύνης, ὁ μὲν αὐξάνει, εὐαγγελικῶς εἰπεῖν, ὁ δὲ ἐλαττοῦται.

Πῶς γὰρ ἂν καὶ οὐκ ἦν ἐλαττοῦσθαι τὸ λυχνιαῖον φῶς, μᾶλλον δὲ καὶ πάντῃ ἐκ μέσου ἀπεῖναι, τοῦ τῆς δικαιοσύνης Ἡλίου ἤδη τοῖς θαύμασι μαρμαρύσοντος ἐξαίσια; Βλέπεις ὅσος ὁ χρονικὸς ἀριθμὸς τῆς σωματικῆς ἐντελείας, ἐν ᾧ ὑπετάσσετο τοῖς γονεῦσιν Ἰησοῦς; «Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ!».

Δι’ ἣν αἰτίαν ἄρα; Ἄλλος μὲν οὖν ἄλλο λεγέτω, τῶν ὑψηλῶν τῇ θεωρίᾳ καὶ τὰ βάθη τοῦ Πνεύματος ἐγνωκότων· ὡς γοῦν ἔμοιγε δοκεῖ, δυοῖν ἕνεκα· ἵνα καὶ υἱέσι τὸ πρὸς τοὺς γονέας ὑποτακτικὸν διὰ τῆς οἰκείας ὑποταγῆς ὁ πάντων νομοθετῶν νομοθέτης νομοθετήσῃ, τάς τε μεθηλικιώσεις ἁγιάσοι· καὶ τρίτον, μὴ ἀποξενωμένον τι καὶ ἀπεοικὸς τῆς καθ’ ἡμᾶς βιοτῆς, ἐν ᾗ μάλιστα τὸ τέλειον ἡμῖν πρόσεστι, τὴν ἑαυτοῦ πολιτείαν ὁ παντέλειος ἐπιδεικνύει· ὅπου γε καὶ οὕτω τῆς ἀνδρικῆς ἡλικίας τὸ τέλειον ἔχοντος, ἐτόλμησεν Ἄρειος ἄψυχον αὐτοῦ τὸ σῶμα ἀποφῆναι, Ἀπολινάριος δὲ κατὰ συνδρομὴν ἀσεβείας ἄνουν αὐτὸν φληναφῆσαι, ὁ δὲ νῦν Μανιχαῖος κατὰ προὔχουσαν ἀσέβειαν, ἄγραπτον αὐτὸν δογματίσαι.

Καὶ σκοπῶμεν ὅση ἡ διαφορότης θατέρου πρὸς θάτερον. Ὁ μὲν οὖν τῷ ἀψύχῳ προϊστάμενος, ἐξίστησι ζωῆς τὸ Δεσποτικὸν σῶμα· τὸ γὰρ ἀμοιροῦν ψυχῆς, καὶ ζωῆς ἐστιν ἐκτὸς δηλονότι· ὁ δὲ τὸ ἄνουν, τῇ ἀλόγῳ συντάττει οὐσίᾳ· ἐπείπερ πᾶν ἄνουν, καὶ ἄλογον· ὁ δὲ τῷ ἀγράπτῳ, οὐδὲ ὅλως φύσει σώματος τὸ σῶμα δοξάζει· εἴπερ τῷ ἀπεριγράπτῳ συνακολουθεῖ τὸ ἀσώματον. Εἰ γὰρ σῶμα, πᾶν δὲ σῶμα ὑπ’ ἁφὴν καὶ χροιάν ἐστι τελοῦν, τὸ δ’ ἐν τούτοις ὑποπίπτον ἐξ ἀναγκαίου ἕπεται, εἰ μὴ ληρῶμεν, καὶ τὸ περιγράφεσθαι· ὡς, εἰ μὴ περιγράφοιτο, πάντῃ τε καὶ πάντως τοῦ οἰκείου ὅρου ἐξοιχήσεται εἰς τὸ ἀσώματον ἀνατρέχον· οὐδέν, ὡς ἔοικε, τὸ ἐπισχεῖν γλῶσσαν ἀσεβοῦσαν κράτει ἐξουσίας.