Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν προεόρτιον τῶν Φώτων (Νόθος)

Θεόδωρος ὁ Στουδίτης

Προοίμιο και βιβλικά παραδείγματα πνευματικής προετοιμασίας

Εισαγωγή στην εορτή των Φώτων και υποδείγματα καθάρσεως από πρόσωπα της Παλαιάς και της Καινής Διαθήκης πριν από το μυστήριο του Βαπτίσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 1 από 4

ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΠΑΡΑΜΟΝΗΝ ΤΩΝ ΦΩΤΩΝ αʹ. Τῶν Φώτων τὰ προαύλια φωτοφανέσι θεωρίαις ἐποπτεύσωμεν, εἰς αὐτὰ εἰσβαίνοντες τὰ ὕδατα, πλουσίας τῆς αἴγλης μεταλάβοιμεν, φωτοειδεῖς ἐν πνεύματι γενόμενοι, καὶ τὸν τοῦ φωτὸς αἴτιον Ἰησοῦν τὸ πατρικὸν ἀπαύγασμα πανευφήμοις εὐχαριστίαις εὐφημήσωμεν.

Ἁγνίζεται Ἰσραὴλ πρότερον ὁπηνίκα τῷ ὄρει κεκαυμένῳ πυρί, σκότους τε καὶ θυέλλης πεπληρωμένῳ προσβαίνειν ἔμελλεν, καὶ οὐδ’ οὕτως ἄνεισιν, ἐπεὶ μὴ ἀσφαλές· εἱστήκει δὲ κάτω ἔντρομος τοῖς πολυειδέσι φοβερισμοῖς Θεοῦ ἐκδειματούμενος. Ὑπολύεται καὶ αὐτὸς Μωϋσῆς τὸ ὑλῶδες ὑπόδημα, τῆς θεοστιβοῦς γῆς ψαύειν προερχόμενος, ὁπότε τῆς φλογοφορούσης βάτου ἐμυεῖτο θαυμαστικῶς τὸ θεώρημα, μείζονος μυστηρίου οὔσης προτύπωμα.

Τὸ δ’ αὐτὸ καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ πρὸς τοῦ ἀγγέλου παρακελεύεται μὴ τοὔδαφος ἐνδεδυμένοις ποσὶ προσεγγίζειν ὅλως, διὰ τὸ τῆς ἁγίας γῆς σεβάσμιον. Τί δὲ οἱ τρεῖς νεανίαι; οὐχ ἡγνισμέναις ψυχαῖς τε καὶ σώμασι τῷ παμφάγῳ πυρὶ προσβάλλουσι, τῆς καυστικῆς αὐτοῖς ἐνεργείας μεταβληθείσης εἰς δροσοειδῆ ποιότητα; ἐφ’ ᾧ καὶ τὸ θαῦμα ὅσον καὶ ἡλίκον, διπλαῖς ἀντιρρόποις ἐνεργείαις τοὺς ἀξίους ἀμειψάμενον! Τί δὲ Δανιὴλ ὁ τῶν ἐπιθυμιῶν ἀνήρ; οὐ τῇ καθαρτικῇ νηστείᾳ προχρησάμενος συνδιαιτᾶται λέουσι ἀπήμαντον τὸ σῶμα ἀπενεγκάμενος;

βʹ. Ἀλλὰ βούλει ἐπὶ τὴν νέαν μετεληλυθέναι σοι τὸν λόγον; Ὅρα Παῦλον τὸ μέγαν τῆς ἀληθείας κήρυκα τριημερονύκτῳ νηστείᾳ τὴν παρασκευὴν ποιησάμενον, εἶθ’ οὕτω πρὸς τῇ ἐκτενεῖ δεήσει τὸ ἀληθινὸν φῶς Χριστὸν ἐνδυσάμενον. Βλέπε καὶ Ματθαῖον τὸν εὐαγγελιστὴν προὔργου τὴν τῶν ἐνόντων ἀπόταξιν ποιησάμενον, αὐτούς τε τοὺς τελωνικοὺς λόγους ἀτελεῖς καταλιπόντα, καὶ οὕτω μαθητιᾷν τῷ Ἰησοῦ ἑλόμενον. Καὶ οὔπω λέγω, ὅτι καὶ Ζακχαῖος πρότερον χαμόθεν ὑψωθεὶς καὶ σῶμα καὶ διάνοιαν, οὕτω τὸν Ἰησοῦν ὑφέστιον πεποίηται, σὺν ὑποσχέσει κρείττονι, καὶ τῆς κρείττονος ἀξιοῦται προσφωνήσεως· καὶ μὴν Κορνήλιος, τετραήμερον νενηστευκώς τε καὶ προσευξάμενος, τηνικαῦτα ὁρᾷ τὸν ἄγγελον εὐαγγελισάμενον τὰ καταθύμια, καὶ τῶν ἐλπίδων ἐπιτέτευκται. Σὺ δέ, ὦ βέλτιστε, ἵνα τοὺς ἄλλους παρήσω λέγειν, οὐκ ἄνευ εὐλαβείας καὶ πολλῆς προφυλακῆς τοῖς θείοις προσερχόμενος, οὕτως ἁπλῶς καὶ ἀπαρασκευάστως τῷ ὑπερφαεῖ μυστηρίῳ προσελεύσῃ, δι’ οὗ σοι καὶ ἡ ἐν πνεύματι ἀπότεξις, καὶ τὸ υἱὸς φωτὸς κεκλῆσθαι; Καὶ οὐ φοβῇ μή ποτε ταυτὸν πάθοις τῷ ὀφθαλμοῖς ἀσθενέσιν ἀντωπεῖν ἐπιχειροῦντι πρὸς τὸν ἥλιον;