Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν προσκύνησιν τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ τῇ μέσῃ τῶν νηστειῶν

Θεόδωρος ὁ Στουδίτης

Προοίμιο και πρόσκληση στην εορτή της προσκυνήσεως του Σταυρού

Ο συγγραφέας εισάγει την εορτή της προσκυνήσεως, καλώντας ολόκληρη τη δημιουργία, επίγεια και ουράνια, να συμμετάσχει στη χαρά της φανερώσεως του ζωοποιού ξύλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 1 από 5

ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΠΡΟΣΚΥΝΗΣΙΝ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ, ΕΝ Τῌ ΜΕΣΟΝΗΣΤΙΜῼ. Ἀγαλλιάσεως καὶ εὐφροσύνης ἡμέρα, ὅτι τὸ σημεῖον τῆς χαρᾶς πάρεστιν· αἰνέσεως καὶ ἐξομολογήσεως χορεία, ὅτι τὸ πανάγιον ξύλον ἐμφανίζεται. Βαβαὶ τοῦ ὑπερτίμου δώρου! Εὖγε οἵα τῆς ὄψεως ὡραιότης! οὐ σύμμικτόν τινα καλοῦ τε καὶ κακοῦ ἔμφασιν ἔχουσα, ὡς τὸ πρὶν ἐν Ἐδὲμ ξύλον, ἀλλ’ ὅλον ὡραῖόν τε καὶ καλὸν καὶ ὁρώμενον καὶ μεταλαμβανόμενον. Ξύλον γάρ ἐστι ζωοποιοῦν, οὐ θανατοῦν· φωτίζον, οὐκ ἀμαυροῦν· εἰσοικίζον, οὐκ ἀποικίζον τῆς Ἐδέμ· ξύλον ἐκεῖνο, ἐν ᾧ Χριστὸς ἐπιβάς, ὥσπερ βασιλεὺς ἐπὶ τεθρίππου, τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου τὸν διάβολον ὤλεσεν, ἀπαλλάξας τῆς τοῦ τυράννου δουλείας τὸ ἀνθρώπινον γένος· ξύλον ἐκεῖνο, ἐν ᾧ ὁ Δεσπότης καθάπερ ἀριστεὺς πληγεὶς ἐν πολέμῳ, χεῖράς τε καὶ πόδας σὺν πλευρᾷ τῇ θεοσώμῳ, ἰάσατο μωλώπων ἁμαρτίας, τὴν ὑπὸ τοῦ πονηροῦ δράκοντος τραυματισθεῖσαν ἡμῶν φύσιν· καὶ εἰ δεῖ προσθεῖναι τὸν ὕμνον, ξύλον ἐκεῖνο, ἐν ᾧ τὸ Δεσποτικὸν ῥυὲν αἷμα, ἐνίησι δύναμιν ἀμαχωτάτην, ὑφ’ ἧς φλέγονται δαίμονες, καὶ κόσμος φωτίζεται.

Τίς λοιπὸν οὐ προσδραμεῖται προσβλέψαι τὸ πολύευκτον θέαμα; Τίς οὐκ ἐπιθυμήσει περιπτύξασθαι τὸ θεόπλοκον ἔρνος; Ἥκετε, ἀθροίσθητε, πᾶσαι φυλαὶ καὶ γλῶσσαι, πᾶν γένος καὶ πᾶσα ἡλικία, πᾶν ἀξίωμα καὶ πᾶν πολίτευμα, ὅσον ἱερατικόν τε καὶ βασίλειον, ἄρχον τε καὶ ἀρχόμενον. Ἐπείπερ θεοτελὴς ἡ πανήγυρις, δοκοῦσί μοι καὶ ἄγγελοι περιχαρῶς ὑπαντῆσαι τῇ πανηγύρει, ἀπόστολοί τε ὁμοθυμαδὸν συγχορεύειν, προφητῶν ὅμιλος, μαρτύρων στίφος, δικαίων ἁπάντων ὁμήγυρις. ᾯ γὰρ τροπαίῳ χριστομιμήτως κατίσχυσαν τῆς ἀντικειμένης δυνάμεως, κλέος οὐράνιον καταστεψάμενοι, πῶς μὴ οὐχὶ καὶ ἐπὶ τῇ τούτου ἐμφανείᾳ πρόσεστι συνευφραίνεσθαι;

Δοκοῦσί μοι καὶ οἷστισι μὴ αἴσθησις, συνήδεσθαι τάχα· γῆ, φημί, ἡ τὸν τοιοῦτον καρπὸν οἷα μήτηρ ἐκ λαγόνων δεδωκυῖα· πάντα τὰ ξύλα τοῦ δρυμοῦ ὡς ὁμωνυμίᾳ τιμώμενα· ὁ ἀειλαμπὴς ἥλιος, σελήνη ἡ πολύφωτος, ἀστέρες οἱ μαρμαίροντες, αὐτὸς ὁ οὐρανὸς ὁ μέγας οὗτος καὶ πολύστροφος· ἐπείπερ πᾶσα ἡ διὰ τοῦ σταυρικοῦ πάθους πρὸς τὸ κρεῖττον ἄμειψις.

Ἀνακρουσάτω τοιγαροῦν Δαβὶδ τὴν πνευματικὴν κιθάραν, ᾄδων ἐκεῖνα εὐκαιρότατα· «Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστι». Συνᾳδέτω καὶ Σολομὼν ὁ σοφίᾳ ἀνυπέρβλητος· «Εὐλογεῖτε ξύλον δι’ οὗ γίνεται σωτηρία». Σήμερον τοιγαροῦν ἡ Ἐκκλησία ὦπται παράδεισος, τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ προφέρουσα, ἐφ’ ᾧ οὐκ ἀπατηλὸς δαίμων ἀπατῶν που τὴν Εὔαν, ἀλλ’ ἄγγελος Κυρίου παντοκράτορος περιέπων τὸν ἐπερχόμενον. Σήμερον προσκυνεῖται σταυρὸς ὁ πανάγιος καὶ ἡ Χριστοῦ ἀνάστασις εὐαγγελίζεται. Σήμερον προσκυνεῖται ξύλον τὸ ζωοπάροχον, καὶ ὁ κόσμος ὅλος ἀναζωπυρεῖται πρὸς αἴνεσιν. Σήμερον προσκυνεῖται ὁ τριμερὴς σταυρός, καὶ τὰ τετραπέρατα ἑορτάζει χαρμόσυνα. «Ὡς ὡραῖοι», φησίν, «οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά!».