Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν προεόρτιον τῶν Φώτων (Νόθος)

Θεόδωρος ὁ Στουδίτης

Θεολογική θεώρηση των γεγονότων πριν από τη Βάπτιση

Εξέταση της Γεννήσεως, της Περιτομής, της Υπαπαντής και της δωδεκαετούς παρουσίας του Ιησού στον Ναό, καθώς και η εμφάνιση του Ιωάννη του Προδρόμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 2 από 4

γʹ. Ἀλλ’ ἐπειδὴ τοῦτο καλῶς, ὡς οἶμαι, προδιετέθη καὶ διετυπώθη, φέρε ὡς οἷόν τε χωρήσωμεν ἐπὶ τὰ Προφώτια, καὶ ἴδωμεν κεκαθαρμένοις ὀφθαλμοῖς, ὅπως τὸ ἀληθινὸν φῶς ἐξ αὐτῆς γεννήσεως ἀνατεταλκός, μέχρι τοῦ φωτογενοῦς βαπτίσματος πρόεισι θεολογούμενον· οὕτω γὰρ ὁ νοῦς τῇ ἱστορίᾳ συνεπόμενος φωτίζοιτο, καὶ ὁ λόγος ἐφαρμογῇ τὴν διήγησιν ποιήσοιτο, ἐφ’ ἑκάστῃ τελετῇ ἐπιθεωρῶν τὰ προσήκοντα. Ἄρτι τοιγαροῦν ἐκ Παρθένου γεννηθεὶς ὁ ὑπερούσιος, ἀγγέλους ὑμνῳδοὺς τοῦ μυστηρίου παρίστησι· καὶ σκοπῶμεν τὸ ἀπόρρητον. Τί; Ἵνα γνωρισθῇ πᾶσιν ὅτι, ὃν κατ’ ἀρχὰς τῇ γενέσει τῶν ἄστρων ὡς γενεσιουργὸν ὕμνησαν ἄγγελοι, τοῦτον νῦν γεννηθέντα καὶ ὀφθέντα ἐν τῷ καθ’ ἡμᾶς εἴδει ὑμνοῦσι καὶ δοξάζουσι· διὸ καὶ ἀστὴρ αὐτὸν μηνεύει πᾶσι, καὶ οὕτως ὑπὲρ τὴν τῶν ἀστέρων φύσιν δεικνύμενος, τῇ τε τοπικῇ κινήσει, καὶ τῇ ἡμερινῇ λάμψει. Τί δήποτε; Ὡς ἂν κἀντεῦθεν δηλωθῇ ὑπερφυὴς ὁ κυηθείς, ἄνθρωπος μὲν τὸ ὁρώμενον, Θεὸς δὲ τὸ νοούμενον.

Ἐντεῦθεν τὸ τῆς περιτομῆς θεώρημα οὐδ’ αὐτὸ ἀμοιροῦν θεολογίας τοῖς ἐπεσκεμμένως ἔχουσι· τὸ γὰρ ἐπικληθὲν αὐτῷ Ἰησοῦς ὄνομα, κατὰ τὴν τοῦ ἀγγέλου προανάρρησιν, ἐπείπερ ἐστὶ Σωτῆρος ἔμφασιν ἔχον, θείας φύσεως γνωριστικόν ἐστιν, παντί που δῆλον· μηδὲ γὰρ ἐπιπεμπέτω τὴν γλῶσσαν ἐνταῦθα ὁ θεομάχος διὰ τῆς τοῦ Ἰησοῦ τοῦ Ναυῆ ὁμωνυμίας προεξηγούμενος, ὡς οὐκ ἐπὶ τοῦ Θεοῦ Λόγου, ἀλλ’ ἐπὶ τοῦ σχετικῶς αὐτῷ συναφθέντος τεθειμένον. Οὐδὲ γάρ, ἐπείπερ πολλοὶ κύριοι, καὶ οὐ κατὰ φύσιν οὗτοι· πρὸς δὲ καὶ θεοί, ἀλλ’ οὐδ’ αὐτοὶ κατὰ φύσιν· ἀλλ’ εἷς Κύριος, εἷς Θεὸς ὁ κατὰ φύσιν ἀληθής· οὕτω καὶ πολλαὶ προσηγορίαι Ἰησοῦ, ἀλλ’ εἷς Ἰησοῦς, ὁ τῶν ἁπάντων Σωτήρ.

δʹ. Ἐντεῦθεν ἀνῆκται εἰς Ἱεροσόλυμα καὶ οἷα τὰ τοῦ ὑποδεξαμένου αὐτὸν ἐν ταῖς ἀγκάλαις Συμεὼν ῥήματα, ἴσμεν· τὸ γὰρ σωτήριον Θεοῦ ἡτοιμασμένον κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς τε εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ εἴ τι τούτοις ἕτερον αὐτὸν ἀποκαλέσαι, ἐπ’ ἴσης τῷ Πατρὶ εἶεν θεολογούμενα· ἐπεὶ καὶ ὁ Πατὴρ καὶ Σωτὴρ καὶ φῶς πρὸς τοῖς λογίοις ὠνόμασται· τὰ δὲ τῆς αὐτῆς ὀνομασίας ὑπαρκτικά, καὶ τῆς αὐτῆς ἂν εἴη φύσεως δηλωτικά. Καὶ γοῦν Υἱὸς πρὸς τὸν Πατέρα φησί· «Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά»· τῆς ἀντιστροφῆς κατὰ τὸν τῆς οὐσίας δηλονότι λόγον ὁμολογουμένης, οὐ κατὰ τὸν τῶν ὑποστάσεων ὅρον· τοῦτο γὰρ τῆς συγχύσεως Σαβελλίου τὸ φρόνημα, ὅπερ ἠρνήμεθα. Ἐντεῦθεν κάτεισιν εἰς Αἴγυπτον, καὶ ὑπειλημμένος· ἀλλ’ ἄκουσόν τί φησιν Ἠσαΐας· «Ἰδοὺ κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται πάντα τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ», οὗ τί ἂν γένοιτο γνωριμώτερον, Θεὸν ἐν σαρκὶ εἶναι τὸν ἐκεῖσε ἀφικόμενον;

