Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν προεόρτιον τῶν Φώτων (Νόθος)

Θεόδωρος ὁ Στουδίτης

Παλαιοδιαθηκικοί τύποι του Βαπτίσματος και ο εορτασμός των Θεοφανείων

Προφητικές προτυπώσεις της ιεράς κολυμβήθρας, η πνευματική αναγέννηση των πιστών, η ακολουθία του αγιασμού των υδάτων και η καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 4 από 4

ζʹ. Ἀλλ’ ἀνακτέον τὸ ὄμμα ἐπὶ τὰς προφητικὰς θεοπτίας καὶ θεωρητέον ὅπως ἐν αὐταῖς ὑποτυποῦται τὸ ἱερώτατον βάπτισμα· εἰς τοῦτο γὰρ καλεῖ ἡ συνέχεια τοῦ λόγου. Τί οὖν φησιν Ἠσαΐας; ἔνθεν γὰρ ἑλόντες εἴπομεν· «Εὐφράνθητι, ἔρημος διψῶσα· ὅτι ἐρράγη ἐν ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ». Τῇ ἀνθρωπίνῃ δηλονότι φύσει ἡ προσφώνησις, ἐν ἐρήμῳ οὔσῃ τῆς ἐκ πίστεως καὶ ἀγαθῶν ἔργων καρποφορίας· καὶ διὰ τοῦτο τὸ τῆς υἱοθεσίας νᾶμα διψώσῃ ἐρράγη τὸ τοῦ βαπτίσματος ὕδωρ, καθάπερ τι ῥεῦμα ποτάμιον τὸ τοῦ Ἰορδάνου ῥεῖθρον. Κἀντεῦθεν τί; «Καὶ ἔσται ἡ ἄνυδρος εἰς ἕλη», τουτέστιν εἰς ἀμφιλαφῆ πίστιν· «καὶ εἰς τὴν διψῶσαν γῆν, πηγὴ ὕδατος ἔσται»· αὐτὴ δηλαδὴ ἡ κρήνη τῆς υἱοθεσίας· «καὶ ἐκεῖ ἔσται εὐφροσύνη ὀρνέων», τῶν ἐκ τοῦ βαπτίσματος δηλονότι ἀναγεννωμένων, ὀρνέοις τροπικῶς ἐοικότων, διὰ τὸ ἀπ’ ἀρχῆς ἐξ ὑδάτων καὶ τὴν ὕπαρξιν ἐσχηκέναι. Τί δὲ κατὰ τὸν Γεδεὼν πλήρης λεκάνη ὕδατος; Τὴν τῆς υἱοθεσίας μητρόμοιον κολυμβήθραν ὑποσημαίνει ὁ λόγος, κυκλοτερῆ τε οὖσαν τῷ σχήματι, καὶ πάντοθεν ἀποτετορνημένην, τῇ τῆς ἀναμαρτησίας ἰδέᾳ, ἐφ’ ᾗ ἀπερρύη ἡ τοῦ νοητοῦ πόκου ἰαματικὸς δρόσος πλήρης Πνεύματος ἁγίου, ἐξ ἧς ἀναγεννῶνται οἱ νεοτελεῖς Θεοῦ παῖδες, τὴν ἐκ σαρκὸς καὶ αἵματος ἀμειψάμενοι γέννησιν, καὶ τοσοῦτον εἰς ἄνδρα τέλειον ἀνατρέχοντες, ὡς καταπαλαίειν τῇ τριαδικῇ λατρείᾳ τὸ δαιμόνιον φῦλον.

Τί δὲ ἡ κατὰ τὸν Ἠλίαν ἐπὶ τὸ θυσιαστήριόν τε καὶ τὸ ὁλοκαύτωμα τρισσευομένη τοῦ ὕδατος ἐπίχυσις; Οἶμαι δηλοῦν ἢ τὴν τρισσὴν τῆς θείας μακαριότητος ἐν τῷ βαπτιζομένῳ ἐπιβοωμένην ὑπόστασιν, ἢ τὴν τρισσὴν αὐτοῦ τοῦ τελουμένου κατάδυσιν. Ἄνεισι δὲ Νεεμὰν ἀπὸ τοῦ ὕδατος κατὰ τὴν Ἐλισσαιὲ διαταγὴν κεκαθαρμένος ὅλος· «Ἐπέστρεψεν», γάρ φησιν, «ἡ σὰρξ αὐτοῦ ἐπ’ αὐτὸν ὡς παιδαρίου μικροῦ, καὶ ἐκαθαρίσθη». Σύμβολον ἤδη τοῦτο τῆς ἁπάντων τῶν βαπτιζομένων ἁμαρτητικῆς καθάρσεως· νεοθαλὴς γὰρ πᾶς τις καὶ ἄσπιλος τῶν προκατεστιγμένων πλημμελημάτων ἄνεισιν ὁ τελεσθεὶς ἐν Πνεύματι.

ηʹ. Εἰ δὲ βούλει γνῶναι καὶ τὸ ἄμισθον τῆς πνευματικῆς ἀναγεννήσεως, ἀκούσῃ τοῦ Ἠσαΐου λέγοντος· «Οἱ διψῶντες, πορεύεσθε ἐφ’ ὕδωρ· καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε»· παντὸς γὰρ τοῦ προαιρουμένου τὸ χάρισμα, καὶ οὗ μὴ τυχεῖν, ζωῆς ἐστιν ἀπότευξις. Ἀλλὰ τούτων μὲν ἀπὸ μέρους ἡ λῆψις καὶ μέθεξις· ὅτι καὶ ἐκ πενιχρᾶς διανοίας ἡ προκόμισις ἐφ’ ὅσον οἷόν τε ἀφοσιουμένης τὰ προεόρτια. Σὺ δέ μοι ἄθρει οἷα τὰ ὁρώμενα· κολυμβῆθραι ὑδάτων πεπλήρωνται, πηγαί τε καὶ κρῆναι, ποταμοί τε καὶ λίμναι, δοχεῖα τοῦ Πνεύματος πρόκειται· ἡ φύσις τῶν ὑδάτων εἰς τιμὴν ὑπέρτιμον προέρχεται· φῶτα πολυειδῶς τῆς ἱερᾶς νυκτὸς δίκην ἀστέρων κατὰ πᾶσαν τὴν ὑπουράνιον ἑτοιμάζεται· εἱστήκει δὲ κατὰ πᾶσαν πόλιν καὶ χώραν κῆρυξ ἐπὶ τοῦ μετεώρου ἱερεύων τὰ θεῖα, καὶ ἁγιάζων τὰ ὕδατα διὰ τῆς ἐπ’ αὐτὰ τοῦ θείου Πνεύματος ἐπιφοιτήσεως, ὧν τῇ μεθέξει ἁγιασθείημεν, καὶ τῇ ἑξῆς ὀφθείημεν ἅπαντες φαεινοὶ τῷ παμφαεῖ πνεύματι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.