Ἐντεῦθεν ἐξ Αἰγύπτου ἐπάνεισιν, καὶ εἰς Ναζαρὲτ οἰκεῖν εἵλετο, ἀφ’ ἧς καὶ τὴν ἐπωνυμίαν εἴληφε. Σὺ δὲ μήπω ἰλιγγιάσῃς τοῖς λογισμοῖς ἀκούων ἐπὶ Θεοῦ κάθοδον καὶ ἄνοδον, τοπικήν τε κίνησιν καὶ μετάθεσιν· εἰ μὲν γὰρ χωρὶς σώματος ὁ Λόγος ἐξηκούετο, ἦν εἰκὸς τὸ ἐπισεῖον τὸν νοῦν καὶ θορυβοῦν· ἐπεὶ δὲ μετὰ σώματος, οὐδὲν ἀπηχὲς οὐδὲ ἀνακόλουθον· ὡς γὰρ ἐφανερώθη Θεὸς ἐν σαρκί, οὕτω καὶ τόπους ἀμείβει Θεὸς ἐν σαρκί, καὶ ὅσα ἄλλα τῆς ἐν σαρκὶ ζωῆς ἰδιώματα προσίεται.

εʹ. Ἐντεῦθεν δωδεκαετὴς γενόμενος ἐν μέσῳ τῶν διδασκάλων κάθηται ἐπαΐων καὶ ἐπερωτῶν καὶ ταῖς ἐμμελέσιν ἀποκρίσεσιν ἐξιστῶν τοὺς ἀκούοντας. Τίνος δ’ ἂν καὶ εἴη ἐν τοιαύτῃ ἡλικίᾳ τηλικαῦτα ἐξαίσια φθέγγεσθαι, ἢ πάντως Θεοῦ σεσαρκωμένου; Ἀλλὰ γὰρ καὶ ὑπὸ τῆς μητρὸς ἀνακρινόμενος, φιλοπευστούσης μαθεῖν τὴν ἀποκάλυψιν τῆς πατρικῆς αὐτοῦ δόξης, τὸν λόγον ἀποδίδωσιν.

Ὁρᾷς ὅσον ἐκ σχεδιασθείσης διηγήσεως ὑπεδείχθη τὰ θεολογούμενα, καὶ ὅπως ὁ Κύριος τῆς δόξης οἷά τις βασιλεὺς εὐπρεπῶς ἐξ ἀνακτορικῶν θαλάμων τῶν μητρικῶν δὴ σπλάγχνων προερχόμενος τῇδε καὶ τῇδε ὕμνηται; Εἰκότως οὖν ὁ τῆς βροντῆς υἱὸς Ἰωάννης κέκραγεν· «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν (καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς) πλήρης χάριτος καὶ ἀληθείας». Ἀλλ’ ἤδη καὶ Ἰωάννης ἀπὸ τῆς ἐρήμου προερχόμενος, τὸ ξένον Ἰσραηλίταις καὶ πολύευκτον θέαμα, ὁ Θεοῦ ἄγγελος καὶ ἐν ἀποστόλοις προχειροτόνητος· ἔδει γὰρ τηλικούτου βασιλέως τοιοῦτον εἶναι τὸν στρατιώτην, τοῦ μεγίστου ἀρχιερέως τοσοῦτον τὸν ὑποφήτην· καὶ νοῶμεν τὸ μυστήριον οἷον καὶ ἡλίκον. Ἐπειδὴ γὰρ οὐκ ἐνεδέχετο τοῦ νυμφαγωγοῦ παρόντος, μὴ καὶ τὸν νυμφίον συμπαρεῖναι, καὶ τῆς φωνῆς βοώσης μὴ καὶ τὸν Λόγον ἀκουτίζεσθαι, τί γίνεται καὶ τί τὸ οἰκονομούμενον;

Συστέλλεται εὐθὺς ἀπὸ σπαργάνων ἀπὸ τοῦ ἐμφανοῦς εἰς τὸ ἀφανέστερον ὁ Ἰωάννης, καθάπερ τις λύχνος ὑπὸ μοδίῳ ἐν τῇ ἐρήμῳ ὑπερφυῶς ἐνδιαιτώμενος, κἀκεῖ θείων ἀκούει φωνῶν καὶ θεοπτίας ἀξιοῦται, ἄρρητά τε μυσταγωγούμενος καὶ ἐκδιδασκόμενος, καθάπερ ἔτι ὢν ἔμβρυος, τίς εἴη ὁ Ἰησοῦς, ὅτιπερ Υἱὸς Θεοῦ, καὶ ἐφ’ ᾧ τὸ σημεῖον τῆς πνευματοειδοῦς περιστερᾶς, ὅτι αὐτός ἐστιν ὁ βαπτίσων ἐν Πνεύματι ἁγίῳ.